ΙΟΥΝΙΟΥ
ΤΗ Θ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήιμη τοῦ
ἐν Ἁγίοις Πατρὸς ἡμῶν Κυρίλλου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι
Φρυκτωρίαις τοῦ Πνεύματος, ἐλλαμφθεὶς τὴν διάνοιαν,
φωτοβόλος ἥλιος ἐχρημάτισας, ὥσπερ ἀκτῖνας τὰ δόγματα, εἰς πάντα τὰ πέρατα,
ἐφαπλῶν καὶ τῶν πιστῶν, καταυγάζων πληρώματα, Παμμακάριστε, καὶ διώκων τὸ
σκότος θεοφόρε, τῶν αἱρέσεων δυνάμει, τοῦ ἐκ Παρθένου ἐκλάμψαντος.
Εὐφραδείᾳ τῶν λόγων σου, ἱερώτατε Κύριλλε, Ἐκκλησία ἅπασα
ὡραΐζεται, καὶ εὐσεβῶς καλλωπίζεται, ὡραίοις ἐν κάλλεσι, καὶ τιμᾷ σου ἱερῶς,
τὴν ἁγίαν μετάστασιν, παναοίδιμε, ἱερέων τὸ κλέος, τῶν Πατέρων, κορυφαῖε τῆς
Συνόδου, τῆς παναγίας ὑπέρμαχε.
Τοῖς πυρίνοις σου δόγμασι, τῶν αἱρέσεων ἅπασα, φρυγανώδης
φλέγεται ὕλη πάνσοφε, τῶν νοημάτων τοῖς βάθεσι, βυθίζεται στράτευμα,
ἀπειθούντων δυσσεβῶν, ἱερώτατε Κύριλλε, τοῖς διδάγμασι, καλλωπίζεται μάκαρ καθ'
ἑκάστην, τῶν πιστῶν ἡ Ἐκκλησία, μεγαλοφώνως τιμῶσά σε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Πεπτωκότων ἀνόρθωσις, τεθνεώτων ἀνάστασις, σὺ ἐδείχθης
τέξασα τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν τῷ Πατρὶ συννοούμενον, τὴν θείαν τε γέννησιν,
ἀνασχόμενον ἐκ σοῦ, σαρκικῶν ὑποστάσεων, ὃν ἱκέτευε, πειρασμῶν καὶ κινδύνων
λυτρωθῆναι, τοὺς ἐν πίστει Παναγία, εἰλικρινῶς σε δοξάζοντας.
Ἢ Σταυροθεοτοκίον
Ὡς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ Μήτηρ σου, ἐν Σταυρῷ
κρεμάμενον ἐξεπλήττετο, καὶ ἀτενίζουσα ἔλεγε· Τὶ σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου
δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι· Μὴ με μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ
σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς προπάτορας.
Ἀπολυτίκιον
Ἦχος α' Τῆς ἐρήμου πολίτης
Τὸν φωστῆρα τοῦ κόσμου καὶ ῥητόρων τὸν ἔξαρχον, τῆς
Ἀειπαρθένου Μαρίας παλαιστὴν καὶ ὑπέρμαχον, τὸν δόγμασι πυρίνοις ἀληθῶς,
ἐμπρήσαντα αἱρέσεως δεινῆς, Νεστορίου τοῦ βεβήλου τὰ δυσσεβῆ καὶ ἀντίχριστα
ῥήματα, ὑμνήσωμεν νῦν πανευλαβῶς, ὦ Κύριλλε θεῖε, λέγοντες· πρέσβευε τοῦ
κρατύνειν τὸν Χριστόν, πίστιν τήν ὀρθόδοξον.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς
Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.
Θεωριῶν
Κύριλλος ἐνθέων λύρα.
Θεοφάνους (Ἄνευ τῶν Θεοτοκίων).
Ὠδὴ α' Ἦχος δ'
Θαλάσσης τὸ ἐρυθραῖον
Θεόθεν τὴν φωτοδότιν Κύριλλε, χάριν δεξάμενος, καὶ
τηλαυγὴς φωστὴρ ἀναδειχθείς, λογικὰς ἀπαστράψαις ἡμῖν, μαρμαρυγάς, τὴν μνήμην
σου, ὅπως ἀξίως ἀνυμνήσωμεν.
Ἐπλήσθης τῆς δᾳδουχίας Κύριλλε, τοῦ θείου Πνεύματος, τῶν
ἐντολῶν ὡς φύλαξ τοῦ Χριστοῦ, καὶ παθῶν καθηράμενος, τῆς ὑπερθέου γέγονας,
ὄντως Τριάδος ἐνδιαίτημα.
Ὡς ζήλου καὶ παρρησίας ἔμπλεως, Κύριλλε ἔνδοξε, τὰς
θεομάχους πάσας ἀψευδῶς, γλωσσαλγίας διέλυσας, τῶν δυσσεβῶν αἱρέσεων, ὀρθοδοξίας
προϊστάμενος.
Θεοτοκίον
Ἰάσω τὴν συντριβὴν Πανάμωμε, τῆς ἀνθρωπότητος, τὸν ποιητήν
τεκοῦσα τοῦ παντός, τὸν ἡμᾶς ἀνορθώσαντα, καταρραγέντας πτώματι, τῶν προπατόρων
Θεονύμφευτε.
Ὠδὴ γ'
Εὐφραίνεται ἐπὶ σοὶ
Ῥωννύμενος ἐν Χριστῷ, τὰς μηχανὰς τοῦ σκολιοῦ δράκοντος,
γνώμῃ στερρᾷ Κύριλλε, ὡς ἱστὸν ἀράχνης διέλυσας.
Ἰλὺν παθῶν ἐκ ψυχῆς, ἐξετινάξω καθελὼν Κύριλλε, πᾶν
λογισμῶν ὕψωμα, κατὰ τοῦ Χριστοῦ ἐπαιρόμενον.
Ὡς εὔστοχος ἀθλητής, Πάτερ ἐξέκλινας στερρῶς ἅπασαν, τὴν
τῆς σαρκὸς εὐπάθειαν, ὡς ἐπιβλαβῆ καὶ ἐπίβουλον.
Θεοτοκίον
Τὴν μόνην ἐν γυναιξίν, εὐλογημένην ὡς Θεοῦ σκήνωμα,
πανευπρεπὲς ἅπαντες, ἐν ἀγαλλιάσει δοξάσωμεν.
Ὁ Εἱρμὸς
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ
μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τὴν σοφίαν τὴν θείαν πεπλουτηκώς, ἐξηρεύξω δογμάτων Πάτερ
πηγάς, πλυνούσας αἱρέσεων, δυσωδέστατον βόρβορον, καὶ πιστῶν καρδίας,
ἀρδευούσας ἐν χάριτι, καὶ τῆς Ἐκκλησίας τὰς αὔλακας Κύριλλε, ἤδη μεθυσκούσας·
διὰ τοῦτό σε πίστει, τιμῶντες τὴν μνήμην σου, ἐκτελοῦμεν θεόπνευστε, Ἱεράρχα
πανεύφημε· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθω, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον αὐτόμελον
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως
Μήτηρ Θεοῦ τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες,
τὸν πάντα συνέχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα. Ὅθεν δυσωπῶ
σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ
προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνὴ τὴν σὴν βοήθειαν τότε μοι
δώρησαι· καὶ γὰρ δύνασαι, ὅσα θέλεις πανύμνητε.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ
Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται,
δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν·
ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους. Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος,
καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς
δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.
Ὠδὴ δ'
Ἐπαρθέντα σε ἰδοῦσα
Νενικητότα τὰ πάθη τὰ ψυχοφθόρα, καὶ λογισμῷ κρατήσαντα
σαρκὸς θεοφόρε, Κύριλλε ἰδὼν ὁ Χριστός, τῆς θείας σε πρόεδρον, Πάτερ Ἐκκλησίας
καθίστησιν.
Κληρονομήσας ὡς γόνος ἠγαπημένος, τὴν πατρικὴν τοῦ Μάρκου,
ἀρετὴν καὶ τοῦ θρόνου, γέγονας διάδοχος, τοῦ θείου τοῖς ἴχνεσιν, Εὐαγγελιστοῦ
παρεπόμενος.
Ὑπὸ Χριστοῦ μὲν ὡς πρόβατον ἐποιμάνθης, ὡς δὲ ποιμὴν
ἐποίμανας, τὸ ποίμνιον Πάτερ, λόγοις ψυχοτρόφοις σου, ὡς πόαις καὶ ἄνθεσι,
δαψιλῶς ἐκτρέφων τῇ χάριτι.
Θεοτοκίον
Σεσαρκωμένον τὸν Λόγον ἐκ σοῦ Παρθένε, θεοπρεπῶς
ἐγέννησας, καὶ μένεις Παρθένος· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα,
πίστει ἀδιστάκτῳ κραυγάζομεν.
Ὠδὴ ε'
Σὺ Κύριέ μου φῶς
Ῥεῦμα ὄντος σφοδρόν, πλημμυροῦντος χειμάρρου ὁ σός, ὦ
Κύριλλε ἐκμιμεῖται, λόγος, τῶν κακοδόξων ἐκτρέπων μηχανήματα.
Ἴσως τὴν βδελυράν, τοῦ Ἀρείου διαίρεσιν, ὦ Κύριλλε μιαράν
τε, Σαβελλίου ἐκ βάθρων, συναλοιφὴν καθῄρηκας.
Λόγους πλουτοποιούς, ὡς χρυσὸν καταλέλοιπας, ὦ Κύριλλε
θησαυροὺς δέ, ὑπὲρ λίθους τιμίους, τοὺς σοὺς τῇ Ἐκκλησία Χριστοῦ.
Θεοτοκίον
Τὶς δύναται τὸ σόν, ἑρμηνεῦσαι μυστήριον, Πανάμωμε; τὸν
γὰρ κτίσει, μὴ χωρούμενον πάσῃ, ἐν μήτρᾳ σου ἐχώρησας.
Ὠδὴ ς'
Θύσω σοι, μετὰ φωνῆς
Λαβίδι, Σεραφὶμ τῷ Προφήτῃ τὸν ἄνθρακα, τῇ Ἐκκλησία
Χριστοῦ δέ, ταῖς χερσὶ προσνέμεις Ἱερομύστα, τὸ ἐκ θείου, πυρὸς ἠνθρακωμένον
καθάρσιον.
Ὁμόρους, ὡς Σαμψὼν ἀλλοφύλους οὐκ ἔθραυσας, τὰ δὲ ἀλλόκοτα
πάντα, τῶν ἑτεροδόξων διδάγματα, καὶ τὸ κράτος, τοῖς ὀρθοδόξοις δέδωκας
Κύριλλε.
Συνόδου, θεολέκτου σαφῶς προηγούμενος, τὸ δυσσεβὲς
Νεστορίου, χριστομάχον θράσος Πάτερ καθεῖλες, ζήλῳ πνέων, ὑπὲρ τῆς ἀληθοῦς
Θεομήτορος.
Θεοτοκίον
Ὅλην σε, περιστερὰν τελείαν καὶ πάγκαλον, καὶ τηλαυγὲς
εὑρὼν κρίνον, καὶ κοιλάδων ἄνθος ὦ Θεομῆτορ, ὁ Νυμφίος, ὁ νοητὸς ἐν σοὶ
κατεσκήνωσεν.
Ὁ Εἱρμὸς
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι·
ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι
αἵματι.
Κοντάκιον Ἦχος πλ. β'
Τὴν ὑπὲρ ἡμῶν
Ἄβυσσον ἡμῖν, δογμάτων θεολογίας, ἔβλυσας σαφῶς, ἐκ τῶν
πηγῶν τοῦ Σωτῆρος, τὰς αἱρέσεις κατακλύζουσαν μακάριε, καὶ τὸ ποίμνιον
ἀλώβητον, τρικυμίαις διασῴζουσαν· τῶν περάτων καὶ γὰρ Ὅσιε, ὑπάρχεις καθηγητής,
ὡς τὰ θεῖα σαφῶν.
Συναξάριον
Τὴ Θ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν
Κυρίλλου, Ἀρχιεπισκόπου Ἀλεξανδρείας.
Στίχοι
Κύριλλον
ὑμνῶ τοῦ Κυρίου μου φίλον,
Καὶ Κυρίας
πρόμαχον Ἀειπαρθένου.
Εὕρατο
τυμβοχοὴν ἔνατον Κύριλλος ἐς ἦμαρ.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Ἐν τῇ καμίνῳ, Ἀβραμιαῖοι
Ἐν τῷ Σιναίῳ, ἀκρωτηρίῳ πάλαι γνόφον εἰσδύς, νόμον εἷλε
μάκαρ Κύριλλε ὁ Μωσῆς, ἀναιροῦντα, τὸν τοῦ γράμματος, σὺ δὲ ἀνέπτυξας, τὸ
κεκρυμμένον βάθος τοῦ Πνεύματος.
Νομοθεσίας, δι' αἰνιγμάτων ὡς νηπίοις τὸ πρίν, Πάτερ
δεδομένης κάλυξι καλυπτά, ὥσπερ ῥόδα τὰ νοήματα, σὺ ἀπεκάλυψας, ἑρμηνεύσας τοὺς
τύπους σαφέστατα.
Θεοκηρύκων, καὶ θεολήπτων τὰ δυσέφικτα, τεύχη Προφητῶν τῇ
χάριτι ἐμπνευσθείς, τοῦ ἐκείνους ἐμφορήσαντος, Πνεύματος Κύριλλε, εἰλικρινῶς
ἡμῖν διεσάφησας.
Ἐν ἀσυγχύτῳ, ἑνώσει θείᾳ καὶ ἀτμήτῳ σαφῶς, Πάτερ
διαιρέσεις, τρεῖς μὲν θεολογῶν, ὑποστάσεις ἔφης Κύριλλε, ἀπαραλλάκτους δέ, ἐν
οὐσίᾳ μιᾷ καὶ Θεότητι.
Θεοτοκίον
Ἐπὶ τοῦ θρόνου, τοῦ ἐπηρμένου ὁ καθήμενος, θρόνον ἐπὶ γῆς
Παρθένε θεοπρεπῆ, εὑρηκὼς σε ἀνεπαύσατο· Εὐλογημένη σύ, Θεογεννῆτορ ἄχραντε
Δέσποινα.
Ὠδὴ η'
Χεῖρας ἐκπετάσας
Ὡς κῦμα θαλάσσης ἀληθῶς, ἐν σοὶ ἐξέβλυσεν, ἡ τῆς σοφίας
πηγή· καὶ γὰρ ἀέναοι ἔρρευσαν, ποταμοὶ ἐκ τῆς κοιλίας σου, Πάτερ δογμάτων
εὐσεβῶν, καθὼς προεῖπε Χριστός· ὑπερβαίνει ψάμμον γάρ, τεύχη τὰ σὰ τὰ θεόλεκτα.
Νομεὺς καὶ διδάσκαλος σοφός, τῆς Ἐκκλησίας δειχθείς, τὰς
δύο Κύριλλε, σαφῶς ἀνέπτυξας Ὅσιε, Διαθήκας καὶ ὡς ἄγκυραν, καὶ πατρικὸν κλῆρον
τοὺς σούς, ἔχουσα λόγους βοᾷ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Λόγου σαρκωθέντος δι' ἡμᾶς, τοῦ παντεχνήμονος, σὺ τὴν
ἀπόρρητον, διδάσκεις ἕνωσιν Κύριλλε, ἀδιαίρετον ἀσύγχυτον, τὰς ἐφ' ἑκάτερον
ῥοπάς, ἴσως ἐκκλίνας βοᾷς· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Κυρίως γεννήσασα Θεόν, κυρίως Πάναγνε, Μήτηρ ἐδείχθης
Θεοῦ, ἐπαληθεύουσαν φέρουσα, καταλλήλως τῷ γεννήματι, θεωνυμίαν, οἱ πιστοί·
ὅθεν δοξάζομεν, Θεοτόκον σε, θεοφρόνως πανάμωμε Δέσποινα.
Ὁ Εἱρμὸς
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα ἐν λάκκῳ ἔφραξε,
πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες
κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὠδὴ θ'
Εὔα μὲν τῷ τῆς παρακοῆς
Ὕψωμα Χριστοῦ κατεπαρθὲν τῆς γνώσεως, καὶ τῆς τούτου
Θεομήτορος, Κύριλλε ἅπαν κατὰ κράτος, καθεῖλες Νεστορίου τὸ ἄθεον, Υἱῶν δυάδα
ὡσαύτως καὶ σύγχυσιν, τῶν Ἀκεφάλων τὴν τῶν φύσεων.
Ῥώσει τῶν φρενῶν καὶ φωτισμῷ τῆς χάριτος, τὴν Τριάδα
ὁμοούσιον, τόν τε Υἱὸν σεσαρκωμένον, Θεὸν θεολογήσας Μακάριε, ὀφθείς τε
Θεοτόκου ὑπέρμαχος, ἐν τοῖς ὑψίστοις νῦν δεδόξασαι.
Ἄνωθεν ἡμᾶς τοὺς ὑμνητὰς ἀοίδιμε, ἐποπτεύοις Πάτερ ἵλεως,
Ἄνακτι νίκας σταυροφόρῳ, βραβεύων καὶ ὑψῶν ταῖς πρεσβείαις σου, τὸ κέρας
ὀρθοδόξων φωτίζων τε, τοὺς τὴν σὴν μνήμην μεγαλύνοντας.
Θεοτοκίον
Ἄνθρακα
τὸν νοητὸν Ἁγνὴ πανάμωμε, Ἡσαΐας ὃν τεθέαται, φέρεις ἀγκάλαις Θεομῆτορ, μορφὴ
τῇ ἡμετέρᾳ ἑνούμενον, καὶ κόσμω τὴν σωτηρίαν βραβεύοντα· ὅθεν σε πάντες
μεγαλύνομεν.
Ὁ Εἱρμὸς
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο,
σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν
ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν».
Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου