Τετάρτη 21 Μαΐου 2014

ΜΗΝΑΙΟ ΜΑΡ. (28)



ΜΑΡΤΙΟΣ
ΤΗ ΚΗ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Νέου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, Στιχηρὰ Προσόμοια.
Ἦχος δ’  Ἔδωκας σημείωσιν.
Βίον ἀκηλίδωτον, ὑπομονὴν καὶ πραότητα, καὶ ἀγάπην ἀνόθευτον, ἐγκράτειαν ἄμετρον, παννύχιον στάσιν, κατάνυξιν θείαν, πίστιν ἐλπίδα ἀσφαλῆ, ἐν συμπαθείᾳ Πάτερ κτησάμενος, ὡς Ἄγγελος ἐβίωσας, ἐπὶ τῆς γῆς μετὰ σώματος, Ἱλαρίων μακάριε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
πίγειος Ἄγγελος, καὶ ἐπουράνιος ἄνθρωπος, ἐχρημάτισας Ὅσιε, πηγὴ κατανύξεως, συμπαθείας ῥεῖθρον, πέλαγος θαυμάτων, ἁμαρτωλῶν ἐγγυητής, ἐλαία ὄντως Θεοῦ κατάκαρπος, ἐλαίῳ τῶν καμάτων σου, καθιλαρύνων τὰ πρόσωπα, τῶν πιστῶς εὐφημούντων σε, Ἱλαρίων μακάριε.
νοῦς σου λαμπόμενος, ταῖς θεϊκαῖς ἐπιγνώσεσι, τῶν τοῦ σώματος ὕπερθεν, παθῶν ἐχρημάτισεν, ἀμιγὴς τῶν κάτω, φέρων χαρακτῆρας, καὶ ἐκτυπῶν ἐν ἑαυτῷ, τὸ θεῖον κάλλος, καὶ γνωριζόμενος, ὅλος θεοειδέστατος, τῇ συνεργείᾳ τοῦ Πνεύματος, Ἱλαρίων Πατὴρ ἡμῶν, Μοναζόντων ἀγλάϊσμα.
Δόξα... Καὶ νῦν ... Θεοτοκίον.
Τὸ χαῦνον καὶ ἔκλυτον, Παρθενομῆτορ πανάμωμε, τῆς ψυχῆς μου μετάβαλε, εἰς ῥῶσιν καὶ δύναμιν, τοῦ φόβῳ καὶ πόθῳ, ποιεῖν τε καὶ πράττειν, τὰ δικαιώματα Χριστοῦ, ὅπως ἐκφύγω, τὸ πῦρ τὸ ἄστεκτον, καὶ κλῆρον τὸν οὐράνιον, καὶ τὴν ζωὴν τὴν αἰώνιον, διὰ σοῦ ἀπολάβοιμι, εὐφραινόμενος πάντοτε.
Ἢ Σταυροθεοτοκίον.
Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν αὐτοῖς καὶ σπεύδει με, ἀτεκνωθῆναι παμφίλτατε; Καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον σταύρωσιν.

Ἀπολυτίκιον.  Ἦχος πλ. δ’
ν σοὶ Πάτερ ἀκριβῶς, διεσώθη τὸ κατ' εἰκόνα· λαβὼν γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ  Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός· παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Ἱλαρίων τὸ πνεῦμά σου.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ συνήθεις Κανόνες.
Κανὼν τοῦ Ἁγίου, οὗ ἀκροστιχίς.
Σοῦ τοὺς Ἱλαροὺς αἰνέσω τρόπους, Πάτερ. Ἰωσήφ.
Ὠδὴ α Ἦχος β
Εἱρμὸς.
ν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις, σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.
Συμπαθὴς καὶ πρᾶος γεγονῶς, Πάτερ δι' ἀσκήσεως, καὶ ἱλαρὸς ὡς ἀληθῶς τῷ πνεύματι, συμπαθείας θείας μεσιτείαις σου, Ἱλαρίων ἀξίωσον, ὅπως σε ὑμνήσω, νῦν  ἐν ἱλαρότητι καρδίας μου.
σιωθεὶς Πάτερ ἐκ παιδός, καὶ ἀναλαβόμενος, σοῦ τὸν σταυρόν, τῷ Χριστῷ ἠκολούθησας, πάθη τὰ τοῦ σώματος, ἐγκρατείᾳ τε καὶ συντόνοις δεήσεσιν, ἐναπομαραίνων, καὶ τῇ ἀπαθείᾳ σεμνυνόμενος.
πελθὼν Κυρίου τὸν ζυγόν, σὺ τὸν ἐλαφρότατον, καὶ τοῖς αὐτοῦ ὑπείκων δικαιώμασιν, Ἱλαρίων Ὅσιε, τὸ βαρύτατον ἁμαρτίας ἀπέρριψας, πάνσοφε φορτίον, τὴν ἁγιωσύνην προσκτησάμενος.
Θεοτοκίον.
Τῶν ἐμῶν πταισμάτων τὰς σειράς, Πάναγνε διάρρηξον, τὸν σὸν Υἱὸν καὶ Θεὸν ἱκετεύουσα, καὶ τὴν τυραννοῦσάν με, Ἀειπάρθενε, ἁμαρτίαν κατάβαλε, ὅπως σε γεραίρω, πάντοτε Πανάμωμε σῳζόμενος.
Ὠδὴ γ’  Ὁ Εἱρμὸς.
ξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν Ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.
βίος σου ὡς ἥλιος, ἀναλάμψας Ὅσιε, ταῖς διαυγέσι λάμψεσι, μοναζόντων χοροὺς ἐφώτισε, καὶ δαιμόνων τὸ σκότος ἀπεδίωξεν.
πῆρξας ἱλαρώτατος, τῇ καρδία, Ὅσιε, καὶ ταπεινὸς τῷ πνεύματι, καὶ ἀγάπης θείας ἀνάπλεως, εὐπροσήγορον ἦθος ἔχων πάντοτε.
Σταγόσιν ἐναπέσβεσας, τῶν δακρύων ἄνθρακας, τῆς ἁμαρτίας, βρύεις δέ, ὡς πρὸ τέλους καὶ μετὰ θάνατον, ἰαμάτων πελάγη τοῖς προστρέχουσι.
Θεοτοκίον.
άτρευσον τὰ τραύματα, τῆς ψυχῆς μου δέομαι, καὶ τοῦ νοὸς κυβέρνησον, τὰς κινήσεις πρὸς τὰ θελήματα, τοῦ ἐκ σοῦ σαρκωθέντος Κόρη πάναγνε.
Κάθισμα  Ἦχος δ
Ταχὺ προκατάλαβε.
Θεῷ καθιέρωσας, τὴν σὴν Παμμάκαρ ζωήν, γενόμενος ἄριστος, ἱερουργὸς ἀληθῶς, Χριστοῦ ἱερώτατε· ὅθεν μετὰ μυρίους, τοὺς ἱδρῶτας καὶ πόνους, χαίρων εἰς τάς ἀΰλους, μετετέθης σκηνώσεις, καὶ νῦν ἀναπηγάζεις ἡμῖν ῥεῖθρα ἰάσεων.
Θεοτοκίον
Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Κυρία πανάμωμε, λῦσον τὰς περιστάσεις, τῶν εἰς σὲ προστρεχόντων, πράϋνον μηχανίας, καὶ κατάβαλε θράσος, τῶν ὁπλιζομένων ἀθέων κατὰ τῶν δούλων σου.
Ἢ Σταυροθεοτοκίον.
Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ σου, Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· τὶ τὸ καινὸν καὶ ξένον, τοῦτο θαῦμα Υἱέ μου; πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῷ θανάτῳ; ζωῶσαι τοὺς τεθνεῶτας θέλων ὡς εὔσπλαγχνος;
Ὠδὴ δ’  Ὁ Εἱρμὸς.
λήλυθας, ἐκ Παρθένου οὐ πρέσβυς οὐκ Ἄγγελος, ἀλλ' αὐτὸς ὁ Κύριος, σεσαρκωμένος καὶ ἔσωσας, ὅλον με τὸν ἄνθρωπον· διὸ κραυγάζω σοι· Δόξα τῇ δυνάμει σου Κύριε.
Λαμπρύνας σου, τὴν καρδίαν σεπταῖς ἀναβάσεσι, τὸν νοῦν ἀνεπτέρωσας, μόνον Θεοῦ ἐνοπτρίζεσθαι, κάλλος τὸ ἀμήχανον, καὶ ταῖς ἐκεῖθεν ἀκτῖσι καταυγάζεσθαι.
νάπτυξιν, τῶν λογίων τῶν θείων ποιούμενος, τὴν γνῶσιν τὴν ἔνθεον, Πάτερ ἐκεῖθεν ἐξήντλησας, πᾶσί τε μετέδωκας, τοῖς εὐσεβῶς Ἱλαρίων σοι προστρέχουσι.
ημάτων σου, τὸ ἡδὺ τὰς καρδίας ἱλάρυνε, τῶν προσερχομένων σοι· πράττων γὰρ ἅπερ ἐδίδασκες, λόγον εὐαπόδεκτον, ἐν συμπαθεῖ διαθέσει εἶχες Ὅσιε.
Θεοτοκίον.
Κύριος, σὲ Κυρίαν ἀπάντων καὶ Δέσποιναν, εἰργάσατο Ἄχραντε· σοῦ γὰρ ἐκ μήτρας σεσάρκωται, κατακυριεύοντος, ἐχθροῦ τὸ ἴδιον πλάσμα λυτρωσάμενος.
Ὠδὴ ε Εἱρμὸς.
Μεσίτης Θεοῦ, καὶ ἀνθρώπων γέγονας, Χριστὲ ὁ Θεός· διὰ σοῦ γὰρ Δέσποτα, τὴν πρὸς τὸν ἀρχίφωτον Πατέρα σου, ἐκ νυκτὸς ἀγνωσίας, προσαγωγὴν ἐσχήκαμεν.
φάνας σαυτῷ, σωτηρίου Ὅσιε ἱμάτιον, οἰκείων ἐκ πόνων σου, τοῦτο ἐνεδύσω καὶ τὸν ἄρχοντα, τὸν τοῦ σκότους αἰσχύνην, αἰώνιον ἐνέδυσας.
Σαρκὸς ἡδονάς, ἐγκρατείᾳ Ὅσιε ἐμάρανας, καὶ χάριν οὐράνιον, Πάτερ ὑπεδέξω ἱλαρώτατα, ἰατρεύσας παντοῖα, ἀνθρώπων ἀρρωστήματα.
Αἱ σαὶ πρὸς Θεόν, ἀνενδότως θεῖαι ἐπαιρόμεναι, χεῖρες τοῦ ἀλάστορος, Πάτερ μεθοδείαις κατηδάφισαν, καὶ παντὶ ἀσθενοῦντι, ὑγείαν ἐχορήγησαν.
Θεοτοκίον.
σχὺς τῶν πιστῶν, καὶ Ὁσίων γέγονας κραταίωμα· διὰ σοῦ γὰρ Ἄχραντε, ἅπασιν ἐπήγασας τὰ κρείττονα, καὶ οἱ γῆν κατοικοῦντες, πρὸς οὐρανὸν βαδίζουσιν.
Ὠδὴ ς’  Ὁ Εἱρμὸς.
ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Νεκρωθεὶς Ἱλαρίων τῷ κόσμῳ παντί, νῦν μεταναστεύσας ζῇς πρὸς τὰ οὐράνια, καὶ ζωηφόρον πάντοτε, ἰαμάτων πηγάζεις ἐνέργειαν.
Εὐπροσήγορος πρᾶος ἀκέραιος, ἄμεμπτος καὶ ὅσιος εὐκατάνυκτος, καὶ ἱλαρὸς τῷ πνεύματι, ἐχρημάτισας Πάτερ πανόλβιε.
Συμπαθείᾳ ἀμέτρῳ κοσμούμενος, καὶ φιλοπτωχείας κάλλει σεμνυνόμενος, Θεοῦ θεράπων γνήσιος, Ἱλαρίων ἐδείχθης θαυμάσιε.
ς σεπτός σου ὁ βίος καὶ ἄμεμπτος! ὡς περικαλὴς καὶ ὡραῖος ὁ τρόπος σου! ὡς φοβερὰ τὰ θαύματα, ἃ τελεῖς καθ' ἑκάστην θαυμάσιε!
Θεοτοκίον.
Τὴν παστάδα Θεοῦ τὴν ἀμόλυντον, θρόνον τὸν πυρίμορφον τοῦ Παντοκράτορος, τὴν Θεοτόκον ἅπασαι, γενεαὶ γενεῶν μακαρίσωμεν.
Τὸ Μαρτυρικόν του ἤχου.
Συναξάριον.
Τῇ ΚΗ' τοῦ αὐτοῦ Μηνός, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἱλαρίωνος τοῦ Νέου, Ἡγουμένου Μονῆς τῆς Πελεκητῆς.
Στίχοι
Δοὺς Ἱλαρίων γῇ τὸ γῆθεν σαρκίον,
Γῆν Μακάρων ᾤκησε τὴν μακαρίαν.
γδόῃ Ἱλαρίωνα κιχήσατο εἰκάδι πότμος.
Τῇ αὐτῇ ἡμέρᾳ, ἄθλησις τοῦ Ἁγίου Ἡρῳδίωνος, ἑνὸς τῶν ἑβδομήκοντα Ἀποστόλων.
Στίχοι
όδον νοητὸν ὢν σαφῶς Ἡρῳδίων,
Ξίφει τρυγηθείς, αὖθις ἀνθεῖ ἐν πόλῳ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.

Ὠδὴ ζ’  Ὁ Εἱρμὸς.
ντίθεον πρόσταγμα παρανομοῦντος, τυράννου μετάρσιον, τὴν φλόγα ἀνερρίπισε, Χριστὸς δὲ ἐφήπλωσε, θεοσεβέσι Παισί, δρόσον τὴν τοῦ Πνεύματος, ὁ ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
ομφαίᾳ κατέτρωσας τῶν σῶν ἀγώνων, τὸν ἄσαρκον δράκοντα, καὶ παντελῶς ἠφάνισας, βραβεῖον τὰ θαύματα· ὅθεν ἀπείληφας, πάθη χαλεπώτατα, ψυχῶν καὶ τῶν σωμάτων ἰᾶσθαι Ὅσιε.
λόγος σου πρόεισι καθάπερ δρόσος, ἐλαύνων τὸν καύσωνα, τῆς ἀθυμίας Ὅσιε, τῶν προσερχομένων σοι πίστει, Πατὴρ ἡμῶν, καὶ τοῖς ἐναρέτοις σου ἀεί, φωτιζομένων τρόποις μακάριε.
Παθῶν αὐτοκράτορα τὸν νοῦν ποιήσας, σαφῶς ἐβασίλευσας, ὡς τροπαιοῦχος ἄριστος, καὶ ἔθνη ἀλλόφυλα κατεπολέμησας, καὶ κατεξωλόθρευσας Σοφέ, τὰ τῶν δαιμόνων πάθη ὀλέθρια.
Οὐκ ἔσεισαν Ὅσιε τῆς σῆς καρδίας, τὸν πύργον τὸν ἄσειστον, τῶν πειρασμῶν οἱ ἄνεμοι· τῇ πέτρᾳ γὰρ ἥδραστο τῆς τοῦ Κυρίου στοργῆς, ᾗ περ ἐρειδόμενος πολλοῖς, ἐγένου θεῖον Πάτερ κραταίωμα.
Τριαδικὸν.
μνῶ σε τρισάριθμον τοῖς χαρακτῆρσι, Τριὰς ὑπερούσιε, ἀσύγχυτον ἀμέριστον, Μονάδα ἐν φύσει δὲ ἀπερινόητον, ἕνα Παντοκράτορα Θεόν, Πατέρα Λόγον καὶ Πνεῦμα Ἅγιον.
Θεοτοκίον.
Συμβόλοις σε πόρρωθεν προδιετύπου, ἡ χάρις τοῦ Πνεύματος, προφητικοῖς χαρίσμασιν, ὄρος πῖον ἅγιον, πύλην σωτήριον, τόμον τε καινότατον Ἁγνή, καὶ κιβωτόν σε κατονομάζουσα.
Ὠδὴ η’  Ὁ Εἱρμὸς.
Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Πρόσκαιρον λιπών, τοῦ βίου Πάτερ δόξαν, καὶ διαρρέουσαν ἀπόλαυσιν, κλέος ἀναφαίρετον, καὶ τρυφὴν τὴν ἀδιάρρευστον, ἐν οὐρανοῖς ἀπείληφας, κράζων νῦν · Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
παντα πενθῶν, τὸν σὸν διῆγες βίον· μακαρισμοῦ ὅθεν ἠξίωσαι, καὶ τῆς παρακλήσεως, ἧς μετέχουσιν οἱ Ὅσιοι, ἐν γῇ πραέων χαίρων, νῦν Ὅσιε ἐνσκηνώσας, ὡς νουνεχής τε καὶ φρόνιμος.
Τίμιος ὁ σός, Θεοῦ ἔναντι ὤφθη, θάνατος Πάτερ ἱερώτατε· αὐτοῦ γὰρ ἐτίμησας τὴν Εἰκόνα, καὶ ὑπήνεγκας τοὺς διωγμούς, θλιβόμενος Ὅσιε τῶν Τυράννων, Μάρτυς ἐν τούτῳ δεικνύμενος.
λυσας σαφῶς, τῶν ἁλιέων Πάτερ, τὴν ἀγανάκτησιν καὶ ἔπλησας, τούτους τοῦ θηράματος, οὗπερ πρώην ἀπετύγχανον, Θεοῦ καθυπακούσαντος, Ὅσιε τῶν εὐχῶν σου, ἱερουργὲ ἱερώτατε.
Θεοτοκίον.
ύπου με παθῶν, καὶ σπίλου ἁμαρτίας, Θεοχαρίτωτε ἀπόπλυνον, καὶ πύλας μοι ἄνοιξον, μετανοίας ὀλισθαίνοντι, καὶ συνεχῶς τοῖς πταίσμασιν, Ἄχραντε συναντῶντι, καὶ τὸν Θεὸν παροργίζοντι.
Ὠδὴ θ’  Ὁ Εἱρμὸς.
νάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν».
άσεις ὁ τάφος σου, τοῦ Πνεύματος τῇ χάριτι, ἀναβλύζων ξηραίνει παθῶν ὀμβρήματα, πνεύματα τῆς πλάνης διώκει, φωταγωγεῖ πάντων τὰς καρδίας, Ἱλαρίων Ὅσιε, τῶν πιστῶς μακαριζόντων σε.
ς ῥόδον ἐξήνθησας, λειμῶνι τῆς ἀσκήσεως, ὡς ἡδύπνοον κρίνον, ὡς μῆλον εὔοσμον, καὶ κατευωδίασας πάντων, τῶν εὐσεβῶν ψυχὰς καὶ καρδίας, Ἱλαρίων ἔνδοξε, πρεσβευτὰ τῶν εὐφημούντων σε.
Συμπάθειαν ἔσχηκας, ἀγάπην καὶ ταπείνωσιν, καὶ ἐλεημοσύνην, καὶ ἦθος ἄπλαστον, πίστιν ἀληθῆ καὶ ἐλπίδα, βίον σεμνὸν καὶ γνώμην εὐθεῖαν, Ἱλαρίων ἔνδοξε, Μοναζόντων ἐγκαλλώπισμα.
μνήμη σου σήμερον, ὡς ἥλιος ἀνέτειλεν, εὐσεβῶν τὰς καρδίας, φέγγει τῶν πόνων σου, καὶ ταῖς τῶν θαυμάτων ἀκτῖσιν, ὡς ἀληθῶς φωτίζουσα Πάτερ, ἐν ἧ πάντων μνήσθητι, τῶν πιστῶς μακαριζόντων σε.
Θεοτοκίον.
Φωνὴν σοι προσάγομεν, τοῦ Γαβριὴλ γηθόμενοι· Χαῖρε λέγοντες οἶκος τοῦ Παντοκράτορος, χαῖρε τῶν Ὁσίων ἡ δόξα, καὶ τῶν πιστῶν πάντων σωτηρία, δι' ἧς ἐθεώθημεν, Θεοτόκε ἀειπάρθενε.
Τὸ Φωταγωγικὸν τοῦ ἤχου.
Καὶ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, ΑὭρα, καὶ Ἀπόλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου