ΜΑΪΟΥ
ΤΗ Η’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ
Ἁγίου ἐνδόξου Ἀποστόλου καὶ Εὐαγγελιστοῦ Ἰωάννου τοῦ Θεολόγου, καὶ τοῦ Ὁσίου
Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ Μεγάλου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Στιχολογεῖται ἡ α' στάσις τοῦ Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα,
ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου γ'.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
Ὁ θεατὴς τῶν ἀρρήτων ἀποκαλύψεων, καὶ ἑρμηνεὺς τῶν ἄνω,
τοῦ Θεοῦ μυστηρίων, ὁ παῖς τοῦ Ζεβεδαίου, γράψας ἡμῖν, τὸ Χριστοῦ Εὐαγγέλιον,
θεολογεῖν τὸν Πατέρα, καὶ τὸν Υἱόν, καὶ τὸ Πνεῦμα ἐξεπαίδευσεν.
Ἡ θεοκίνητος λύρα τῶν οὐρανίων ᾠδῶν, ὁ μυστογράφος οὗτος,
τὸ θεόφραστον στόμα, τὸ ᾆσμα τῶν ᾀσμάτων, ᾄδει τερπνῶς, τὰ μὲν χείλη κινῶν ὡς
νευράς, ὥσπερ δὲ πλῆκτρον τὴν γλῶτταν ἀνακινῶν, καὶ πρεσβεύει τοῦ σωθῆναι ἡμᾶς.
Τῇ βροντοφώνῳ σου γλώττῃ αναφθεγγόμενος, τῆς τοῦ Θεοῦ
σοφίας, τὸν ἀπόκρυφον λόγον, Θεῷ Ἠγαπημένε, κράζεις ἀεί, ἀναπτύσσων τὰ χείλη
πυκνῶς, το ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ δᾳδουχεῖς, πάντα ἄνθρωπον πρὸς γνῶσιν Θεοῦ.
Ἔτερα τοῦ Ὁσίου γ'
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
Πάτερ θεόφρον Ἀρσένιε, ταῖς τῶν δακρύων πηγαῖς,
λαμπρυνθεὶς τὴν διάνοιαν, τῷ Θεῷ ὡμίλησας, ἀνενδότοις καθάρσεσι καὶ τῇ
ἐλλάμψει, στῦλος ὁλόφωτος, θεοσεβείας πυρσῷ λαμπόμενος, ὤφθης μακάριε, μοναστῶν
τὸ καύχημα, καὶ νῦν ἡμᾶς, πάντας περιφρούρησον, ταῖς ἱκεσίαις σου.
Ὅσιε Πάτερ Ἀρσένιε, σὺ τὸν Θεὸν ἐκζητῶν, καὶ ταῖς τούτου
ἐλλάμπεσθαι, φωτοβόλοις λάμψεσιν, εὐσεβῶς ἐφιέμενος, περιφανείας πᾶσαν
λαμπρότητα, καὶ βασιλείους αὐλὰς κατέλιπες, καὶ τὴν ἀθάνατον, κληρουχίαν
εἴληφας, μετὰ Χριστοῦ, νῦν συναυλιζόμενος θεομακάριστε.
Λόγου καὶ γνώσεως ἔμπλεως, εἴπερ τις ἄλλος ὀφθείς, ἀρεταῖς
τε κατάκοσμος, πάσης δόξης γέγονας, τῆς ἐντεῦθεν ἀνάπλεως, ἀλλὰ τῷ θείῳ ζήλῳ
πυρούμενος, καὶ τῶν ἀρρήτων καταγλιχόμενος, φεύγεις εἰς Αἴγυπτον, ἔνθα βίον
ἔζησας, ἀσκητικόν, βάρος δόξης ἄρρητον, ἀνταλλαττόμενος.
Δόξα... Ἦχος β' Γερμανοῦ
Τὸν υἱὸν τῆς βροντῆς, τὸν θεμέλιον τῶν θείων λόγων, τὸν
ἀρχηγὸν τῆς θεολογίας, καὶ κήρυκα πρώτιστον, τῆς ἀληθοῦς δογμάτων Θεοῦ σοφίας,
τὸν ἠγαπημένον Ἰωάννην καὶ παρθένον, μερόπων γένος κατὰ χρέος εὐφημήσωμεν.
Οὗτος γὰρ ἄληκτον ἔχων τὸ θεῖον ἐν ἑαυτῷ, τὸ ἐν ἀρχῇ μὲν ἔφησε τοῦ Λόγου, αὖθις
δέ, τὸ πρὸς τὸν Πατέρα ἀχώριστον, καὶ τὸ ἴσον μετὰ ταῦτα τῆς τοῦ Πατρὸς οὐσίας,
δεικνύων ἡμῖν δι' αὐτοῦ, τὴν ὀρθοδοξίαν τῆς Ἁγίας Τριάδος, δημιουργόν τε ὄντα
σὺν τῷ Πατρί, καὶ ζωὴν φέροντα, καὶ φῶς ἀληθινόν, τὸν αὐτὸν ἔδειξεν ἡμῖν. Ὢ
θαύματος ἐκστατικοῦ, καὶ πράγματος, σοφιστικοῦ ὅτι πλήρης ὢν τῆς ἀγάπης πλήρης
γέγονε καὶ τῆς θεολογίας, δόξῃ καὶ τιμῇ καὶ πίστει, θέμεθλος ὑπάρχων, τῆς
ἀκραιφνοῦς ἡμῶν πίστεως, δι' ἧς τύχοιμεν τῶν αἰωνίων ἀγαθῶν, ἐν τῇ ἡμέρᾳ τῆς
κρίσεως.
Καὶ νῦν... Τῆς ἑορτῆς
Εἴσοδος, Προκείμενον τῆς ἡμέρας καὶ τὰ Ἀναγνώσματα.
Καθολικῆς Α' Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα
(Κεφ. 3,21-24 & 3,1-6)
Ἀγαπητοί, ἐὰν ἡ καρδία ἡμῶν μὴ καταγινώσκῃ ἡμῶν, παρρησίαν
ἔχομεν πρὸς τὸν Θεόν, καὶ ὃ ἐὰν αἰτῶμεν, λαμβάνομεν παρ' αὐτοῦ, ὅτι τὰς ἐντολὰς
αὐτοῦ τηροῦμεν, καὶ τὰ ἀρεστὰ ἐνώπιον αὐτοῦ ποιοῦμεν. Καὶ αὕτη ἐστὶν ἡ ἐντολὴ
αὐτοῦ, ἵνα πιστεύσωμεν τῷ ὀνόματι τοῦ Υἱοῦ αὐτοῦ Ἰησοῦ Χριστοῦ, καὶ ἀγαπῶμεν
ἀλλήλους, καθώς ἔδωκεν ἡμῖν ἐντολήν. Καὶ ὁ τηρῶν τὰς ἐντολὰς αὐτοῦ, ἐν αὐτῷ
μένει, καὶ αὐτὸς ἐν αὐτῷ, καὶ ἐν τούτῳ γινώσκομεν, ὅτι μένει ἐν ἡμῖν, ἐκ τοῦ
Πνεύματος, οὗ ἔδωκεν ἡμῖν. Ἀγαπητοί, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ
δοκιμάζετε τὰ πνεύματα, εἰ ἐκ τοῦ Θεοῦ ἐστιν, ὅτι πολλοὶ ψευδοπροφῆται
ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ γινώσκετε τὸ πνεῦμα τοῦ Θεοῦ, πᾶν πνεῦμα,
ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ ἐστιν. Καὶ πᾶν πνεῦμα
ὃ μὴ ὁμολογεῖ Ἰησοῦν Χριστόν ἐν σαρκὶ ἐληλυθότα, ἐκ τοῦ Θεοῦ οὐκ ἔστι, καὶ
τοῦτό ἐστι τὸ τοῦ Ἀνnχρίστου, ὃ
ἀκηκόατε, ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη. Ὑμεῖς ἐκ τοῦ Θεοῦ ἐστε,
τεκνία, καὶ νενικήκατε αὐτούς, ὅτι μείζων ἐστὶν ὁ ἐν ὑμῖν, ἢ ὁ ἐν τῷ κόσμῳ.
Αὐτοὶ ἐκ τοῦ κόσμου εἰσί· διὰ τοῦτο ἐκ τοῦ κόσμου λαλοῦσι, καὶ ὁ κόσμος αὐτῶν
ἀκούει. Ἡμεῖς ἐκ τοῦ Θεοῦ ἑσμεν, ὁ γινώσκων τὸν Θεόν, ἀκούει ἡμῶν, ὃς οὐκ ἔστιν
ἐκ τοῦ Θεοῦ, οὐκ ἀκούει ἡμῶν.
Καθολικῆς Α' Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα
(Κεφ. 4,11-16)
Ἀγαπητοί, εἰ οὕτως ὁ Θεὸς ἠγάπησεν ἡμᾶς, καὶ ἡμεῖς
ὀφείλομεν ἀλλήλους ἀγαπᾶν, Θεὸν οὐδεὶς πώποτε τεθέαται. Ἐὰν ἀγαπῶμεν ἀλλήλους,
ὁ Θεὸς ἐν ἡμῖν μένει, καὶ ἡ ἀγάπη αὐτοῦ τετελειωμένη ἐστὶν ἐν ἡμῖν. Ἐν τούτῳ
γινώσκομεν ὅτι ἐν αὐτῷ μένομεν, καὶ αὐτὸς ἐν ἡμῖν, ὅτι ἐκ τοῦ Πνεύματος αὐτοῦ
δέδωκεν ἡμῖν. Καὶ ἡμεῖς τεθεάμεθα καὶ μαρτυροῦμεν ὅτι ὁ Πατὴρ ἀπέσταλκε τὸν Υἱὸν
Σωτῆρα τοῦ κόσμου. Ὃς ἂν ὁμολογήσῃ, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ, ὁ Θεὸς ἐν
αὐτῷ μένει, καὶ αὐτὸς ἐν τῷ Θεῷ. Καὶ ἡμεῖς ἐγνώκαμεν καὶ πεπιστεύκαμεν τὴν
ἀγάπην, ἣν ἔχει ὁ Θεὸς ἐν ἡμῖν, ὁ Θεὸς ἀγάπη ἐστί, καὶ ὁ μένων ἐν τῇ ἀγάπῃ, ἐν
τῷ Θεῷ μένει, καὶ ὁ Θεὸς ἐν αὐτῷ.
Καθολικῆς Α' Ἐπιστολῆς Ἰωάννου τὸ Ἀνάγνωσμα
(Κεφ. 4,20-21 & 5,1-5)
Ἀγαπητοί, ἐὰν τις εἴπῃ, ὅτι ἀγαπᾷ τὸν Θεόν, καὶ τὸν
ἀδελφὸν αὐτοῦ μισῇ, ψεύτης ἐστίν· ὁ γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ ὃν ἑώρακε,
τὸν Θεόν, ὃν οὐχ ἑώρακε, πῶς δύναται ἀγαπᾶν; Καὶ ταύτην τὴν ἐντολὴν ἔχομεν ἀπ'
αὐτοῦ, ἵνα ὁ ἀγαπῶν τὸν Θεὸν ἀγαπᾷ καὶ τὸν Ἀδελφὸν αὐτοῦ. Πᾶς ὁ πιστεύων, ὅτι
Ἰησοῦς ἐστιν ὁ Χριστός, ἐκ τοῦ Θεοῦ γεγένηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα,
ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ. Ἐν τούτῳ γινώσκομεν, ὅτι ἀγαπῶμεν τὰ τέκνα
τοῦ Θεοῦ, ὅταν τόν Θεὸν ἀγαπῶμεν, καὶ τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν, καὶ αἱ ἐντολαὶ
αὐτοῦ βαρεῖαι οὐκ εἰσίν. Ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ Θεοῦ, νικᾷ τὸν κόσμον,
καὶ αὕτη ἐστίν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν. Τὶς ἐστιν ὁ νικῶν τὸν
κόσμον, εἰμὴ ὁ πιστεύων, ὅτι Ἰησοῦς ἐστιν ὁ Υἱὸς τοῦ Θεοῦ;
Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος α' Γερμανοῦ
Ποταμοὶ θεολογίας, ἐκ τοῦ τιμίου σου στόματος ἀνέβλυσαν
Ἀπόστολε, ἐξ ὧν ἡ Ἐκκλησία τοῦ Θεοῦ ἀρδευομένη, προσκυνεῖ ὀρθοδόξως Τριάδα
ὁμοούσιον, ἣν καὶ νῦν αἴτησαι, Ἰωάννη Θεολογε, στηριχθῆναι, καὶ σωθῆναι τὰς
ψυχὰς ἡμῶν.
Τοῦ αὐτοῦ, ὁ αὐτὸς
Τὸ φυτὸν τῆς ἁγνείας, τὸ μύρον τῆς εὐωδίας, πάλιν
ἀνέτειλεν ἡμῖν, εἰς τὴν παροῦσαν ἑορτήν, βοῆσαι πρὸς αὐτόν, ὁ ἀναπεσὼν ἐπὶ τὸ
στῆθος τὸ δεσποτικόν, καὶ ἑπομβρίσας τῷ κόσμῳ τὸν λόγον, Ἰωάννη Ἀπόστολε, ὁ τὴν
Παρθένον φυλάξας ὡς κόρην ὀφθαλμοῦ, αἴτησαι ἡμῖν παρὰ Χριστοῦ τὸ μέγα ἔλεος.
Τοῦ αὐτοῦ, ὁ αὐτὸς
Ὡς τῶν ἀπορρήτων μυστηρίων αὐτόπτης, ἐκέκραγες βοῶν, τὸν
προαιώνιον Λόγον, ἐν ἀρχῇ ὑπάρχειν πρὸς Θεόν, καὶ αὐτὸν εἶναι τὸν Θεόν, Ἰωάννη
Ἀπόστολε, ἐπιστήθιε Χριστοῦ, καὶ φίλε γνήσιε, τῆς Τριάδος τὸ ἥδυσμα, τῆς Ἐφέσου
καὶ Πάτμου τὸ στήριγμα τὸ ἄσειστον, ἡμῶν δὲ βοήθεια. Πρέσβευε, Θεολόγε
παμμακάριστε, ἐκ δυσσεβῶν ἐχθρῶν, αἰσθητῶν καὶ νοητῶν, λυτρωθῆναι λαόν, τὸν τὴν
μνήμην σου ἀεὶ ἐκτελοῦντα πιστῶς.
Ἦχος β'
Τὴν τῶν Ἀποστόλων ἀκρότητα, τῆς θεολογίας τὴν σάλπιγγα,
τὸν πνευματικόν στρατηγόν, τὸν τὴν οἰκουμένην Θεῷ καθυποτάξαντα, δεῦτε οἱ
πιστοὶ μακαρίσωμεν, Ἰωάννην τὸν ἀοίδιμον, ἐκ γῆς μεθιστάμενον, καὶ γῆς οὐκ
ἀφιστάμενον, ἀλλὰ ζῶντα καὶ μένοντα, τὴν φοβερὰν τοῦ Δεσπότου δευτέραν ἔλευσιν,
εἰς ἣν ἀκατακρίτως ὑπαντῆσαι ἡμᾶς, αἴτησαι φίλε μυστικέ, Χριστοῦ ἐπιστήθιε,
τοὺς ἐκ πόθου τελοῦντας τὴν μνήμην σου.
Τοῦ Ὁσίου
Ἦχος πλ. β'
Ὅσιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν
κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου, τῶν
δαιμόνων ὤλεσας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον
ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Κύριον, αἴτησαι εἰρήνην ταῖς ψυχαῖς
ἡμῶν.
Δόξα... Ἦχος δ'
Ἀναπεσὼν ἐν τῷ στήθει τοῦ διδασκάλου Χριστοῦ, ἐν τῷ δείπνῳ
Κυρίου, ἠγαπημένε Μαθητά, ἐκεῖθεν ἔγνως τὰ ἄρρητα, καὶ τὴν οὐράνιον πᾶσιν
ἑβρόντησας φωνήν. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν, καὶ Θεὸς ἦν
ὁ Λόγος, τὸ φῶς τὸ ἀληθινόν, τὸ φωτίζον πάντα ἄνθρωπον εἰς τὸν κόσμον
ἐρχόμενον, Χριστὸς ὁ Θεός καὶ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν
Δεῦτε, τῆς σοφίας τὸν βυθόν, κα τῶν ὀρθοδόξων δογμάτων,
τὸν συγγραφέα πιστοί, ὕμνοις στεφανώσωμεν ἐνθέοις σήμερον, Ἰωάννην τὸν ἔνδοξον,
καὶ ἠγαπημένον· οὗτος γὰρ ἑβρόντησεν, ὁ Λόγος ἦν ἐν ἀρχῇ. Ὅθεν, βροντόφωνος
ἐδείχθη, ὡς τὸ Εὐαγγέλιον κόσμῳ γράψας πολυσόφως ὁ ἀοίδιμος.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ
πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Ὄντως, σὺ ἐφάνης ἀληθῶς, φίλος ἐπιστήθιος μέγας, τῷ
διδασκάλῳ Χριστῷ· στήθει γὰρ ἀνέπεσας· ὅθεν ἑξήντλησας, τῆς σοφίας τὰ δογματα,
ἐν οἷς καὶ πλουτίζεις, πᾶσαν τὴν περίγειον, ὡς θεηγόρος Θεοῦ· ὅθεν καὶ
κατέχουσα ταῦτα, ἡ τερπνὴ Χριστοῦ Ἐκκλησία, νῦν εὐφραινομένη ἐπαγάλλεται.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ
ἀναγγέλλει τὸ στερέωμα.
Χαίροις, Θεολόγε ἀληθῶς, χαίροις τῆς μητρὸς τοῦ Κυρίου,
υἱὸς παμπόθητος· σὺ γὰρ παριστάμενος, ἐν τῷ Σταυρῷ τοῦ Χριστοῦ, τῆς ἐνθέου
ἀκήκοας, φωνῆς τοῦ Δεσπότου. Ἴδε νῦν ἡ Μήτηρ σου, πρὸς σὲ βοήσαντος· ὅθεν
ἐπαξίως σε πάντες, ὡς Χριστοῦ, Ἀπόστολον θεῖον, καὶ ἠγαπημένον μακαρίζομεν.
Δόξα... Ἦχος πλ. β'
Λέοντος Μαϊστορος
Ἀπόστολε Χριστοῦ, Εὐαγγελιστὰ Ἰωάννη, τῶν ἀπορρήτων μύστης
γενόμενος, τῆς σοφίας τὰ ἀπόρρητα ἡμῖν ἑβρόντησας δόγματα, τό Ἐν ἀρχῇ ἦν
τρανώσας τοῖς πιστοῖς, καὶ τό, Οὐκ ἦν ἀποβαλών, τῶν αἱρετιζόντων ἀπεκρούσω τοὺς
λόγους, ἐπιστήθιος φανείς, καὶ φίλος ἠγαπημένος, ὡς Ἡσαΐας ὁ μεγαλοφωνότατος,
καὶ Μωσῆς ὁ θεόπτης. Παρρησίαν ἔχων πρὸς Θεόν, ἐκτενῶς ἱκέτευε ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Ἀπολυτίκιον Ἦχος β'
Ἀπόστολε Χριστῷ τῷ Θεῷ ἠγαπημένε, ἐπιτάχυνον, ῥῦσαι λαὸν
ἀναπολόγητον· δέχεταί σε προσπίπτοντα, ὁ ἐπιπεσόντα τῷ στήθει καταδεξάμενος, ὃν
ἱκέτευε, Θεολόγε, καὶ ἐπίμονον νέφος ἐθνῶν διασκεδάσαι, αἰτούμενος ἡμῖν
εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Καὶ τῆς Ἑορτῆς
Καὶ Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν, Κάθισμα τῆς τυχούσης
Ἑορτῆς, μετὰ τὴν Β' Στιχολογίαν, Κάθισμα τοῦ Ἁγίου.
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Ἀναπεσὼν ἐν τῷ στήθει τοῦ Ἰησοῦ, παρρησίας τυγχάνων ὡς
μαθητής, ἠρώτησας, Τὶς ἐστιν, ὁ προδότης σου Κύριε; καὶ ὡς ἠγαπημένῳ, ὑπάρχοντι
ἔνδοξε, διὰ τοῦ ἄρτου οὗτος, σαφῶς ὑπεδείχθη σοι· ὅθεν καὶ ὡς μύστης, γεγονὼς
τῶν ἀρρήτων, τοῦ Λόγου τὴν σάρκωσιν, ἐκδιδάσκεις τὰ πέρατα, Θεολόγε Ἀπόστολε.
Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ,
τὴν ἁγίαν μνήμην σου.
Δόξα... τὸ αὐτὸ
Καὶ νῦν... τῆς Ἑορτῆς
Μετὰ τὸν Πολυέλεον
Κάθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε
Τὴν μνήμην τιμήσωμεν, τοῦ Ἀποστόλου πιστοί· ἐπέστη γὰρ
σήμερον, πᾶσι τοῖς πέρασι, φωτίζουσα ἅπαντας. Οὗτος γὰρ τοῦ Κυρίου, ἀληθὴς
Θεολόγος, καὶ ἐν Εὐαγγελίῳ, ἀναδέδεικται φίλος· διὸ καὶ τοῖς τιμῶσιν αὐτόν,
βρύει ἰάματα.
Δόξα... τὸ αὐτὸ
Καὶ νῦν... τῆς Ἑορτῆς
Οἱ Ἀναβαθμοί, τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς
ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος
γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται
λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα
ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ'
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ
πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ
ἀναγγέλλει τὸ στερέωμα.
Τό, Πᾶσα πνοή.
Εὐαγγέλιον, Ἑωθινὸν ΙΑ'.
Ἐκ τοῦ κατά Ἰωάννην
Κεφ. 21:14-25
Κεφ. 21:14-25
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν ὁ ᾿Ιησοῦς τοῖς Μαθηταῖς
αὐτοῦ, ἐγερθείς ἐκ νεκρῶν, καί λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων ᾿Ιωνᾶ, ἀγαπᾷς με
πλεῖον τούτων; Λέγει αὐτῶ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε
τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ᾿Ιωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ·
Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμανε τὰ πρόβατά μου. Λέγει
αὐτῷ τὸ τρίτον· Σίμων ᾿Ιωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ
τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ
σε. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι· Ὅτε ἦς
νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς,
ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ
εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν, λέγει αὐτῷ·
Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος, βλέπει τὸν Μαθητὴν ὃν ἠγάπα ὁ ᾿Ιησοῦς
ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε,
τίς ἐστιν ὁ παραδιδούς σε; Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· Κύριε, οὗτος
δὲ τί; Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σὺ
ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς, ὅτι ὁ Μαθητὴς
ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς, ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾿
Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ Μαθητὴς ὁ μαρτυρῶν
περὶ τούτων καὶ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ.
Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ
αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.
Τό, Ἀνάστασιν Χριστοῦ θεασάμενοι
Ν’ Ψαλμός χύμα.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς
ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ
γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ
πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς
ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ
με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ
χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας
τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα
εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ
τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου
σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ
ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας
μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου
ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα
ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν
συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν
τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ
θυσιαστήριόν σου μόσχους.
Δόξα... Ταῖς τοῦ Ἀποστόλου...
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Στίχ. Ἐλέησόν με
ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...
Ἦχος β'
Τὴν τῶν Ἀποστόλων ἀκρότητα, τῆς θεολογίας τὴν σάλπιγγα,
τὸν πνευματικόν στρατηγόν, τὸν τὴν οἰκουμένην Θεῷ καθυποτάξαντα, δεῦτε οἱ
πιστοὶ μακαρίσωμεν, Ἰωάννην τὸν ἀοίδιμον, ἐκ γῆς μεθιστάμενον, καὶ γῆς οὐκ
ἀφιστάμενον, ἀλλὰ ζῶντα καὶ μένοντα, τὴν φοβερὰν τοῦ Δεσπότου δευτέραν ἔλευσιν,
εἰς ἣν ἀκατακρίτως ὑπαντῆσαι ἡμᾶς, αἴτησαι φίλε μυστικέ, Χριστοῦ ἐπιστήθιε,
τοὺς ἐκ πόθου τελοῦντας τὴν μνήμην σου.
Σῶσον ὁ Θεὸς τὸν λαόν σου, τό, Κύριε ἐλέησον, ιβ' καὶ οἱ Κανόνες.
Κανὼν τοῦ Ἀποστόλου. Ποίημα Θεοφάνους, οἱ δέ, Ἰωάννου Μοναχοῦ.
Ὠδὴ α' Ἦχος πλ. δ'
Ἁρματηλάτην Φαραὼ
Ὡς καθαρὸς ἠγαπημένος γέγονας, τῷ ἀκροτάτῳ φωτί, καὶ τοῖς
αὐτοῦ στέρνοις, ἐπαναπαυσάμενος, πεπαρρησιασμένῃ ψυχῇ, ἐξ ἀβύσσου σοφίας, τὸ
φῶς τῆς γνώσεως εἵλκυσας, μάκαρ Ἰωάννη, Ἀπόστολε.
Ὑπερφυῶς θεολογῶν ἑβρόντησας, ἠγαπημένε Χριστῷ. Ἦν ἐν ἀρχῇ
Λόγος, ζῶν καὶ ἐνυπόστατος, πρὸς τὸν αὐτοῦ Γεννήτορα, καὶ Θεὸς ἦν ὁ Λόγος, καὶ
σάρξ ὁ Λόγος ἐγένετο, καὶ Θεὸς διέμεινεν ἄτρεπτος.
Θεοτοκίον
Ὑπὸ τὴν σκέπην σου ἀεὶ προσφεύγοντες, ἀποτρεπόμεθα, τῶν
πειρασμῶν πᾶσαν, καταιγίδα ἄχραντε· διὸ καὶ νῦν αἰτούμεθα, πεπτωκότας εἰς
βάθος, πλημμελημάτων ἀνάγαγε, θείαις σου Ἁγνὴ παρακλήσεσι.
Τοῦ Ὁσίου
Ὁ αὐτὸς
Τῷ τοῦ Δεσπότου πειθαρχῶν Ἀρσένιε, θείῳ προστάγματι,
βασιλικοῦ πλούτου, δόξαν καταλέλοιπας, ὥσπερ ὁ νομοθέτης Μωσῆς, καὶ φυγὼν τοὺς
ἀνθρώπους, Ἀγγέλοις γέγονας σύσκηνος, ἅμα σὺν αὐτοῖς εὐφραινόμενος.
Σὺ τοὺς θορύβους ἐκφυγὼν Ἀρσένιε, ὡς ἁμαρτίας πηγάς, τῇ
σιωπῇ γλῶσσαν, ἐχαλιναγώγησας· ὅθεν ἐν ἀταράχῳ τὸν νοῦν, ἡσυχίᾳ τηρήσας, τοῦ
θείου Πνεύματος γέγονας, ἀξιοπρεπὲς ἐνδιαίτημα.
Θεοτοκίον
Δεδοξασμένα περὶ σοῦ λελάληνται, ἐν γενεαῖς γενεῶν, ἡ τὸν
Θεὸν Λόγον, ἐν γαστρὶ χωρήσασα, ἁγνὴ δὲ διαμείνασα, Θεοτόκε Μαρία· διὸ σε
πάντες γεραίρομεν, τήν μετὰ Θεὸν προστασίαν ἡμῶν.
Καταβασία
Ἀναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα·
ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς
διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Τοῦ Ἀποστόλου
Ὠδὴ γ'
Ὁ στερεώσας κατ' ἀρχὰς
Ἐξ ἁλιέων ἁλιεύς, ἀνθρώπων καὶ θεολόγος, ἐχρημάτισας σοφὲ
Ἰωάννη, ἀφειδήσας πατρικῆς, καὶ τῆς τοῦ κόσμου σχέσεως, καὶ τῷ Δεσπότῃ Λόγῳ,
ἔρωτι θείῳ ἑπόμενος.
Κεκαθαρμένος τῆς ψυχῆς, τὸ ὄμμα ὦ Θεολόγε, ἐθεάσω τὴν
ἀπόρρητον δόξαν, ἐκ Πατρὸς μονογενοῦς, τοῦ Λόγου καὶ Υἱοῦ τοῦ Θεοῦ, δι' οὗ
σάφῶς τὰ πάντα, θείῳ γεγένηται Πνεύματι.
Θεοτοκίον
Ἐπὶ τὴν σὴν προσπεφευγώς, Θεοκυῆτορ Παρθένε, προστασίαν,
ἀπαλλάττομαι πάσης, ἐπηρείας τοῦ ἐχθροῦ, καὶ σῴζομαι πρεσβείαις σου, ἀλλὰ καὶ
τῆς μελλούσης, ἁγνὴ ῥυσθείην κολάσεως.
Τοῦ Ὁσίου
Ὁ αὐτὸς
Πάτερ Ἀρσένιε τῆς σῆς, χριστομιμήτου πτωχείας, τὸ τραχὺ καὶ
εὐτελέστατον ῥάκος, τὸ περίδοξον τῆς πρίν, ἐσθῆτος κατεκάλυπτε, τὴν τῆς
ἀφράστου δόξης, στολήν σοι περιποιούμενον.
Τὰς προσβολὰς τῶν δυσμενῶν, καὶ ἀκαθάρτων πνευμάτων, ἐκ
Θεοῦ συντετριμμένῃ καρδίᾳ, δεδεγμένος ἀρωγήν, Ἀρσένιε κατέρραξας, τροπαιοφόρος
Πάτερ, τῇ ταπεινώσει γενόμενος.
Θεοτοκίον
Τῶν Χερουβὶμ καὶ Σεραφίμ, ἐδείχθης ὑψηλοτέρα, Θεοτόκε· σὺ
γὰρ μόνη ἐδέξω, τὸν ἀχώρητον Θεόν, ἐν σῇ γαστρὶ ἀμόλυντε· διὸ πιστοὶ σε πάντες,
ὕμνοις ἁγνὴ μακαρίζομεν.
Καταβασία
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου
τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ
στερεούμεθα.
Κάθισμα τοῦ Ἀποστόλου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τῆς σοφίας τῷ στήθει ἀναπεσὼν καὶ τὴν γνῶσιν τῶν ὄντων
καταμαθών, ἐνθέως ἑβρόντησας. Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καλλιγραφήσας πρῶτος, τὴν
ἄναρχον γέννησιν, καὶ δογματίσας πᾶσι, τοῦ Λόγου τὴν σάρκωσιν· ὅθεν καὶ τῇ
γλώττῃ, σαγηνεύσας τὰ ἔθνη, τὴν χάριν τοῦ Πνεύματος, ἐκδιδάσκεις τοῖς πέρασι,
Θεολόγε Ἀπόστολε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Τοῦ Ὁσίου, ὅμοιον
Τοὺς θορύβους τοῦ βίου ἀποφυγών, καὶ ἡσύχως τὸν βίον
διατελῶν, τὰ πάθη ἐνέκρωσας, καὶ τὸν νοῦν ἀνεπτέρωσας, πρὸς τὸν Θεὸν καὶ
στῦλος, πυρὸς ἐχρημάτισας, καὶ φωστὴρ ἁπάντων, πιστῶν τῶν τιμώντων σε, ὄμβροις
δὲ δακρύων, πιαινόμενος ὤφθης, ὡς δένδρον κατάκαρπον, ἐν αὐλαῖς τοῦ Θεοῦ ἡμῶν,
θεοφόρε, Ἀρσένιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι,
τοῖς ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.
Καὶ τῆς Ἑορτῆς
Ὠδὴ δ'
Σύ μου ἰσχύς, Κύριε
Σὲ τῆς βροντῆς, γόνον ὁ Κύριος ἔφησε, σὲ βροντῆσαι
πνεύματι ἠξίωσε, τῆς ἑαυτοῦ, θείας ἐκ Πατρός, καὶ ἀκαταλήπτου, γεννήσεως τὸ
ἀπόρρητον· διό σου Θεολόγε, τὴν πανέορτον μνήμην, ἐν ᾠδαῖς ἐπαξίως δοξάζομεν.
Σὺ ἀρετῶν, ἤρθης πρὸς ὕψος, Ἀπόστολε, σὺ κατεῖδες, δόξῃ ἀπαστράπτοντα,
μονογενῆ Λόγον ἐν σαρκί, τὸν ἐν τοῖς πατρῴοις, ἀνάρχως κόλποις καθήμενον, φωνῆς
τε ἐπακοῦσαι, πατρικῆς ἠξιώθης, μαρτυρούσης αὐτῷ τὴν υἱότητα.
Θεοτοκίον
Ἐπὶ τὴν σήν, νῦν καταφεύγων ἀντίληψιν, ὁ ἀχρεῖος, δοῦλός
σου Πανάμωμε, μὴ αἰσχυνθῶ· σὲ γὰρ πρὸς Θεόν, ἔχω προστασίαν, καὶ τεῖχος
ἀκαταμαχητον, ἐν σοὶ καὶ τῆς μελλούσης, ἀπολαύσω γαλήνης, καὶ τῆς θείας ζωῆς
ἐπιτεύξομαι.
Τοῦ Ὁσίου
Ὁ αὐτὸς
Σὺ βιαστής, φύσεως ὤφθης Ἀρσένιε, σὺ τὰ πάθη, πάτερ,
καθυπέταξας, τῷ νοερῷ ἡγεμονικῷ, καθάπερ οἰκέτῃ, τῷ ὕπνω ἐγκελευόμενος· διὸ καὶ
ἐν παννύχοις, ἀγρυπνίαις ἐβόας· τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Σὺ τὸν Θεόν, Ὅσιε πόθῳ ἐζήτησας, σὺ φανέντα, πλεῖον
ἐπεπόθησας, καὶ τῇ καθάρσει θεοειδής, ὅλος χρηματίσας, τῷ ποθουμένῳ ὡμίλησας,
καὶ ἔγνως τῇ ἑνώσει, τὸν ὑπέρτερον πάσης, καταλήψεως Πάτερ, Ἀρσένιε.
Θεοτοκίον
Σὺ τῶν πιστῶν, καύχημα πέλεις ἀνύμφευτε, σὺ προστάτις, σὺ
καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις
φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον
ἁγνήν, σὲ γινώσκοντας.
Καταβασία
Ἐπὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ'
ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ
κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
Ὠδὴ ε'
Ἴνα τὶ με ἀπώσω
Ἐν τῷ σκότει τοῦ κόσμου, λάμψαν θεασάμενος, τὸ φῶς τὸ
ἄχραντον, καί κραθείς τῷ πόθῳ, καὶ φωστὴρ εὐσεβείας γενόμενος, τὰ πολυσπόρων,
γένη ἐθνῶν θεολογίας, Ἰωάννη φωτὶ κατελάμπρυνας.
Ἐπιγνοὺς ὡς ὁ νόμος, διὰ Μωϋσέως, ὁ σκιώδης δέδοται, ἡ δὲ
θεία χάρις, ἐν Χριστῷ τῷ Θεῷ ἡμῶν γέγονε, θεολόγῳ γλώττῃ, γόνε βροντῆς
ἠγαπημένε, εὐηγγελίσω αὐτοῦ τὴν Θεότητα.
Θεοτοκίον
Σύ μου σκέπη καὶ κράτος, Πάναγνε καὶ στήριγμα, καὶ τεῖχος
ἄρρηκτον, καὶ σὲ προσκαλοῦμαι. Ἐν νυκτὶ καὶ ἡμέρᾳ με φρούρησον, ἐκ παντοίας
βλάβης, ἐπερχομένης τοῦ Βελίαρ, ἵνα πίστει καὶ πόθῳ δοξάζω σε.
Τοῦ Ὁσίου
Ὁ αὐτὸς
Τὸν μεσίτην τῆς πρώτης, Πάτερ παραβάσεως τοῦ πρωτοπλάστου
Ἀδάμ, εὐσεβῶς ἀπώσω, τοῦ ἐχθροῦ εὖ εἰδώς, τὰ σοφίσματα· διὸ ἐν ἀχράντῳ,
χοροβατῶν τρυφῆς λειμῶνι, τὸν Δεσπότην Χριστὸν καθικέτευε.
Σεαυτὸν ἀπηρνήσω, πᾶσαν ἡδυπάθειαν ἀπαρνησαμενος, καὶ ἐπὶ
τῶν ὤμων, τὸν Σταυρόν σου βαστάσας Ἀρσένιε, καὶ Χριστὸν ποθήσας, ἐν οὐρανοῖς
συγκληρονόμος, ἐπαξίως αὐτοῦ ἐχρημάτισας.
Θεοτοκίον
Μητρικὴν παρρησίαν, τὴν πρὸς τὸν Υἱόν σου κεκτημένη
Πάναγνε, συγγενοῦς προνοίας, τῆς ἡμῶν μὴ παρίδῃς δεόμεθα, ὅτι σὲ καὶ μόνην,
Χριστιανοὶ πρὸς τὸν Δεσπότην, ἱλασμὸν εὐμενῆ προβαλλόμεθα.
Καταβασία
Ὀρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον
προσοίσωμεν τῷ Δεσπότῃ, καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν
ἀνατέλλοντα.
Τοῦ Ἀποστόλου
Ὠδὴ ς'
Ἄβυσσος ἁμαρτιῶν
Ἄνθρακα θείου πυρός, προκατεῖδε τυπικῶς Ἡσαΐας, ᾧ
καθαρθεὶς τὰ χείλη, προφητείας ἠξίωται· σαρκωθέντος δὲ Θεοῦ, Λόγου μακάριε
Ἰωάννη, σὺ ἀνεδείχθης ἐπιστήθιος.
Λόγος ὁ μονογενής, ὁ ἐν κόλποις τοῦ Πατρὸς ἱδρυμένος,
σωματωθεὶς ὡράθη, Ἰωάννη μακάριε, καὶ ὡς μύστῃ προσφιλεῖ, σοὶ ἐξηγήσατο,
ἀσωμάτως, Θεὸν οὐδένα ἰδεῖν πώποτε.
Θεοτοκίον
Φώτισον μου τὴν ψυχήν, ἡ τεκοῦσα τὸ ἀπαύγασμα δόξης, τῆς
τοῦ Πατρὸς Παρθένε, Θεοτόκε πανύμνητε· τὴν σὴν γὰρ οἱ ἀληθεῖς, χάριν
κατέχοντες, θιασῶται, τάς γλωσσαλγίας ἀπεκρούσαντο.
Τοῦ Ὁσίου
Ὁ αὐτὸς
Φρόνημα τὸ τῆς σαρκός, εὐσεβῶς δι' ἀπαθείας νεκρώσας, οὐχ
ᾑρετίσω κλῆρον τὸν ἐπίγειον Ὅσιε, τῆς Χριστοῦ ἐπιποθῶν, Πάτερ Ἀρσένιε, ἐν
ὑψίστοις, κληροδοσίας τὴν ἀπόλαυσιν.
Ἥλιος ἐπιφανείς, τὴν ὁλόνυκτόν σου ἔλυσε στάσιν, τοῦ
νοητοῦ Ἡλίου, τὴν ἀσύγκριτον ἔλλαμψιν, μετὰ τοὺς ἐν τῇ νυκτί, βίου καμάτους
σου, προμηνύων, περιαυγάσειν σοι Ἀρσένιε.
Θεοτοκίον
Ἔχουσα τὸ συμπαθές, ἡ τεκοῦσα τὸν φιλάγαθον Λόγον, σῶσον
ἡμᾶς βιαίας, καὶ δεινῆς περιστάσεως· σὲ γὰρ μόνην οἱ πιστοί, πάναγνε Δέσποινα,
προστασίαν, ἀκαταμάχητον κεκτήμεθα.
Καταβασία
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας
μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους
Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Κοντάκιον αὐτόμελον
Ἦχος β'
Τὰ μεγαλεῖά σου Παρθένε τὶς διηγήσεται; βρύεις γὰρ
θαύματα, καὶ πηγάζεις ἰάματα, καὶ πρεσβεύεις ὑπὲρ τῶν ψυχῶν ἡμῶν, ὡς Θεολόγος
καὶ φίλος Χριστοῦ.
Ὁ Οἶκος
Ὕψη οὐράνια ἐκμανθάνειν, καὶ θαλάσσης τὰ βάθη ἐρευνᾶν,
τολμηρὸν ὑπάρχει καὶ ἀκατάληπτον, ὥσπερ δὲ ἄστρα ἐξαριθμῆσαι, καὶ παράλιον
ψάμμον οὐκ ἔστιν ὅλως οὕτως οὐδὲ τὰ τοῦ Θεολόγου εἰπεῖν ἱκανόν, τοσούτοις αὐτὸν
στεφάνοις ὁ Χριστός, ὃν ἠγάπησεν, ἔστεψεν, οὗ ἐν τῷ στήθει ἀνέπεσε, καὶ ἐν τῷ
μυστικῷ δείπνῳ συνειστιάθη, ὡς Θεολόγος καὶ φίλος Χριστοῦ.
Συναξάριον
Τῇ Η' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου
καὶ Εὐαγγελιστοῦ, ἐπιστηθίου, φίλου, ἠγαπημένου καὶ παρθένου, Ἰωάννου τοῦ
Θεολόγου, ἤτοι, ἡ σύναξις τῆς Ἁγίας κόνεως, τῆς ἐκπεμπομένης ἐκ τοῦ τάφου
αὐτοῦ, ἤγουν τοῦ μάννα.
Στίχοι
Οὐ βρῶσιν,
ἀλλὰ ῥῶσιν ἀνθρώποις νέμει
Τὸ τοῦ
τάφου σου μάννα, μύστα Κυρίου.
Ὀγδοάτῃ
τελέουσι ῥοδισμὸν βροντογόνοιο.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἀρσενίου τοῦ Μεγάλου.
Στίχοι
Λαθεῖν
βιώσας Ἀρσένιος ἠγάπα,
Ὃς οὐδὲ
πάντως ἐκβιώσας λανθάνει.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ Ἀποστόλου
Ὠδὴ ζ'
Θεοῦ συγκατάβασιν
Προθύμως ἐκβέβηκας, δεσμοῦ τῆς ὕλης ὦ Παμμακάριστε, ὡς
Θεοῦ παραστάτης, καὶ θεοπνεύστου γεγονὼς ἄγγελος, θεολογίας βοᾶν ἐξεπαίδευσας·
Εὐλογητὸς ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὡς χόρτον λελόγισαι, χρυσὸν καὶ πλοῦτον ὦ Παμμακάριστε,
καὶ ὁ χόρτος χρυσὸς σοι, δι' ἐνεργείας θείας γεγένηται, θεολογοῦντι τὸν
Κτίστην, καὶ ψάλλοντι· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τὸ Πνεῦμα τὸ Ἅγιον, Πατρὸς ἀνάρχου ἐκπορευόμενον, καὶ ἐκ
σοῦ ἀμερίστως, λαμβάνον Λόγε Μονογενὲς τοῦ Θεοῦ, τοῖς Ἀποστόλοις κραυγάζειν
ἀνήγγειλεν· Εὐλογητός ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ἀρρήτῳ κυήσει σου, φρικτῶν ἀρρήτων ἡμᾶς ἠξίωσας, Θεοτόκε
πραγμάτων· διὸ φρικτῆς με ῥῦσαι κολάσεως, καὶ τῆς ἀρρήτου χαρᾶς καταδίωξον, ἵνα
ὑμνῶ σε ἀεὶ τήν πολύΰμνητον.
Τοῦ Ὁσίου
Ὁ αὐτὸς
Τὴν λύμην ἰώμενος, τῶν πάλαι μύρων Πάτερ Ἀρσένιε, δυσωδίας
ἠνέσχου, καὶ εὐωδίας μύρον Χριστοῦ γεγονώς, τῇ μετουσίᾳ τῆς χάριτος ἔλεγες·
Εὐλογητὸς ὁ Θεός ὁ τῶν Πατέρων ἡμῶν.
Τὸν θεῖον ἐν σώματι, ὑπέδυς γνόφον Πάτερ Ἀρσένιε, ἐν
Χριστῷ μυηθεὶς δέ, Πατρὸς ἀνάρχου γνῶσιν καὶ Πνεύματος, τὴν ἐν Τριάδι μονάδα
ἀνύμνησας· Εὐλογητὸς ἐκβοῶν ὁ τῶν Πατέρων Θεός.
Τριαδικὸν
Ἁπάντων μὲν Κύριον, ἑνὸς δὲ μόνου μονογενοῦς Υἱοῦ,
ὀρθοδόξως Πατέρα, θεολογοῦντες σὲ καταγγέλλομεν, καὶ ἓν εἰδότες σοῦ
ἐκπορευόμενον, Πνεῦμα εὐθὲς συμφυές καὶ συναΐδιον.
Καταβασία
Ὁ Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει
ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος
εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Τοῦ Ἀποστόλου
Ὠδὴ η'
Ἑπταπλασίως κάμινον
Ὡς εὐτρεπὴς καὶ εὔσημος, ἡ πανένδοξος μνήμη σου,
Εὐαγγελιστά, τῆς Ἰησοῦ Θεότητος, ἐνθέως μυρίζουσα, τῇ Ἐκκλησίᾳ ἔλαμψεν· ὅθεν
γεγηθότες οἱ πιστοὶ μελῳδοῦμεν· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς
ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Τὸν Θεολόγον ἔχοντες, τῆς χορείας ταξίαρχον, σὲ τὸν ὑπ'
αὐτοῦ Χριστὲ θεολογούμενον, Θεὸν καταγγέλλομεν, σὺν τῷ Πατρὶ καὶ Πνεύματι, καὶ
χαρμονικῶς, ὑμνολογοῦντες βοῶμεν· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς
ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Σωματωθέντα τέτοκας, Θεὸν Λόγον πανάμωμε, τοῦτον
ἐκδυσώπει, τοῦ πυρὸς με ῥύσασθαι· ἰδοὺ γὰρ ὁ βίος μου, ὅλος ἐκδεδαπάνηται, ὅλος
ταῖς δειναῖς, ἐκδουλωθείς ἁμαρτίαις· διό πρός σὲ Παρθένε, καταφεύγω ὁ τάλας,
καὶ σὲ ἐπικαλοῦμαι τὴν Κεχαριτωμένην.
Τοῦ Ὁσίου
Ὁ αὐτὸς
Τῶν ἡδονῶν Ἀρσένιε, τὴν ψυχόλεθρον πύρωσιν, τὴν κολαστικήν
τε, τῆς γεέννης ἔκκαυσιν, εὐτόνως κατέσβεσας, τοῖς τῶν δακρύων ῥεύμασιν· ἀλλὰ
καὶ ἡμᾶς, ἐξ ἀμφοτέρων ῥυσθῆναι, μὴ παύσῃ ἱκετεύων, τον Σωτῆρα τοῦ κόσμου, Χριστόν,
ὃν εὐλογοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ἑπταπλασίως Ὅσιε, κατανύξεως κάμινον, τῆς Βαβυλωνίας,
σεαυτῷ ἐξέκαυσας, ἐν ᾗ δροσιζόμενος, τῷ φωτισμῷ τῆς χάριτος, τὸν Δημιουργὸν καὶ
Λυτρωτὴν ἀνεβόας· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς
πάντας τοὺς αἰῶνας.
Τριαδικὸν
Τρισσοφαῆ Θεότητα, ἑνιαίαν ἐκλάμπουσαν, αἴγλην ἐκ μιᾶς,
τρισυποστάτου φύσεως, Γεννήτορα ἄναρχον, ὁμοφυᾶ τε Λόγον Πατρός, καὶ
συμβασιλεῦον, ὁμοούσιον Πνεῦμα· οἱ Παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Καταβασία
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς
καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Τοῦ Ἀποστόλου
Ὠδὴ θ'
Ἐξέστη ἐπὶ τούτῳ ὁ οὐρανὸς
Σταυρῷ τῷ τοῦ Δεσπότου παρεστηκώς, τὴν Παρθένον τε καὶ
Θεοτόκον ἁγνήν, τῶν Μαθητῶν, ὁ ἀγαπημένος τὸ καθαρόν, θεολογίας ὄργανον, οἷά
περ παρθένος ἐγχειρισθείς, καὶ φύλαξ τῆς ἀμέμπτου, ὑπάρξας Θεοτόκου, νῦν
ἐπαξίως μακαρίζεται.
Ἀξίως ἀγαπήσας ὁ καθαρός, τὸν σεμνὸν καὶ ἀκίβδηλον βίον
σου, ἀγγελικῶς, πεπολιτευμένον ἐπὶ τῆς γῆς, σὲ ἀδελφὸν προσήκατο, μάκαρ Ἰωάννη
τῆς ἑαυτοῦ υἱὸν σε καταγγείλας, Μητρὸς τῆς Θεοτόκου, μεθ' ἧς σε πάντες
μακαρίζομεν.
Θεοτοκίον
Σωτήριος γενοῦ μοι πύργος Ἁγνή, τῶν δαιμόνων ἀπείργων τὰς
φάλαγγας, καὶ πειρασμῶν, ὄχλον καὶ κινδύνων ἀποσοβῶν, καὶ τῶν παθῶν τὴν ἔφοδον,
πόρρω ἀπελαύνων καὶ καθαράν, διδοὺς ἐλευθερίαν, καὶ θείων χαρισμάτων, τὴν
ἀφθονίαν μοι παρέχουσα.
Τοῦ Ὁσίου
Ὁ αὐτὸς
Μωσῆς ἐθαυμαστώθη ἀξιωθείς, κατιδεῖν τῆς Παρθένου τὴν
κύησιν, συμβολικῶς, βάτῳ τυπουμένην φλογοειδεῖ, σὺ δὲ τῷ θείῳ Πνεύματι, ὅλος
δι' ἐκστάσεως συγκραθείς, πυρίμορφος ὡράθης· διὸ καὶ ἐπαξίως, σὲ μακαρίζομεν
Ἀρσένιε.
Ἀνέτειλε Χριστὸς σοι ἄδυτον φῶς, εὐφροσύνη δὲ σὲ
ὑπεδέξατο, ἐν οὐρανοῖς· μνήμῃ γὰρ θανάτου διηνεκεῖ, τὸν σεαυτοῦ προσήγαγες,
βίον ἀκηλίδωτον ἐμμελῶς· διὸ καὶ ἐπαξίως, ἀπείληφας τῶν πόνων, ἐπικαρπίας
Παμμακάριστε.
Θεοτοκίον
Ὡράθης ὦ Παρθένε Μήτηρ Θεοῦ, ὑπὲρ φύσιν τεκοῦσα ἐν σώματι,
τὸν ἀγαθόν, Λόγον ἐκ καρδίας τῆς ἑαυτοῦ, ὃν ὁ Πατὴρ ἠρεύξατο, πάντων πρὸ αἰώνων
ὡς ἀγαθός, ὅν νῦν καὶ τῶν σωμάτων, ἐπέκεινα νοοῦμεν, εἰ καὶ τὸ σῶμα
περιβέβληται.
Καταβασία
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ
σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ
ἐγέρσει τοῦ τόκου σου.
Ἐξαποστειλάριον
Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν
Θεολογῶν ἐβρόντησας· Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ πρὸς Θεὸν ὁ
Λόγος ἦν, καὶ ὁ Θεὸς ἦν ὁ Λόγος, Ἀπόστολε Ἰωάννη· τοῦ Χριστοῦ γὰρ τῷ στήθει,
ἐπιπεσὼν κἀκεῖθεν δέ, πλῆρες θεολογίας, ῥεῖθρον ζωῆς, μάκαρ ἀρυσάμενος Θεολόγε,
τὴν κτίσιν ἄρδεις ἅπασαν, ἥτις σε καὶ γεραίρει.
Τοῦ Ὁσίου
Ὅμοιον
Τῷ τοῦ Δεσπότου Ὅσιε, πειθαρχῶν θείῳ νόμῳ, πάντα τὸν
κόσμον ἔλιπες, καὶ λαβὼν τὸν σταυρόν σου, Πάτερ Ἀρσένιε χαίρων, ἠκολούθησας
τούτῳ, νηστείαις καὶ τοῖς δάκρυσι, θεοφόρε σχολάζων, καὶ προσευχῇ, στάσει τε
παννύχῳ καὶ ἡσυχίᾳ, δι' ἧς ἐκράθης πάνσοφε, τῇ Ἁγίᾳ Τριάδι.
Καὶ τῆς Ἑορτῆς
Εἰς τοὺς Αἴνους, Στιχηρὰ Προσόμοια τοῦ Ἀποστόλου.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
Μάκαρ Ἰωάννη πάνσοφε, περιουσία θερμῆς, πρὸς Χριστὸν
ἀγαπήσεως, πλέον πάντων πέφηνας, Μαθητῶν ἀγαπώμενος, τῷ παντεπόπτῃ Λόγῳ καὶ
κρίνοντι, δικαίοις πᾶσαν τὴν οἰκουμένην ζυγοῖς, τῆς καθαρότητος, καὶ ἁγνείας
κάλλεσι, καταυγασθείς, σῶμα καὶ διάνοιαν, θεομακάριστε.
Τὸ παρθενίας ἀπάνθισμα, τὸ τῶν σεmῶν ἀρετῶν, δεκτικὸν
ἐνδιαίτημα, τῆς σοφίας ὄργανον, τὸ τοῦ Πνεύματος τέμενος, τὸ φωτοφόρον, στόμα
τῆς χάριτος, τῆς Ἐκκλησίας, τὸ φαεινότατον, ὄμμα τὸ πάνσεπτον, Ἰωάννην ᾄσμασι
πνευματικοῖς, νῦν ἀνευφημήσωμεν, ὡς ὑπηρέτην Χριστοῦ.
Θεολογίας τὰ νάματα, ἐπὶ τοῦ στήθους πεσών, τῆς σοφίας
ἑξήντλησας, καὶ τὸν κόσμον ἤρδευσας, Ἰωάννη μακάριε, τῇ τῆς Τριάδος, γνώσει τὴν
θάλασσαν, καταξηράνας τῆς ἀθεότητος, στῦλος γενόμενος, καὶ νεφέλη ἔμψυχος,
καθοδηγῶν, πρὸς τὴν ἐπουράνιον, κληροδοσίαν ἡμᾶς.
Τοῦ Ὁσίου
Ὅμοιον
Πάτερ θεόφρον Ἀρσένιε, τῆς κοσμικῆς σεαυτόν, ἀποστήσας
συγχύσεως, πρὸς τὴν ὑπερκόσμιον, ἀνηνέχθης ἀκρότητα, αὐτὴν ποθήσας, τῶν ἀγαθῶν
τὴν πηγήν, αὐτὸ τὸ ὄντως, ἐφετὸν ἔφθασας, οὗ ταῖς ἐλλάμψεσι, μάκαρ
πυρσευόμενος, ἁμαρτιῶν, ζόφου ταῖς πρεσβείαις σου, ἡμᾶς ἐξάρπασον.
Δόξα... Ἦχος πλ. δ'
Εὐαγγελιστὰ Ἰωάννη, Ἰσάγγελε παρθένε, Θεολόγε θεοδίδακτε,
ὀρθοδόξως τῷ κόσμῳ, τὴν ἄχραντον πλευράν, τὸ αἷμα καὶ τὸ ὕδωρ, βλύζουσαν
ἐκήρυξας, ἐν ᾧ τὴν αἰώνιον ζωὴν ποριζόμεθα ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Δοξολογία Μεγάλη
Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τοῦ Κανόνος, Ὠδὴ γ' καὶ ς'
Ἀπόστολος
Προκείμενον. Ἦχος πλ. δ΄[ Ψαλμός
18]
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.
Στίχ. Οἱ οὐρανοί διηγοῦνται δόξαν Θεοῦ.
Καθολικῆς Α’ Ἐπιστολῆς Ἰωάννου τὸ ᾽Ανάγνωσμα.
Κεφ. 1:1-7
Κεφ. 1:1-7
Ὅ ἦν ἀπ᾿ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς
ἡμῶν, ὃ ἐθεασάμεθα καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς· ―
καὶ ἡ ζωὴ ἐφανερώθη, καὶ ἑωράκαμεν καὶ μαρτυροῦμεν καὶ ἀπαγγέλλομεν ὑμῖν τὴν
ζωὴν τὴν αἰώνιον, ἥτις ἦν πρὸς τὸν πατέρα καὶ ἐφανερώθη ἡμῖν· ― ὃ ἑωράκαμεν καὶ
ἀκηκόαμεν, ἀπαγγέλλομεν ὑμῖν, ἵνα καὶ ὑμεῖς κοινωνίαν ἔχητε μεθ᾿ ἡμῶν καὶ ἡ
κοινωνία δὲ ἡ ἡμετέρα μετὰ τοῦ πατρὸς καὶ μετὰ τοῦ υἱοῦ αὐτοῦ ᾿Ιησοῦ Χριστοῦ.
Καὶ ταῦτα γράφομεν ὑμῖν, ἵνα ἡ χαρὰ ἡμῶν ᾖ πεπληρωμένη. Καὶ αὕτη ἐστὶν ἡ
ἐπαγγελία ἣν ἀκηκόαμεν ἀπ᾿ αὐτοῦ καὶ ἀναγγέλλομεν ὑμῖν, ὅτι ὁ Θεὸς φῶς ἐστι καὶ
σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία. Ἐὰν εἴπωμεν ὅτι κοινωνίαν ἔχομεν μετ᾿ αὐτοῦ
καὶ ἐν τῷ σκότει περιπατῶμεν, ψευδόμεθα καὶ οὐ ποιοῦμεν τὴν ἀλήθείαν· ἐὰν δὲ ἐν
τῷ φωτὶ περιπατῶμεν, ὡς αὐτός ἐστιν ἐν τῷ φωτί, κοινωνίαν ἔχομεν μετ᾿ ἀλλήλων,
καὶ τὸ αἷμα ᾿Ιησοῦ Χριστοῦ τοῦ υἱοῦ αὐτοῦ καθαρίζει ἡμᾶς ἀπὸ πάσης ἁμαρτίας.
Ἀλληλούϊα [γ΄]. Ἦχος α΄ [Ψαλμός 88].
Ἀλληλούϊα [γ΄]. Ἦχος α΄ [Ψαλμός 88].
Στίχ. Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Στίχ. Ὁ Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Ἰωάννην
Κεφ. 19: 25-28, 21: 24-25
Κεφ. 19: 25-28, 21: 24-25
Τῷ καιρῷ ἐκείνῳ, εἱστήκεισαν παρὰ τῷ Σταυρῷ τοῦ ᾿Ιησοῦ, ἡ
Μήτηρ αὐτοῦ καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ, Μαρία ἡ τοῦ Κλωπᾶ καὶ Μαρία ἡ
Μαγδαληνή. ᾿Ιησοῦς οὖν ἰδὼν τὴν Μητέρα, καὶ τὸν Μαθητὴν παρεστῶτα, ὃν ἠγάπα,
λέγει τῇ Μητρί αὐτοῦ· Γύναι, ἰδοὺ ὁ υἱός σου. Εἶτα λέγει τῷ Μαθητῇ· ἰδοὺ ἡ
μήτηρ σου. Καὶ ἀπ᾿ ἐκείνης τῆς ὥρας ἔλαβεν ὁ Μαθητὴς αὐτὴν εἰς τὰ ἴδια. Οὗτός
ἐστιν ὁ Μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής
ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς, ἅτινα
ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία.
Ἀμήν.
Κοινωνικὸν
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ
πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου