ΙΟΥΝΙΟΥ
ΤΗ ΙΑ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη
τῶν Ἁγίων Ἀποστόλων Βαρθολομαίου καὶ Βαρνάβα.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια
ἀμφοτέρων.
Τοῦ Ἁγίου Βαρθολομαίου
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν
Τῇ σαγήνῃ τῆς γλώττης σου, θεορρῆμον Ἀπόστολε, ἐκ βυθοῦ
ἀνήγαγες ματαιότητος, καὶ χαλεπῆς ἀθεότητος, τοῦ κόσμου τὰ πέρατα, καὶ
προσήγαγες Χριστῷ, τῷ Θεῷ διὰ πίστεως, τῷ τοιαύτην σοι, δεδωκότι τὴν χάριν ὡς
ἐνθέῳ, μαθητῇ καὶ μυστολέκτῃ, Βαρθολομαῖε Ἀπόστολε.
Ὁ τῆς δόξης σε ἥλιος, Ἰησοῦς ὁ Θεὸς ἡμῶν, ὡς ἀκτῖνα ἔνδοξε
ἐξαπέστειλεν, εἰς τὰ τοῦ κόσμου πληρώματα, συντόνως ἐλαύνουσαν, ἀθεΐας τὴν
ἀχλύν, καὶ φωτίζουσαν ἅπαντας, τοὺς καθεύδοντας, ἐν νυκτὶ ἀγνωσίας, οὓς
εἰργάσω, τῆς ἡμέρας κληρονόμους, Βαρθολομαῖε θεόσοφε.
Καθυπείκων τοῖς νεύμασιν, οὗ τῷ νεύματι ἅπαντα, καθυπείκει
τοῦτόν τε ἐκμιμούμενος, ὡς ἀληθείας διδάσκαλον, θανάτου ποτήριον, διὰ πάθους
σταυρικοῦ, ἀγαλλόμενος ἔπιες, καὶ παρίστασαι, ἐφετῶν ἀκροτάτῳ Ἀποστόλοις, καὶ
Ἀγγέλοις συγχορεύων, Βαρθολομαῖε ἀοίδιμε.
Τοῦ Ἁγίου Βαρνάβα
Ἦχος ὁ αὐτὸς
Ἔδωκας σημείωσιν
Εἴληφας Ἀπόστολε, κατὰ δαιμόνων ἀήττητον, ἐξουσίαν καὶ
δύναμιν, Χριστοῦ ἐν ὀνόματι, τὰς ἀρχὰς τοῦ σκότους, τούτων ἀπελαύνειν, καὶ
διελήλυθας τὴν γῆν, καταλαμπρύνων καθάπερ ἥλιος καὶ Ῥώμην τὴν ἀοίδιμον,
καταλαβὼν πρῶτος ἔνδοξε, τοῦ Χριστοῦ ἀνεκήρυξας, τὴν σωτήριον ἔλευσιν.
Πρώτην ἀγαθότητα, καὶ φυσικὴν καὶ ὑπέρθεον, πολιτείαν
μιμούμενος, ἀνὴρ ἐχρημάτισας, ἀγαθὸς Βαρνάβα, κατὰ μετουσίαν, καὶ παρακλήσεως
υἱός, διαφερόντως ὀνομαζόμενος, τῶν τρόπων σου χρηστότητι, καὶ τῇ τοῦ νοῦ
καθαρότητι, τοὺς πιστοὺς παρεκάλεσας, ἐπιμένειν τῇ χάριτι.
Ὄργανον εὐάρμοστον, τῇ θεϊκῇ κυβερνώμενον, ἐνεργείᾳ τοῦ
Πνεύματος, Βαρνάβα γενόμενος, τῶν Ἐθνῶν τὴν κλῆσιν, σὺ κατεπιστεύθης, πρὸς τὴν
ἐπίγνωσιν Χριστοῦ, μεταρρυθμίζων λόγοις καὶ πράξεσι, καὶ πάντας κατεφώτισας,
ὁμολογεῖν ἀληθέστατα, Ἰησοῦ τὴν Θεότητα, τοῦ Σωτῆρος τῶν ψυχῶν ἡμῶν.
Δόξα... Ἦχος πλ. β'
Θεοφάνους
Τοὺς τῆς εὐσεβείας ἀληθεῖς κήρυκας, καὶ παμφαεῖς τῆς
Ἐκκλησίας ἀστέρας, ὕμνοις ἐγκωμίων τιμήσωμεν, Βαρθολομαῖον καὶ Βαρνάβαν, τοὺς
τῶν πιστῶν διδασκάλους, καὶ μύστας τοῦ Σωτῆρος Χριστοῦ. Οὗτοι γὰρ τὸν τῆς
ἀληθείας λόγον σπείραντες, ἐν ταῖς καρδίαις τῶν πιστῶν, πᾶσι καρποφορίαν
διένειμαν, καὶ πρεσβεύουσι Χριστῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Τριήμερος ἀνέστης
Μετάνοιαν οὐ κέκτησαι, ψυχὴ ἀμετανόητε, τὶ βραδύνεις; τοῦ
θανάτου ἡ τομή, ἐγγίζει καὶ τὸ τέλος, ἐφέστηκεν ὡς κλέπτης, τῇ Θεοτόκῳ δράμε
πρόσπεσον.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος α'
Πανεύφημοι Μάρτυρες
Εἰς πᾶσαν ἐξέδραμε τὴν γῆν, ἡμῶν ὁ σωτήριος, φθόγγος θεόπται
Ἀπόστολοι, καὶ κατεφώτισε, ψυχὰς πλανωμένας, καὶ Χριστῷ προσήγαγε, βροτοὺς
πεφωτισμενους τῇ χάριτι· διὸ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν
εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ
πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Φωστῆρες ὑπέρλαμπροι Χριστοῦ, σκεύη καθαρώτατα, αἴγλην τοῦ
Πνεύματος Πάνσοφοι, πίστει χωρήσαντα, Ἐκκλησίας στῦλοι, οὐρανοὶ περίδοξοι, τὴν
δόξαν τοῦ Θεοῦ διηγούμενοι, αὐτῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν
εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ
ἀναγγέλλει τὸ στερέωμα.
Ἔθνη προσηγάγετε Χριστῷ, τῷ Θεῷ Μακάριοι, λελυτρωμένα τῷ
αἵματι, τοῦ εὐδοκήσαντος, ἐπὶ γῆς τεχθῆναι, καὶ Σταυρὸν καὶ θάνατον, θελήσει
ὑπομείναντος ἔνδοξοι, ᾧ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν
εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος πλ. δ'
Κοσμᾶ Μοναχοῦ
Ἣν διήλθετε κτίσιν φωτίσαντες, οἱ τοῦ Σωτῆρος Μαθηταί, τὴν
πλάνην τῶν εἰδώλων, ὡς ὕλην καταφλέξαντες τοῖς διδάγμασιν ὑμῶν, τὰ ἔθνη ἐξ
ἀγνωσίας βυθοῦ, πρός τὴν θείαν γνῶσιν, σαγηνεύσαντες ἐσώσατε, καὶ νῦν
πρεσβεύσατε Χριστῷ, ὅπως ἵλεως γένηται ἡμῖν, ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως.
Καὶ νῦν... Θεοτοκίον Ἦχος πλ. δ'
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἀπολυτίκιον Ἦχος γ'
Ἀπόστολοι Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα
πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα... Καὶ νῦν...
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν,
ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου
καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς
ὡς φιλάνθρωπος.
Καὶ Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων ὁ παρών.
Ποίημα Θεοφάνους.
Ὠδὴ α' Ἦχος β'
Ἐν βυθῷ κατέστρωσε
Ὁ προγνώστης πάντων καὶ Θεός, τὸ τῆς διανοίας σου,
θεοειδὲς καθορῶν ἐξελέξατο, καὶ σὲ συνηρίθμησε, τῇ χορείᾳ Βαρθολομαῖε
πανεύφημε, τῇ τῶν Ἀποστόλων, χάριτι λαμπρύνας τὴν καρδίαν σου.
Ἀρετῶν εἰς ὕψος ἀναβάς, γλῶσσαν τὴν πυρίπνοον, πυροειδῶς
μερισθεῖσαν ἐπλούτησας, ὡς Χριστοῦ Ἀπόστολος, παρουσίᾳ τοῦ Παρακλήτου
Πανάριστε, τὴν τῆς ἀσεβείας ὕλην, δαπανῶσαν καὶ κουφότητα.
Κανὼν τοῦ Ἁγίου Βαρνάβα, οὗ η' Ἀκροστιχίς.
Ὠδὴν πλέκω
σου Βαρνάβα θεηγόρε.
( ἄνευ τῶν Θεοτοκίων)
Ὁ αὐτὸς
Ὡς ἀνὴρ ὑπάρχων ἀγαθός, καὶ τῆς παρακλήσεως, υἱὸς φανεὶς
τῆς ψυχῆς μου τὴν κάκωσιν, καὶ τῆς ἁμαρτίας μου, τὴν ψυχόλεθρον ἀθυμίαν
ἀπέλασον, ὅπως εὐφροσύνης, ἔμπλεως γενόμενος ὑμνήσω σε.
Δεδεγμένος μάκαρ τὸ σεπτόν, φέγγος τοῦ βλαστήσαντος, ἐκ
τῆς φυλῆς τοῦ Ἰούδα πανόλβιε, Χριστοῦ τοῦ παντάνακτος, ἐκ Λευΐτιδος συγγενείας
ὁρμώμενος, τῆς ἱερωσύνης, νόμου τε μετάθεσιν ἐκήρυξας.
Ἡ λαμπρά σου πάνσοφε ζωή, πρώτης ἀγαθότητος, καὶ φυσικῆς
μετουσίας παρέδειξεν, ἀγαθὸν σε δεύτερον, ταῖς ἐκεῖθεν ἀγαθυνόμενον χάρισιν,
ἔνδοξε Βαρνάβα, γέννημα τῆς θείας παρακλήσεως.
Θεοτοκίον
Νεανίδων θείων ὁ χορός, ἐνθεαστικώτατα, ἐν γυναιξὶ σε
καλὴν ᾀσματίζουσι, Θεοτόκε Δέσποινα, καλλοναῖς ὡραϊζομένην Θεότητος· τὸν
καλλοποιὸν γὰρ Λόγον, ὑπέρ λόγον ἀπεκύησας.
Ὠδὴ γ'
Ἐξήνθησεν ἡ ἔρημος
Ὡς πηγὴ προελήλυθας, σωτηρίου νάματος, Βαρθολομαῖε
πάντιμε, καὶ πολύχουν τὸν καρπὸν ἤνεγκας, ἐθνῶν τὴν σωτηρίαν ἀξιάγαστε.
Τῷ ἅλατι τῆς χάριτος, τῶν εἰδώλων ἔπαυσας, τὴν σηπεδόνα
Πάνσοφε, τῷ νοστίμῳ λόγῳ τῆς πίστεως, τὰς καρδίας ἡδύνων τῶν τιμώντων σε.
Τοῦ Βαρνάβα
Ὁ αὐτὸς
Νεφέλη τὸν ἑκούσιον, ἡμῖν ὄμβρον φέρουσα, ἐκ τῶν πηγῶν τῆς
χάριτος, καθωράθης Βαρνάβα ἔνδοξε, καὶ τρυφῆς τὸν χειμάρρουν ποταμίζουσα.
Ποικίλαις δᾳδουχούμενον, λαμπηδόσι βλέπουσα, ἡ πανσθενὴς
τοῦ Πνεύματος ἐξουσία, τῶν μυστηρίων Χριστοῦ λειτουργὸν ἀφορίζει, σὲ
πανσεβάσμιε.
Λαμπόμενοι τῇ χάριτι, τοῦ Σταυροῦ σου Δέσποτα, οἱ εὐκλεεῖς
Ἀπόστολοι, σοὶ τὰ ἔθνη πίστει προσάγουσιν, ὁ Βαρνάβας καὶ Παῦλος οἱ θεόφρονες.
Θεοτοκίον
Ἐφάνης καθαρότητι, ὡσεὶ κρίνον Δέσποινα, τῶν ἀκανθῶν
ἐκλάμψασα, λαμπηδόσι τῆς παρθενίας σου, ἐν μέσῳ Θεοτόκε πανσεβάσμιε.
Ὁ Εἱρμὸς
Ἐξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν ἐθνῶν
στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.
Κάθισμα Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Ὡς οὐρανὸς περικαλὴς διηγήσω, Βαρθολομαῖε ἐπὶ γῆς θείαν
δόξαν, τῆς τοῦ Θεοῦ σαρκώσεως πανεύφημε, φαίνων ὥσπερ ἥλιος, τὰς ἐν ζόφῳ
καρδίας, λύων τὴν σκοτόμαιναν, τῶν κακίστων δαιμόνων, ἀλλὰ εὐχαῖς σου φώτισον
ἡμᾶς, σοῦ τὴν φωσφόρον τελοῦντας πανήγυριν.
Τοῦ Βαρνάβα
Ἦχος πλ. δ'
Αὐλῶν ποιμενικῶν
Τοῦ νόμου τὴν σκιάν, σὺ λιπὼν ὡς ἐχέφρων, τῇ χάριτι
φοιτᾷς, θεοφόρε Βαρνάβα, κατὰ πόλιν καὶ χώραν, τοῦ σταυρωθέντος φέρων τὸ ὄνομα,
θαύμασι καὶ σημείοις, τοὺς ἀπειθοῦντας πρὸς τὴν ἀλήθειαν, καθοδηγήσας ὤφθης ἐν
Χριστῷ, τοῦ κόσμου παράκλησις.
Θεοτοκίον
Τὸ προσταχθὲν μυστικῶς
Τὸν ἀπερίληπτον Θεοῦ Υἱὸν καὶ Λόγον, ἀνερμηνεύτως ὑπὲρ
νοῦν ἐκ σοῦ τεχθέντα, Θεοτόκε ἱκέτευε σὺν τοῖς Ἀποστόλοις, εἰρήνην τῇ
οἰκουμένῃ, εἰλικρινῆ, βραβεῦσαι, καὶ τῶν πταισμάτων δοῦναι ἡμῖν, πρὸ τοῦ τέλους
διόρθωσιν, καὶ βασιλείας οὐρανῶν, δι' ἄκραν ἀγαθότητα, ἀξιῶσαι τοὺς δούλους
σου.
Ὠδὴ δ'
Ἐλήλυθας ἐκ Παρθένου
Κατήργησας, τῷ Σταυρῷ τοῦ Κυρίου φραξάμενος, δαιμόνων τὸ
φρύαγμα, Βαρθολομαῖε πανάριστε, τούτων ψυχόλεθρον, ἀπάτην ἀποδιώξας τῷ
κηρύγματι.
Φῶς τοῦ κόσμου, τὸ τῆς δόξης τῆς θείας ἀπαύγασμα, Χριστὸς
σε ἀνέδειξε, Βαρθολομαῖε θεόληπτε· πᾶσαν γὰρ κατηύγασας, θεογνωσίᾳ τὴν κτίσιν
παμμακάριστε.
Τοῦ Βαρνάβα
Ὁ αὐτὸς
Ἑπόμενος προσταγαῖς τοῦ Δεσπότου Ἀπόστολε, Βαρνάβα
πανεύφημε, τοῖς πενομένοις διένειμας, ὅλην σου τὴν ὕπαρξιν, καὶ χριστοκήρυξ
ἐγένου μεγαλόφωνος.
Κατέλαβες, ἀρετῶν λαμπροτάτην ἀκρότητα, καὶ Παῦλον
εὑράμενος, τὸν θεηγόρον Ἀπόστολον, πᾶσι κατηγγείλατε, τοῦ μυστηρίου τὸ βάθος,
τὸ ἀπόρρητον.
Ὡς ἥλιος, διατρέχων τοῦ κόσμου τὰ πέρατα, Βαρνάβα
πανένδοξε, ἀκτινοβόλοις ἐλλάμψεσι, Παύλῳ ἐφεπόμενος, καταλαμπρύνεις τῷ λόγῳ τῷ
τῆς χάριτος.
Συμμέτοχος τῶν παθῶν τοῦ Σωτῆρος γενόμενος, Βαρνάβα
πανεύφημε, ἐν οὐρανίοις σκηνώμασι, τούτῳ συνδεδόξασαι, τῆς ὑπὲρ νοῦν εὐφροσύνης
ἐμφορούμενος.
Θεοτοκίον
Ἡ τῆς Εὔας, Θεομῆτορ κατάρα τῷ τόκῳ σου, λέλυται πανάμωμε·
σεσαρκωμένον γὰρ τέτοκας, Λόγον τὸν ἀΐδιον, τὸν εὐλογίαις τὸν κόσμον
στεφανώσαντα.
Ὠδὴ ε'
Μεσίτης Θεοῦ
Ἀκτίστῳ φωτί, δι' ἡμᾶς ἐν κτίσματι φανέντι Χριστῷ,
πρωτουργῶς ὡμίλησας, τούτῳ συγγινόμενος Ἀπόστολε, καὶ ταῖς θείαις ἀκτῖσι, ταῖς
παρ᾽ αὐτοῦ λαμπόμενος.
Ὡς δρόσος Θεοῦ, τοῖς ἀνθρώποις ἴαμα κομίζουσα, ἐν τῷ κόσμῳ
πέφηνας, ὦ Βαρθολομαῖε, παμμακάριστε, καὶ τὴν γῆν τῆς ἀσεβείας, προφητικῶς
κατέστρεψας.
Τοῦ Βαρνάβα
Ὁ αὐτὸς
Ὁ νόμου σκιάν, ὑπερβὰς καὶ χάριτι λαμπόμενος, τῶν ἐθνῶν τὸ
πλήρωμα, εὐαγγελιζόμενος ἐφώτισεν, ὁ θεόφρων Βαρνάβας, τῷ τοῦ Χριστοῦ
κηρύγματι.
Ἰσχὺν κραταιὰν τοῦ Ἁγίου Πνεύματος, Ἀπόστολε, σαφῶς
περικείμενος, πονηρίας πνεύματα κατέβαλες, τῆς αὐτῶν κακουργίας, τὸν κόσμον
λυτρωσάμενος.
Βοῶντος φωνή, ἐν ἐρήμοις ἔθνεσιν ἐγένου σοφέ, τῆς θείας
σαρκώσεως, τὸ ὑπὲρ κατάληψιν μυστήριον, ἀναγγέλλων τοῖς πᾶσι, Βαρνάβα
παμμακάριστε.
Θεοτοκίον
Ἰδοὺ ἐν γαστρί, Θεοτόκε πάναγνε Χριστὸν τὸν Θεόν, ὑπὲρ
λόγον ἔσχηκας, ὥσπερ Ἡσαΐας προηγόρευσεν, ὑπὲρ φύσιν δὲ τοῦτον, Θεογεννῆτορ
τέτοκας.
Ὠδὴ ς'
Ἐν ἀβύσσῳ πταισμάτων
Τῶν θαυμάτων τὴν χάριν δεξάμενος, καὶ τῶν ἰαμάτων
πλουτήσας ἐνέργειαν, Βαρθολομαῖε πάνσοφε, τῶν ἐθνῶν τὰς ἀγέλας ἐζώγρησας.
Ἡ πυρίνη σου γλῶσσα Πανεύφημε, πᾶσαν τὴν ἀπάτην ὡς χόρτον
κατέφλεξε, τῶν δὲ πιστῶν ἐλάμπρυνε, τὰς καρδίας τῷ θείῳ κηρύγματι.
Τοῦ Βαρνάβα
Ὁ αὐτὸς
Ἀνατείλας τῷ κόσμῳ Χριστὲ ὁ Θεός, τῆς δικαιοσύνης ὁ ἥλιος
Δέσποτα, ὥσπερ ἀκτῖνας λάμποντας, τὸν Βαρνάβαν καὶ Παῦλον ἐξήστραψας.
Ῥιζοτόμος ἀξίνη γεγένησαι, τὴν ὑλομανήσασαν ἀπάτην
τέμνουσα, τοῖς ὑπὲρ λόγον θαύμασι, τεθηγμένη Βαρνάβα θεσπέσιε.
Νομοθέτης ἐδείχθης τῆς χάριτος, ὡς τῆς παλαιᾶς διαθήκης τὰ
σύμβολα, πρὸς ἀληθείας ἔμφασιν, μεταπλάττων Βαρνάβα θεόληπτε.
Θεοτοκίον
Οὐρανὸν ὁ τανύσας βουλήματι, οὐρανὸν ἐπίγειον ἄλλον
ἀπέδειξε, σὲ Θεομῆτορ ἄχραντε, καὶ ἐκ σοῦ ἀνατείλας ἐπέφανεν.
Ὁ Εἱρμὸς
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς
εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ὤφθης μέγας ἥλιος τῇ Ἐκκλησίᾳ, διδαγμάτων λάμψεσι, καὶ
θαυμασίων φοβερῶν, φωταγωγῶν τοὺς τιμῶντάς σε, Βαρθολομαῖε Κυρίου Ἀπόστολε.
Ὁ Οἶκος
Ἐμυήθης τοῦ Λόγου μαθητά, τοὺς λόγους τοὺς ἁγίους, καὶ
τοὺς πάλαι ἀλογίᾳ δεινῶς καθυπαχθέντας τέκνα εἰργάσω τοῦ φωτός. Ἥπλωσας εἰς
βάθη ἀγνωσίας τὰ σεπτὰ καὶ ἱερά σου δίκτυα, καὶ ἔλαβες τὰ ἔθνη ὑπήκοα, τὰς
κεχερσωμένας ἀπάτῃ διανοίας ἐνέωσας τῷ θείῳ ἀρότρῳ. Ἐξήρανας τὸν φλογμὸν τῆς
πολυθεΐας, δροσισμῷ σου τῆς φαιδρᾶς θεηγορίας υἱοὺς Θεοῦ, τοὺς πρὶν ὀργῆς τέκνα
ἐργασάμενος, Βαρθολομαῖε Κυρίου Ἀπόστολε.
Συναξάριον
Τῇ ΙΑ' τοῦ
αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Βαρθολομαίου καὶ Βαρνάβα.
Στίχοι
Καὶ σὸς
μαθητής, Χριστέ, Βαρθολομαῖος,
Μιμούμενός
σε, σταυρικὸν φέρει πάθος.
Ὑπὲρ λίθον
σάπφειρον, ὡς γραφὴ λέγει,
Τοὺς
συντρίβοντας εἶχε Βαρνάβας λίθους.
Ἑνδεκάτῃ
σταύρωσαν ἐρίφρονα Βαρθολομαῖον.
Τῇ αὐτῇ
ἡμέρᾳ, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριὴλ ἐν τῷ ᾌδειν.
Στίχοι
Ἦσας
Γαβριὴλ πρὶν τὸ Χαῖρε τῇ Κόρῃ.
Ἄδεις δὲ
καὶ νῦν, Ἄξιόν σε ὑμνέειν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Ἀντίθεον πρόσταγμα
Τὸ μέγα μυστήριον Βαρθολομαῖε, τῆς θείας σαρκώσεως, τῷ
κόσμῳ ἐφανέρωσας, τὸ πᾶσιν ἀχώρητον καὶ ἀκατάληπτον, μόνοις δὲ χωρούμενον
πιστοῖς, ἀνερμηνεύτως καὶ πιστευόμενον.
Ὡς λίθος πανάγιος Βαρθολομαῖε, ἁγνῶς κυλιόμενος τῆς πλάνης
τὸ ὀχύρωμα, εὐτόνως κατέστρεψας, τῆς Ἐκκλησίας δέ, ἄρρηκτος θεμέλιος φανείς,
διαφυλάττεις ταύτην ἀκράδαντον.
Τοῦ Βαρνάβα
Ὁ αὐτὸς
Ἁγίως τὸν Ἅγιον τὸν ἐν Ἁγίοις, ἐπαναπαυόμενον, Βαρνάβα
ἐκήρυξας, Υἱὸν τὸν συνάναρχον Πατρὶ καὶ σύνθρονον, ἄνθρωπον γενόμενον ἡμῖν, τὴν
σωτηρίαν πραγματευόμενον.
Βολίδες ἀστράπτουσαι, τὸ θεῖον φέγγος, Βαρνάβας ὁ
πάντιμος, καὶ Παῦλος ὁ θεόληπτος, ὡς φῶς ἐξεπορεύθησαν, καταλαμπρύνοντες λόγῳ,
τῷ τῆς χάριτος ἐθνῶν, τήν παγκληρίαν οἱ χριστοκήρυκες.
Ἀγάλλεται σήμερον, ἡ θρεψαμένη, εὐῶδες θυμίαμα, κυπρίζοντα
τῆς πίστεως, Χριστῷ σε βλαστήσασα θεομακάριστε, ἥνπερ ἀμειβόμενος, τῆς νῦν
αἰχμαλωσίας, ῥῦσαι πρεσβείαις σου.
Θεοτοκίον
Ἰθύνουσα Πάναγνε τὸν ἐμὸν βίον, πρὸς τὸν σὸν πανεύδιον,
λιμένα καθοδήγησον, Θεὸν ἡ κυήσασα, τῶν ἀγαθῶν τὴν πηγήν, τὸν πᾶσι παρέχοντα
πιστοῖς, τὴν ἀφθαρσίαν τῆς ἀγαθότητος.
Ὠδὴ η'
Κάμινος ποτέ, πυρὸς
Μέγα καὶ μικρόν, πολύ τε καὶ ὀλίγον, τὸ τοῦ Σωτῆρος
Εὐαγγέλιον, πανσόφως ἐδίδαξας, τὰ μεγάλα καὶ παράδοξα, συντετμημένοις ῥήμασι,
πᾶσι διασημαῖνον, Βαρθολομαῖε θεόσοφε.
Ὥσπερ ποταμός, Σιὼν ἐξωρμημένος, τῆς Ἐκκλησίας τὰ
συστήματα, ποτίζων Πανόλβιε, τὸν χειμάρρουν τῆς θείας τρυφῆς, ἐξέπιες φανότατα,
κράζων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τοῦ Βαρνάβα
Ὁ αὐτὸς
Θάλασσαν ἐθνῶν, ταράττει σου τοὺς ἵππους, ὡς εὐεργέτης
ἐπεβίβασας, Βαρνάβαν τὸν ἔνδοξον, καὶ τὸν Παῦλον τὸν θεσπέσιον, τὴν πλάνην τὴν
πολύθεον, δόγμασι Ζωοδότα, τῆς εὐσεβείας ἐλαύνοντας.
Ἔθου ὡς Θεός, Παράκλητε τὸ Πνεῦμα, τὸ παντουργὸν ἐν
Ἐκκλησίᾳ σου, φωστῆρας ἐκλάμποντας, τὴν σὴν δύναμιν κηρυττοντας, Υἱοῦ τε καὶ
Γεννήτορος, κράζοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ἤστραψας φαιδρῶς, ὡς ἥλιος ἐν κόσμῳ τῷ νοητῷ προσομιλήσας
σαφῶς, ἡλίῳ θεόληπτε· ποιωθεὶς γὰρ τῇ λαμπρότητι, φῶς δεύτερον γεγένησαι,
ἅπασιν ἀναφαίνων, τοῦ μυστηρίου τὴν δύναμιν.
Γῆν ταῖς διδαχαῖς, τὴν σύμπασαν φωτίσας, τῆς ὑπὲρ νοῦν
μακαριότητος, ἀξίως τετύχηκας, οὐρανίοις ἐν σκηνώμασι, Βαρνάβα πανσεβάσμιε,
στέφανον εὐπρεπείας, πρὸς τοῦ Δεσπότου δεξάμενος.
Θεοτοκίον
Ἵνα τὴν ἀράν, τὴν πρώτην ἀφανίσῃς, καὶ τοῦ θανάτου τὸ
κατάκριμα, τῆς πάλαι προμήτορος, ἐκ Παρθένου Θεομήτορος, Λόγε Θεοῦ γεγέννησαι,
πᾶσι δεδωρημένος, ἀθανασίαν ἀνώλεθρον.
Ὁ Εἱρμὸς
Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε,
τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα,
ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὠδὴ θ'
Ἀνάρχου Γεννήτορος
Τοῦ Λόγου γενόμενος, αὐτόπτης καὶ διάκονος, μαθητής τε καὶ
κήρυξ θεοπτικώτατος, ἔνθα νῦν ὑπάρχει ὁ Λόγος, σὺ κατοικεῖν, ὄντως ἠξιώθης, ὡς
αὐτὸς ὑπέσχετο, ἀψευδῶς ὁ ὑπεράγαθος.
Ὡς νῦν παριστάμενος, τῷ θρόνῳ τοῦ Δεσπότου σου, καὶ
ἐκεῖθεν ἀκτῖσι περιλαμπόμενος, ὦ Βαρθολομαῖε θεόφρον, τοὺς ὑμνητάς, τοὺς σοὺς
ἐποπτεύοις, παθῶν ἐκλυτρούμενος, καὶ ποικίλων περιστάσεων.
Τοῦ Βαρνάβα
Ὁ αὐτὸς
Οἱ φῶς χρηματίσαντες, δι' ἀρετῆς Ἀπόστολοι, καὶ φωτὶ τῷ
μεγάλῳ νῦν παριστάμενοι, κόσμῳ τὴν εἰρήνην βραβεύειν, καὶ τὴν ὑμῶν, σῴζειν
Ἐκκλησίαν, ἥνπερ συνεστήσασθε, τὸν Δεσπότην ἱκετεύσατε.
Ῥητόρων δεινότητα, σοφίας σου πυρσεύμασι, θεοφάντορ
Βαρνάβα, σαφῶς κατέσβεσας, τῶν ἀπαυγασμάτων τῶν θείων, ὡς τὴν πηγὴν ἔνδον
κεκτημένος· διὸ τὴν πανίερον, ἑορτήν σου μεγαλύνομεν.
Ἐν πίστει τὴν μνήμην σου, τελοῦντες νῦν Ἀπόστολε,
πρεσβευτὴν τῷ Δεσπότῃ σε προβαλλόμεθα, λύσιν ἐξαιτοῦντες πταισμάτων, διὰ τῆς
σῆς λαβεῖν μεσιτείας, Βαρνάβα πανέντιμε, θεοκήρυξ Ἱερώτατε.
Θεοτοκίον
Ὡς ὄρθρος εὑρέθης πρωϊνός, ἐν τῇ τοῦ βίου νυκτί, παρθενίας
ἀκτῖσι περιαστράπτουσα· τὴν ἀνατολὴν γὰρ ἠλίου, τοῦ νοητοῦ τῆς δικαιοσύνης ἡμῖν
ἐφανέρωσας, Θεομῆτορ πανσεβάσμιε.
Ὁ Εἱρμὸς
Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ
Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ
τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.
Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
Βαρθολομαῖος σήμερον, Βαρνάβας ὁ θεόληπτος, ἐν τῇ σεπτῇ
αὐτῶν μνήμῃ, νῦν παρ' ἡμῶν κατὰ χρέος, λαμπρῶς ἀνευφημείσθωσαν, ὡς τοῦ Χριστοῦ
Ἀπόστολοι, καὶ μαθηταὶ πρεσβεύοντες, ὑπὲρ ἡμῶν τῶν τελούντων, τὴν ἱερὰν αὐτῶν
μνήμην.
Θεοτοκίον
Μαρία καθαρώτατον, χρυσοῦν θυμιατήριον, τῆς ἀχωρήτου
Τριάδος, δοχεῖον γεγενημένη, ἐν ᾧ Πατὴρ ηὐδόκησεν, ὁ δὲ Υἱὸς ἐσκήνωσε, καὶ
Πνεῦμα τὸ πανάγιον, ἐπισκιάσαν σοι Κόρη, ἀνέδειξε Θεοτόκον.
Εἰς τοὺς Αἴνους, ψάλλομεν Στιχηρὰ Προσόμοια γ' δευτεροῦντες τὸ α'.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν
Ὁ τῆς δόξης σε ἥλιος, Ἰησοῦς ὁ Θεὸς ἡμῶν, εἰς τοῦ κόσμου
ἅπαντα τὰ πληρώματα, ὥσπερ ἀκτῖνα πολύφωτον, θεόφρον Ἀπόστολε, ἐπαφῆκε τὴν
ἀχλύν, τῆς κακίας ἐλαύνουσαν, καὶ φωτίζουσαν, σκοτισθείσας καρδίας ἀγνωσίᾳ, καὶ
παθῶν ἐπικρατείᾳ, Βαρθολομαῖε πανόλβιε.
Καθαρὸν ἐνδιαίτημα, τῆς Τριάδος γεγένησαι, ἀρετῶν
λαμπρότητι φαιδρυνόμενος, καὶ ἐν καρδίᾳ δεχόμενος, Βαρνάβα τὴν ἔλλαμψιν, παρ'
αὐτῆς τὸν φωτισμόν, τοῦ ἡλίου φαιδρότερον, ἐν τοῖς πέρασι, τηλαυγῶς ἐπιπέμπεις
καὶ φωτίζεις, τοὺς ἐν σκότει καθημένους, τῆς ἀγνωσίας θεόληπτε.
Ὡς νεφέλαι Μακάριοι, ἐπὶ πάντα τὰ πέρατα, ὑετὸν ἐρράνατε
τὸν οὐράνιον, καὶ τὰς ψυχὰς κατηρδεύσατε, πιστῶν θείᾳ χάριτι, ἀποπνίξαντες
δεινά, ἀθεΐας ζιζάνια, καὶ τελέσαντες, τὰς ψυχὰς καρποφόρους τῶν ἀνθρώπων· διὰ
τοῦτο ἐν αἰνέσει, ὑμᾶς τιμῶμεν Ἀπόστολοι.
Δόξα... Ἦχος πλ. α'
Ἡ σοφία τοῦ Θεοῦ, ὁ συναΐδιος Λόγος τοῦ Πατρός, καθὼς ἐν
Εὐαγγελίοις προέβη, τὰ εὔφορα κλήματα, ὑμεῖς ἐστε πανεύφημοι Ἀπόστολοι, οἱ τὸν
βότρυν τὸν πέπειρον καὶ τερπνόν, ἐν τοῖς κλάδοις ὑμῶν φέροντες, ὃν οἱ πιστοὶ
ἐσθίοντες, ἐπιστοιχοῦμεν γεῦσιν πρὸς εὐφρόσυνον, Βαρθολομαῖε θεόληπτε, καὶ
Βαρνάβα υἱὲ παρακλήσεως, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ
πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ
προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία Μεγάλη, καὶ Ἀπόλυσις
Εἰς τὴν Λειτουργίαν
Ὠδὴ γ' καὶ ς'
Ὁ Ἀπόστολος
Ἀδελφοί, ὁ
Θεὸς ἡμᾶς τοὺς Ἀποστόλους, ἐσχάτους ἀπέδειξεν...
Ζήτει Κυριακῇ Δεκάτῃ.
Εὐαγγέλιον
ζήτει
Ὀκτωβρίου ΙΗ'
Κοινωνικὸν
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ
πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου