ΑΠΡΙΛΙΟΥ
ΤΗ ΙΒ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ
ἐν Ἁγίοις Πατρὸς ἡμῶν Βασιλείου, Ἐπισκόπου Παρίου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ' Ἔδωκας σημείωσιν
Ἡλίου φαιδρότερον, λελαμπρυσμένη ἡ μνήμη σου, τοῖς πιστοῖς
ἐξανέτειλε, τὴν κτίσιν φωτίζουσα, θείαις φρυκτωρίαις, Βασίλειε μάκαρ, καὶ
παθημάτων τὴν ἀχλύν, καὶ τῶν δαιμόνων σκότος διώκουσα· διὸ σε μακαρίζομεν, καὶ
ἐτησίως γεραίρομεν, τὴν ἁγίαν σου κοίμησιν, τὸν Σωτῆρα δοξάζοντες.
Βέλει τῷ τῶν λόγων σου, παρανομούντων συστήματα,
παμμακάριστε ἔτρωσας· φωνὴν ὅθεν ἔδωκαν, οὐρανῶν νεφέλαι, χοροὶ Ἀσωμάτων,
συνεπεκρότησαν χαρᾷ, τῶν σῶν ἀγώνων τὴν καρτερότητα· διὸ ἐπαγαλλόμενοι, πίστει
σὺν τούτοις τιμῶμέν σε, ὡς φωστῆρα παγκόσμιον, πρεσβευτὴν ὡς θερμότατον.
Σοφῶς ἀντικτώμενος, τῶν ἐπὶ γῆς τὰ οὐράνια, καὶ ῥεόντων τὰ
ἄρρευστα, φθαρτῆς τε τὴν ἄφθαρτον, ἀντηλλάξω δόξαν, καὶ ἀντ᾽ ἐξορίας, καὶ
πολυτρόπων πειρασμῶν, τὰ ὑπὲρ λόγον Θεοῦ βασίλεια, ἐν οἷς καὶ ἀγαλλόμενος, σὺν
Ἀσωμάτοις Βασίλειε, ὑπὲρ πάντων ἱκέτευε, τῶν πιστῶς εὐφημούντων σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἄνθρακα κυήσασα, ὃν Ἡσαΐας τεθέαται, τῇ λαβίδι τὸ
πρότερον, φρικτῶς ὑπεδέξατο, χρόνων δ' ἐπ' ἐσχάτων, ἐκ σοῦ Θεοτόκε, σάρκα
ὀφθέντα καὶ βροτῶν, τὰ πάθη πάντα ἀποκαθαίροντα, πυρὶ τῷ τῆς Θεότητος, τὰς
ἁμαρτίας κατάφλεξον, τὰς ἐμὰς Θεονύμφευτε, καὶ παντὸς ῥύπου πλῦνόν με.
Ἢ Σταυροθεοτοκίον
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ πάναγνος Δέσποινα, καὶ
νεκροῦντα τὸν δόλιον, ὡς μήτηρ δακρύουσα, ὕμνει τὸν ἐκ σπλάγχνων, αὐτῆς
προελθόντα, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα ἀνεκραύγαζε· Τέκνον μου
ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς φιλάνθρωπε, τὸ ἐμὸν
καταθύμιον.
Ἀπολυτίκιον Ἦχος δ'
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας
διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω
τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Βασίλειε, πρέσβευε
Χριστῷ τῷ Θεῷ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες, ὡς σύνηθες, καὶ τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
Τὴν σὴν
τελευτὴν συντόνως μέλπω, Πάτερ.
Ποίημα Θεοφάνους.
Ὠδὴ α' Ἦχος πλ. δ' Ὁ Εἱρμὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν
διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Τὸ ἄφραστον φῶς σοι καὶ τριλαμπές, ἐν τῇ ἀσαλεύτῳ,
βασιλείᾳ τῶν οὐρανῶν, ἀνέτειλε Πάτερ καὶ δικαίων, ἡ εὐφροσύνη ἀξίως ἐδέξατο.
Ἠνοίγησαν πύλαι σοι τῆς Ἐδέμ, καὶ Ἀρχιερεῦσι, προσετέθης
Ἀρχιερεύς, καὶ τῶν πρωτοτόκων ἐκκλησίᾳ, συνηριθμήθης Βασίλειε ἔνδοξε.
Νοός σου τὸ ὄμμα προκαθαρθείς, ἀνῆλθες εἰς ὄρος, ἀρετῆς,
ὡς ἄλλος Μωσῆς· διὸ καὶ τὸν ὄντα θεωρήσας, προσεκολλήθης αὐτῷ Πάτερ Ὅσιε.
Θεοτοκίον
Σαρκὶ καθυπόστασιν ἑνωθείς, τῇ ἐκ σοῦ ληφθείσῃ, ὁ τῶν ὅλων
Δημιουργός, προῆλθεν ἀφράστως Θεομῆτορ, καὶ τοῖς βροτοῖς ὁμιλῆσαι ηὐδόκησεν.
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ
φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Ἡ ἀξιοθαύμαστος, καὶ παναοίδιμος μνήμη σου, χαρμονικῶς, τὰ
τῶν Ὀρθοδόξων, κατευφραίνει συστήματα.
Νέφος τὸ τοῦ σώματος, ἀπεκδυσάμενος Ὅσιε, καὶ τῶν δεσμῶν,
ἀπολελυμένος, τῷ Θεῷ προσεπέλασας.
Τέλος τὸ μακάριον, καὶ τὴν ἀπόλαυσιν Ὅσιε, τῶν ἐκλεκτῶν,
ὡς ἐκλελεγμένος, ἐπαξίως ἀπείληφας.
Θεοτοκίον
Ἔχων σε βοήθειαν, οὐκ αἰσχυνθήσομαι πάναγνε, Μήτηρ Θεοῦ,
ἔχων σε προστάτιν, τῶν ἐχθρῶν μου ῥυσθήσομαι.
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Ὡς ἥλιος ἡμῖν, ἡ ἁγία σου μνήμη, ἀνέτειλε σοφέ, καὶ
φωτίζει τὴν κτίσιν, Βασίλειε θείοις σου, καταυγάζουσα θαύμασιν, ἣν περ σήμερον,
ἐπιτελοῦντες βοῶμεν· Καθικέτευε, ὑπὲρ ἡμῶν Ἱεράρχα, Χριστὸν τοῦ σωθῆναι ἡμᾶς.
Θεοτοκίον
Εὐφραίνεται πιστῶν, ἡ πληθὺς Θεοτόκε, τὸ ὄνομα τὸ σόν,
καθ' ἑκάστην βοῶσα, καὶ πόθῳ τὰς ὑψώσεις σου, μεγαλύνουσα πάντοτε· σὺ γὰρ
καύχημα, καὶ βοηθὸς καὶ προστάτις, ἀκαταίσχυντος, πάντων ὑπάρχεις Παρθένε, τῶν
πίστει τιμώντων σε.
Ἤ Σταυροθεοτοκίον
Λαμπὰς ἡ φεραυγής, τοῦ ἡλίου ἐκρύβη, ἐν ξύλῳ τοῦ Σταυροῦ,
ἀναβάντος σου Λόγε, ἡ κτίσις πᾶσα ἔφριξε, καὶ τῷ φόβῳ ἐτρόμαξεν, ἡ δὲ Μήτηρ
σου, παρισταμένη ἐβόα· Τέκνον φίλτατον, πῶς ἑκουσίως νεκροῦσαι, τὸ φῶς μου τὸ
ἄδυτον!
Ὠδὴ δ' Ὁ Εἱρμὸς
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστὴριον,
κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Λιτανεύων πρὸς Κύριον, τὴν ἐπαιρομένην φρένα κατέβαλες,
τῆς κακόφρονος αἱρέσεως, καὶ τὴν Ἐκκλησίαν Πάτερ εὔφρανας.
Ἐν σκηναῖς οὐρανίαις σε, ὁ ἀγωνοθέτης Πάτερ κατῴκισε, τὴν
ἀνένδοτόν σου ἔνστασιν, πρὸς τοὺς ἀντιπάλους προσδεξάμενος.
Ὑπὲρ τῶν παραδόσεων, τῶν πεφυλαγμένων ἐν Ἐκκλησίᾳ Χριστοῦ,
διωκόμενος ὑπέμεινας, καὶ προκινδυνεύων διετέλεσας.
Θεοτοκίον
Τὸν Θεὸν ὃν ἐκύησας, ἄχραντε Παρθένε τοῦτον δυσώπησον,
τοῖς ἱκέταις σου δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Ὀρθρίζοντες βοῶμέν σοι Κύριε· Σῶσον ἡμᾶς· σὺ γάρ εἶ Θεὸς
ἡμῶν, ἐκτός σου ἄλλον οὐκ οἴδαμεν.
Ἡ ἔνθεος σκηνώσασα χάρις σοι, θεοφόρε, ποιμένα πιστότατον,
τῆς Ἐκκλησίας σε ἔδειξε.
Νεκρώσας τῆς σαρκός σου τὸ φρόνημα, καὶ τὰ πάθη, τῆς ζωῆς
τῷ πνεύματι, κατηκολούθησας Ἔνδοξε.
Σωφρόνως καὶ δικαίως τὸν βίον σου, διανύσας, θεόφρον
ἀπείληφας, τῶν ἀρετῶν τὴν ἀντίδοσιν.
Θεοτοκίον
Ὑπάρχουσα πανάγιον τέμενος, ἀπαθείας, τὴν πηγὴν ἐγέννησας,
Παρθενομῆτορ πανάμωμε.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ
βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς
τῆς σωτηρίας μου.
Νυττόμενος τῷ τερπνῷ, τῶν οὐρανίων πυρσεύματι, τὸν θρόνον
τὸν ἐπὶ γῆς, κατέλιπες Ὅσιε, καὶ κλῆρον ἀκήρατον, ἐν γῇ τῶν πραέων, ὡς
πραότατος ἐπλούτησας.
Τῆς πλάνης καταγελῶν, τῆς τῶν βλασφήμων αἱρέσεως, τὸ θεῖον
καὶ εὐσεβές, Ὀρθόδοξον φρόνημα, προθύμως ἐδίδαξας, τὴν εἰκόνα σέβειν, τοῦ
Σωτῆρος ἀξιάγαστε.
Ὁ πόθος σου πρὸς Θεόν, πεπλήρωται παναοίδιμε· μετέστης γὰρ
πρὸς αὐτόν, ἐνθέως γηθόμενος, καὶ νῦν τὰς λαμπρότητας, τῶν Ἁγίων Πάτερ,
ἐποπτεύεις καὶ φαιδρότητας.
Θεοτοκίον
Νεκρώσεως καὶ φθορᾶς, λελύτρωσαι τὸ ἀνθρώπινον, τὸν φύσει
ζωοποιόν· ἀσπόρως γὰρ τέτοκας, Παρθένε πανάμωμε, ἐπ' εὐεργεσίᾳ, τῶν πιστῶς
ἀνευφημούντων σε.
Τὸ Μαρτυρικὸν τοῦ Ἤχου.
Συναξάριον
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν
Βασιλείου, Ἔπισκόπου Παρίου τοῦ Ὁμολογητοῦ.
Στίχοι
Χαίρων
τελεύτα, Βασίλειε τρισμάκαρ.
Ἐκεῖ γὰρ
ἥξεις, οὗ χαρᾶς πλησθῇς ὅσης.
Δωδεκάτῃ
Βασίλειε ταφήϊα δύσσαο νεκρός.
Τῇ αὐτῇ ἡμέρᾳ, ἐν ἔτει ἑξακισχιλιοστῷ τετρακοσιοστῷ
πεντηκοστῷ, ἀνεκομίσθη ἡ τιμία Ζώνη τῆς ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου ἀπὸ
τῆς ἐπισκοπῆς Ζήλας ἐπὶ τὴν βασιλίδα τῶν πόλεων, ἐπὶ Κωνσταντίνου καὶ Ῥωμανοῦ,
τῶν Πορφυρογεννήτων, μετὰ δὲ ταῦτα, ὕστερον μετετέθη ἐν τῇ ἁγίᾳ σορῷ τῶν Χαλκοπρατείων,
κατὰ τήν τριακοστὴν πρώτην τοῦ Αὐγούστου μηνός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ὁσίας Μητρὸς ἡμῶν Ἀνθούσης,
θυγατρὸς Κωνσταντίνου τοῦ Κοπρωνύμου.
Στίχοι
Ῥίζης
δυσώδους καρπὸς εὐώδης μάλα,
Ἀνθοῦσα
σεμνὴ γῆς ἀπανθεῖ καὶ βίου.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Δήμη καὶ Πρωτίωνος.
Στίχοι
Πρῶτος
κεφαλὴν Πρωτίων ἀφῃρέθη,
Μεθ' οὗ
κάραν προὔτεινε Δήμης δημίῳ.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀρτέμωνος.
Στίχοι
Εὗρε
στεφάνους ἀρτίτμητος Ἀρτέμων
Πρέποντας
αὐτοῦ τῇ τετμημένῃ κάρᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῶν Ἁγίων τριῶν Μαρτύρων Μηνᾶ, Δαυΐδ, καὶ Ἰωάννου.
Στίχοι
Δούλους
Θεοῦ τρεῖς Ἀββάδας παθοκτόνους
Τοξεύμασι
κτείνουσιν ἀνθρωποκτόνοι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.
Ἀμήν.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
Παῖδες Ἑβραίων ἐν καμίνῳ, κατεπάτησαν τὴν φλόγα θαρσαλέως,
καὶ εἰς δρόσον τὸ πῦρ, μετέβαλον βοῶντες· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς
αἰῶνας.
Ὢ τῆς ἀφράστου εὐφροσύνης, ἧς ἠξίωσαι Παμμάκαρ ἀπολαύειν,
ἐν ἀΰλω φωτί, σκηνούμενος καὶ μέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς
αἰῶνας.
Στέφει τῆς θείας εὐπρεπείας, Παμμακάριστε κοσμίως
διαπρέπων, συγχορεύεις βοῶν, ταῖς ἄνω στρατηγίαις· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς
εἰς τοὺς αἰῶνας.
Μύστης ὑπάρχων τῆς Τριάδος, μυστηρίων λειτουργὸς
ἐπουρανίων, τὸν Δεσπότην ἡμῖν, ἱλέωσαι βοῶσιν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς
τοὺς αἰῶνας.
Θεοτοκίον
Εὔας τῆς πρώτης τὴν κατάραν, μεταβέβληκας Ἁγνὴ εἰς
εὐλογίαν, τὸν Υἱὸν τοῦ Θεοῦ γεννήσασα, ᾧ πάντες· Εὐλογητὸς εἶ κράζομεν, ὁ Θεὸς
εἰς τοὺς αἰῶνας.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ
τῶν ἐντολῶν σου, σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα, τὰ ἔργα τὸν
Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Λυπηρῶν τοῦ βίου, καὶ δεινῆς συγχύσεως λελυτρωμένος, τὴν
χαρὰν Παμμάκαρ, καὶ τὴν ἀγαλλίασιν τὴν ὑπὲρ λόγον, ἐκομίσω μέλπων· Ὑμνεῖτε τὸν
Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Πατρικῶν δογμάτων, θερμῶς προϊστάμενος τὰς γλωσσαλγίας,
τῶν βλασφήμων Πάτερ, εὐχερῶς διέλυσας ἱεροφάντορ· Εὐλογεῖτε κράζων, τὰ ἔργα τὸν
Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὡς τερπνὸς ὁ τόπος, ἐν ᾧ κατεσκήνωσας Ἱερομύστα! ὡς ὡραῖον
Πάτερ, τὸ σὸν ἐνδιαίτημα, ὃ ἐκπληρώσω! Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον,
καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Προστασίαν πάντες, οἱ πιστοὶ κεκτὴμεθά σε Παναγία, καὶ
ταῖς σαῖς πρεσβείαις, τῶν δεινῶν λυτρούμεθα, Χριστῷ βοῶντες· Εὐλογεῖτε πάντα,
τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι
Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις σε μεγαλύνοντες.
Ἁγίως σου τὸν βίον, Πάτερ διανύσας, καὶ τὸν Θεὸν
θεραπεύσας τοῖς ἔργοις σου, τῆς οὐρανῶν βασιλείας ὄντως τετύχηκας.
Τὸν δρόμον ἐκτελέσας, πίστιν τε τηρήσας, καὶ τὸν ἀγῶνα
ἀνύσας Βασίλειε, δικαιοσύνης ἐδέξω χαίρων τὸν στέφανον.
Ἐφέσεως τρισμάκαρ, ἔτυχες τῆς θείας, καὶ τῆς εὐκταίας τοῦ
πόθου πληρώσεως· νῦν οὖν πρεσβεύων μὴ παύσῃ ὑπὲρ τῆς ποίμνης σου.
Θεοτοκίον
Ῥευστὴν δι' εὐσπλαγχνίαν, φύσιν ἐκ γαστρός σου, ὁ
πλαστουργὸς προσλαβόμενος Ἄχραντε, τῆς ἀφθαρσίας χιτῶνα ταύτην ἐνέδυσε.
Τὸ Φωταγωγικόν, καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου