Τετάρτη 21 Μαΐου 2014

ΜΗΝΑΙΟ ΙΟΥΝ. (20)



ΙΟΥΝΙΟΥ
ΤΗ Κ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ἔδωκας σημείωσιν
Μέθοδον ἡ μνήμη σου, ἡμῖν σωτήριον φέρουσα, Ἱεράρχα Μεθόδιε, λαμπρῶς ἐπεδήμησεν, ἐν αὐτῇ· διὸ σε, ἀνυμνολογοῦμεν, ἀνακηρύττοντες τοὺς σούς, φαιδροὺς ἀγῶνας καὶ τὰ παλαίσματα· δι' ὧν τὸ πολυμήχανον, καὶ πονηρὸν κατεπάλαισας, καὶ τῆς νίκης διάδημα, ἀνεπλέξω γηθόμενος.
Λόγοις κατεφώτισας, τῆς Ἐκκλησίας τὸ πλήρωμα, θεοφάντορ Μεθόδιε, ἄθλων δὲ λαμπρότητι, τῆς πολυθεΐας, ἐμείωσας ζόφον, καὶ μεταβέβηκας πρὸς φῶς, Ἱεροφάντα νῦν τὸ ἀνέσπερον· διό σου τὴν πανέορτον, καὶ φωτοφόρον πανήγυριν, ἑορτάζομεν σήμερον, εὐσεβείᾳ λαμπόμενοι.
Αἵμασιν ἐπέχρωσας, τὴν Ἱερὰν διπλοΐδα σου, θεοφάντορ Μεθόδιε, μεθ' ἧς εἰς τὰ ἅγια, τῶν ἁγίων μάκαρ, ἐχώρησας χαίρων, καὶ κατοπτεύεις τηλαυγῶς, τὴν τῆς Τριάδος θείαν λαμπρότητα, μυούμενος τρανότερον, τὰ ὑπὲρ νοῦν καὶ διάνοιαν, καὶ θεούμενος ἄριστα, Ἱεράρχα πανόλβιε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὸ καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ πολύΰμνητε. Τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον, ὅπως τὴν δυναστείαν σου, καὶ τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.
Ἢ Σταυροθεοτοκίον
Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀνταποδίδωσιν ὧν πεποίηκας, καλῶν αὐτοῖς, καὶ σπεύδεις με, ἀτεκνωθῆναι παμφίλτατε; Καταπλήττομαι ἔνδοξε, σὴν ἑκούσιον σταύρωσιν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς.
Τῆς ἀρετῆς μέθοδόν με, πανόλβιε μύστα, δίδαξον.
Θεοφάνους.
Ὠδὴ α' Ἦχος βαρὺς
Νεύσει σου πρὸς γεώδη
Τρίβου συντονωτάτης, πρὸς τὸν Θεὸν με φερούσης, δεικνύων τὴν μέθοδον, Ἱερομύστα δίδαξον, ὅπως τῆς ἀτελευτήτου, τύχοιμι ζωῆς, ταῖς πρεσβείαις σου πάνσοφε.
στραψας φωτοφόρος, ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, διτταῖς λαμπρυνόμενος, Ἱεροφάντα χάρισιν· ὅθεν διπλοῖς σε στεφάνοις, ἱεροπρεπῶς ὁ Χριστὸς ἐστεφάνωσε.
Στέφει τοῦ μαρτυρίου, Ἱερωσύνης τε μύρῳ, Παμμάκαρ κοσμούμενος, δι’ ἀμφοτέρων ἤστραψας· ὅθεν τῆς ἀληθεστάτης, καὶ θεοειδοῦς κληρουχίας τετύχηκας.
μωμος ὡς θυσία, καὶ Ἱερὰ τῷ Δεσπότη, καὶ ζῶσα καὶ ἔμψυχος, ἱερουργήθης ἔνδοξε· ὅθεν θυσιαστηρίῳ, τῷ ἐν οὐρανοῖς προσεδέχθης Μεθόδιε.
Θεοτοκίον
ύστην βροτείου γένους, καὶ λυτρωτὴν καὶ Σωτῆρα, Χριστὸν ἡμῖν τέτοκας, Παρθενομῆτορ ἄχραντε· ὅθεν σαφῶς σε εἰδότες, πρόξενον ζωῆς αἰωνίου δοξάζομεν.
Ὠδὴ γ'
Ὁ κατ' ἀρχὰς τοὺς οὐρανοὺς
πιπολάζουσαν ἰδών, τὴν τοῦ Ὠριγένους ἀπάτην, ὡς ὑπάρχων ἄριστος ποιμήν, τῷ θείῳ πυρὶ συντόμως ἔφλεξας, πᾶσαν ἐκείνου τὴν ἀχλύν, τὴν ἀπαστράπτουσαν αἴγλην, ἅψας τῆς σοφίας θεόληπτε.
Τῆς παρθενίας τὸ σεπτόν, καὶ τῆς ἁγνείας τὸ κάλλος, διὰ πείρας, Ἔνδοξε μαθών, σοφίᾳ τῇ σῇ καὶ λόγων χάριτι, πᾶσι τὴν τούτων καλλονήν, ὑποδεικνύεις θεόφρον, καὶ τὴν αἰωνίζουσαν φαιδρότητα.
τῶν σῶν λόγων ἀστραπή, καὶ ἡ τῆς γνώσεως σάλπιγξ, καὶ δογμάτων εὔσημος φθογγή, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν Ὅσιε, πάντας καλοῦσα τοὺς πιστούς, πρὸς μετουσίαν παμμάκαρ, τῶν ἐπουρανίων ἀπολαύσεων.
Στερεωτέρας ἐδωδῆς, πνευματικῶν συμποσίων, οἱ πλησθέντες Πάνσοφε τῶν σῶν, τὴν ὄντως τρυφὴν ἐκεῖθεν τρέφονται, τὴν διαμένουσαν ἀεί, συμφυομένην ἀρρεύστως, καὶ συναυξουμένην τοῖς μετέχουσι.
Θεοτοκίον
Μετὰ τοῦ θείου Γαβριήλ, εὐλογημένη τὸ Χαῖρε, σοὶ Παρθένε κράζομεν ἀεί· χαρᾶς γὰρ ἡμῖν αἰτία γέγονας, καὶ εὐφροσύνης ἀληθοῦς, τὸν Λυτρωτὴν καὶ Σωτῆρα, πάντων μετὰ σώματος κυήσασα.
Ὁ Εἱρμὸς
κατ' ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου λόγῳ, στερεώσας Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον.
Κάθισμα Ἦχος δ'
Ὁ ὑψωθεὶς
Θυσιαστήριον τερπνὸν τὴν καρδίαν, ἀποτελέσας ἐν αὐτῷ ἀναιμάκτους, Ἱερουργὲ προσήγαγες θυσίας Θεῷ, ἀθλήσας δὲ στερρότατα, καὶ τυθεὶς προσηνέχθης, θυσία ὦ Μεθόδιε, δι' ἡμᾶς τῷ τυθέντι, ὃν ἐκτενῶς ἱκέτευε ἀεί, πάντας σωθῆναι, τοὺς πόθῳ ὑμνοῦντάς σε.
Θεοτοκίον
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοί, καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες, ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα.
Ἢ Σταυροθεοτοκίον
παναμώμητος ἀμνὰς καὶ Παρθένος, ὃν ἀπεκύησεν Υἱὸν ἡπλωμένον, ἐπὶ Σταυροῦ ὡς ἔβλεψεν ὀδύναις τὴν ψυχήν, καιρίαις κατεπλήττετο, καὶ ἐβόα θρηνοῦσα· Ποῦ σου τέκνον φίλτατον, δωρεῶν καὶ θαυμάτων, μνήμη ὧν ἀπήλαυσεν, ὁ ἀχάριστος δῆμος; ἀλλ' εἰς τὸ σῶσαι γένος τῶν βροτῶν, ταῦτα νῦν πάσχεις· Ὑμνῶ σου τὸ εὔσπλαγχνον.
Ὠδὴ δ'
Ὁ πατρικοὺς κόλπους
Εἰς ἀρετῶν σὺ περιωπήν, μαρτυρικῶς τελειωθεὶς διέδραμες, μεγαλόδωρον ἀντίδοσιν, τῆς ἱερουργίας σου, κομισάμενος Παμμακάριστε.
Θρόνον λαχὼν ἱεραρχικόν (ἱερωτάτην γὰρ ζωὴν ἐκέκτησο), τὴν ὀρθόδοξον ἐκήρυξας, πίστιν Πανσεβάσμιε, καὶ ἐδίδαξας σοῦ τὸ ποίμνιον.
γλυκασμὸς ὁ ψυχωφελής, τῶν σῶν δογμάτων ὡς πηγὴ προέρχεται, τοὺς μετέχοντας εὐφραίνουσα, καὶ καταγλυκαίνουσα, τὰ τῆς ψυχῆς ἡμῶν αἰσθητήρια.
Διαφανὲς ὡς ἔσοπτρον Θεοῦ, θείας ἐμφάσεις ἀπλανῶς δεχόμενος, ἀναδέδειξαι Μεθόδιε· δι' εὐτονωτέρας γάρ, σεαυτὸν σπουδῆς ἀπεστίλβωοας.
πατρικοὺς κόλπους μὴ λιπών, καὶ ἐκ Παρθένου σαρκωθείς, Χριστὸς ὁ Θεός, διαφύλαξον τὴν ποίμνην σου, τῆς οἰκονομίας σου, προσκυνοῦσαν τὰ θεῖα σύμβολα.
Ὠδὴ ε'
Κύριε ὁ Θεός μου
Νέκρωσιν ζωηφόρον, ἐνεδύσω Πάτερ πρὸ τελευτῆς σου, καὶ ξίφει τεμνόμενος, τῷ τοῦ μαρτυρίου σου, πρὸς ζωὴν ἀπειροπλασίως, μετετέθης ἔνδοξε κρείττονα.
Μύστα τῶν ἀπορρήτων, κοινωνὲ τῆς ἄνω χοροστασίας, τοὺς πόθῳ τιμῶντάς σε, σῶσον Παναοίδιμε, πειρασμῶν δεινῶν τὰς ἐφόδους, διαλύων ταῖς ἱκεσίαις σου.
χων πρὸς τὸν Δεσπότην, παρρησίαν Πάτερ, οὗ καὶ τὸ πάθος, προθύμως ἐζήλωσας, διὰ τῶν ἀγώνων σου, τοῖς πιστοῖς τὴν θείαν εἰρήνην, καὶ γαλήνην αἴτησαι πάνσοφε.
Πρῶτον ἱερουργήσας, τὸν ἀμνὸν Θεοῦ τὸν τὰς ἁμαρτίας, τοῦ κόσμου καθαίροντα, ὕστερον θυόμενος, λογικὴ καὶ ζῶσα θυσία, προσηνέχθης τούτῳ Μεθόδιε.
Θεοτοκίον
χραντε Θεοτόκε, τὴν ἐμὴν ψυχὴν τὴν ἐσκοτισμένην, δοχεῖον ὑπάρξασα, τοῦ ἀκαταλήπτου φωτός, καὶ ναὸς τῆς θείας ἀκτῖνος, τῷ φωτί σου λάμπρυνον δέομαι.
Ὠδὴ ς'
Ναυτιῶν τῷ σάλῳ
Νυσταγμὸν βλεφάροις, καὶ τοῖς ὀφθαλμοὶς δέ σου ὕπνον, Παμμάκαρ οὐκ ἔδωκας ἕως πάντων, τῶν παθημάτων σαυτὸν ἠλευθέρωσας καὶ χωρητικὸν ναὸν εἰργάσω, τῆς ἀκτινοβόλου ἀστραπῆς τοῦ Πνεύματος.
λικῶς τῇ θείᾳ, καὶ θεοειδεῖ λαμπηδόνι, θεόφρον ἑνούμενος τῆς ἐνθέου, Ἱερωσύνης κανὼν ἐχρημάτισας, καὶ πρὸς τὸν Θεὸν μεσίτης, ὤφθης, πάσης Ἐκκλησίας τῶν πιστῶν Μεθόδιε.
Λαμπροτάτῳ βίῳ, ἡ φωτιστικὴ συνελθοῦσα, τῶν ὄντων κατάληψις θεορρῆμον, φωτὸς λαμπτῆρα τῷ κόσμῳ σε ἔδειξε, τὴν αἱρετικὴν ἀδολεσχίαν, καὶ τῆς ἀθεΐας τὴν ἀχλύν διώκοντα.
Θεοτοκίον
Βασιλίδα πάντων, σὲ τῶν γεγονότων εἰδότες, Θεὸν ὡς γεννήσασαν, Θεομῆτορ τὸν ἐκ μὴ ὄντων, τὰ πάντα ποιήσαντα, τὴν χαρμονικὴν ὑμνολογίαν, μετὰ τοῦ ἀγγέλου Γαβριὴλ σοι κράζομεν.
Ὁ Εἱρμὸς
Ναυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν μελημάτων, συμπλόοις ποντούμενον ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενον, ὡς ὁ Ἰωνᾶς Χριστὲ βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.
Συναξάριον
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.
Στίχοι
Μέθοδον Μεθόδιος βίου πρὸς βίον,
Μεθεὶς ὁδεύει, οὗ μέθοδος οὐ πέλει.
Εἰκάδι ἀρχιθύτην Μεθόδιον ἄορ κατέπεφνεν.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Οἱ ἐν καμίνῳ τοῦ πυρὸς
ερωμένος θεόφρον, καὶ Μαρτύρων τῆς ἀληθείας, φαιδρῶς ἐκλάμπων ἐν αἵματι, σὺν αὐτοῖς τῷ Δεσπότῃ μέλπεις ἀπαύστως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
στηριγμένος τῇ πίστει, τῶν εἰδώλων ἔσβεσας φλόγα, ῥοαῖς ἁγίων αἱμάτων σου, διὰ τῆς μαρτυρίας οὕτω κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Μεμυημένος τὰ θεῖα, θεωρίᾳ τῇ ἀνωτάτῃ, τὸν νοῦν πανσόφως ἐτράνωσας, τοῖς πιστῶς μελῳδοῦσι συνανακράζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
μνολογίαις δοξάζει, τὸν σὸν τόκον πᾶσα κτίσις, Θεὸν Παρθένε γινώσκουσα, καὶ σεπτῶς προσκυνοῦσα τούτῳ κραυγάζει· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὠδὴ η'
Τὸν μόνον ἄναρχον
Σὲ τὸν ἀόρατον, ὡς ὁρῶν ἐκαρτέρει, τοὺς τῶν τυράννων αἰκισμοὺς ὁ θεόφρων, καὶ στέφανον ἀνεδήσατο μέλπων· Ὑμνεῖτε ἱερεῖς, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τούς αἰῶνας.
Τὴν ἀδιάδοχον, τοῦ Χριστοῦ βασιλείαν, εἰλικρινῶς ἐπιποθῶν Ἱεράρχα, τὴν ταύτην σοι προξενοῦσαν ὁδεύεις τρίβον, κραυγάζων τῷ Χριστῷ· Λαὸς ὑπερυψοῦτε, αὐτόν εἰς τοὺς αἰῶνας.
πειροπλάσιον, ὁ Χριστὸς σοι παρέσχε, τῶν σῶν καμάτων τὸν μισθὸν θεοφόρε, διάνοιαν ὑπερβαίνοντα πᾶσαν, ὑμνοῦντι εὐσεβῶς, αὐτοῦ τὴν βασιλείαν, εἰς πάντας τοὺς αἰῶνας.
Δογμάτων πέλαγος, καὶ πυξίον δογμάτων, καὶ θεωρίας ὑψηλὸν θησαυρὸν σε, γινώσκομεν καὶ αἰσθήσεως θρόνον, ὑμνοῦντες εὐσεβῶς· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
κέτης Πάναγνε, σοὶ προσέρχομαι πίστει, τῇ συλλαβούσῃ τὸν τῶν ὅλων Δεσπότην, Νῦν σῶσόν με διωγμῶν καὶ κινδύνων, ὑμνοῦντα εὐσεβῶς, Θεὸν τὸν σαρκωθέντα, ἐκ σοῦ ἀνερμηνεύτως.
Ὁ Εἱρμὸς
Τὸν μόνον ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι τῶν Ἀγγέλων αἱ τάξεις· ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ'
Μήτηρ Θεοῦ καὶ Παρθένος
Διαπαντὸς τὸν Χριστὸν ἱκέτευε, θεομακάριστε Πάτερ, τῶν αἱρέσεων παῦσαι, τὰ καθ᾽ ἡμῶν μηχανουργήματα, καὶ τὸν νῦν ζόφον ἐκ μέσου ποιῆσαι· ὡς γὰρ Ἱεράρχης, δυνατὸς πρέσβυς πέφηνας.
πὸ τῆς γῆς πρὸς τὴν ἐπουράνιον, διαγωγὴν μετετέθης, λειτουργίας γέρας, τοῦτο λαβών, καὶ τῆς ἀθλήσεως, ἔνθα ζωῆς ἀκηράτου μετέχων, συνδιαιωνίζειν τῷ Χριστῷ κατηξίωσαι.
Ξύλου ζωῆς τὸν καρπὸν ἐτρύγησας, τῆς ἀθανάτου Παμμάκαρ, τῆς ζωῆς τῶν ἀνθρώπων, τὸν ἀρχηγὸν ἐμπορευσάμενος, οὗ τῆς χαρᾶς ἀπολαύων πλουσίως, ὑπὲρ τῶν ὑμνούντων σε, πιστῶς ἐκδυσώπησον.
λον τὸν νοῦν ἀνατείνων Ὅσιε, διὰ χρηστότητος βίου, τῆς Χριστοῦ θεωρίας, καὶ τῆς τερπνῆς ἀγαλλιάσεως, κατηξιώθης ὡς Ἱερομάρτυς, ὡς ὑφηγητὴς τῆς εὐσεβείας καὶ πρόμαχος.
Θεοτοκίον
Νόμου καινοῦ κιβωτὸν καλοῦμέν σε, καὶ θεοχάρακτον πλάκα, ἐν ᾗ ὁ Λόγος ἐγράφη, ὁ τοῦ Θεοῦ βροτὸς γενόμενος, διὰ τὸ σῶσαι τὸν κόσμον ἐκ πλάνης, κεχαριτωμένη Θεοτόκε πανύμνητε.
Ὁ Εἱρμὸς
Μήτηρ Θεοῦ καὶ Παρθένος τεκοῦσα, καὶ παρθενεύουσα πάλιν, οὐχὶ φύσεως ἔργον, ἀλλὰ Θεοῦ συγκαταβάσεως· ὅθεν ὡς μόνην τῶν θείων θαυμάτων, καταξιωθεῖσάν σε ἀεὶ μεγαλύνομεν.

Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.


ΜΗΝΑΙΟ ΙΟΥΝ. (19)



ΙΟΥΝΙΟΥ
ΤΗ ΙΘ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἰούδα.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α'
Πανεύφημοι Μάρτυρες
ούδα μακάριε Χριστοῦ, Μαθητὴς γεγένησαι, τοῦ σαρκωθέντος Θεοῦ ἡμῶν, ὑφ' οὗ ὡς πρόβατον, μέσον λύκων ὄντως, ἀπεστάλης λόγῳ σου, τὴν τούτων μεταπλάττων δυσσέβειαν, πρὸς τὴν εὐσέβειαν, καὶ τὴν ἔνθεον ἐπίγνωσιν, τῆς Τριάδος· ὅθεν εὐφημοῦμέν σε.
ούδα θαυμάσιε βολίς, ἀπεστάλης πλήττουσα, καὶ παντελῶς ἀφανίζουσα, δαιμόνων φάλαγγας, καὶ τοὺς ὑπ' ἐκείνων, πληγωθέντας χάριτι, τοῦ μόνου θεραπεύων Θεοῦ ἡμῶν, ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
ούδα θεόπνευστε ἀκτίς, τοῦ ἡλίου γέγονας, τοῦ ἐκ Παρθένου ἐκλάμψαντος, καὶ κατεφώτισας, εὐσεβῶν καρδίας, καὶ τὸν ἐπικείμενον, τῇ κτίσει σκοτασμὸν ἀπεδίωξας, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος πλ. β'
ούδα, οἱ ἀδελφοί σου σὲ ἐπαινέσουσιν, ἀδελφὸν φανέντα Λόγου τοῦ πρὸ αἰώνων, ἐξ ἀϊδίου ἀναλάμψαντος τοῦ Γεννήτορος, καὶ ἐπ' ἐσχάτων τῶν χρόνων, ἀφράστως σαρκωθέντος, ἐκ τῆς Ἁγίας Παρθένου, καὶ ἐνανθρωπήσαντος, ὃν Ἀπόστολε ἐκτενῶς ἱκέτευε, δωρηθῆναι εἰρήνην τῷ κόσμω, καὶ ἡμῖν τοῖς τιμῶσί σε, τῶν πταισμάτων ἱλασμόν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς· Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἢ Σταυροθεοτοκίον
Πάναγνος ὡς εἶδὲ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;
Ἀπολυτίκιον Ἦχος γ'
πόστολε Ἅγιε Ἰούδα, πρέσβευε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἀποστόλου ὁ ἀκόλουθος, οὗ ἡ Ἀκροστιχίς.
Μέλπειν Ἰούδαν τὸν θεόπτην σπουδάσω.
Θεοφάνους.
Ὠδὴ α' Ἦχος πλ. α'
Ἵππον καὶ ἀναβάτην
Μύστα τῶν οὐρανίων, Ἰούδα πάνσοφε, μαθητὰ τοῦ Σωτῆρος, καὶ κοινωνὲ τῆς ζωῆς, τὴν γλῶσσάν μου κίνησον, καὶ τὸν λόγον ἴθυνον, πρὸς τοὺς ὕμνους σου παμμακάριστε.
λκων τὸν τοῦ Σωτῆρος, ζυγὸν Ἀπόστολε, καὶ τὴν αὔλακα τέμνων, καὶ νεουργῶν τῇ χάριτι, τὸν σπόρον κατέβαλες, καὶ πολύχουν ἤνεγκας, τῷ καλέσαντι παμμακάριστε.
Λόγον τὸν σαρκωθέντα, εὑρὼν διδάσκαλον, καὶ ταῖς τούτου θεόπτα, μαρμαρυγαῖς πυρούμενος, ἐγένου φῶς δευτερον, ταῖς τοῦ πρώτου λάμψεσι, συμμορφούμενος ἀξιάγαστε.
Θεοτοκίον
Πίστις ἡγείσθω μόνη, καὶ μὴ ἀπόδειξις, τῶν ὑπὲρ νοῦν θαυμάτων, Θεογεννῆτορ πάναγνε· τὸν γὰρ ἀκατάληπτον, Θεὸν Λόγον τέτοκας, ἐνδυσάμενον τὸ ἀνθρώπινον.
Ὠδὴ γ'
Ὁ πήξας ἐπ' οὐδενὸς
πήρθη τῶν Μαθητῶν, Χριστοῦ ἡ εὐπρέπεια, ὑπεράνω πάσης μεγαλειότητος· οὗτοι γὰρ γεγόνασιν αὐτοῦ, φίλοι τε καὶ οἰκεῖοι, καὶ συμφυλέται καὶ συνέστιοι, καὶ τῶν μυστηρίων ἐκφάντορες.
ουδα οἱ ἀδελφοί σου σὲ ἐπαινέσουσιν, ἀδελφὸν φανέντα καὶ νομιζόμενον, τοῦ φανερωθέντος ἐν σαρκί, Λόγου τοῦ πρὸ αἰώνων, συναϊδίου ἀναλάμψαντος, ἐκ τοῦ ἀϊδίου Γεννήτορος.
Νεκρώσας τὰ ἐπὶ γῆς σου μέλη συνῴκησας, τῇ ζωῇ τῶν ὅλων Χριστῷ Πανόλβιε, καὶ τῆς ζωηφόρου βιοτῆς, πάσῃ τῇ οἰκουμένῃ, καταγγελεὺς σὺ ἐχρημάτισας, ῥήματα τῆς ζωῆς προϊέμενος.
Θεοτοκίον
δοὺ σὺ ὑπὲρ πάσας Ἁγνὴ κεχαρίτωσαι, ὑπερέβης πάσας τῇ ἁγιότητι, πάσας ὑπερῆρας καὶ πασῶν, ὤφθης ὑψηλοτέρα, τῶν οὐρανίων σαφῶς δυνάμεων, Μήτηρ τοῦ Θεοῦ χρηματίσασα.
Ὁ Εἱρμὸς
πήξας ἐπ' οὐδενός, τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρίσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν σοφίαν
Τοῦ τεχθέντος Δεσπότου καὶ ἀδελφοῦ, χρηματίσαντος πάντων τῶν ἐκλεκτῶν, Ἰούδα μακάριε, ἀδελφὸς ἐχρημάτησας, καὶ ὑπ' αὐτοῦ Ἀπόστολος, εἰς πάντα τὰ πέρατα, ἀπεστάλης πανεύφημε, τὸν λόγον τῆς πίστεως, πᾶσι κατασπείρων, καὶ φωτίζων τοὺς σκότει, ἀγνοίας δουλεύοντας, πονηρῷ κοσμοκράτορι. Διὰ τοῦτο βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Πειρασμοῖς πολυπλόκοις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι, τῶν ἀμέτρων πταισμάτων μου, καὶ ὡς ἔχων ἀντίληψιν, καὶ σκέπην σε Ἄχραντε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος· Ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν τόκον σου ἄχραντε.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥνπερ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Μακρόθυμε, Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.
Ὠδὴ δ'
Τὴν θείαν ἐννοήσας σου
μέγας τοῦ Κυρίου Ἀπόστολος, τῆς ἐμφανείας τοῦ Θεοῦ, ἠξιωμένος ἠγάπηται, καὶ τῆς αὐτοῦ θεωρίας, τὴν αἴγλην καὶ τὸ κάλλος τεθέαται.
πάρχων χαρισμάτων ἀνάπλεως, καὶ δωρεῶν τῶν ἐκ Θεοῦ, δεδωρημένων Ἀπόστολε, πρὸς σωτηρίας λιμένα, τοὺς σὲ ὑμνολογοῦντας ὁδήγησον.
Δυνάμει ἀηττήτῳ τοῦ Πνεύματος, τοῦ παναγίου Λειτουργέ, τῶν ἀπορρήτων φραξάμενος, τῆς πονηρίας διώκεις, πνεύματα τῷ λόγῳ τῆς χάριτος.
Θεοτοκίον
φράστως συλλαβοῦσα πανάμωμε, τὸν Ποιητήν σου καὶ Θεόν, δυσώπει σῶσαι κινδύνων ἡμᾶς, καὶ ψυχικὴν σωτηρίαν, βραβεῦσαι τοῖς ὑμνοῦσί σε Δέσποινα.
Ὠδὴ ε'
Ὁ ἀναβαλλόμενος
Νόμου παρωσάμενος, τὰ προσκιάσματα, τὸν χαρακτῆρα τῆς ἀληθείας, τηλαυγῶς ἐκήρυξας, αὐτὴν κεκτημένος, ὁδηγὸν τὴν ἀλήθειαν.
Τὸ τοῦ νόμου πρόσταγμα, πληρῶν Ἀπόστολε, τὰ ἔθνη πάντα ταῖς διδαχαῖς σου, μαθητεύων ἔδραμες, καὶ ταῦτα βαπτίζων, Τριάδος ἐπικλήσεσιν.
μβρος ὡς οὐράνιος, ὡς δρόσος ἄνωθεν, ὁ θεῖος φθόγγος σου θεοκήρυξ, τὸν αὐχμὸν διέλυσε, τῆς πολυθεΐας, ἑνὸς Θεοῦ κηρύγματι.
Θεοτοκίον
Νέκρωσον τὰ πάθη μου, Θεογεννήτρια, καὶ τὴν ψυχήν μου τὴν νεκρωθεῖσαν, ἁμαρτίας δήγματι, ἀνάστησον Μήτηρ, τῆς ὄντως ἀναστάσεως.
Ὠδὴ ς'
Μαινομένην κλύδωνι
Θεωρίας δόγματι, πολιτείας πράξεσι φαιδραῖς, τοῦ Χριστοῦ Ἀπόστολε λαμπόμενος, τοὺς ἐν βυθῷ τῆς ἀγνωσίας ἐφώτισας.
πιστέλλεις ἅπασι, τοῖς ἀνθρώποις τὴν φωτιστικήν, καὶ δογμάτων ἔμπλεων τοῦ Πνεύματος ἐπιστολήν, Ἱεροφάντα θεσπέσιε.
θεόπτης φθέγγεται, οὐρανὸς τις ὥσπερ λογικός, τοῦ Θεοῦ τὴν δόξαν διηγούμενος, τοῦ δι' ἡμᾶς σαρκὶ φανέντος τὰ θαύματα.
Θεοτοκίον
Παναγία Δέσποινα, Θεοτόκε ῥῦσαί με φθορᾶς, καὶ παθῶν τὸν τάραχον κατεύνασον, ἡ τὴν πηγὴν τῆς ἀπαθείας κυήσασα.
Ὁ Εἱρμὸς
Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς ἀνάγαγέ με ὡς εὔσπλαγχνος.
Κοντάκιον Ἦχος α'
Χορὸς Ἀγγελικὸς
κ ῥίζης εὐκλεοῦς, θεοδώρητον κλῆμα, ἀνέτειλας ἡμῖν, τοῦ Κυρίου αὐτόπτα, Ἀπόστολε θεάδελφε, τοῦ Χριστοῦ κήρυξ πάνσοφε, τρέφων ἅπαντα, κόσμον καρποῖς σου τῶν λόγων, τὴν ὀρθόδοξον, πίστιν Κυρίου διδάσκων, ὡς μύστης τῆς χάριτος.
Συναξάριον
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἰούδα.
Στίχοι
Καὶ συγγενείᾳ καὶ χορῷ αὐχεῖν ἔχεις.
Χριστοῦ μαθητῶν ὦ Ἰούδα, καὶ πάθει.
ννεακαιδεκάτῃ βελέεσσιν Ἰούδας θνῄσκει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ζωσίμου.
Στίχοι
Ψυχὴν ὑπὲρ σοῦ Ζώσιμος θεὶς φιλτάτην,
Ξίφει θανών, ζῇ ψυχικὴν ζωήν, Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζήνωνος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Παϊσίου του Μεγάλου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Ὁ ὑπερυψούμενος
Τὸν θεοειδέστατον, μεθέξει Θεότητος, γενόμενον ἅπαντες,, Ἰούδαν ὑμνήσωμεν, ἐνθέως μελῳδοῦντες, ὁ Θεὸς εὐλογητὸς εἶ.
πνευματοκίνητος, καὶ θεόπνους γλῶσσά σου, τὸν κόσμον ἐπέστρεψε, Χριστοῦ τῷ κηρύγματι, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Νέμει σοι οὐράνιον, κληρουχίαν Κύριος, καὶ θρόνον ὑπέρλαμπρον, ἐν ᾧ καθεδούμενος, ἐνθέως μελῳδήσεις, ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Στόματι καὶ γνώμῃ σε, Θεοτόκον ἅπαντες, κηρύττομεν πάναγνε· Θεὸν γὰρ ἐγέννησας, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η'
Σοὶ τῷ παντουργῷ
Πλοῦτον τῶν ἐθνῶν, καὶ βασιλέων γέρας, εὔκλειαν ἀπείληφας, βοῶν Ἀπόστολε· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
λην τὴν αὐγήν, τοῦ Παρακλήτου Μάκαρ, ἐδέξω φοιτήσασαν, κραυγάζων ἔνδοξε· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
μνοις οἱ πιστοί, τὴν σοὶ δοθεῖσαν αἴγλην, Ἰούδα γεραίρομεν, προθύμως ψάλλοντες· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Δεῦτε καλλονήν, τοῦ Ἰακὼβ ὑμνῶμεν, Μαρίαν τὴν ἄχραντον, συμφώνως κράζοντες· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
Σοὶ τῷ Παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'
Ἡσαΐα χόρευε
παστράπτων ἔνδοξε, φωτοχύτῳ Πνεύματος αὐγῇ, θαυμάτων τὰς ἀστραπάς, τῶν ὑπερφυῶν, τοῖς πάσιν ἀπέπεμπες, ὡς μαθητὴς τοῦ Ἐμμανουήλ, ὃν μεγαλύνοντες, σὲ θεόπτα μακαρίζομεν.
Σὺν Ἀγγέλων τάξεσι, παρεστῶτες οἱ θεοειδεῖς, αὐτόπται καὶ θεωροί, τοῦ μονογενοῦς, τοῦ σάρκα πτωχεύσαντος, ὑπὲρ ἡμῶν, τοῦτον ἐκτενῶς, νῦν ἱκετεύσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Θεοτοκίον
ς τεκοῦσα Πάναγνε, τῶν κτισμάτων τὸν Δημιουργόν, κατὰ παντὸς γεννητοῦ, φέρεις τὴν ἀρχήν, ἀσύγκριτον ἔχουσα, ὑπεροχὴν καὶ ὑπερφερῆ· ὅθεν τὸν τόκον σου, προσκυνοῦντές, σε δοξάζομεν.
Ὁ Εἱρμὸς
σαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολὴ ὄνομα αὐτῷ, ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.

Καὶ ἡ λοιπὴ Ἀκολουθία, καὶ Ἀπόλυσις.