ΑΠΡΙΛΙΟΥ
ΤΗ Β’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ
Ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Τίτου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ τοῦ
Τριῳδίου γ' καὶ τοῦ Ἁγίου προσόμοια γ'.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
Τίτε θεόφρον Πατὴρ ἡμῶν, τὸν σὸν βαστάσας σταυρόν, τῷ
Χριστῷ ἠκολούθησας, καὶ τὰ πάθη ἅπαντα, τῇ ψυχῇ καθυπέταξας, ἐντεῦθεν χάριν ἐξ
ὕψους ἔλαβες, ἰᾶσθαι πάθη τῶν προστρεχόντων σοι, παύειν νοσήματα, καὶ διώκειν
πνεύματα· ὅθεν τὴν σήν, μνήμην ἑορτάζομεν, πανηγυρίζοντες.
Τίτε παμμάκαρ Πατὴρ ἡμῶν, ἀσκητικαῖς ἀγωγαῖς, ἱερῶς
καθαιρόμενος, καὶ τὸν νοῦν μεθέξεσι, θεϊκαῖς φωτιζόμενος, ἱερωσύνης χρῖσμα
πανάγιον, τῇ ἐπινεύσει τοῦ θείου Πνεύματος, ὄντως εἰσδέδεξαι, λειτουργήσας
ἄριστα, ἐπὶ τῆς γῆς, τῷ Θεῷ καὶ Κτίστῃ σου, καθάπερ, Ἄγγελος.
Ὅσιε Τίτε θόπνευστε, Ὀρθοδοξίας φωτί, τὴν ψυχὴν
λαμπρυνόμενος, σκοτεινῆς αἱρέσεως, τὴν ἀχλὺν ἀπεμείωσας, καὶ ἀνατείλας ὡς
φαεινότατος, ἀστὴρ φωτίζεις κόσμου τὰ πέρατα, θαυματουργίαις σου, σελασφόροις
πάντοτε· ὅθεν πιστῶς πάντες σε γεραίρομεν, καὶ μακαρίζομεν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ποίοις ὀφθαλμοῖς θεάσωμαι, ὡραίαν ὄψιν τὴν σήν, ὁ μολύνας
τοῖς πάθεσι, τῆς σαρκὸς τὰ ὄμματα; ἢ πῶς πάλιν ἀσπάσωμαι, τὴν σὴν εἰκόνα τὴν
θεοτύπωτον, βέβηλα χείλη ἔχων ὁ ἄσωτος; πῶς δὲ ἐκτείνω μου, πρὸς τὴν θείαν
χάριν σου, ὁ ἐναγής, χεῖρας ἃς ἠχρείωσα; Δέσποινα σῶσόν με.
Ἢ Σταυροθεοτοκίον
Ἥλιος ἰδὼν σε ἔφριξεν, ἐπὶ Σταυροῦ Ἰησοῦ, ἡπλωμένον
θελήματι, καὶ ἡ γῆ ἐσείετο, καὶ πέτραι διερρήγνυντο, καὶ τὰ μνημεῖα φόβῳ
ἠνοίγοντο, καὶ αἱ δυνάμεις πᾶσαι ἐξίσταντο, ἡ δὲ τεκοῦσά σε, ἀπειράνδρως
βλέπουσα, μέτ' οἰμωγῆς· Οἴμοι! ἀνεκραύγαζε, τὶ τὸ ὁρώμενον;
Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ἐν σοὶ Πάτερ ἀκριβῶς, διεσώθη τὸ κατ' εἰκόνα· λαβὼν γὰρ
τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες· ὑπερορᾶν μὲν σαρκός,
παρέρχεται γάρ, ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου·διὸ καὶ μετὰ Ἀγγέλων
συναγάλλεται, Ὅσιε Τίτε τὸ πνεῦμά σου.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς ἡμέρας, καὶ τοῦ Ἁγίου.
Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς (ἄνευ τῶν Θεοτοκίων).
Ὁ τῶν
μοναστῶν στῦλος ὑμνείσθω Τίτος.
Ποίημα Θεοφάνους.
Ὠδὴ α' Ἦχος πλ. δ' Ὁ Εἱρμὸς
Ὑγρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν
διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Ὅλον με τοῖς πάθεσι τῆς σαρκός, δεινῶς ἐμπαγέντα, καὶ
φθαρέντα ταῖς ἡδοναῖς, θησαυρὸς ὑπάρχων ἀπαθείας, ταῖς σαῖς πρεσβείαις με Τίτε
διάσωσον.
Τῇ θείᾳ τοῦ Πνεύματος ἐκλογῇ, Θεῷ προσηνέχθης, ἐκ
σπαργάνων τῶν μητρικῶν, καὶ τῆς ἀπειράνδρου Θεοτόκου, μύστης καὶ λάτρις
ἐχρημάτισας.
Ὡς τῆς ἐγκρατείας τὸν γλυκασμόν, θηλάσας ἀπώσω, τὴν
πικρίαν τὴν τῶν παθῶν· ὅθεν ὑπὲρ μέλι καὶ κηρίον, ἡδύνεις Πάτερ τὰς ψυχὰς ἡμῶν.
Νέον ὡς τοῦ Παύλου σε φοιτητήν, Τίτον εὐφημοῦμεν· τῶν
ἐκείνου γὰρ ζηλωτής, ἀγώνων ἐδείχθης θεομάκαρ, καὶ σὺν αὐτῷ τὸ στέφος εἴληφας.
Θεοτοκίον
Λόγον τὸν ἀμήτορα ἐκ Πατρός, ἀπάτορα τοῦτον, ἐπ' ἐσχάτων
θεανδρικῶς, ἐκύησας μόνη Θεομῆτορ, ὡς ὑπερτέρα πάσης κτίσεως.
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ
φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Μύρον ἁγιάσματος, ἐκ τῶν ἀσκητικῶν Ὅσιε, ἀρωμάτων, ὅλως
συνετέθης, εἰς ὀσμὴν τοῦ Θεοῦ ἡμῶν.
Ὅπλον τὴν ἐγκράτειαν, καὶ θυρεὸν εὐχὴν Ὅσιε, ἔχων ἀεί, τὰς
ἀρχὰς τοῦ σκότους, θριαμβεύσας κατῄσχυνας.
Νόμον τὸν τοῦ Πνεύματος, ἀντιτιθεὶς σοφῶς ἔσβεσας, τὸν τῆς
σαρκός, νόμον καὶ νομίμως, τῷ Κυρίῳ δεδούλευκας.
Ἄπασαν τὴν ἔφεσιν, καὶ τὴν διάνοιαν Ὅσιε, πρὸς τὸν
Χριστοῦ, πόθον προσερείσας, τῶν γηΐνων ἠλόγησας.
Θεοτοκίον
Ἵλεων γενέσθαι μοι, ἐκδυσωπῶ ἀεὶ Δέσποινα, ταῖς σαῖς
εὐχαῖς, τὸν ἐκ σοῦ τεχθέντα, ἐν ἡμέρᾳ τῆς κρίσεως.
Κάθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε
Δακρύων τοῖς ῥεύμασι, καθάπερ δένδρον σοφέ, ἀεί
πιαινόμενος, δικαιοσύνης καρπούς, πλουσίως ἐξήνθησας· ὅθεν σε συνελθόντες,
ἐπαξίως τιμῶμεν, Τίτε θαυματοφόρε, ἀσκητῶν ὡραιότης, ἀλλὰ ταῖς ἱκεσίαις ταῖς
σαῖς, πάντας περίσῳζε.
Ἕτερον, Ἐπεφάνης σήμερον
Τὸν τοῦ βίου τάραχον, ἐγκαταλείψας, καὶ ἡσύχως ἅπαντα,
ζήσας τὸν βίον σου σοφέ, πρὸς τὸν Θεὸν μεταβέβηκας, θαυματοφόρε Πατὴρ ἡμῶν
ὅσιε.
Θεοτοκίον, ὅμοιον
Ἐν τῇ σκέπῃ ἄχραντε, τῇ σῇ Παρθένε, προσφυγόντες ἅπαντες,
δεόμεθά σου ἐκτενῶς, Μὴ διαλίπῃς πρεσβεύουσα, τῷ φιλανθρώπῳ σωθῆναι τοὺς
δούλους σου.
Ἢ Σταυροθεοτοκίον
Ἐν Σταυρῷ σε Δέσποτα, προσηλωμένον, ἡ ἀμνὰς καὶ Μήτηρ σου,
κατανοοῦσα μητρικῶς, ὀδυρομένη ἐβόα σοι· Τέκνον, ὑμνῶ σου τὸ ἄφατον ἔλεος.
Ὠδὴ δ' Ὁ Εἱρμὸς
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον,
κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
Σηπεδόνα Μακάριε, τὴν τῆς ἁμαρτίας πᾶσαν διέπτυσας, καὶ τῷ
βέλει τῆς ἀσκήσεως, τῶν δαιμόνων σμῆνος ἐτραυμάτισας.
Τῆς ἁγνείας τῷ ἔρωτι, τὴν ψυχὴν τρωθεὶς θερμῶς
ἠκολούθησας, τῷ Χριστῷ, καὶ εἰσελήλυθας, εἰς νυμφῶνα δόξης Παμμακάριστε.
Ὡς λειμὼν εὐωδέστατος, καὶ τῶν ἀρετῶν παράδεισος ἔμψυχος,
τὴν ἐγκράτειαν ἐξήνθησας, δι' ἧς πάντας τρέφεις τοὺς τιμῶντάς σε.
Νομοθέτην ἀσκήσεως, καὶ τῆς ἀπλανοῦς εἰκόνα πραότητος, ὡς
Μωσῆν σε καὶ Δαυῒδ ἀληθῶς, κεκτημένοι πάντες μακαρίζομεν.
Θεοτοκίον
Χερουβὶμ ὑπερτέραν σε, καὶ τῶν Σεραφὶμ ὑμνοῦμεν Πανάμωμε·
ὃν γὰρ τρέμουσι τὰ σύμπαντα, ἐν σαρκὶ ἐβάστασας ταῖς ἀγκάλαις σου.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Ἴνα τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ
ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον; ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ
φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
Σβέσας πάντα τὰ πάθη, δρόσῳ τῶν ἀγώνων σου Τίτε μακάριε,
καὶ τὸ πῦρ ἀνάψας, δαψιλῶς τῆς ἀγάπης καὶ πίστεως, ἐγκρατείας λύχνος, καὶ
φωτισμὸς τῆς ἀπαθείας, καὶ ἡμέρας υἱὸς ἐχρημάτισας.
Τὸν τῆς πίστεως βότρυν, θείᾳ γεωργίᾳ σου Πάτερ, ἐξέθρεψας,
καὶ ληνοῖς ἀπέθου, καὶ ἐξέθλιψας πόνοις ἀσκήσεως, καὶ κρατῆρα πλήσας,
πνευματικὸν τῆς ἐγκρατείας, κατευφραίνεις καρδίας τῆς ποίμνης σου.
Ὑπομεὶνας γενναίως, προσβολὰς καὶ στίγματα δαιμόνων Ὅσιε,
ἀνεδείχθης στῦλος, καρτερίας στηρίζων τὴν ποίμνην σου, βακτηρίᾳ θείᾳ, ἐπὶ νομὰς
τῆς ἐγκρατείας, καὶ ἐφ' ὕδωρ ἐκτρέφων μακάριε.
Θεοτοκίον
Ὡς λιμένα σε πάντες, τεῖχος καὶ ὀχύρωμα καὶ σκέπην
Ἄχραντε, καὶ πρὸς βασιλείαν, ἀκαταίσχυντον εἴσοδον ἔχοντες, τῆς ἡμῶν ἐλπίδος,
μὴ ἐκπεσεῖν ἐκδυσωποῦμεν, μητρικαῖς σου πρεσβείαις πανάμωμε.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
Ἱλάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ
βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς
τῆς σωτηρίας μου.
Λύσας παθῶν τὴν ἀχλύν, καὶ τὴν ζοφώδη σκοτόμαιναν, ἡμέραν
ἀνατολῆς, καὶ φῶς ἐν ταῖς τρίβοις σου, ἀνέτειλας Ὅσιε, ἐκ πολλῶν ἀγώνων, καὶ
κινδύνων τῶν τῆς πίστεως.
Ὅλως ἐξέστης Θεῷ, τῷ ἔρωτι τῆς ἀσκήσεως, καὶ κόσμον
καταλιπών, καὶ τὰ κοσμοκράτορος, ἐδράξω θεόληπτε, τῆς ὑπερκοσμίου, βασιλείας
τὴν ἀπόλαυσιν.
Συνέλεξας ἐν ψυχῇ, τὸν θεῖον πλοῦτον τῆς χάριτος, τὴν
ἄμεμπτον προσευχήν, ἁγνείαν σεμνότητα, ἀγρυπνίαν σύντονον, δι' ὧν ἐγνωρίσθης,
οἶκος ὄντως τοῦ Θεοῦ ἡμῶν.
Ὕλης τῆς κάτω σοφέ, παρέδραμες τὴν εὐτέλειαν, ἀΰλῳ δὲ
προσευχῇ, τὸν νοῦν ἀνεπτέρωσας, καὶ τῆς ἄνω λήξεως, κληρονόμος ὤφθης, διὰ βίου
τελειότητος.
Θεοτοκίον
Συνείληφας ἀληθῶς, Θεοῦ τὸν Λόγον ἐν μήτρᾳ σου, καὶ τοῦτον
ὑπερφυῶς, Πανάμωμε τέτοκας, ὃν λιταῖς ἱλέωσαι, τῶν κινδύνων πάντας,
ἐκλυτρώσασθαι τοὺς δούλους σου.
Τὸ μαρτυρικὸν τοῦ Ἤχου.
Συναξάριον
Τῇ Β' τοῦ
αὐτοῦ μηνός, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Τίτου.
Στίχοι
Τὶ τοῦτο,
Τίτε; καὶ σὺ λείπεις ἐκ βίου;
Λείπω
μεταστάς, δόξαν οὕτω Κυρίῳ.
Δευτερίῃ
Τίτοιο ἀπὸ ψυχὴν Νόες ἦραν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ αὐταδέλφων
Ἀμφιανοῦ καὶ Αἰδεσίου.
Στίχοι
Σῷ
συμβυθισθεὶς Ἀμφιανὲ συγγόνῳ,
Ὕδωρ
θαλάσσης ἀμφιέννυμαι, λέγε.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Παρθενομάρτυρος Θεοδώρας.
Στίχοι
Σεμνή, καλή
τε ἡ Θεοδώρα οὖσα,
Δῶρον
προσήχθη εὐάρεστον Κυρίῳ.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Πολυκάρπου.
Στίχοι
Ὡς κλῆμα
τμηθεὶς Πολύκαρπος Κυρίου,
Τὸν καρπὸν
οὕτω πλείονα Χριστῷ φέρει.
Ταῖς αὐτῶν
ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ,
τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν
Πατέρων ἡμῶν Θεός εὐλογητὸς εἶ.
Μὴ βραχεὶς ἁμαρτίαις, ποταμὸς ἐγκρατείας Πάτερ ἐδείχθης
ἡμῖν, τὰ πάθη κατακλύζων, καὶ ῥύπον ἐκκαθαίρων, τῶν βοώντων ἐκ πίστεως, ὁ τῶν
πατέρων ἡμῶν Θεός εὐλογητὸς εἶ.
Νῦν ἀΰλοις χορείαις, ὁμιλῶν θεομάκαρ καὶ τῆς λαμπρότητος,
τῆς ἄνω βασιλείας, ἀλήκτως ἀπολαύων, ἐποπτεύεις τοὺς ψάλλοντας, ὁ τῶν πατέρων
ἡμῶν Θεὸς εὐλογητός εἶ.
Ἐν τῇ ὁμολογίᾳ, τῇ τῆς Πίστεως Πάτερ ἔμεινας ἄτρεπτος·
Χριστὸν γὰρ εἰκονίζων, σαρκὶ καὶ περιγράφων, προσεκύνεις καὶ ἔκραζες, ὁ τῶν
Πατέρων ἡμῶν Θεὸς εὐλογητός εἶ.
Ἰησοῦ τοῦ Δεσπότου, ἐν τῷ σώματι φέρων Πάτερ τὰ στίγματα,
κἀμὲ καταστιχθέντα, τῷ βέλει τοῦ Βελίαρ, ἰατρεύεις κραυγάζοντα, ὁ τῶν Πατέρων
ἡμων Θεὸς εὐλογητός εἶ.
Θεοτοκίον
Ὑπὲρ φύσιν καὶ λόγον, τὸν Δεσπότην τῶν ὅλων ἐκυοφόρησας,
καὶ τρέφεις ἐκ μαζῶν σου, τὸν πᾶσιν εὐκαιρίᾳ, ἑτοιμάζοντα τράπεζαν· Ὃν ἐκτενῶς
Ἀγαθὴ ὑπὲρ ἡμῶν δυσώπει.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Τὸν Βασιλέα τῶν οὐρανῶν, ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων,
ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Στήλην σε ἔμπνουν ὡς ἀληθῶς καὶ εἰκόνα, ἐγκρατείας Πάτερ
κεκτημένοι, Τίτε σου τὴν μνήμην, τιμῶμεν εἰς αἰῶνας.
Θίασος χαίρει τῶν Μοναστῶν, καὶ χορεύει, τῶν Ὁσίων δῆμος
καὶ Δικαίων· στέφος γὰρ ἀξίως, σὺν τούτοις ἐκομίσω.
Ὡραϊσμένος ταῖς ἀρεταῖς, εἰς νυμφῶνα, τῆς ἀρρήτου δόξης
ἀνεκλήθης, ὕμνον ἀναμέλπων, Χριστῷ εἰς τοὺς αἰῶνας.
Τὴν διπλοΐδα τὴν ἱερὰν ἐστολίσω, καὶ τελῶν θυσίας
ἀναιμάκτους, θῦμα προσηνέχθης, Θεῷ εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἐν τῇ νηδύϊ σου τὸν πρὸ σοῦ συλλαβοῦσα, Θεομῆτορ ἄχραντε
Παρθένε, τέτοκας ἀφράστως, Χριστὸν τὸν Βασιλέα.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Τὴν ἁγνὴν ἐνδόξως τιμήσωμεν, λαοὶ Θεοτόκον, τὴν τὸ πῦρ τῆς
Θεότητος, δεξαμένην ἐν γαστρὶ ἀφλέκτως, ἐν ὕμνοις μεγαλύνωμεν.
Ἰατὴρ νοσούντων ἐν πάθεσι, θεόθεν ἐδείχθης, ἐλατὴρ δὲ
Μακάριε, καὶ διώκτης πονηρῶν δαιμόνων· διὸ σε μακαρίζομεν.
Τὴν γῆν ὡς φθορᾶς οἰκητήριον, κατέλιπες Πάτερ, καὶ εἰς γῆν
κατεσκήνωσας τῶν πραέων, καὶ σὺν αὐτοῖς ἀγάλλῃ, θείας ἀπολαύων τρυφῆς.
Ὅρον ἀπαρέγκλιτον πίστεως, καὶ τῆς ἐγκρατείας, ὑποτύπωσιν
ἔχοντες, τοὺς σοὺς πόνους ἀληθῶς, τὸν Κτίστην, ἐν ὕμνοις μεγαλύνομεν.
Σήμερον ἡμέρα ἑόρτιος· συγκαλεῖ γὰρ Τίτος, Μοναζόντων τὰ
ποίμνια, εἰς χορείαν καὶ κοινὴν ἑστίασιν, καὶ βρῶσιν ἀκηράτου ζωῆς.
Θεοτοκίον
Ὁ ἐν σοὶ σκηνώσας Πανάμωμε, τὸν πρὶν τοὺς γενάρχας,
κακοτρόπως πτερνίσαντα, βροτοκτόνον καταβαλὼν ἐτέχθη, καὶ πάντας ἡμᾶς ἔσωσεν.
Τὸ Φωταγωγικόν, τὸ Ἰδιόμελον τῆς ἡμέρας, εἰς τὸν Στίχον, καὶ ἡ λοιπὴ Ἀκολουθία
ὡς σύνηθες καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου