ΑΠΡΙΛΙΟΥ
ΤΗ ΙΔ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν
Ἁγίων Ἀποστόλων, ἐκ τῶν ἑβδομήκοντα, Ἀριστάρχου, Πούδη καὶ Τροφίμου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α' Πανεύφημοι Μάρτυρες
Λόγῳ θείας γνώσεως λαούς, ἀγνωσίας πάνσοφοι, ὁλοτελῶς
ἐλυτρώσασθε, καὶ προσηγάγετε, σεσωσμένους τούτους, Λόγῳ τῷ ἐκλάμψαντι, Πατρὸς
ἐξ ἀγεννήτου Ἀπόστολοι· Αὐτῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν
εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Πούδην καὶ Ἀρίσταρχον σοφὸν καὶ τὸν θεῖον Τρόφιμον, τοὺς
ἀληθεῖς χριστοκήρυκας, ἀνευφημήσωμεν· πλάνης γὰρ χειμῶνα, θέρμῃ θείας χάριτος,
διέλυσαν, καὶ νῦν πρὸς τὸ ἄδυτον, φέγγος ἐσκήνωσαν, ἀμοιβὰς πόνων δρεψόμενοι,
καὶ μεθέξει, ἀρρήτῳ θεούμενοι.
Παύλῳ ἐφεπόμενοι κλεινῷ, διδασκάλῳ Ἔνδοξοι, πολλοὺς
κινδύνους ὑπέστητε, εἱρκτῇ κλειόμενοι, ὁμιλοῦντες πόνοις, ξίφει ἐπὶ τέλει δέ,
τμηθέντες κεφαλὰς ἐνηθλήσατε, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν,
τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον
Χωρίον εὐρύχωρον Θεοῦ, οὐρανῶν πλατύτερον, τὸν σμικρυνθέντα
τοῖς πάθεσι, καὶ στενωθέντα με, πειρασμῶν ἐφόδοις, ἐν θλίψεσι πλάτυνον, καὶ ἐν
στενοχωρίαις μεγάλυνον, προσηρεμοῦσά μοι, τὰ προσπίπτοντα Πανάμωμε, καθ'
ἑκάστην, αὔραις τῆς πρεσβείας σου.
Ἢ Σταυροθεοτοκίον
Ῥομφαία διῆλθεν, ὦ Υἱέ, ἡ Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου
ὡς ἔβλεπε, Χριστὸν κρεμάμενον, τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς
πάλαι Συμεὼν μοι προέφησεν· ἀλλ' ἐξανάστηθι, καὶ συνδόξασον ἀθάνατε, τὴν
Μητέρα, καὶ δούλην σου δέομαι.
Ἀπολυτίκιον Ἦχος γ'
Ἀπόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεὴμονι Θεῷ, ἵνα
πταισμάτων ἄφεσιν παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Καὶ Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες της ἡμέρας, καὶ τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Θείοις
Μαθηταῖς θεῖον ἐξᾴδω μέλος.
Ποίημα Ἰωσήφ.
Ὠδὴ α' Ἦχος πλ. β'
Ὁ Εἱρμὸς
Ὡς ἐν ἠπείρῳ πεζεύσας ὁ Ἰσραήλ, ἐν ἀβύσσῳ, ἴχνεσι, τὸν
διώκτην Φαραώ, καθορῶν ποντούμενον, Θεῷ ἐπινίκιον ᾠδήν, ἐβόα ᾄσωμεν.
Θρόνῳ Θεοῦ παρεστῶτες ὡς λειτουργοί, ὡς αὐτοῦ διάκονοι, ὡς
φωστῆρες νοητοί, φωτισμὸν αἰτήσασθε ἡμῖν, τοῖς τιμῶσι τὴν ὑμῶν μνήμην
Ἀπόστολοι.
Ἐπὶ τῆς γῆς ὁ δι' οἶκτον ἐπιφανείς, μαθητὰς ἐκλέγεται, καὶ
θεράποντας ὑμᾶς, σὺν ἑτέροις πλείοσιν αὐτοῦ, καταγγέλλοντας Σοφοί, τὸ θεῖον
βούλημα.
Ἱερωτάτῃ χορείᾳ τῶν ἱερῶν, Χριστοῦ ἑβδομήκοντα,
συνταγέντες Μαθητῶν, σὺν τῷ Παύλῳ ἅπασαν τὴν γῆν, διδαχῶν θείῳ φωτὶ
καταλαμπρύνετε.
Ὁ ἱερώτατος Πούδης, καὶ ὁ κλεινός, καὶ σοφός, Ἀρίσταρχος,
σὺν Τροφίμῳ φωταυγεῖς, ὡς ἀστέρες ἔλαμψαν ἐν γῇ, τὸν τῆς πλάνης σκοτασμὸν
ἀποδιώκοντες.
Θεοτοκίον
Ἴνα τοὺς κάτω τοῖς ἄνω ὑπερβολῇ, εὐσπλαγχνίας Ἄχραντε, νῦν
συνάψῃ ὁ Θεός, σάρκα προσελάβετο ἐκ σοῦ, καὶ διέμεινεν ὃ ἦν καὶ μετὰ σάρκωσιν.
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε ὁ Θεός μου, ὁ ὑψώσας τὸ
κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ τῆς ὁμολογίας σου.
Συνόντες Παύλῳ τῷ κλεινῷ, σὺν αὐτῷ πάντα κόσμον, ὡς
ἀστέρες ἡλίῳ, περιήλθετε φωτί, κηρύγματος ἱεροῦ, ἀγνωσίας σκότος ἀπελαύνοντες.
Μεγάλοις πόνοις τῆς σαρκός, τὴν ἐπίπονον ἦραν, ἁμαρτίαν ἐκ
μέσου, οἱ τοῦ Λόγου Μαθηταί, τὴν ἄπονον τοῖς πιστοῖς, ἐν ὑψίστοις λῆξιν
μνηστευόμενοι.
Ἀρρήτως ὄντα ἐκ Πατρός, ἐν ἀρχῇ Θεὸν Λόγον, ἐπὶ γῆς σαρκωθέντα,
οἱ Ἀπόστολοι σαφῶς, κηρύττοντες τὰς ἀρχάς, τοῦ αἰῶνος τούτου ἐξεφαύλισαν.
Θεοτοκίον
Θηλάζεις γάλα τοῦ παντός, τὸν τροφέα τοῦ κόσμου,
γεννηθέντα ἀρρεύστως, ἐξ ἀχράντου σου γαστρός, καὶ συντριβέντας φθορᾷ, τοὺς
ἀνθρώπους πάλιν ἀναπλάσαντα.
Κάθισμα Ἦχος δ'
Ἐπεφάνης σήμερον
Τῆς ἀμπέλου κλήματα, τῆς ζωηφόρου, πεφυκότες βότρυας,
ἐναποστάζοντας ἡμῖν, οἶνον ζωῆς προσηνέγκατε, οὐρανομύσται, Κυρίου Ἀπόστολοι.
Θεοτοκίον
Ῥυπωθεῖσαν
πάθεσι, τῆς ἁμαρτίας, τὴν ψυχήν μου ἄχραντε, Θεογεννῆτορ ἀγαθή, τῇ σῇ πρεσβείᾳ
καθάρισον· σὺ γὰρ ὑπάρχεις, σωτήριος κάθαρσις.
Ἢ Σταυροθεοτοκίον
Ἐπὶ ξύλου βλέπουσα, προσηλωμένον, τὸν Ἀμνὸν ἡ ἄμωμος,
Ἀμνὰς καὶ Μήτηρ καὶ ἁγνή, ἀναβοῶσα ἐκραύγαζε· Λόγε, ὑμνῶ σου τὰ θεῖα παθήματα.
Ὠδὴ δ' Ὁ Εἱρμὸς
Χριστός μου δύναμις, Θεὸς καὶ Κύριος, ἡ σεπτὴ Ἐκκλησία
θεοπρεπῶς, μέλπει ἀνακράζουσα, ἐκ διανοίας καθαρᾶς, ἐν Κυρίῳ ἑορτάζουσα.
Ἡ ὑπερούσιος, τριὰς ὡς τρίφωτον, ἐπανῆψε λαμπάδα τοὺς
ἱερούς, Πούδην τε καὶ Τρόφιμον, καὶ τὸν Ἀρίσταρχον τὴν γῆν, θείῳ λόγῳ
καταυγάζοντας.
Τοῦ Παύλου ὤφθητε, σοφοὶ συνέκδημοι, διωγμοὺς σὺν ἐκείνῳ
πολυειδεῖς, καὶ κινδύνους Ἔνδοξοι, διὰ τὴν μέλλουσαν ζωήν, γεγηθότες
ὑπομείναντες.
Αἱμάτων ῥεύμασι, καθηγιάσατε, πᾶσαν κτίσιν ἀθλοῦντες, τὰ
ἐναγῆ, αἵματα τοῖς δαίμοσιν, ἐπιφερόμενα, Χριστοῦ, καταπαύσαντες Ἀπόστολοι.
Θεοτοκίον
Ἰσχύς μου Ἄχραντε, καὶ καταφύγιον, καὶ ἀπόρθητον τεῖχος,
καὶ πρὸς Θεόν, πρέσβις χρηματίζουσα, αἰωνιζούσης με φλογός, καὶ γεέννης
ἐλευθέρωσον.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Τῷ θείῳ φέγγει σου ἀγαθέ, τὰς τῶν ὀρθριζόντων σοι ψυχάς,
πόθῳ καταύγασον δέομαι, σὲ εἰδέναι Λόγε Θεοῦ, τὸν ὄντως Θεόν, ἐκ ζόφου τῶν
πταισμάτων ἀνακαλούμενον.
Στήλας κατέαξαν καὶ ναούς, τοὺς εἰδωλικοὺς οἱ εὐκλεεῖς,
οἰκοδομοῦντες ἐν χάριτι, ὡς σκηνὴν πεσοῦσαν ταῖς παραβάσεσι, καρδίας τῶν
ἀνθρώπων οἱ θεοκήρυκες.
Θάλασσαν ἵπποι πανευκλεεῖς, ὄντως χρηματίζοντες Θεοῦ, τῆς
ἀθεΐας ταράξαντες, τοὺς ἀποπνιγέντας ἐν ταύτῃ πρότερον, κηρύγματι τῷ θείῳ
ἀνεζωώσατε.
Ἐπισκοπούμενοι πρὸς Θεοῦ, θείαις ἐπισκέψεσιν ὑμῶν, τοὺς ἐν
ὀδύνῃ τυγχάνοντας, εἰδωλομανίας καὶ κινδυνεύοντας, ἐσώσατε σωτῆρες ἡμῶν
γενόμενοι.
Θεοτοκίον
Ἱερωτάτως ὁ ἱερός, πάλαι Ἡσαΐας φωτισθείς, Πνεύματι θείῳ
ἐβόησεν· ἰδοὺ ἡ Παρθένος, ἕξει σαρκούμενον, Θεὸν δι' εὐσπλαγχνίαν τὸν
ἀπερίληπτον.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ
κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν
μου Πολυέλεε.
Ὁ πάνσοφος Τρόφιμος, καὶ Ἀρίσταρχος ὁμοῦ, καὶ Πούδης ὁ
θαυμάσιος, ὡς μαθηταὶ τοῦ Λόγου καὶ ἱεροί, τοῦ Παύλου συνέκδημοι, ἱεραῖς
μελῳδίαις εὐφημείσθωσαν.
Ναμάτων ἀνάπλεοι, τῶν τοῦ Πνεύματος Σοφοί, ὡς ἀληθῶς
ὑπάρχοντες, πᾶσαν ψυχὴν ἠρδεύσατε διδαχαῖς, ἐκ μέσου ποιήσαντες, τὸν φλογμὸν
τῆς ἀπάτης θείᾳ χάριτι.
Ἑνούμενοι πνεύματι, μερισμὸν οὐδ’ ἐν αὐτῷ, τῷ μερισμῷ τοῦ
σώματος, ἐσχήκατε· ὁμοῦ γὰρ τὰς κεφαλάς, σὺν Παύλῳ τῷ κήρυκι, ἀπετμήθητε τούτῳ
κλεϊζόμενοι.
Θεοτοκίον
Ξένη σου ἡ σύλληψις, ξένη Κόρη καὶ φρικτή, ἡ ὑπὲρ νοῦν σου
γέννησις, τοὺς ξενωθέντας πάντας ἀπὸ Θεοῦ, αὐτῷ καταλλάττουσα, καὶ τὸ κάλλος τὸ
πρώην ἀπονέμουσα.
Τὸ Μαρτυρικὸν τοῦ Ἤχου.
Συναξάριον
Τῇ ΙΔ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων ἐκ τῶν
ἑβδομήκοντα, Ἀριστάρχου, Πούδη καὶ Τροφίμου.
Στίχοι
Τιμῶ τὸν
Ἀρίσταρχον ὡς ἀριστέα,
Καλῶς
ἀριστεύσαντα μέχρι καὶ ξίφους.
Ποῦ δὴ
μετέστης, ὡς ἀπετμήθης, Πούδη;
Ποῦ δὴ
μετέστην, ἢ πρὸς ἄφθαρτον κλέος;
Τρυφὴν
Τρόφιμος οὐρανοῦ ποθῶν ἄκρως,
Τροφὴ
προσῆκται τῷ τεθηγμένῳ ξίφει.
Τῇ δεκάτῃ
δὲ μαθηταὶ ἀπῆραν καί γε τετάρτῃ.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀρδαλίωνος τοῦ Μίμου.
Στίχοι
Νῦν Μῖμος
ὄντως Ἀρδαλίων ἢ πάλαι.
Μιμούμενος
γὰρ Μάρτυρας, τὸ πῦρ στέγει.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θωμαΐδος.
Στίχοι
Αἰῶνος ἦρας
τοῦδε τὴν Θωμαΐδα,
Τὸ τῆς
Γραφῆς, μέλλοντος αἰῶνος Πάτερ.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
Δροσοβόλον μὲν τὴν κάμινον εἰργάσατο, Ἄγγελος τοῖς ὁσίοις
Παισί, τοὺς Χαλδαίους δὲ καταφλέγον πρόσταγμα Θεοῦ, τὸν τύραννον ἔπεισε βοᾶν·
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἀσεβείας κατεσβέσατε τὴν κάμινον, ὄμβροις σεπτοῦ
κηρύγματος, ὡς Ἀπόστολοι, ὡς δὲ θεῖοι ὄντες, Ἀθληταί, αἱμάτων ῥοαῖς εἰδωλικήν,
ὕλην ἐφλέξατε Σοφοί· ὅθεν δοξάζεσθε.
Διελθόντες ὡς ὑπόπτεροι γῆν ἅπασαν, Ἀπόστολοι πανεύφημοι,
θεῖον κήρυγμα τῶν ἐθνῶν ἐσπείρατε ψυχαῖς, ὡς ἄριστοι ὄντες γεωργοί, καὶ ὥσπερ
σῖτον τῷ Χριστῷ, πάντας προσήξατε.
Ὡραιώθητε ὡραίοις ὑμῶν στίγμασιν, Ἀρίσταρχε καὶ Τρόφιμε,
ἐλαμπρύνθητε ὑπὲρ πάντα δόκιμον χρυσόν, σὺν Πούδῃ τῷ ὄντως θαυμαστῷ, διὰ παντὸς
ὑπὲρ ἡμῶν, ἐκδυσωποῦντες Χριστόν.
Θεοτοκίον
Μακαρία ἐξ Ἁγίου ὤφθης Πνεύματος, Βουλῆς μεγάλης Ἄγγελον,
σωματώσασα, τὸν τοὺς θείους τούτους μαθητάς, τῷ κόσμῳ ὡς θείας ἀστραπάς,
ἐξαποστείλαντα Σεμνή, φωταγωγῆσαι πιστούς.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Ἐκ φλογὸς τοῖς Ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν
ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δράς, Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς
πάντας τοὺς αἰῶνας.
Ἐκτεμόντες τὰς ῥίζας τῆς ἀθεότητος, τῇ δρεπάνῃ τῇ θεία
κατεφυτεύσατε, πίστιν ἀληθῆ, καὶ τελείαν ἐπίγνωσιν, ταῖς τῶν εὐσεβούντων,
καρδίαις θεηγόροι.
Λόγῳ θείῳ καρδίας κατενεώσατε, καὶ τῆς γνώσεως σπόρον
καταβαλόμενοι, ἄσταχυν Σοφοί, πολύχουν ἐθερίσατε, τῶν διασωθέντων, Ἀπόστολοι τὸ
πλῆθος.
Οἱ ἀκλόνητοι στῦλοι τῆς Ἐκκλησίας Χριστοῦ, τῆς ἀμπέλου τῆς
θείας οἱ θεῖοι βότρυες, οἱ τὸν γλυκασμόν, τῆς ζωῆς ἀποστάζοντες, Ἀρίσταρχος καὶ
Πούδης, καὶ Τρόφιμος τιμάσθω.
Θεοτοκίον
Συντριβεῖσαν Παρθένε τὴν ἀνθρωπότητα, ἀνεκαίνισας ὅλην
καινῇ λοχείᾳ σου, φύσεως θεσμούς, ὑπὲρ φύσιν καινίσασα, κεχαριτωμένη, Θεοῦ τοῦ
ζῶντος Μήτηρ.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον, ὃν οὐ τολμᾷ Ἀγγέλων
ἀτενίσαι τὰ τάγματα, διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν
μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις στρατιαῖς σε μακαρίζομεν.
Ἰσχὺς ἀφήρηται τοῦ ἀλάστορος, πέπτωκε δὲ τὸ τούτου
ἐπαιρόμενον φρύαγμα· ἀσθενείᾳ σαρκὸς γὰρ οἱ Ἅγιοι, τούτῳ περιπλακέντες, ἔτρεψαν
ὤλεσαν, καὶ τῆς τυραννίδος τῆς αὐτοῦ πιστοὺς ἐρρύσαντο.
Ὡς χοῦν τὴν πλάνην ἐξελεπτύνατε, πανευκλεεῖς φωστῆρες
οἰκουμένης Ἀπόστολοι, καὶ Ἀγγέλων συμπολῖται ὤφθητε, μέλποντες σὺν ἐκείνοις,
Ἅγιος, Ἅγιος, Ἅγιος ὁ Πατήρ, καὶ ὁ Υἱός, καὶ Πνεῦμα Ἅγιον.
Σαρκὸς ἰώμενοι ἀρρωστήματα, καὶ ψυχικὰ Ἀπόστολοι Κυρίου
νοσήματα, καὶ τελοῦντες ἐξαίσια θαύματα, πάντας τοὺς ἐν ἀγνοίᾳ προσεφειλκύσατε,
γνώσεως πρὸς φῶς ἀληθινόν· ὅθεν δοξάζεσθε.
Ἡ θεία μνήμη ὑμῶν ἐκλάμψασα, τὴν τοῦ Χριστοῦ φαιδρύνει
Ἐκκλησίαν Ἀπόστολοι, ἣν ταῖς θείαις ὑμῶν παρακλήσεσι, ῥύσασθε πάσης βλάβης τῆς
τῶν αἱρέσεων, σκέποντες ἀπήμονα λαὸν τὸν εὐσεβόφρονα.
Θεοτοκίον
Φλογὸς γεέννης με ἐλευθέρωσον, ἡ ὑπὲρ νοῦν τὸ πῦρ
ἀποτεκοῦσα τὸ ἄστεκτον, καὶ ψυχήν μου πρὸς πόθον ἐπάναψον, ἄχραντε τοῦ ἐλθόντος
πῦρ ἐπιγνώσεως, Κόρη ἐπὶ γῆς ἐπιβαλεῖν, θεοχαρίτωτε.
Τὸ Φωταγωγικόν, καὶ ἡ λοιπὴ Ἀκολουθία καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου