Τετάρτη 21 Μαΐου 2014

ΜΗΝΑΙΟ ΑΠΡ. (23)



ΑΠΡΙΛΙΟΥ
ΤΗ ΚΓ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ τροπαιοφόρου.  
  
Εἰ βούλεται ὁ Προεστὼς ποιῆσαι Ἀγρυπνίαν.
 ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
Τῆς ἀληθείας τὸ ἔαρ, λαμπρῶς ἐφέστηκε, καὶ νεουργεῖ τὴν κτίσιν, εὐσεβεῖ ἐπιγνώσει, Χριστοῦ τοῦ ζωοδότου· ὅθεν σαφῶς, φωτισθεὶς τὴν διάνοιαν, ὁ ἀθλητὴς τοῦ Κυρίου, τὴν τῶν ἐχθρῶν, κατεπάτησεν ἀπόνοιαν.
Τῷ Βασιλεῖ τῶν αἰώνων, σὺ ἐστρατεύσω σοφέ, καὶ παρατάξεις πάσας, καθελὼν τῶν ἀνόμων, Γεώργιε τρισμάκαρ, στερρὸς ἀθλητής, ἀνεδείχθης τῇ χάριτι, τῇ ἐκ Θεοῦ σοι δοθείσῃ θαυματουργέ· διὸ πρέσβευε σωθῆναι ἡμᾶς.
εῖθρα ἰάσεων νέμεις, τοῖς σοὶ προστρέχουσι, Γεώργιε τρισμάκαρ, καὶ ψυχῶν καὶ σωμάτων, ἀρωγὸς σὺ ὑπάρχεις, τοῖς πίστει θερμῇ, προσιοῦσι τῇ σκέπῃ σου, ἀξιοθαύμαστε Μάρτυς τοῦ Ἰησοῦ, Ἀθλοφόρων ἐγκαλλώπισμα.
Δόξα... Ἦχος α'
Τοῦ μεγάλου Βασιλέως στρατιῶτα Γεώργιε, χαῖρε καὶ εὐφραίνου· Θεῷ γὰρ εὐηρέστησας, πάντων καταφρονήσας, ζωὴν τὴν αἰώνιον εὗρες ἐν οὐρανοῖς· τὸ γὰρ σῶμά σου πᾶσαν νόσον ἐξ ἀνθρώπων ἀπελαύνει· Χριστὸς γὰρ ὃν ἐπόθησας, αὐτὸς σε δοξάζει μακάριε.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
Εὖγε τῆς ὑπὲρ νοῦν, χαρᾶς ἧς ἠξιώθης, Γεώργιε τρισμάκαρ, παρὰ Χριστοῦ τοῦ Κτίστου, ὡς Μάρτυς ἀπαράγραπτος.
Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Χαίροις τῶν Ἀθλητῶν, ὁ μέγας ταξιάρχης, καὶ τῶν πιστῶν ἁπάντων, προσφύγιον καὶ τεῖχος, καλλίνικε Γεώργιε.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν αὐτοῖς.
Λύτρωσαι τῶν δεινῶν, τῶν νῦν παρενοχλούντων, τὴν ταπεινὴν ψυχήν μου, ὡς ἄριστος προστάτης, Μάρτυς Χριστοῦ Γεώργιε.
Δόξα... Ἦχος δ' Ἀνατολίου
Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν, ὅτι ἐν ξύλῳ ὑψωθείς, καὶ ἐν τάφῳ κατελθών, τὸν ᾍδην ἐσκύλευσε, καὶ νεκροὺς συνήγειρε, βοῶντας αὐτῷ· Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα Χριστῷ τῷ ἀναστάντι.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Ἀπολυτίκιον Ἦχος δ'
ς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ τῆς Ἑορτῆς, καὶ Ἀπόλυσις

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν, καὶ τὴν α' Στάσιν τοῦ Μακάριος ἀνήρ, εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου.
Ἦχος δ' Αὐτόμελον
ς γενναῖον ἐν Μάρτυσιν, ἀθλοφόρε Γεώργιε, συνελθόντες σήμερον, εὐφημοῦμέν σε, ὅτι τὸν δρόμον τετέλεκας, τὴν πίστιν τετήρηκας, καὶ ἐδέξω ἐκ Θεοῦ, τὸν τῆς νίκης σου στέφανον, ὃν ἱκέτευε, ἐκ φθορᾶς καὶ κινδύνων λυτρωθῆναι, τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
ωμαλέῳ φρονήματι, πεποιθὼς ηὐτομόλησας, ὥσπερ λέων ἔνδοξε, πρὸς τὴν ἄθλησιν, ὑπερορῶν μὲν τοῦ σώματος, ὡς φθείρεσθαι μέλλοντος, τῆς ἀφθάρτου δὲ ψυχῆς, σοφῶς ἐπιμελούμενος, καὶ κολάσεων, πολυτρόποις ἰδέαις ἐπυρώθης, ὡς χρυσὸς κεκαθαρμένος, ἑπταπλασίως Γεώργιε.
Τῷ Σωτῆρι συνέπαθες, καὶ θανάτῳ τὸν θάνατον, ἑκουσίως ἔνδοξε μιμησάμενος, συμβασιλεύεις λαμπρότατα, πορφύραν ἐξ αἵματος, ἐνδυσάμενος φαιδράν, καὶ τῷ σκήπτρῳ τῶν ἄθλων σου, ἐγκοσμούμενος, καὶ στεφάνῳ τῆς νίκης διαπρέπων, ἀπεράντους εἰς αἰῶνας, Μεγαλομάρτυς Γεώργιε.
Τῷ τῆς πίστεως θώρακι, καὶ ἀσπίδι τῆς χάριτος, καὶ Σταυροῦ τῷ δόρατι, συμφραξάμενος, τοῖς ἐναντίοις ἀνάλωτος, ἐγένου Γεώργιε, καὶ ὡς θεῖος ἀριστεύς, τῶν δαιμόνων τὰς φάλαγγας, τροπωσάμενος, σὺν Ἀγγέλοις χορεύεις, τοὺς πιστοὺς δέ, περιέπων ἁγιάζεις, καὶ διασῴζεις καλούμενος.
ς ἀστέρα πολύφωτον, ὥσπερ ἥλιον λάμποντα, ἐν τῷ στερεώματι, σὲ γινώσκομεν. Ὡς μαργαρίτην πολύτιμον, ὡς λίθον αὐγάζοντα, ὡς ἡμέρας σε υἱόν, ὡς γενναῖον ἐν Μάρτυσιν, ὡς ὑπέρμαχον, τῶν πιστῶν ἐν κινδύνοις εὐφημοῦμεν, ἐκτελοῦντές σου τὴν μνήμην, τροπαιοφόρε Γεώργιε.
ν θαλάσσῃ με πλέοντα, ἐν ὁδῷ με βαδίζοντα, ἐν νυκτὶ καθεύδοντα, περιφρούρησον, ἐπαγρυπνοῦντα διάσωσον, παμμάκαρ Γεώργιε, καὶ ἀξίωσον ποιεῖν, τοῦ Κυρίου τὸ θέλημα, ὅπως εὕροιμι, ἐν ἡμέρᾳ τῆς δίκης τῶν ἐν βίῳ, πεπραγμένων μοι τὴν λύσιν, ὁ προσδραμὼν ἐν τῇ σκέπῃ σου.
Δόξα... Ἦχος πλ. β'
ξίως τοῦ ὀνόματος, ἐπολιτεύσω στρατιῶτα Γεώργιε· τὸν σταυρὸν γὰρ τοῦ Χριστοῦ, ἐπ' ὤμων ἀράμενος, τὴν ἐκ διαβολικῆς πλάνης χερσωθεῖσαν γῆν ἐκαλλιέργησας, καὶ τὴν ἀκανθώδη θρησκείαν τῶν εἰδώλων ἐκριζώσας, τῆς Ὀρθοδόξου Πίστεως κλῆμα κατεφύτευσας· ὅθεν βλυστάνεις ἰάματα, τοῖς ἐν πάσῃ τῇ οἰκουμένῃ πιστοῖς, καὶ Τριάδος γεωργός, δίκαιος ἀνεδείχθης· Πρέσβευε δεόμεθα, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ σωτηρίας τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Τῆς τυχούσης Ἑορτῆς
Εἴσοδος, τό, Φῶς ἱλαρόν, Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Προφητείαις Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 43, 9-14)
Τάδε λέγει Κύριος· Πάντα τὰ ἔθνη συνήχθησαν ἅμα καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν. Τὶς ἀναγγελεῖ ταῦτα ἐν αὐτοῖς; ἢ τὰ ἐξ ἀρχῆς, τὶς ἀκουστὰ ποιήσει ἡμῖν; Ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν, καὶ δικαιωθήτωσαν. Καὶ εἰπάτωσαν ἀληθῆ. Γίνεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς Κύριος ὁ Θεός, καὶ ὁ παῖς, ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε, καὶ συνῆτε, ὅτι ἐγὼ εἰμι. Ἒμπροσθέν μου οὐκ ἐγένετο ἄλλος Θεός, καὶ μετ ἐμὲ οὐκ ἔσται. Ἐγὼ εἰμι ὁ Θεός, καὶ οὐκ ἔστι πάρεξ ἐμοῦ ὁ σῴζων. Ἐγὼ ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα, καὶ οὐκ ἦν ἐν ἡμῖν ἀλλότριος. Ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ Θεός, ὅτι ἀπ' ἀρχῆς ἐγὼ εἰμι, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος. Ποιήσω, καὶ τὶς ἀποστρέψει αὐτό; Οὕτω λέγει Κύριος ὁ Θεός, ὁ λυτρούμενος ἡμᾶς, ὁ Ἅγιος Ἰσραήλ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 3, 1-9)
Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι. Καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα, οἱ δὲ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται, ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτούς, καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτούς, καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι, καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη, καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τούς αἰῶνας, οἱ πεποιθότες ἐπ' αὐτόν, συνήσουσιν ἀλήθειαν, καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.
Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα
(Κεφ. 5, 15-23 & 6, 1-3)
Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ φροντὶς αὐτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου, ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτούς, καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν, τὸν ζῆλον αὐτοῦ, καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα, δικαιοσύνην, καὶ περιθήσεται κόρυθα, κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον, ὁσιότητα, ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν. Συνεκπολεμήσει αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας, πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν, καὶ ὡς ἀπὸ εὐκύκλου τόξου τῶν νεφῶν, ἐπὶ σκοπὸν ἁλοῦνται, καὶ ἐκ πετροβόλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ' αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως, καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτούς, καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία, καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, Βασιλεῖς, καὶ σύνετε, μάθετε, δικασταὶ περάτων γῆς, ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους, καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν, καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.
Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος α' Ἀνατολίου
λαμπρὸς ἀριστεὺς Γεώργιος, ἐν τῇ ἐνδόξῳ ἀθλήσει αὐτοῦ, τὰς ἄνω Δυνάμεις εὐφραίνει, καὶ σὺν αὐταῖς ἀγαλλόμενος νῦν, ἐπίγειον τοῖς πιστοῖς πανήγυριν ἤγειρε, καὶ συνεορτάζειν ἡμῖν τοῖς δι' αὐτὸν ἠθροισμένοις, ὡς Χριστοῦ δοῦλος παραγέγονε. Διόπερ αὐτὸν ἀξίως τιμήσωμεν, ἀπαύστως πρεσβεύοντα τῷ τῶν ὅλων Θεῷ, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ὁ αὐτὸς
ριστείαις ἄθλων γεωργῶν τὰ κρείττονα, τοὺς πόνους τῶν καρπῶν σου, τῷ Χριστῷ προσήνεγκας, παμμακάριστε Μάρτυς Γεώργιε, πίστει πόθον ἐνστησάμενος, ἐλπίδι φόβον ἀπωσάμενος, ἀγάπῃ ἐκτήσω τὰ οὐράνια πανεύφημε. Παρρησίαν οὖν ἔχων, εὐπροσδέκτοις δεήσεσιν, αἴτησαι ταῖς ψυχαῖς ἡμῶν τὴν εἰρήνην, ἱλασμόν τε ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Ὁ αὐτὸς
Τοῦ μεγάλου Βασιλέως στρατιῶτα Γεώργιε, χαῖρε καὶ εὐφραίνου· Θεῷ γὰρ εὐηρέστησας, πάντων καταφρονήσας, ζωὴν τὴν αἰώνιον εὗρες ἐν οὐρανοῖς· τὸ γὰρ σῶμά σου πᾶσαν νόσον ἐξ ἀνθρώπων ἀπελαύνει· Χριστὸς γὰρ ὃν ἐπόθησας, αὐτὸς σε δοξάζει μακάριε.
Ἦχος δ'
Δεῦτε φιλομάρτυρες, ᾀσματικὴν ὑμνῳδίαν, τῷ ἀναστάντι ἐκ τάφου Χριστῷ προσάξωμεν. Σήμερον γὰρ ἔαρ νοητὸν ἀνέτειλεν ἡμῖν, περκάζον ἄνθη τὰ λογικά, ἡ παγκόσμιος μνήμη Γεωργίου τοῦ σοφοῦ Μεγαλομάρτυρος, οὗ τινος τὰ στίγματα ἀνανεοῦντες, κομιζόμεθα ἰαμάτων πηγάς. Αὐτὸν καὶ νῦν ἱκετεύσωμεν, τοῦ πρεσβεύειν ἀπαύστως τῷ Σωτῆρι Χριστῷ, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ὁ αὐτὸς Ἀνατολίου
Πάντα τὰ ἔθνη κροτήσατε χεῖρας, ἀλαλάξωμεν τῷ Θεῷ τῷ Σωτῆρι ἡμῶν, ὅτι ἐν ξύλῳ ὑψωθείς, καὶ ἐν τάφῳ κατελθών, τὸν ᾍδην ἐσκύλευσε, καὶ νεκροὺς συνήγειρε, βοῶντας αὐτῷ· Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα Χριστῷ τῷ ἀναστάντι.
Ὁ αὐτὸς
Στέφανον δόξης ἐπὶ κεφαλῆς σου ἀνεδήσω, στεφανηφόρε Γεώργιε· τὸν γὰρ ἀόρατον ἐχθρόν, ὡς ὁ Παῦλος ἐκβοᾷ, ὁρῶν ἐκαρτέρησας, νικητὴς γενόμενος τῆς πλάνης αὐτοῦ. Ἀλληλούϊα, Ἀλληλούϊα, Ἀλληλούϊα Χριστῷ τῷ ἀναστάντι.
Ὁ αὐτὸς
σμα ᾀσμάτων χορεύοντες ἅμα, προσενέγκωμεν τῷ Χριστῷ φιλομάρτυρες, ὅτι τὸν τύραννον ἐχθρόν, ὁ γενναῖος Ἀθλητής, πτερνίσας κατέβαλε· διὸ πάντες ᾄσωμεν ἀπαύστοις φωναῖς· Δόξα Σῶτερ τῇ φρικτῇ σου ἀναστάσει, δι' ἧς ἔσωσας τὸν κόσμον.
Δόξα... Ἦχος β'
Ἰωάννου Μοναχοῦ
Νευέτω δίκαια, ἔφησεν ὁ Σολομών, τοῖς βροτοῖς τὰ βλέφαρα· ἐλεηθήσεται γὰρ παρὰ Χριστοῦ τοῦ Θεοῦ ὁ βλέπων λεῖα, προηγόρευσεν. Εὐμαρῶς δὲ ταῦτα ἐνωτισθείς, ὦ πολύτλα Γεώργιε, τοῦ Δεσπότου ταῖς διδαχαῖς ἠκολούθησας, καὶ ἀνόμοις ἐκδοθεὶς ἐκαρτέρησας, τῆς πλάνης τὰ ὄργια καταπτύσας ὡς βέβηλα· τὸ σῶμα γὰρ ὃ παρέδωκας, ὑπὲρ ἀγάπης τοῦ πλάσαντος, ὅλον μεληδὸν κατετέμνετο· καὶ ὁ Βελίαρ μᾶλλον, ὅλος αἰσχυνθεὶς ἐτιτρώσκετο, στεφηφόρον σε ὁρῶν ἀκμαιότατον. Ὅθεν ἐν αὐλαῖς οἰκῶν τοῦ Κυρίου σου, σὺν ταῖς ἄνω Δυνάμεσι, πρέσβευε ἀθλοφόρε Χριστῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Τῆς Ἑορτῆς
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος δ' Ὁ ἐξ ὑψίστου κληθεὶς
νευφημοῦσι λαοὶ ψαλμοῖς καὶ ὕμνοις, σοῦ τὴν παναοίδιμον, μνήμην Γεώργιε· ὡς εὐπρεπὴς γὰρ ἐξέλαμψε, καὶ φωτοφόρος, πεποικιλμένῃ δόξῃ καὶ χάριτι· ὅθεν καὶ σκιρτῶσι νῦν, Ἀγγέλων τάγματα· ἐπικροτοῦσι δὲ Μάρτυρες, σὺν Ἀποστόλοις, τῶν σῶν ἀγώνων Μάρτυς τὰ ἔπαθλα, καὶ ἀνυμνοῦσι, τὸν δοξάσαντα, σὲ Σωτῆρα Χριστόν τὸν Θεὸν ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
νδεδυμένος Χριστοῦ τὴν πανοπλίαν, εὑρέθης Γεώργιε, τοῖς μὴ ζητοῦσί σε, ὑπὲρ Χριστοῦ πυρπολούμενος, καὶ μυκτηρίζων, θεῶν ματαίων πλάνην ψυχόλεθρον, τότε καί, στρατεύομαι, τῷ Βασιλεῖ μου Χριστῷ, τοῖς παρανόμοις ἐκραύγαζες· οὐδὲ γὰρ θῆρες, οὐδὲ τροχοί, οὐ πῦρ, οὐδὲ μάχαιρα, ἐμὲ χωρίσαι κατισχύσουσι, τῆς ἀγάπης Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
Καταφρονήσας ὀργάνων πολυμόρφων, ποικίλων βασάνων τε, καὶ καταπέλτου φρικτοῦ, στεφανηφόρε Γεώργιε, τῆς εὐσεβείας, μαρτυρικῶς τὸν δρόμον τετέλεκας· ὅθεν τὴν ὑπέρλαμπρον, μνήμην σου ἄνθεσιν, ᾀσματικοῖς περιστέφομεν, καὶ τὰ σεπτά σου, περιπτυσσόμεθα πίστει λείψανα· ἀλλ' ὡς τῷ θρόνῳ παριστάμενος, λαμπροφόρος Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, καθικέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος δ'
Τοῦ Στουδίτου
Τὸν νοερὸν ἀδάμαντα, τῆς καρτερίας ἀδελφοί, πνευματικῶς εὐφημήσωμεν, Γεώργιον τὸν ἀοίδιμον Μάρτυρα, ὃν ὑπὲρ Χριστοῦ πυρούμενον, ἐχάλκευσαν κίνδυνοι, καὶ ἐστόμωσαν βάσανοι, καὶ ποικίλαι κολάσεις ἀνήλωσαν, σῶμα τὸ φύσει φθειρόμενον· ἐνίκα γὰρ ὁ πόθος τὴν φύσιν, διὰ θανάτου πείθων τὸν ἐραστήν, διαβῆναι πρός τὸν ποθούμενον, Χριστὸν τὸν Θεόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... Τῆς ἑορτῆς
Ἀπολυτίκιον Ἦχος δ'
ς τῶν αἰχμαλώτων ἐλευθερωτής, καὶ τῶν πτωχῶν ὑπερασπιστής, ἀσθενούντων ἰατρός, βασιλέων ὑπέρμαχος, Τροπαιοφόρε Μεγαλομάρτυς Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ τῆς Ἑορτῆς
Εἰς τὴν εὐλόγησιν τῶν ἄρτων, τὸ Θεοτόκε Παρθένε.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
νέτειλεν ἰδού, τὸ τῆς χάριτος ἔαρ, ἐπέλαμψε Χριστοῦ, ἡ Ἀνάστασις πᾶσι, καὶ ταύτῃ συνεκλάμπει νῦν, Γεωργίου τοῦ Μάρτυρος, ἡ πανέορτος, καὶ φωτοφόρος ἡμέρα, δεῦτε ἅπαντες, λαμπροφοροῦντες ἐνθέως, φαιδρῶς ἑορτάσωμεν.
Καὶ τῆς Ἑορτῆς
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα Ἦχος γ'
Θείας πίστεως
Πόθῳ ζέοντι, τῷ τοῦ Δεσπότου, πυρπολούμενος, ἀνδρειοφρόνως, τὰ τῆς πλάνης ταμεῖα κατέβαλες, καὶ ἐν σταδίῳ Χριστὸν ὡμολόγησας, τροπαιοφόρε παμμάκαρ Γεώργιε, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ τῆς Ἑορτῆς
Μετὰ τὸν Πολυέλεον
Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Γεωργήσας ἐμμελῶς, σπόρον τῶν θείων ἐντολῶν, διεσκόρπισας πτωχοῖς, πάντα τὸν πλοῦτον εὐσεβῶς, ἀντικτησάμενος ἔνδοξε Χριστοῦ τὴν δόξαν· ὅθεν πεποιθώς, πρός ἀγῶνας χωρεῖς, καὶ πόνους τοὺς μακρούς, Μάρτυς Γεώργιε, καὶ κοινωνὸς γενόμενος τοῦ πάθους, τοῦ ἀπαθοῦς καὶ ἐγέρσεως, τῆς βασιλείας, αὐτοῦ μετέσχες, ὑπέρ ἡμῶν νῦν δεόμενος.
Καὶ τῆς Ἑορτῆς
Οἱ Ἀναβαθμοί, τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα...
γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ'
Δίκαιος ὡς φοίνιξ ἀνθήσει καὶ ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ πληθυνθήσεται.
Στίχ. Πεφυτευμένος ἐν τῷ οἴκῳ Κυρίου.
Τό, Πᾶσα πνοὴ

Εὐαγγέλιον
 κ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 21: 12-19
Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Τὸ Ἀνάστασιν Χριστοῦ θεασάμενοι
Ν’ Ψαλμός χύμα.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
 Δόξα... Ταῖς τοῦ Ἀθλοφόρου...
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Στίχ. λέησόν με ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου...
Ἦχος πλ. β'
Σήμερον ἡ οἰκουμένη πᾶσα, ταῖς τοῦ Ἀθλοφόρου αὐγάζεται ἀκτῖσι, καὶ ἡ τοῦ Χριστοῦ Ἐκκλησία, τοῖς ἄνθεσιν ὡραϊζομένη, Γεώργιε βοᾷ σοι· θεράπον Χριστοῦ, καὶ προστάτα θερμότατε, μὴ ἐλλίπῃς πρεσβεύειν ὑπὲρ ἡμῶν πρὸς Κύριον.
Οἱ κανόνες του Πάσχα, καί του Ἁγίου οἱ δύο.
Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
Ὑμνῶ σε Γεώργιε Δαυῒδ ἐκ πόθου· δεῖ γὰρ δή.
Ὠδὴ α' Ἦχος α'
Ἀναστάσεως ἡμέρα
πὲρ ἥλιον ἐξήστραψεν ἡ μνήμη σου νῦν, Μάρτυς Χριστοῦ ὁπλῖτα· τὰς γὰρ ἀκτῖνας παμφαεῖς, τῶν θαυμάτων τὰς αὐγάς, εἰς πᾶσαν τὴν γῆν, λαμπρῶς ἐξεδίσκευσε, φωτοφόρε Γεώργιε.
Μονομάχε μυριόνικε Χριστοῦ Ἀθλητά, δὸς μοι τοὺς ἄθλους μέλψαι, καὶ ἀγωνίσματα τὰ σά, ἅπερ ἔτλης ἀνδρικῶς, τῷ πόθῳ Χριστοῦ, σοφὲ ἐκπυρούμενος, ᾧ καὶ ἔζης γηθόμενος.
Νέος ὤφθης ἐν πολέμοις ἱκανὸς τῇ χειρί, ἄλλος Δαυῒδ ἀνδρεῖος· ὡς γὰρ αὐτὸς τὸν Γολιάθ, τὸν ἀντίπαλον καὶ σύ, νικᾷς καθελών, βολαῖς ταῖς τῶν λόγων σου, στεφανῖτα Γεώργιε.
Θεοτοκίον
ς ἀνέκφραστος ὡραῖος, φρικαλαῖος ὁ σός, ξένος ὁ τόκος Κόρη· ὡς ὑπομάζιον καὶ γάρ, τὸν παντέλειον Θεόν, θηλάζεις σαρκί, παράδοξον ἄκουσμα, βρεφοτρόφε Μητράνανδρε.
Ἕτερος Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
Θερμὸς πέφυκας Μάρτυς ὄντως προστάτης.
Ποίημα Θεοφάνους.
Ὠδὴ α' Ἦχος β'
Ἐν βυθῷ κατέστρωσε
Θερμοτάτῃ πίστει καὶ στοργῇ, τοὺς προσκαλουμένους σε, Μάρτυς Χριστοῦ στεφηφόρε Γεώργιε, παρεστὼς ὁλόφωτος, σεπτῷ βήματι, τοῦ τῶν ὅλων δεσπόζοντος, σοῦ ταῖς ἱκεσίαις, καὶ ταῖς προστασίαις διαφύλαξον.
Εὐγενὲς γεώργιον Θεοῦ, γέγονας Γεώργιε, μαρτυρικαῖς γεωργούμενον πράξεσι, καὶ ὡς πλοῦτον ἔμψυχον, οὐρανίοις σε, θησαυροῖς ἐναπέθετο, ὁ ἀγωνοθέτης, ὡς διαφερόντως ἀριστεύσαντα.
ωμαλέως καὶ καρτερικῶς, ὥρμησας αὐτόκλητος, πρὸς τοὺς ἀγῶνας παμμάκαρ Γεώργιε, καὶ καταστρεψάμενος, τὴν ἀτίθασον τῶν τυράννων παράταξιν, πρέσβυς ὑπὲρ πάντων, τῶν προσκαλουμένων σε γεγένησαι.
Μακαρίας ἔνδοξε ζωῆς, νῦν ἐπιλαβόμενος, τῆς ἐν Χριστῷ κρυπτομένης Γεώργιε, ὑπὲρ ἧς ἠγώνισαι, μέχρις αἵματος, τοὺς ἐν πίστει ὑμνοῦντάς σε, αἴτησαι σωθῆναι, πάσης ἀθλοφόρε περιστάσεως.
Θεοτοκίον
Οὐρανὸς ἐγένου λογικός, Λόγον τὸν οὐράνιον, τῇ σῇ γαστρὶ Θεομῆτορ χωρήσασα, δι' οὗ πάντα γέγονεν, οὐρανός τε καὶ γῆ, καὶ τὰ τούτων ἐπέκεινα· ὅθεν παρρησίᾳ, πρέσβευε σωθῆναι τοὺς ὑμνοῦντάς σε.
Καταβασία
ναστάσεως ἡμέρα, λαμπρυνθῶμεν Λαοί, Πάσχα Κυρίου, Πάσχα· ἐκ γὰρ θανάτου πρὸς ζωήν, καὶ ἐκ γῆς πρὸς οὐρανόν, Χριστὸς ὁ Θεός, ἡμᾶς διεβίβασεν, ἐπινίκιον ᾄδοντας.
Ὠδὴ γ'
Δεῦτε πόμα πίωμεν καινὸν
Σύνδρομος ἐξέλαμψεν ἡμῖν, ἡ πανένδοξος μνήμη ἡ τοῦ θεράποντος, τῇ Ἀναστάσει Χριστοῦ, ἐν ᾗ συνελθόντες οἱ πιστοί, φαιδρῶς ἑορτάσωμεν.
Εὐφράνθητε γῆ καὶ οὐρανοί, τά τε ὄρη καὶ πάντες βουνοὶ σκιρτήσατε· ῥεῖθρα θαυμάτων καὶ γάρ, ὑψόθεν ἡμῖν ὀμβροβλυτεῖ, ὁ Μάρτυς Γεώργιος.
Γῆ πᾶσα καὶ βρότειος φυλή, οὐρανός τε συγχαίρει, στρατὸς Ἀγγέλων τε· ὁ πρωτοστράτηγος γάρ, Χριστοῦ νῦν Γεώργιος ἐκ γῆς, βαίνει πρὸς οὐράνια.
Θεοτοκίον
Εὐφράνθητι, τέρπνου Μαριάμ· εἰ καὶ χθὲς ὡς ῥομφαία γὰρ τὴν καρδίαν σου, ὁ τοῦ Υἱοῦ σου Σταυρὸς διῆλθεν, ἀλλ' οὖν ὡς ἐκ παστοῦ, τοῦ τάφου ἀνέτειλεν.
Ἕτερος
Ἐξήνθησεν ἡ ἔρημος
Στεφάνῳ τῆς ἀθλήσεως, διαλάμπων Ἔνδοξε, τοὺς εὐσεβῶς καλοῦντάς σε, λιτανεύων τῷ λυτρωτῇ καὶ Θεῷ, ἀπὸ πάσης ἀνάγκης μάκαρ λύτρωσαι.
Πλουσίαις φωτιζόμενος, λαμπηδόσι Πάνσοφε, τὴν ζοφερὰν ἀπέλασον, ἀθυμίαν καὶ τὴν ἀχλὺν τῶν παθῶν, ἀφ' ἡμῶν τῶν ἐν πίστει εὐφημούντων σε.
λπίδι στηριζόμενος, καὶ ἀγάπῃ πίστει τε, περιφραχθεὶς Γεώργιε, καὶ δυνάμει Χριστοῦ ῥωννύμενος, τῶν εἰδώλων τὴν πλάνην καταβέβληκας.
Θεοτοκίον
Φωτίζοντα τὰ πέρατα, Παναγία τέτοκας, μετὰ σαρκὸς τὸν ἄσαρκον, καὶ πρὸ πάντων Πατρὶ συνάναρχον, Θεοτόκον· διὸ σε πίστει σέβομεν.
Καταβασία
Δεῦτε πόμα πίωμεν καινόν, οὐκ ἐκ πέτρας ἀγόνου τερατουργούμενον, ἀλλ' ἀφθαρσίας πηγήν, ἐκ τάφου ὀμβρήσαντος Χριστοῦ, ἐν ᾧ στερεούμεθα.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Εὐσεβείας τοῖς τρόποις ἀνδραγαθῶν, ἀσεβείας τὴν πλάνην καταβαλών, Μάρτυς κατεπάτησας, τοῦ ἐχθροῦ τὰ φρυάγματα· τῷ γὰρ θείῳ ζήλῳ, τὸν νοῦν πυρπολούμενος, τῶν τυράννων ἔσβεσας, τὸ ἄθεον φρύαγμα· ὅθεν ἐπαξίως, ἀμοιβὴν τῶν βασάνων, ἐδέξω τὸν στέφανον, καὶ παρέχεις ἰάματα, ἀθλοφόρε Γεώργιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα...
Τὸν ἐπίγειον πλοῦτον τὸν ἐπὶ γῆς, διανέμων τοῖς πᾶσι Μάρτυς σοφέ, πλοῦτον τὸν οὐράνιον, ἐκληρώσω τοῖς πόνοις σου· τὸν γὰρ Σταυρὸν τόν, Ἄχραντον, ἐν σοὶ τεθωράκισαι, καὶ ἐν τούτῳ ᾔσχυνας, τυράννων τὸ φρύαγμα· ὅθεν τῇ πρεσβεία, τοῖς αἰτοῦσί σε νέμεις, τὰ θεῖα δωρήματα, ἰαμάτων χαρίσματα, ἀθλοφόρε Γεώργιε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν... Τῆς Ἑορτῆς 
Ὠδὴ δ'
Ἐπὶ τῆς θείας φυλακῆς
ς ὑπερήλασε τὴν πρίν, Νότου βασίλισσαν σοφέ, νῦν ἡ βασιλίς, Ἀλεξάνδρα· εἰς τὴν σὴν γὰρ σύνεσιν, ἐκθαμβηθεῖσα ἔδραμεν· ὅθεν σοι συμπαρίστασαι Μάρτυς, ἐκ δεξιῶν τοῦ Θεοῦ ὥσπερ βασίλισσα.
ημάτων σου οὐκ ἐνεγκών, τοὺς ἐλεγμοὺς ὁ δυσσεβής, τύπτεσθαι κελεύει τὸ στόμα, φεῦ! τὸ σὸν Γεώργιε, τὸ δὲ καίτοι κρουόμενον, κύμβαλον ὡς ἀντήχει, κραυγάζον· Μόνος Θεὸς ἀψευδής, ὁ Χριστὸς ἐστιν.
Γνήσιε φίλε τοῦ Χριστοῦ, πρωταθλητάρχα τε αὐτοῦ, πάμφωτε λαμπτὴρ οἰκουμένης, ἀστὴρ φαεινότατε, λυχνία τιμαλφέστατε, ἄγρυπνε τῶν τιμώντων σε φύλαξ, φύλαττε ἡμᾶς, Μάρτυς Γεώργιε.
Θεοτοκίον
δοὺ καὶ τέτοκας Ἁγνή, καὶ παρθενεύεις ἐν ταυτῷ, θαῦμα πολυθαύμαστον ὄντως, φοβερὸν ξενήκουστον! Θεὸν γὰρ τὸν παντάνακτα, φέρουσα σαῖς ἀγκάλαις θηλάζεις, τὸν τροφοδότην Χριστὸν Κόρη νήπιον.
Ἕτερος
Ἐλήλυθας ἐκ Παρθένου
μνοῦμέν σου, τοὺς ἀγῶνας Παμμάκαρ Γεώργιε, δι' ὧν καταβέβληκας, τὰ τῶν εἰδώλων σεβάσματα· πᾶσαν δὲ κατήργησας, την τῶν δαιμόνων ἀπάτην παναοίδιμε.
Κατεύνασον, πειρασμῶν καὶ κινδύνων τὸν τάραχον, καὶ πᾶσαν ἐπήρειαν, τὴν τῶν δαιμόνων ἀπέλασον, ἀπὸ τῶν ὑμνούντων σε, ὡς τοῦ Χριστοῦ στρατιώτης Ἀξιάγαστε.
νέτειλας, ὡς ἀστὴρ ἑωσφόρος Γεώργιε, ψυχῆς γενναιότητι, καὶ στηριγμῷ τῷ τῆς πίστεως, πλάνης τὴν σκοτόμαιναν, ἀποδιώκων καὶ σῴζων τοὺς ὑμνοῦντάς σε.
Θεοτοκίον
Σωτηρίαν, οὐσιώδη Παρθένε γεγέννηκας, πλουσίᾳ χρηστότητι, καὶ φυσικῇ ἀγαθότητι, σῴζουσαν τὸν ἄνθρωπον, καὶ τὴν φθαρεῖσαν, εἰκόνα ἀναπλάττουσαν.
Καταβασία
πὶ τῆς θείας φυλακῆς, ὁ θεηγόρος Ἀββακούμ, στήτω μεθ' ἡμῶν καὶ δεικνύτω, φαεσφόρον Ἄγγελον, διαπρυσίως λέγοντα· Σήμερον σωτηρία τῷ κόσμῳ, ὅτι ἀνέστη Χριστός ὡς παντοδύναμος.
Ὠδὴ ε'
Ὀρθρίσωμεν ὄρθρου βαθέος
όρτιον κρότει σκιρτῶσα ἡ Ἐκκλησία, τὴν σεπτὴν Ἀνάστασιν τοῦ Σωτῆρος, καὶ τὴν νῦν μετάθεσιν τοῦ Ἀθλοφόρου ψάλλουσα· δύο τὰ καλὰ γὰρ συνέδραμον.
Δοξάζει σου τέρας τὸ ξένον θαυματοβρύτα, ὁ καλὸς Γλυκέριος, τὸν βοῦν οὗ περ θαυμαστῶς ἐζώωσας· αὐτὸν δὲ τῷ Κυρίῳ σου, ζῶσαν θυσίαν προσήνεγκας.
Αἰνέσεως ὅπως τὴν δόξαν τὴν σὴν ὑμνήσω, πλήρωσον τὸ στόμα μου χαριτώσας, καὶ τὸν νοῦν Γεώργιε· καὶ γὰρ ἀγαλλιάσεται, ὅταν σοι ψάλλῃ τὸ πνεῦμά μου.
Θεοτοκίον
πέραγνε, πῶς ὑπὲρ λόγον γαλακτοτρόφος, καὶ Παρθένος πέφυκας; ἀπορῶ σου, τὸ φρικτὸν μυστήριον! Τιμῶν λοιπὸν τὸν τόκον σου, σὲ προσκυνῶ Παναγία μου.
Ἕτερος
Ὁ φωτισμὸς
Μαρτυρικήν, παρρησίαν ὡς ἔχων πρὸς τὸν Δεσπότην, αἴτησαι προθύμως τὴν σωτηρίαν, τοῖς σὲ ὑμνοῦσι, ψυχικῶν νοσημάτων, ἀπαλλάττων ταῖς σαῖς δεήσεσι, Μάρτυς ἀθλοφόρε, παμμάκαρ Γεώργιε.
γγελικαῖς, συγχορεύων ὡς Μάρτυς χοροστασίαις, καὶ τῆς ἀθανάτου καὶ μακαρίας, Στεφανηφόρε, ἐμφορούμενος δόξης, τοὺς τῇ σκέπῃ τῇ σῇ προστρέχοντας, πάσης τρικυμίας, καὶ ζάλης ἐξάρπασον.
ῦσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης ὡς ἐλεήμων, τὸν τῆς ἁμαρτίας καὶ τῶν κινδύνων, ἐξαφανίζων, πολυποίκιλον κλόνον, Γεωργίου τοῦ σοῦ θεράποντος, τὰς ἱκετηρίας, Χριστὲ προσδεχόμενος.
Θεοτοκίον
Τὴν ὀφειλήν, τῆς προμήτορος Εὔας σὺ Θεομῆτορ, ἀπέτισας σάρκα ἠμφιεσμένον, ἐκ σοῦ τεκοῦσα, τὸν Σωτῆρα τοῦ κόσμου· ὅθεν πάντες σε μακαρίζομεν, κεχαριτωμένη Παρθένε πανάμωμε.
Καταβασία
ρθρίσωμεν ὄρθρου βαθέος, καὶ ἀντὶ μύρου τὸν ὕμνον προσοίσωμεν τῷ Δεσπότῃ , καὶ Χριστὸν ὀψόμεθα, δικαιοσύνης ἥλιον, πᾶσι ζωὴν ἀνατέλλοντα.
Ὠδὴ ς'
Κατῆλθες ἐν τοῖς κατωτάτοις
δοὺ σοι καὶ μία τερπνὴ χελιδών, θεοσύλλεκτε λαέ, τὴν τοῦ ἔαρος χάριν, ἀναπληροῖ θαυμαστῶς, ὁ Γεώργιος, καὶ συγχάρητε λοιπόν, τῇ χαρᾷ τούτου πάντες.
Δριμείας βασάνους δεινῶν ἐνεγκών, ὡς τρυφὰς ταύτας ἡγοῦ, ὑπομένων Κυρίῳ, καὶ ψάλλων Ἔνδοξε· ἡ φωνὴ δέ σου, τῆς βροντῆς ἐν τῷ τροχῷ, τῶν εὐχῶν ἐξηχεῖτο.
Εὐφραίνου καὶ σκίρτα χορὸς Ἀθλητῶν, πανηγύρεως τῆς νῦν, εὑρηκότες ἐξάρχοντα τὸν Γεώργιον, καὶ ἀγάλλεσθε, σὺν αὐτῷ Δαυϊτικῶς· ἡμέρα γὰρ Κυρίου.
Θεοτοκίον
Καὶ τίκτεις, καὶ πάλιν ἁγνεύεις ὡς πρίν, φοβερὸς ὁ τοκετός, μητρανύμφευτε Κόρη, καὶ ἀνεκλάλητος, τὸν ὑπέρχρονον, βρεφωθέντα καθ' ἡμᾶς, ὑπὲρ ἔννοιαν τίκτεις.
Ἕτερος
Ἐν ἀβύσσῳ πταισμάτων
πὲρ φύσιν καὶ λόγον καὶ ἔννοιαν, τὰ τῆς ἀριστείας σου ἀνδραγαθήματα, διηνεκῶς ᾀδόμενα, παμμακάριστε Μάρτυς Γεώργιε.
Στρατιᾶς οὐρανίου συνόμιλος, μάκαρ γεγονώς, καὶ τὴν θείαν ἐμφάνειαν, ὡς ἐφικτὸν θεώμενος, τοὺς τιμῶντάς σε πίστει διάσωσον.
λοτρόπως Θεῷ ἀνακείμενος, καὶ τὰς ἀστραπὰς τῶν θαυμάτων δεχόμενος, τὰς δωρεὰς τοῖς χρῄζουσι, διανέμεις παμμάκαρ Γεώργιε.
Θεοτοκίον
Νῦν πρὸς σὲ καταφεύγω Πανάχραντε· Σῶσόν με πρεσβείαις σου, καὶ διαφύλαξον· ὅσα γὰρ θέλεις δύνασαι, οἷα Μήτηρ τοῦ πάντα ἰσχύοντος.
Καταβασία
Κατῆλθες ἐν τοῖς κατωτάτοις τῆς γῆς, καὶ συνέτριψας μοχλοὺς αἰωνίους, κατόχους πεπεδημένων Χριστέ, καὶ τριήμερος, ὡς ἐκ κήτους Ἰωνᾶς, ἐξανέστης τοῦ τάφου.
Κοντάκιον Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Γεωργηθεὶς ὑπὸ Θεοῦ ἀνεδείχθης, τῆς εὐσεβείας γεωργὸς τιμιώτατος, τῶν ἀρετῶν τὰ δράγματα συλλέξας σεαυτῷ· σπείρας γὰρ ἐν δάκρυσιν, εὐφροσύνῃ θερίζεις· ἀθλήσας δὲ δι' αἵματος, τὸν Χριστὸν ἐκομίσω, καὶ ταῖς πρεσβείαις Ἅγιε ταῖς σαῖς, πᾶσι παρέχεις πταισμάτων συγχώρησιν.
Ὁ Οἶκος
Τὸν ὑπὲρ κόσμου τῆς ζωῆς τὴν ψυχὴν αὐτοῦ θέντα, Χριστὸν τὸν Βασιλέα, ποθῶν ὁ στρατιώτης, ὁ μέγας Γεώργιος, σπεύδει θανεῖν ὑπὲρ αὐτοῦ· ζῆλον γὰρ θεῖον ἐν καρδίᾳ ἐσχηκώς, αὐτὸς ἑαυτὸν προσήγαγε. Τοῦτον οὖν καὶ ἡμεῖς ἀνυμνήσωμεν πίστει, ὡς θερμὸν προστάτην ἡμῶν, ὡς ἔνδοξον ὄντα Χριστοῦ δοῦλον, μιμούμενον σαφῶς τὸν ἴδιον Δεσπότην, καὶ αἰτοῦντα αὐτόν, πᾶσι παρέχειν πταισμάτων συγχώρησιν.
Συναξάριον
Τῇ ΚΓ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Γεωργίου τοῦ Τροπαιοφόρου.
Στίχοι
χθροὺς ὁ τέμνων Γεώργιος ἐν μάχαις,
κὼν παρ' ἐχθρῶν τέμνεται διὰ ξίφους.
ρε Γεωργίου τρίτῃ εἰκάδι αὐχένα χαλκός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Οὐαλερίου.
Στίχοι
Θείαν κεφαλὴν ἦρεν Οὐαλερίου
Κακὴ κεφαλὴ δήμιος διὰ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀνατολίου καὶ Πρωτολέοντος, Στρατηλατῶν.
Στίχοι
Δύσας Ἀνατόλιος ἐκτομῇ κάρας,
ῷον εἶδε φῶς νοητὸν Κυρίου.
χριστομάρτυς τέμνεται Πρωτολέων,
Χριστῷ πεποιθώς, ὥσπερ ἀλκαίᾳ λέων.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀθανασίου τοῦ ἀπὸ Μάγων.
Στίχοι
θανάσιος φαρμακὸς τομὴν κάρας
Ψυχῆς νοσούσης εὗρε φάρμακον ξένον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Γλυκερίου τοῦ γεωργοῦ.
Στίχοι
Λαιμὸν σὸν ὡς γῆν, ὡς ὕννιν δὲ τὴν σπάθην.
Γεωργὲ Γλυκέριε, προσφόρως κρίνω.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ Ἅγιοι Δονᾶτος καὶ Θερινὸς ξίφει τελειοῦνται.
Στίχοι
Ξίφει, Θερινέ, συνθερισθεὶς Δονάτῳ,
μφω Θεοῦ γίνεσθε δράγματα ξένα.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Ὁ παῖδας ἐκ καμίνου ῥυσάμενος
Ποθῶ σου ἐξυμνεῖν τὰ θαυμάσια, καὶ πάλιν συστέλλομαι· ὅταν γὰρ αὐτὰ ἐξαριθμῆσαι βουληθῶ, ὑπὲρ ἄμμον εὑρίσκονται πληθυνόμενα, καὶ δέξαι μου τὸ λοιπὸν Ἀθλητά, τὸ βραχὺ τοῦτο ἐφύμνιον.
Οὐκ ἔστιν οὐδὲ γῆ οὐδὲ θάλασσα, οὐ πόλις οὐκ ἔρημος, ἔνθα ἀληθῶς, τῶν σῶν θαυμάτων οἱ κρουνοί, πελαγίζοντες Μάρτυς οὐχ ὑπερβλύζουσι· τὸ σὸν γὰρ θαυμαστόν, ἐν πάσῃ τῇ γῇ ᾄδεται ὄνομα.
Θαμβεῖταί σου στρατάρχα τὴν ἄθλησιν, Ἀγγέλων τὸ στράτευμα, σὲ δ' ὁ τῶν Ἀγγέλων Βασιλεὺς καταπλαγείς, ἐπεθύμησε Μάρτυς τοῦ κάλλους σου· διὸ περ καὶ σὺν αὐτῷ βασιλεύειν ἀεὶ σε κατηξίωσε.
Θεοτοκίον
λόφωτε σκηνὴ θεοδόμητε, λυχνία κατάχρυσε, στάμνε κιβωτέ, θεοκατοίκητε ναέ, ξενοβλάστητε ῥάβδε, Μητράναδρε, τοὺς σοὺς ἱκέτας ἡμᾶς, πολυώνυμε Κόρη διαφύλαττε.
Ἕτερος
Ἀντίθεον πρόσταγμα
Τὸν σὸν ἐκμιμούμενος Μάρτυς Δεσπότην, ἑκὼν ηὐτομόλησας, πρὸς τοὺς ἀγῶνας Ἔνδοξε, καὶ νίκην ἀράμενος, τῆς Ἐκκλησίας Χριστοῦ, φύλαξ ἐχρημάτισας, αὐτήν, ἀεὶ φυλάττων ταῖς προστασίαις σου.
ς Μάρτυς ἀήττητος, ὡς ἀθλοφόρος, ὡς ἀκαταγώνιστος τῆς πίστεως ὑπέρμαχος, νῦν πύργος ἀκράδαντος, τοῖς εὐφημοῦσί σε, πάνσοφε Γεώργιε γενοῦ, περιτειχίζων ταῖς ἱκεσίαις σου.
Σοφῶς ἐγεώργησας τὸν θεῖον σπόρον, καὶ τοῦτον ἐπλήθυνας, αἱμάτων σου τοῖς ῥεύμασιν, ἀρδεύων μακάριε, καὶ τῇ τῶν πόνων σπουδῇ, καὶ τοῖς ἐπαλλήλοις αἰκισμοῖς, δι' ὧν τυράννων τὸ θράσος ἔσβεσας.
Θεοτοκίον
Παρθένος διέμεινας καὶ μετὰ τόκον· Θεὸν γὰρ ἐγέννησας, τὸν πάντας διατρέφοντα δι' ἄφαντον ἔλεος, καὶ εὐσπλαγχνίαν πολλήν, ἄνθρωπον γενόμενον Ἁγνή, ὃν νῦν δυσώπει σωθῆναι πάντας ἡμᾶς.
Καταβασία
Παῖδας ἐκ καμίνου ῥυσάμενος, γενόμενος ἄνθρωπος, πάσχει ὡς θνητός, καὶ διὰ πάθους τὸ θνητόν, ἀφθαρσίας ἐνδύει εὐπρέπειαν, ὁ μόνος εὐλογητὸς τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Ὠδὴ η' Αὕτη ἡ κλητὴ
μνους ὡς εὐώδη, συλλέξαντες ἄνθη, ἄλλου Παραδείσου, τοῦ θεοπνεύστου Ψαλτῆρος, δεῦτε στέφος λαμπρόν, ᾀσματόπλοκον, τῷ Μάρτυρι πλέξωμεν· ἠρίστευσε γάρ, καθελὼν Σατὰν τὸ κράτος.
Δεῦρο Μελουργέ, προφητόπρωτε φράσον, ὁ δίκαιος ἐκεῖνος, ὁ ἐξανθήσας ὡς φοίνιξ, τὶς καὶ ποῖος ἐστίν; ὁ μεγάλαυχος ὑπάρχει Γεώργιος, γλυκύκαρπον ὄντως, φυτόν καρδιοτρόφον.
ρχου ἐπιφάνηθι, τάχυνον φθάσον, ἡμᾶς τὴν νοσσιάν σου, ὡς ἀετὸς χρυσοπτέρυξ, περιθάλπων ἀεὶ καθυπόδεξαι, διεὶς τὰς πτέρυγάς σου· σκιὰν ὑπὸ σὴν γάρ, καλόν ἀναπεπαῦθαι.
Θεοτοκίον
δε ἣν προέφης, Προφῆτα Παρθένον, συνέλαβεν ἀσπόρως, ἡ Βασιλὶς καὶ Κυρία, καὶ ὡς Μήτηρ γεννᾷ, τὸν Παντάνακτα, πανάφθορος μείνασα, Μυστήριον ξένον, ὁ τοκετός σου Κόρη!
Ἕτερος
 Κάμινος ποτὲ πυρὸς
ύμην τῶν δεινῶν, παθῶν τε καὶ κινδύνων, καὶ ταραχώδους περιστάσεως, καὶ νόσων συμπτώματα, καὶ δαιμόνων μηχανήματα, καὶ δυσμενῶν ὁρμήματα, παῦσον ταῖς σαῖς πρεσβείαις, στεφανηφόρε Γεώργιε.
λῳ τῷ φωτί, παμμάκαρ τῆς Τριάδος, εἰλικρινῶς καταλαμπόμενος, ὡς Μάρτυς ἀήττητος, εὐσεβείας ὡς ὑπέρμαχος, ὡς νικητὴς θεόστεπτος, σῶσον Οὐρανοφοῖτα, τούς σὲ τιμῶντας πρεσβείαις σου.
Στέφει νοητῷ, ποικίλως διαπρέπων, καὶ βασιλείας διαδήματι, καὶ σκήπτρῳ κοσμούμενος, καὶ πορφύραν περιθέμενος, σῷ φοινιχθεῖσαν αἵματι, μάκαρ συμβασιλεύεις, τῷ βασιλεῖ τῶν Δυνάμεων.
Θεοτοκίον
Τὸν ἐκ τοῦ Πατρός, ἀχρόνως γεννηθέντα, καὶ πρὸ αἰώνων ἀναλάμψαντα, τὸν πάντα ποιήσαντα, ὁρατά τε καὶ ἀόρατα, Παρθενομῆτορ τέτοκας· ὅθεν σε Θεοτόκον, πάντα τὰ ἔθνη δοξάζομεν.
Καταβασία
Αὕτη ἡ κλητὴ καὶ ἁγία ἡμέρα, ἡ μία τῶν Σαββάτων, ἡ βασιλὶς καὶ κυρία, ἑορτῶν ἑορτή, καὶ πανήγυρις ἐστὶ πανηγύρεων, ἐν ᾗ εὐλογοῦμεν, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ' Φωτίζου, φωτίζου
Γλυκύτατον δρόσον, ὄρη σταλάξατε, καὶ σύ, κατ' ἐξαίρετον σκίρτα, τὸ ὄρος τὸ Ἅγιον, χόρευε νῦν, καὶ ἀγάλλου φαιδρῶς· εὗρες καὶ γάρ, κράτιστον τὸν μέγαν, Γεώργιον ὀροφύλακα.
Αἰνοῦσι αἱ σύμπασαι, νῦν πατριαὶ τῶν ἐθνῶν, εὐλογοῦσιν ὑμνοῦσι, καὶ συμφώνως κράζουσι· Χαῖρε Σωτήρ, τῶν πιστῶν ἡ χαρά, χαίροις καὶ σύ, εὖχος, Ἀθλοφόρων, Γεώργιε ὑπερθαύμαστε.
αβδίσματα, ξέσεις, καὶ τῶν βουνεύρων τοὺς δαρμούς, τὰς κρηπῖδας, τὸν λάκκον τῆς ἀσβέστου σέβομαι, τἆλλά τε ὅσα ὑπέστης ἀθλῶν, Μάρτυς Χριστοῦ, πάντα μακαρίζω, καὶ τὸν τροχὸν κατασπάζομαι.
Δημήτριε Μάρτυς, σὺν Γεωργίῳ τῷ κλεινῷ· ἀγαθοὶ γὰρ οἱ δύο, μηδαμῶς ἐλλίπητε, τόνδε τὸν χῶρον φρουροῦντες ἀεί, καὶ πειρασμῶν, ὅλας μυριάδας, μετακινοῦντες ἀμφότεροι.
Θεοτοκίον
δόξα τὸ κάλλος, ἡ ὡραιότης τῶν πιστῶν, ἡ τρυφὴ τῶν Ἀγγέλων, κόσμου τὸ διάσωσμα, πάναγνε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, τοὺς εἰς τὴν σήν, σκέπην προσδραμόντας, συντήρησον Παναγία μου.
Ἕτερος
Ἀνάρχου Γεννήτορος
παύστως τὸν Κύριον, ὑπὲρ ἡμῶν δυσώπησον, τῶν ὑμνούντων σε μάκαρ, ὡς Χριστομάρτυρα, ὡς νενικηκότα τυράννους, ὡς πονηρῶν, πνευμάτων διώκτην, ὡς ἄγρυπνον φύλακα, ὡς προστάτην ἀκαταίσχυντον.
Τῶν ἄθλων τὰ ἔπαθλα, πλουσίως σοι δεδώρηται, ὁ τῶν ὅλων Δεσπότης, ᾧ παριστάμενος, μετὰ παρρησίας Τρισμάκαρ, μαρτυρικῆς, καὶ μέτ' εὐφροσύνης, τοὺς προσκαλουμένους σε, περιέπων διαφύλαττε.
γῆ σε κατέκρυψε, καὶ οὐρανὸς ἐδέξατο, καὶ ἠνοίγη σοι Πύλη, τοῦ Παραδείσου σαφῶς, ὃν περιχαρῶς Ἀθλοφόρε, χοροβατῶν, καὶ περιπολεύων, τοὺς πίστει ὑμνοῦντάς σε, σαῖς πρεσβείαις περιφρούρησον.
Θεοτοκίον
Σκηνὴ προετύπου σε, τοῦ Μαρτυρίου Πάναγνε, ἐν ᾗ πλάκες καὶ στάμνος, καὶ ἡ χρυσῆ κιβωτός· ὥσπερ γὰρ ἐκείνη ἐκεῖνα, οὕτω καὶ σύ, τὸν ἄναρχον Λόγον, ἐν γαστρὶ ἐχώρησας, Θεοτόκε σωματούμενον.
Καταβασία
Φωτίζου, φωτίζου ἡ νέα Ἱερουσαλήμ· ἡ γὰρ δόξα Κυρίου ἐπὶ σὲ ἀνέτειλε. Χόρευε νῦν καὶ ἀγάλλου, Σιών, σὺ δέ, ἁγνή, τέρπου, Θεοτόκε, ἐν τῇ ἐγέρσει τοῦ τόκου σου.
Ἐξαποστειλάριον Ἦχος β'
Τοῖς Μαθηταῖς συνέλθωμεν
αρ ἡμῖν ἐξέλαμψεν, ἡ λαμπρὰ τοῦ Δεσπότου, καὶ θεία ἐξανάστασις, πρὸς οὐράνιον Πάσχα, ἐκ γῆς ἡμᾶς παραπέμπον, ταύτῃ δὲ συνεκλάμπει, τοῦ πανενδόξου Μάρτυρος, Γεωργίου ἡ μνήμη, ἡ φωταυγής, ἣν φαιδρῶς τελέσωμεν, ἵνα θείας, ἀξιωθῶμεν χάριτος, πρὸς Χριστοῦ τοῦ Σωτῆρος.
Καὶ τῆς Ἑορτῆς
Εἰς τοὺς Αἴνους, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Ὅτε, ἐκ τοῦ ξύλου σε νεκρὸν
Δεῦτε, τὴν πανέορτον φαιδράν, ἔνδοξον Ἀνάστασιν πάντες, πανηγυρίσαντες, πάλιν ἑορτάσωμεν, φαιδρὰν πανήγυριν, Γεωργίου τοῦ Μάρτυρος, καὶ στέψωμεν τοῦτον, ἐαρινοὶς ἄνθεσιν, ὄντα ἀήττητον, ὅπως ταῖς αὐτοῦ ἱκεσίαις, λάβωμεν τῶν θλίψεων ἅμα, καὶ πλημμελημάτων ἀπολύτρωσιν.
λον, προσενήνοχας σαυτόν, τῷ σοὶ δεδωκότι παμμάκαρ, ζωὴν ὁλόκληρον, ὥσπερ ὁλοκάρπωσιν, ζῶσαν καὶ ἔμψυχον, καὶ θυσίαν εὐπρόσδεκτον, καὶ καθαρωτάτην· ὅθεν ἐχρημάτισας, πρέσβυς θερμότατος, ζάλης ἐξαιρούμενος πάντας, πίστει τοὺς ὑμνοῦντάς σε Μάρτυς, καὶ προσκαλουμένους σε Γεώργιε.
Σπόρον, γεωργήσας ἐμμελῶς, τὸν καταβληθέντα τοῦ λόγου, τῇ καθαρᾷ σου ψυχῇ, τοῦτον ἐπλεόνασας, πόνοις ἀθλήσεως, καὶ σοφῶς ἀποθέμενος, ἐν ἐπουρανίαις, θήκαις τὴν ἀκήρατον, εὗρες ἀπόλαυσιν, ἧς νῦν, ἐμφορούμενος Μάκαρ, ταῖς πρὸς τὸν Θεόν σου πρεσβείαις, τοὺς πιστῶς ὑμνοῦντάς σε περίσῳζε.
Μάρτυς, ἀθλοφόρε τοῦ Χριστοῦ, τοὺς ἐν διαφόροις ἀνάγκαις, σῷζε πρεσβείαις σου, πάσης περιστάσεως, ἀπολυτρούμενος, καὶ διώκων ψυχόλεθρον, δεινὴν ἀθυμίαν, χάριν δὲ καὶ ἔλεος, ἡμῖν αἰτούμενος, ὅπως, ταῖς λιταῖς σου σωθέντες, χαίροντες γεραίρωμεν πάντες, τοὺς σεπτοὺς ἀγῶνάς σου Γεώργιε.
Δόξα... Ἦχος πλ. α'
Θεοφάνους
νέτειλε τὸ ἔαρ, δεῦτε εὐωχηθῶμεν, ἐξέλαμψεν ἡ Ἀνάστασις Χριστοῦ, δεῦτε εὐφρανθῶμεν ἡ τοῦ Ἀθλοφόρου μνήμη, τοὺς πιστοὺς φαιδρύνουσα ἀνεδείχθη· διὸ φιλέορτοι, δεῦτε μυστικῶς αὐτὴν πανηγυρίσωμεν· οὗτος γὰρ ὡς καλὸς στρατιώτης, ἠνδρίσατο κατὰ τῶν τυράννων, καὶ τούτους κατῄσχυνε, μιμητὴς γενόμενος τοῦ πάθους τοῦ Σωτῆρος Χριστοῦ, οὐκ ἠλέησε τὸ σκεῦος τὸ πήλινον τὸ ἑαυτοῦ, ἀλλὰ γυμνὸν ἀνεχάλκευσεν, ἐν βασάνοις αὐτὸ προσαμειβόμενος, αὐτῷ βοήσωμεν· Ἀθλοφόρε ἱκέτευε, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν...
ναστάσεως ἡμέρα, καὶ λαμπρυνθῶμεν τῇ πανηγύρει, καὶ ἀλλήλους περιπτυξώμεθα. Εἴπωμεν ἀδελφοί, καὶ τοῖς μισοῦσιν ἡμᾶς. Συγχωρήσωμεν πάντα τῇ Ἀναστάσει, καὶ οὕτω βοήσωμεν· Χριστὸς ἀνέστη ἐκ νεκρῶν, θανάτῳ θάνατον πατήσας, καὶ ἐν τοῖς μνήμασι, ζωὴν χαρισάμενος.

Δοξολογία μεγάλη καὶ Ἀπόλυσις.
Δίδοται δὲ καὶ Ἅγιον ἔλαιον ἐκ τῆς κανδύλας τοῦ Ἁγίου.
Εἰς τὴν Λειτουργίαν
Τυπικά, καὶ οἱ Μακαρισμοί, κατὰ τὴν προλαβοῦσαν διατύπωσιν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου