ΜΑΪΟΥ
ΤΗ ΚΓ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ
Ὁσίου Πατρὸς ἡμῶν καὶ Ὁμολογητοῦ Μιχαήλ, Ἐπισκόπου Συννάδων.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ
Ἁγίου γ'.
Στιχηρὰ τοῦ Ἁγίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
Πάτερ Μιχαὴλ θεόπνευστε, τὸ κατ' εἰκόνα Θεοῦ, διετήρησας
ἄμεμπτον, καὶ Χριστοῦ τὸν ἄχραντον, χαρακτῆρα ἐτίμησας, καὶ διδαχαῖς σου, πᾶσαν
κατέσβεσας, τήν γλωσσαλγίαν, ψυχῆς στερρότητι. Ὢ τῶν ἀγώνων σου, καρτερᾶς
ἐνστάσεως! δι' ἧς Χριστῷ, μάκαρ εὐηρέστησας, τῷ παντοκράτορι.
Πάτερ Μιχαὴλ θεόληπτε, ἱερωσύνης στολήν, ἐνδυσάμενος
ἔδραμες, τῶν μαρτύρων στάδιον, καὶ Χριστῷ προσενήνεξαι, διπλοῖς στεφάνοις,
μάκαρ κοσμουμενος, ἀρχιερέων, τάξεις ὀψόμενος. Ὢ τῆς ἀφράστου σου, χαρμονῆς
μακάριε, ἧς μετασχεῖν, ὄντως κατηξίωσαι, θεομακάριστε.
Πάτερ Μιχαὴλ θειότατε, σὺ τῷ ποδήρει σεπτῶς, Ἀαρὼν ὥσπερ
δεύτερος, καθωραϊζόμενος, τῶν Ἁγίων τὰ Ἅγια, νῦν κατοπτεύεις, ἔνδον γενόμενος,
καὶ τοῦ δευτέρου καταπετάσματος, Ὢ τῆς ἀχράντου σου, ὑπὲρ νοῦν ἐλλάμψεως,
Ἱεραρχῶν, θεῖον ἐγκαλλώπισμα, ἧς καὶ μετέσχηκας.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων
Δόξα... Καὶ νῦν... Θεοτοκον
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
Πάντοτε πράττων τὰ ἄτοπα, τὸν ποιητήν μου Θεόν, παροργίζω
ὁ ἄθλιος, καὶ πτοοῦμαι πάναγνε, τὴν αἰώνιον κόλασιν, καὶ τοῦ πυρὸς τὴν φλόγα
τὴν ἄσβεστον. Καὶ τῶν σκωλήκων τὴν ἀγριότητα, ὧν με ἐξάρπασον, Δέσποινα
πανύμνητε, τὸν σὸν Υἱόν, Λόγον καὶ φιλάνθρωπον καθικετεύουσα.
Ἢ Σταυροθεοτοκίον
Τὶ τὸ ὁρώμενον θέαμα, ὃ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται ὦ
Δέσποτα: ὁ συνέχων ἅπασαν, κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι, ὁ πᾶσι νέμων
ζωὴν ἡ Θεοτόκος κλαίουσα ἔλεγεν· ὅτε ἑώρακεν, ἐν Σταυρῷ κρεμάμενον, τὸν ἐξ
αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς Ἀπολυτίκιον τῆς Ἑορτῆς, Κανόνα πίστεως
καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου.
Ὁ Κανὼν τοῦ Ἁγίου οὗ ἡ Ἀκροστιχίς.
Ἀρχιερεῦ
Μιχαήλ, ἱεροῖς ὕμνοις σε γεραίρω.
Ποίημα Θεοφάνους.
Ὠδὴ α' Ἦχος β'
Ἐν βυθῷ κατέστρωσέ ποτε
Ἀπορρήτῳ λάμψας φωτισμῷ, Πάτερ δι' ἀσκήσεως ἀρχιερεὺς τοῦ
Θεοῦ ἐχρημάτισας, Μιχαὴλ θεσπέσιε, τὸ βασίλειον, ποδηγῶν ἱεράτευμα, καὶ Χριστοῦ
ποιμαίνων, σὺ τὴν Ἐκκλησίαν παμμακάριστε.
Ῥητορεύων στόματι λαμπρῷ, πᾶσι διεσάφησας, πανευσεβῶς τὰ
θεόφθεγκτα δόγματα, Μιχαὴλ πανόλβιε, τῶν αἱρέσεων, διελέγχων τὸ βλάσφημον, καὶ
τῆς εὐσεβείας, ἄριστα παμμάκαρ προϊστάμενος.
Χαρισμάτων θείων γεγονώς, μάκαρ ἐνδιαίτημα, πᾶσι πιστῶς
προφανῶς μεταδέδωκας, Μιχαὴλ πανεύφημε, θεομίμητον, πολιτείαν κτησάμενος, καὶ
δικαιοσύνην, περιβεβλημένος ὡς ἱμάτιον.
Ἱερὸν εἰκόνισμα Θεοῦ, καὶ τῆς Θεομήτορος, τιμητικῶς
προσκυνῶν διετέλεσας, Μιχαὴλ πανίερε, καὶ τὴν βλάσφημον γλωσσαλγίαν διέλυσας,
τῶν αἱρετιζόντων, λόγοις καὶ παθήμασι τροπούμενος.
Θεοτοκίον
Ἐκ γαστρός σου Πάναγνε σεμνή, λάμψας ἡμῖν Ἥλιος,
θεουργικαῖς ἀστραπαῖς κατεφαίδρυνεν, ἐκδιώξας ἅπασαν, τῶν δαιμόνων τὴν
σκοτεινόμορφον σύγχυσιν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται.
Ὠδὴ γ'
Ἐν πέτρᾳ με τῆς πίστεως
Ῥεόντων προετίμηκας θεορρῆμον, τὰ ἄρρευστα καὶ μένοντα δι'
αἰῶνος· ποικίλως γὰρ διέπρεψας ἀνακράζων· Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Θεὸς ἡμῶν, καὶ
οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Ἐξεχύθη σοῖς χείλεσι θεία χάρις, ἐπλάτυνας τὸ στόμα σου
καὶ ἐδέξω, σοφίας τὰ χαρίσματα καὶ ἐβόας· Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Θεὸς ἡμῶν, καὶ
οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Ὑπέταξας τὰ πάθη δι' ἐγκρατείας, ἐφώτισας τὸν νοῦν σου τῇ
θεωρίᾳ, ἐγένου πρακτικώτατος ἀναμέλπων· Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Θεὸς ἡμῶν, καὶ
οὐκ ἔστι, δίκαιος πλήν σου Κύριε.
Θεοτοκίον
Μαρίαν τὴν πανάχραντον Θεοτόκον, ὑμνήσωμεν ὡς πρόξενον
σωτηρίας, φανεῖσαν οἱ θεόφρονες, ᾗ βοῶμεν· Οὐκ ἔστιν ἄλλη τις, ἐλπὶς καὶ
στήριγμα, τῶν πιστῶν πανύμνητε θεοδόξαστε.
Ὁ Εἱρμὸς
Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου
ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου, ἐν τῷ ψάλλειν· Οὐκ ἔστιν Ἅγιος ὡς
ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε.
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Ἱέρευσας σαυτόν, διὰ βίου τελείου, καὶ ὤφθης Ἱερεύς, τοῦ
Θεοῦ τοῦ Ὑψίστου, παρ' οὗ δυναμούμενος, αἱρετίζοντα στόματα, ἀπεφίμωσας, κατὰ
Χριστοῦ τῆς εἰκόνος, ἀνοιγόμενα, καὶ διωκόμενος Πάτερ, τὸν δρόμον τετέλεκας.
Καὶ τῆς Ἑορτῆς
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων
Δόξα... Καὶ νῦν... Θεοτοκον
Ἦχος α' Τὸν τάφον σου Σωτὴρ
Προστάτιν πρὸς Θεόν, κεκτημένοι σε πάντες, προστρέχομεν
σεμνή, τῷ ἁγίῳ ναῷ σου, αἰτούμενοι βοήθειαν, παρὰ σοῦ Ἀειπάρθενε· ῥῦσαι οὖν
ἡμᾶς, τῆς τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς σὲ
μακαρίζοντας.
Ἢ Σταυροθεοτοκίον
Ὢ θαύματος καινοῦ! ὢ φρικτοῦ μυστηρίου! ἐβόα ἡ ἀμνὰς καὶ
πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἑώρακεν, ἁπλωθέντα τὸν Κύριον, ὁ τὰ σύμπαντα, ἐν τῇ
δρακὶ περιφέρων, πῶς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, Σταυρῷ κατακρίνεται;
Ὠδὴ δ'
Ἐλήλυθας, ἐκ Παρθένου
Ἰέμενος, τῶν στεφάνων τῆς δόξης, κατέλιπες σαρκὸς τὴν
εὐπάθειαν Ἱερομύστα πανόλβιε, ὅλον δὲ τὸν βίον σου, ὡς εὐωδέστατον θῦμα Χριστῷ
τέθυκας.
Χωλάναντες, ἀπ' εὐθείας τῆς τρίβου κατέπεσον, εἰς βόθρον
αἱρέσεως, οἱ νῦν φανέντες ἀλλότριοι, οὕσπερ ἐξεφαύλισας, Χριστοῦ τιμῶν τὴν
εἰκόνα Παμμακάριστε.
Ἀπείληφας, τῶν σῶν ἄθλων ἀξίως τὰ ἔπαθλα, Μιχαὴλ
πανέντιμε, ταῖς οὐρανίαις Δυνάμεσι, νῦν συνευφραινόμενος, καὶ συγχορεύων ὡς
Μάρτυς ἀξιάγαστε.
Ἡ γλῶσσά σου, ἀνεδείχθη τοῦ Πνεύματος κάλαμος, Μιχαὴλ
πανένδοξε, οἰκονομίαν τὴν ἔνσαρκον, Γραφαῖς μελετήσασα, τοῦ παντοκράτορος Λόγου
παναοίδιμε.
Λαμπόμενος, ἱερῷ καὶ τιμίῳ στολίσματι, τῆς ἱερωσύνης σου,
ὁμολογίᾳ διέπρεψας, θέατρον γενόμενος, Ἀγγέλοις τε καὶ ἀνθρώποις Πανσεβάσμιε.
Θεοτοκίον
Ἴθυνόν μου, Θεοτόκε τὸν βίον προστάγμασιν, ἐνθέοις
ῥυθμίζουσα, τοῦ σαρκωθέντος Λόγου ἐκ σοῦ, καὶ πρὸς φῶς ὁδήγησον, Παρθενομῆτορ
Μαρία Θεονύμφευτε.
Ὠδὴ ε'
Ὁ φωτισμός, τῶν ἐν σκότει
Ἐξ ἀγκαλῶν, ἀνετέθης τῷ Λόγῳ Ἱεροφάντορ· θεῖον γὰρ ἀνάθημα
δεδειγμένος, ἐνδιαπρέψας, πρακτικῇ θεωρίᾳ, καὶ σοφίας καρπὸν δρεψάμενος,
γέγονας ποιμὴν ἀληθῶς ἀξιόληπτος.
Ῥῆμα Θεοῦ, δαψιλῶς κατοικῆσαν ἐν σοὶ θεόφρον, ποταμοὺς
ἀνέβλυσε διδαγμάτων, οἷς ἐντρυφῶντες, εὐφραινόμεθα μάκαρ, σὲ μεσίτην σαφῶς
πλουτήσαντες, ἵλεων ἡμῖν ἐργαζόμενον Κύριον.
Ὁ θεϊκῇ, δυναστείᾳ τὰ πάντα διακοσμήσας, σὲ ὧ θεοφάντορ
ἱερωσύνης, μυστικωτάτης, κατηγλάϊσε μύρῳ, προγινώσκων τὴν σὴν λαμπρότητα· ὤφθης
ἱερεὺς γὰρ Θεοῦ μεγαλόφωνος.
Θεοτοκίον
Ἴσος ἡμῖν, κατὰ πάντα γενέσθαι καταξιώσας, ἐν σοὶ
κατεσκήνωσε Θεομῆτορ, Πατρὸς ἐκλάμψας, ὁ πανάγιος Λόγος, καὶ ἐτέχθη ἐκ σοῦ
Πανάμωμε, ἄνθρωπος ὁμοῦ, καὶ Θεὸς παντοδύναμος.
Ὠδὴ ς'
Ἐν ἀβύσσῳ πταισμάτων
Σωτηρίου χιτῶνα Πανεύφημε, θείας εὐφροσύνης τε περιβαλλόμενος,
ὁμολογίας στέφανον, πρὸς Θεοῦ ἐκομίσω ἐπάξιον.
Ὑπομείνας πικρὰς ἐξορίας σοφέ, εἰς εὐρυχωρότατον πλάτος
κατήντησας, τοῦ Παραδείσου Μάρτυσι, συγχορεύων Θεόφρον πανόλβιε.
Μαθητὴς χρηματίσας Χριστοῦ τοῦ Θεοῦ, τούτου τὰ παθήματα
Μάκαρ ἐζήλωσας, προκινδυνεύων ἄριστα, τῆς αὐτοῦ Ἐκκλησίας θεόπνευστε.
Θεοτοκίον
Νοερῶς ἐμυοῦντο τὴν ἄφραστον, πάντες οἱ Προφῆται σοῦ
Πάναγνε κύησιν, συμβολικῶς τυπούμενοι, καὶ προλέγοντες πᾶσι τὰ μέλλοντα.
Ὁ Εἱρμὸς
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς
εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ὥσπερ μέγας ἥλιος, ἐξανατείλας, καταυγάζεις ἅπαντας, τῶν
ἀρετῶν σου τῷ φωτί, καὶ τῶν θαυμάτων ταῖς λάμψεσι, θαυματοφόρε, Ἀγγέλων
ὁμώνυμε.
Συναξάριον
Τῇ ΚΓ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μιχαὴλ
τοῦ Ὁμολογητοῦ, Ἐπισκόπου Συννάδων.
Στίχοι
Τῷ
κυματώδει μικρὸν ἐμπρέψας βίῳ,
Λύῃ Μιχαήλ,
οἷα κούφη πομφόλυξ.
Εἰκάδι ἐν
τριτάτῃ Μιχαὴλ ἀναδέδραμεν ἐκ γῆς.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἁγίας μυροφόρου Μαρίας τοῦ Κλωπᾶ
ἐν εἰρήνῃ τελειωθείσης.
Ὁ ἅγιος
μάρτυς Σαλωνᾶς ὁ Ῥωμαῖος ξίφει τελειοῦται.
Ὁ ἅγιος
μάρτυς Σέλευκος πριονισθεὶς τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Ἀντίθεον πρόσταγμα
Οὐκ ἔφερε γλώσσηςσου τὸν θεῖον φθόγγον, ὁ θὴρ ὁ δυσώνυμος,
Μιχαὴλ ἱερώτατε, ἀλλ' ὑπερορίαις σε καταδικάζει μακραῖς, ὅμως κατῃσχύνετο τὴν
σήν, Ἱεροκήρυξ ὁρῶν στερρότητα.
Ἰθύνεται πάνσοφε ταῖς διδαχαῖς σου, Χριστοῦ τὸ πανίερον,
ὀρθόδοξόν τε σύστημα· ἐγένου γὰρ ὄργανον θαυματουργὲ Μιχαήλ, Πνεύματι
κρουόμενον, βοῶν, τὰ μεγαλεῖα τοῦ Παντοκράτορος.
Σοφῶς ἐστηλίτευσας τῶν δυσωνύμων, τροφίμων τοῦ Μάνεντος
τὴν βλάσφημον ἀσέβειαν, Χριστοῦ τὴν πανάχραντον Πάτερ εἰκόνα τρανῶς, καὶ τῆς
Θεομήτορος τιμῶν, καὶ τῶν Ἁγίων Μιχαήλ, Ὅσιε.
Θεοτοκίον
Σαρκώσεως γέγονας Θεοῦ τοῦ Λόγου, Παρθένε πανάμωμε, ὡραῖον
ἐνδιαίτημα· ἐκ σοῦ γὰρ ἀνέλαβε, δι' εὐσπλαγχνίαν πολλήν, ὅλον με τὸν ἄνθρωπον ὁ
ὢν εὐλογημένος καὶ ὑπερένδοξος.
Ὠδὴ η'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς
Ἐπὶ τοῦ βήματος ἑστώς, θεοκήρυξ, Μιχαὴλ οὐ κατεπλάγης,
ἀπειλὰς τῶν ἀνόμων, ἀλλ' ἐλευθέρᾳ φωνῇ, ἐβόας· Εἰκόνα τὴν ἄχραντον, σέβω τοῦ
Σωτῆρος Χριστοῦ καὶ τῶν Ἁγίων.
Γνώμῃ στερρᾷ καὶ σταθηρᾷ, συμπλεκόμενος Σοφὲ τοῖς
θεομάχοις, νικητὴς ἀνεφάνης, ἔργῳ καὶ λόγῳ δεικνύς, ὡς δέον εἰκόνα τὴν
ἄχραντον, σέβειν τοῦ Σωτῆρος, Χριστοῦ καὶ τῶν Ἁγίων.
Εἰς τὸ πρωτότυπον εἰδώς, τῆς εἰκόνος τὴν τιμὴν ἱεροφάντορ,
διαβαίνουσαν Πάτερ, ταῖς θεοπνεύστοις Γραφαῖς, συνᾴδων τοὺς πάντας ἐδίδαξας,
σέβειν τὴν εἰκόνα, Χριστοῦ καὶ τῶν Ἁγίων.
Θεοτοκίον
Ῥεῖθρον ἰάσεων ἡμῖν, ἀενάως τοῖς πιστοῖς ἀναπηγάζεις, οὗ
τὴν ἄφθονον χάριν, ἀπαρυόμενοι σοῦ, ὑμνοῦμεν τὸν τόκον τὸν ἄχραντον, καὶ
ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ
συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον,
καὶ ὑπερυψοῦτε εἰς πάντας τους αἰῶνας.
Ὠδή θ'
Ἀνάρχου Γεννήτορος
Ἀπείρῳ λαμπόμενος, νῦν φωτισμῷ πανόλβιε, τῷ φωτὶ τῷ μεγάλῳ
ὡς παριστάμενος, τοῦ πεποθημένου σοι τέλους, τυχεῖν σαφῶς Πάτερ ἠξιώθης, πρὸς ὃ
σπεύδων ἔδραμες, εὐσεβῶς πολιτευσάμενος.
Ἰδεῖν κατηξίωσαι, τὴν ὑπὲρ νοῦν λαμπρότητα, ἧς ἐν γῇ τὰς
ἐμφάσεις Πάτερ ἐκέκτησο, ἀλλὰ μεσιτεύων ῥυσθῆναι, σοὺς φοιτητάς, Χριστὸν
ἐκδυσώπει, τοὺς σὲ νῦν γεραίροντας, καὶ τιμῶντας ἀξιάγαστε.
Ῥωσθεὶς θείᾳ χάριτι, σοφίας σου πυρσεύμασι, θεομάχων τὸ
θράσος σαφῶς κατέσβεσας, τῶν ἀπαυγασμάτων τῶν τῇδε, ὡς τὴν πηγὴν ἔνδον
κεκτημένος, Μιχαὴλ θεσπέσιε, Χριστοκήρυξ Ἱερώτατε.
Θεοτοκίον
Ὡς πόκος Πανάμωμε, τὸν ὄμβρον τὸν οὐράνιον, ἐν γαστρὶ
συλλαβοῦσα ἡμῖν ἐκτέτοκας, τὸν τὴν ἀμβροσίαν διδόντα, τοῖς εὐσεβῶς αὐτὸν
ἀνυμνοῦσι, καὶ σὲ τὴν πανύμνητον, Θεοτόκον καταγγέλλουσιν.
Ὁ Εἱρμὸς
Ἀνάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ
Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ
τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.
Ἐξαποστειλάριον, τῆς Ἑορτῆς
Καὶ τὰ λοιπά, ὡς συνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου