Παρασκευή 23 Μαΐου 2014

ΜΗΝΑΙΟ ΑΥΓ. (25)



ΑΥΓΟΥΣΤΟΥ
ΤΗ ΚΕ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῆς ἐπανόδου τοῦ Λειψάνου Ἁγίου Ἀποστόλου Βαρθολομαίου, καὶ μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τίτου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Βαρθολομαίου τρία.
Ἦχος δ'
Ὡς γενναῖον ἐν μάρτυσι
Τὸν πολύφωτον ἥλιον, τὸν ἀστέρα τὸν ἄδυτον, οὐρανὸν τὸν ἔμψυχον διηγούμενον, δόξαν Θεοῦ τὴν σωτήριον, τὸ ἔνθεον κήρυγμα, τὸν φωστῆρα τῶν ἐθνῶν, ποταμόν τὸν προχέοντα, ῥεῖθρα γνώσεως, καὶ ἀρδεύοντα πάντων τὰς καρδίας, μακαρίσωμεν γνησίως, Βαρθολομαῖον τὸν ἔνδοξον.
Αἱ πορεῖαί σου ὤφθησαν, ἐν θαλάσσῃ Ἀπόστολε, ὑπὲρ νοῦν ἀνθρώπινον φανερούμεναι· ἀπορριφεὶς γὰρ σὺν λάρνακι, πρὸς Δύσιν ἐξέδραμες, ἐξ Ἑῴας εὐκλεῶν, ἑπομένων μαρτύρων σοι, ἑκατέρωθεν, καὶ τιμὴν ποιουμένων ἐπινεύσει, τοῦ Δεσπότου τῶν ἁπάντων, Βαρθολομαῖε Ἀπόστολε.
Τὴν ὑγρὰν ἐπιβάσεσι, θαυμασίαις ἡγίασας, καὶ πρὸς νῆσον ἔφθασας τῆς Λιπάρεως, μύρα πηγάζων ἀοίδιμε, καὶ πάθη ἀνίατα, θεραπεύων καὶ σωτήρ, τῶν ἐκεῖσε γενόμενος, καὶ προσφύγιον, καὶ προστάτης καὶ ῥύστης πρὸς τὸν πάντων, Βασιλέα καὶ Σωτῆρα, Βαρθολομαῖε Ἀπόστολε.
Καὶ τοῦ Ἁγίου Τίτου τρία
Ἔδωκας σημείωσιν
Μίαν τρισυπόστατον, ἀνακηρύττων Θεότητα, τὴν πολύθεον θάλασσαν, ἐθνῶν διετάραξας, καὶ γαληνοτάτους, μάκαρ πρὸς λιμένας, τοὺς νηχομένους τῷ βυθῷ, τῆς ἀθεΐας σὺ ἐγκαθώρμισας, ἐντεῦθεν τὴν οὐράνιον, ἀντιμισθίαν ἀπείληφας, δυσωπῶν τὸν φιλάνθρωπον, ὑπὲρ τῶν ἀνυμνούντων σε.
Θείαις ἀναλάμψεσι, καταυγασθεὶς τὴν διάνοιαν, ὡς ἀκτὶς συμπεπόρευσαι, ἡλίῳ φωτίζοντι, τὰ ἐσκοτισμένα, Παύλῳ θείῳ Τίτε, καὶ σὺν αὐτῷ πᾶσαν τὴν γῆν, τῆς βαθυτάτης νυκτὸς ἀπήλλαξας· διὸ σε μακαρίζομεν, ὡς Ἱεράρχην θεόληπτον, ὡς Ἀπόστολον ἔνθεον, πρεσβευτὴν ὡς θερμότατον.
Κρήτης ἐξορμώμενος, καὶ ἐν αὐτῇ ἀφικόμενος, ἀρραγὴς ὡς θεμέλιος, ἐν ᾗ ἐστερέωτο, ὀρθοτάτῃ πίστει, τῇ οἰκοδομίᾳ, ἐπῳκοδόμησε πιστούς, τῆς οὐρανίου θείας δυνάμεως, ὁ Τίτος, ὁ μακάριος, ὁ τῆς πατρίδος πρωτόθρονος, ὁ τοῦ Παύλου συνέκδημος, τῶν πιστῶν ἡ παράκλησις.
Δόξα... Ἦχος πλ. β'
στησας ἐν θαλάσσῃ τὸ ὅρμημα, πολυχρόνιος νεκρός, καὶ τὴν τρίβον σου ἐν ὕδασι πολλοῖς, Βαρθολομαῖε πανεύφημε, Ἀνατολῆς ἐξορμώμενος· Δίκαιοι γὰρ εἰς αἰῶνα ζῶσι, προνοίᾳ τοῦ σοῦ Διδασκάλου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ὃν ἱκέτευε Ἀπόστολε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν ... Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα... Ἦχος πλ. β'
Τοῦ Ἁγίου Τίτου
Τῆς ἐκλογῆς τοῦ σκεύους, Παύλου θεοκήρυκος, φοιτητὴς γενόμενος, καὶ μυηθεὶς τὰ θεῖα παρ᾽ αὐτοῦ διδάγματα, εἰς τὰ ἔθνη πρὸς πίστιν ἀπεστάλης, ἐπιστρέφειν καὶ φωτίζειν, τῇ αἴγλῃ τῶν λόγων σου· ὅθεν εἰς τὰ πέρατα διέδραμες, Ἀπόστολε Τίτε, εὐαγγελιζόμενος πᾶσι τὸν σαρκωθέντα Θεόν, ὃν καθικέτευε, τοῦ σωθῆναι τοὺς ἐν πίστει ἐκτελοῦντας, τὴν ἀεισέβαστον μνήμην σου.
Καὶ νῦν ... Θεοτοκίον
Τριήμερος ἀνέστης
Παρθένε παναμώμητε, ἱκέτευε ὃν ἔτεκες, οἰκτιρῆσαι, τὴν ἀθλίαν μου ψυχήν, καὶ τῇ μερίδι τάξαι, τῶν ἐκλεκτῶν ἐν ὥρᾳ τῆς δίκης ἄκρᾳ ἀγαθότητι.
Ἀπολυτίκιον Ἦχος γ'
πόστολοι Ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῷ, ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Δόξα... Καὶ νῦν ...
Θεοτοκίον Ἦχος γ'
Σὲ τὴν μεσιτεύσασαν τὴν σωτηρίαν τοῦ γένους ἡμῶν, ἀνυμνοῦμεν Θεοτόκε Παρθένε· ἐν τῇ σαρκὶ γὰρ τῇ ἐκ σοῦ προσληφθείσῃ, ὁ Υἱός σου καὶ Θεὸς ἡμῶν, τὸ διὰ Σταυροῦ καταδεξάμενος πάθος, ἐλυτρώσατο ἡμᾶς, ἐκ φθορᾶς ὡς φιλάνθρωπος.
Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων οἱ παρόντες δύο, ποίημα Θεοφάνους ἀμφότεροι.
Ὁ Κανὼν τοῦ Ἁγίου Βαρθολομαίου. οὗ ἡ Ἀκροστιχίς.
Ὕμνοις γεραίρω τὸν καλόν μου προστάτην.
Ὠδὴ α' Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου
πέρτιμον λίθον σε, ζωῆς ἡ πέτρα ἀνέδειξεν, ἐν ᾧ ἐδομήσατο, τὴν Ἐκκλησίαν αὐτοῦ, Βαρθολομαῖε, Ἀπόστολε θεόπτα· ὅθεν σε γεραίρομεν, καὶ μακαρίζομεν.
Μεγάλως μυοῦσάν σε, τὰ ὑπὲρ νοῦν καὶ διάνοιαν, σοφίαν εὑράμενος, τὴν ἐνυπόστατον, ἀπεμώρανας, Ἑλλήνων τὴν σοφίαν, σοφίσας τὰ πέρατα, θείοις διδάγμασιν.
Νεκρὸς ἐπιτύμβιος, θαλασσοπόρος γεγένησαι, ταῖς θείαις προστάξεσι καταπειθόμενος, καὶ ὡς ἥλιος, πρὸς Δύσιν ἐξ Ἑῴας, Ἀπόστολε ἔφθασας, καταφωτίζων αὐτήν.
Θεοτοκίον
πλήρης κεκένωται, ὁ προαιώνιος ἄρχεται, ἐκ Κόρης θεόπαιδος ἀποτικτόμενος, ὃν ἐκήρυξας, ἐν δύο ταῖς οὐσίαις, μιᾷ ὑποστάσει δέ, Θεομακάριστε.
Ὁ Κανὼν τοῦ Ἁγίου Τίτου, ἔχων Ἀκροστίχ. ταύτην.
Παύλου μαθητὴν Τίτον ὑμνῶ προφρόνως.
Ἦχος καὶ Εἱρμὸς ὁ αὐτὸς
Παντοίοις χαρίσμασι, καταπλουτίσασα χάρις σε, τοῦ Πνεύματος κήρυκα, θεῖον Ἀπόστολον, εἰς τὰ πέρατα, κηρύττοντα, ἐκπέμπει, τοῦ Λόγου τὴν σάρκωσιν, Τίτε ἀοίδιμε.
Αὐγὴν θείας χάριτος, εἰσδεδεγμένος ἐξήστραψας, ὡς ἥλιος πάνσοφε, ταῖς ἐν τῷ σκότει ψυχαῖς, ἃς ἐφώτισας, ἐξαίρων ἁμαρτίας, δουλείας λυτρούμενος, πλάνης μακάριε.
πάρχων ἀνάπλεως, τῶν χαρισμάτων τοῦ Πνεύματος, ὁ Παῦλος ὁ πάνσοφος, σὲ προχειρίζεται, καὶ διάκονον, καὶ θεῖον ὑποφήτην, καὶ πίστεως κήρυκα, Τίτε θεσπέσιε.
Θεοτοκίον
Λυτρούμενος ἔλαμψε, σοῦ ἐκ νηδύος ὁ Κύριος, τοῦ κόσμου τὰ πέρατα, πλάνης Θεόνυμφε, ὃν ἱκέτευε, καὶ πάντοτε δυσώπει, σωθῆναι τοὺς πίστει σε, Κόρη γεραίροντας.
Τοῦ Ἁγίου Βαρθολομαίου
Ὠδὴ γ'
Τοὺς σοὺς ὑμνολόγους
σχυρὰν παράκλησίν σε εὗρον, καὶ φῶς καὶ δεινῶν ἀπαλλαγήν, Βαρθολομαῖε πάνσοφε, οἱ πλάνῃ συνεχόμενοι, καὶ ἀθεΐας ζόφωσιν, φρενοβλαβῶς περικείμενοι.
Στόμα γεγονὼς Θεοῦ τοῦ Λόγου, ἐκ στόματος λύκου νοητοῦ, λαοὺς ἐρρύσω ἔνδοξε, προσαγαγὼν τῷ Κτίσαντι, διὰ λουτροῦ Βαπτίσματος, Βαρθολομαῖε ἀοίδιμε.
Γλώσσῃ σου πυρίνῃ καταφλέξας, τῆς πλάνης τὴν ὕλην τὴν πικράν, κεχερσωμένας πάνσοφε, καρδίας κατενέωσας, καὶ γεωργεῖν οὐράνια, νοήματα παρεσκεύασας.
Θεοτοκίον
κ σοῦ ὑπὲρ λόγον Θεὸς Λόγος, τεχθῆναι εὐδόκησε σαρκί, Παρθενομῆτορ ἄχραντε, μαθητὴν ἐκλεξάμενος, καὶ ὑπηρέτην γνήσιον, Βαρθολομαῖον τὸν ἔνδοξον.
Τοῦ Ἁγίου Τίτου
Οὐκ ἐν σοφίᾳ
Οὐκ ἐν σοφίᾳ, μωραινούσῃ αὐτῇ τοὺς προσέχοντας, ἀλλὰ γνώσει ἀληθεῖ, τὴν ἀγνωσίαν μακάριε, ψυχῶν ἀπεδίωξας, τῶν προστρεχόντων σοι.
λομανοῦσαν, ἀθεΐας ἀκάνθαις τὴν ἄρουραν, παγκληρίας τῶν ἐθνῶν, δρεπάνῃ θείᾳ ἐκάθηρας, γνώσεως τὰ σπέρματα, καταβαλλόμενος.
Μίαν κηρύττων, ἐν τρισὶ τοῖς προσώποις Θεότητα, ἀπεδίωξας ἀχλύν, πολυθεΐας μακάριε, θείαν πρὸς ἐπίγνωσιν, ἄγων τὰ πέρατα.
Θεοτοκίον
γιωτέραν, τῶν Ἀγγέλων καὶ πάσης τῆς κτίσεως, ἀνωτέραν ὁ ἐκ σοῦ, σαρκὶ τεχθεὶς σε εἰργάσατο· ὅθεν σε ὡς Δέσποιναν, πάντων γεραίρομεν.
Ὁ Εἱρμὸς
Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.
Κάθισμα τοῦ Ἁγίου Βαρθολομαίου
Ἦχος α'
Τὸν Τάφον σου Σωτὴρ
κάθοδος τῶν σῶν, παναγίων Λειψάνων, ὑπόθεσις ἡμῖν, ἑορτῆς φαιδροτάτης, πανεύφημε γέγονε, τοῦ Κυρίου Ἀπόστολε, ἣν γεραίροντες, εὐσεβοφρόνως τιμῶμεν, σὲ τὸν ἄδυτον, Βαρθολομαῖε λαμπτῆρα, Χριστὸν μεγαλύνοντες.
Δόξα... Τοῦ Ἁγίου
Ἦχος πλ. δ' Τὴν σοφίαν
σπερ ἄστρον ἡλίῳ συμπορευθείς, παναοίδιμε Τίτε Παύλῳ σαφῶς, τὴν γῆν ἐφωτίσατε, καὶ τὸ σκότος ἐλύσατε, ἐν τῇ Κρητῶν δὲ νήσῳ, εἰσδύσας μακάριε, διὰ θανάτου πᾶσιν, ἀδύτους κατέλιπες, θείας ὡς ἀκτῖνας, τοὺς σοὺς πόνους καὶ λόγους, ὑφ' ὧν ἐλλαμπόμενοι, εὐσεβῶς σε γεραίρομεν, καὶ συμφώνως βοῶμέν σοι· Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Καὶ νῦν ... Θεοτοκίον
Χαῖρε θρόνε πυρίμορφε τοῦ Θεοῦ, χαῖρε Κόρη καθέδρα βασιλική, κλίνη πορφυρόστρωτε, χρυσοπόρφυρε θάλαμε, χλαμὺς ἁλουργόχροε, τιμαλφέστατον τέμενος, ἀστραπηφόρον ἅρμα, λυχνία πολύφωτε, χαῖρε Θεοτόκε, δωδεκάτειχε πόλις, καὶ πύλη χρυσήλατε, καὶ παστὰς ἀγλαόμορφε, ἀγλαόχρυσε τράπεζα, Θεοκόσμητον σκήνωμα, χαῖρε ἔνδοξε νύμφη ἡλιοστάλακτε, χαῖρε μόνη ψυχῆς μου διάσωσμα.
Τοῦ Ἁγίου Βαρθολομαίου
Ὠδὴ δ'
Τὴν ἀνεξιχνίαστον
ῆσις πέρας εἴληφε προφητική· φῶς γὰρ εἰς ἐθνῶν περιποίησιν, ὁ θεηγόρος, ἐπορεύθη μαθητής, καταφωτίζων ἅπαντα, τὰ τῆς οἰκουμένης πληρώματα.
Αἴγλῃ φωτιζόμενος θεαρχικῇ, θείαν κατὰ μέθεξιν δεύτερον, φῶς καθωράθης λειτουργήσας προφανῶς, τῷ δι' ἡμᾶς παχύτητι, σώματος φανέντι Ἀπόστολε.
να διαβάσεσιν ἁγιασθῇ, θάλασσα λιθίνη ἐν λάρνακι, ταύτῃ ἐπέβης, ἐξ Ἑῴας πρὸς Δυσμάς, τὰς θαυμαστὰς κινήσεις σου, ὦ Βαρθολομαῖε ποιούμενος.
Θεοτοκίον
ς τὸν ἀνερμήνευτον ὑπερβολῇ, πλούτου εὐσπλαγχνίας κυήσασα, ἀνερμηνεύτως τοὺς πτωχεύσαντας ἡμᾶς τῇ ἁμαρτία Πάναγνε, θείαις δωρεαῖς καταπλούτισον.
Τοῦ Ἁγίου Τίτου
Ὁ καθήμενος ἐν δόξῃ
Θησαυρῶν ἐξ ἀκενώτων, ἀρυόμενος πάνσοφε, πενομένας φρένας, πλούτου ἀληθείας ἐνέπλησας, νεναρκωμένας καρδίας ἀνεζώωσας, ἀγνωσίας, διώκων ἀχλὺν παναοίδιμε.
τοῦ Παύλου σε σαγήνη, τῇ προνοίᾳ τῆς χάριτος, σαγηνεύει Τίτε, μέλλοντα προθύμως εἰς ὕστερον, σοῦ τῷ ἀγκίστρῳ τοῦ λόγου ἔθνη πάμπολλα, ἀνελκύσειν, ἀπάτης βυθοῦ πρὸς εὐσέβειαν.
Τῷ κλεινῷ ὥσπερ ἀρνίον, θείῳ Παύλῳ ἑπόμενος, τοὺς βαρεῖς ἐκ μέσου, λύκους θεηγόρε ἀπήλασας, τὰ τῶν εἰδώλων τεμένη κατηδάφισας, καὶ ναοὺς Θεοῦ, τοὺς γηγενεῖς ἀπετέλεσας.
Θεοτοκίον
Ἁγία Θεοτόκος, ἡ σκηνὴ ἡ ἀμόλυντος, τοῦ φωτὸς ἡ πύλη, τράπεζα καὶ στάμνος ἡ πάγχρυσος, τὸ ἀλατόμητον ὄρος καὶ κατάσκιον, ὡς χωρήσασα, τὸν Πλαστουργόν μακαρίζεται.
Τοῦ Ἁγίου Βαρθολομαίου
Ὠδὴ ε'
Ἐξέστη τὰ σύμπαντα
Τοὺς πόδας κτησάμενος, ὡραίους τῷ κηρύγματι, πᾶσιν ἀγαθὰ εὐηγγελίσω, πᾶσιν εἰρήνην μάκαρ ἐκήρυξας, ἔχθρας παλαιὰς ἀλλοτριῶν, θείαις εἰσηγήσεσι, τοῦ Σωτῆρος Ἀπόστολε.
λόγος σου ἴαμα, τοῖς δεξαμένοις γέγονεν, ὄφεως ἰὸν θανατηφόρον, Βαρθολομαῖε, γῆ δὲ κατέστραπται, ἡ τῶν ἀσεβῶν προφητικῶς, ταῖς ἀναμοχλεύσεσι, τῶν πανσόφων δογμάτων σου.
Νεκρὸς πολυήμερος, ζωὴν πηγάζων ἄφθονον, νώτοις ἐποχούμενος θαλάσσης, Βαρθολομαῖε θείοις σὺν μάρτυσιν, ἄπειρα πελάγη διελθών, νήσῳ τῆς Λιπάρεως, προσωρμίσθης θεόπνευστε.
Θεοτοκίον
Κυρίως δοξάζω σε, Θεοῦ Μητέρα πάναγνον· Χαῖρέ σοι κραυγάζων τοῦ Ἀγγέλου, εὐλογημένη Θεοχαρίτωτε, ἄκουσμα καὶ λάλημα φρικτόν, ξένον ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.
Τοῦ Ἁγίου Τίτου
Ἀσεβεῖς οὐκ ὄψονται
Νεμομένην ἔστησας, κακίας τὴν πληγήν, τῶν ἐθνῶν μάκαρ τὰς ψυχάς, τῷ νοστίμῳ ἅλατι, τῶν θείων λόγων σου, ἰατρὸς ὡς ἄριστος, ὡς τῆς χάριτος διάκονος.
Ταῖς τοῦ Παύλου νεύσεσιν, ὑπείκων εὐμενῶς, σὺν αὐτῷ τὴν ὑπ' οὐρανόν, διατρέχεις πάνσοφε, λόγον τῆς γνώσεως, εὐαγγελιζόμενος, Θεοκήρυξ πανσεβάσμιε.
σουργὸν ὁμόθρονον, τὸν Λόγον τῷ Πατρί, ἐκδιδάσκων οἷα σοφός, θεηγόρε ἔπεισας, τοὺς μετριόφρονας, τῶν εἰδώλων ἅπασαν, τὴν ἀπάτην ἀποκρούσασθαι.
Θεοτοκίον
Τὴν ἁγνὴν ἁγνεύοντι, τιμήσωμεν νοΐ, καλλονὴν τὴν τοῦ Ἰακώβ, καὶ ἐνθέοις πράξεσι καλλυνόμενοι, εὐσεβῶς ὑμνήσωμεν, ὡς μητέρα τοῦ Θεοῦ ἡμῶν.
Τοῦ Ἁγίου Βαρθολομαίου
Ὠδὴ ς'
Τὴν θείαν ταύτην
κτὶς Ἠλίου τοῦ λάμψαντος τῷ κόσμῳ διὰ σώματος γέγονας, ταῖς σελασφόροις σου διδασκαλίαις Ἀπόστολε, ἐπιδιώκων νύκτα, πλάνης πολύθεον.
Λαοῖς Θεοῦ τὸ σωτήριον, ἐτράνωσας σαρκὸς ὁμοιώματι, ἐμφανιζόμενον διὰ πολλὴν ἀγαθότητα, Βαρθολομαῖε κήρυξ, ἐθνῶν Ἀπόστολε.
δὸν τὴν θάλασσαν ἔσχηκας, καὶ τρίβους ἐφ' ὑδάτων πεποίηκας καὶ οὐκ ἐγνώσθη σου, τούτοις τὰ ἴχνη ἐν Πνεύματι, ὡς Δαυῒδ προέφη, μάκαρ Ἀπόστολε.
Θεοτοκίον
Ναὸς τῆς δόξης γεγένησαι, καὶ πύλη τοῦ φωτὸς ἐχρημάτισας, ὄρος κατάσκιον, τέρας Προφήταις ᾀδόμενον, Παρθενομῆτορ Κόρη, Θεοχαρίτωτε.
Τοῦ Ἁγίου Τίτου
Θύσω σοι, μετὰ φωνῆς
Παῦλος, ὁ τοῦ κόσμου ἀνέσπερος ἥλιος, σὲ ὡς ἀκτῖνα ἐκπέμπει, φωτοβόλον μάκαρ τὰς ἐν τῷ σκότει, τῆς ἀγνοίας, καθευδούσας καρδίας φωτίζουσαν.
Ναμάτων, ζωηρύτων ὑπάρχων ἀνάπλεως, ῥείθροις ἐνθέων δογμάτων, τοὺς χειμάρρους μάκαρ τῆς ἀγνωσίας, κατακλύζεις, καταρδεύων ἐθνῶν τὰ συστήματα.
Θεοτοκίον
μνοῦσι, γενεαὶ γενεῶν σε πανύμνητε· τὸν ὑπερύμνητον Λόγον, τοῦ Θεοῦ γὰρ ἔτεκες ὑπὲρ λόγον, ὃν δοξάζει, καὶ βροτῶν καὶ Ἀγγέλων τὰ τάγματα.
Ὁ Εἱρμὸς
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».
Κοντάκιον τοῦ Ἁγιου Βαρθολομαίου
Ἦχος δ' Ἐπεφάνης σήμερον
φθης μέγας ἥλιος, τῇ οἰκουμένῃ, διδαγμάτων λάμψεσι, καὶ θαυμασίων φοβερῶν, φωταγωγῶν τοὺς τιμῶντάς σε, Βαρθολομαῖε, Κυρίου Ἀπόστολε.
Ἕτερον τοῦ Ἁγίου Τίτου
Ἦχος β' Τὰ ἄνω ζητῶν
Τοῦ Παύλου δειχθείς, συνόμιλος Ἀπόστολε, σὺν τούτῳ ἡμῖν, τὸν λόγον προκατήγγειλας, τῆς ἐνθέου χάριτος, μυστολέκτα Τίτε μακάριε· διὰ τοῦτο βοῶμέν σοι· Μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.
Ὁ Οἶκος
Τὸν ἐπὶ γῆς ὀφθέντα Σωτῆρα καταγγείλας ἐν κόσμῳ, τῆς αὐτοῦ ἀψευδοῦς Θεότητος ἐχρημάτισας φίλος οἰκεῖος καὶ κληρονόμος· ὅθεν πίστει προσπίπτων, σὲ ἱκετεύω, ὅπως ταῖς σαῖς ἱκεσίαις παράσχῃς μοι ἄφεσιν, διώκων τὴν ἀχλυώδη τῆς ψυχῆς μου σκοτόμαιναν ἔνδοξε, τοῦ ἐπαξίως ὑμνῆσαί σε, καὶ βοᾶν σοι ἀπαύστως Ἀπόστολε. Μὴ παύσῃ πρεσβεύων ὑπὲρ πάντων ἡμῶν.
Συναξάριον
Τῇ ΚΕ' τοῦ αὐτοῦ μηνός, μνήμη τῆς ἐπανόδου τοῦ Λειψάνου τοῦ Ἁγίου ἐνδόξου Ἀποστόλου Βαρθολομαίου.
Στίχοι
να τρυγῶμεν ἄφθονον πιστοὶ χάριν,
Βαρθολομαῖος εὑρέθη κεκρυμμένος.
Σὸν νέκυν εἰκάδι Βαρθολομαῖε ἐφεῦρον πέμπτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου Ἀποστόλου Τίτου, Ἐπισκόπου Γορτύνης τῆς κατὰ Κρήτην, μαθητοῦ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.
Στίχοι
τω παρ' ἡμῶν καὶ Τίτῳ βραχὺς τίτλος,
Τούτου τελευτὴν τὴν ἐν εἰρήνῃ φέρων.
Οὐράνιον δάπεδον λάχες εἰκάδι Τίτ' ἑνὶ πέμπτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήιμη τῶν Ἁγίων Πατέρων ἡμῶν Μηνᾶ, Ἐπιφανίου, Γενναδίου καὶ Ἰωάννου Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Στίχοι
κόσμος ἐκλέλοιπε τῆς Ἐκκλησίας.
Μηνᾶς γὰρ ἐκλέλοιπεν ἐκ τῶν ἐνθάδε,
Σπάσας τελευτῆς Ἐπιφάνιος μέθυ,
Κεῖται τραπεὶς εἰς ὕπνον εὐθὺς τῷ κάρῳ.
πιφανίῳ, Γενναδίῳ ποιμέσι
Χριστοῦ, Ἰωάννη τε ὕμνον προσφέρω.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ Ἁγ. Βαρθολομαίου
Ὠδὴ ζ'
Οὐκ ἐλάτρευσαν
Μωρανθεῖσαν, τῇ κακίᾳ παναοίδιμε, τὴν ἀνθρωπότητα, νοστίμῳ ἅλατι, ἰάσω τῶν λόγων του, καὶ ψάλλειν ἔπεισας· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητός εἶ.
Οὐρανὸς ὡς ὑψηλότατος γενόμενος, δόξαν Θεοῦ νοητῶς, ὑψηλοτάτῃ φωνῇ, κηρύττεις ὡς ἔνθεος, μάκαρ Ἀπόστολος, ᾧ κραυγάζομεν· ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.
φαντὸν τῆς θείας χάριτος ἱμάτιον, μάκαρ ἐνέδυσας, τοὺς γυμνωθέντας τὸ πρίν, κακίᾳ τοῦ ὄφεως, καὶ ψάλλειν ἔπεισας· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Προστασίαν σε καὶ τεῖχος καὶ ἀντίληψιν, καταπλουτήσαντες, Θεογεννῆτορ ἁγνή, οἱ δοῦλοί σου πάντοτε, πίστει βοῶμέν σοι· Χαῖρε γέφυρα, ἡ πρὸς Θεὸν μετάγουσα, τοὺς ἐκ γῆς εὐλογημένη.
Τοῦ Ἁγίου Τίτου
Ὁ διασώσας ἐν πυρὶ
Μίαν θεότητα ὑμνεῖν, μίαν κυριότητα σέβειν, Τίτος διδάσκων τοὺς βροτούς, πολυθέου μανίας ἀπήλλαξεν, εὐσεβῶς ἀνακράζοντας· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Νενεκρωμένη τῇ ψυχῇ, ἄψυχον οἱ σέβοντες ὕλην, τὸν νεκρωθέντα δι' ἡμᾶς, ζωοδότην Θεὸν κατενόησαν, ὑπὸ σοῦ παιδευόμενοι, μαθητὰ καὶ μυστολέκτα τῶν ἀπορρήτων.
ς ἀληθείας ὑπουργός, ψεύδους καθαιρέτης ἐφάνης, καὶ ὡς τοῦ Παύλου μαθητής, διωγμοὺς καὶ κινδύνους ὑπέμεινας, σὺν αὐτῷ μέλπων ἔνδοξε· ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Θεοτοκίον
Πεποικιλμένη ἀρεταῖς, τοῦ Παμβασιλέως παρέστης, ἐκ δεξιῶν τοῦ ἐκ τῶν σῶν, σαρκωθέντος αἱμάτων Ἀνύμφευτε, ἐκτενῶς ἱκετεύουσα, λυτρωθῆναι ἀπὸ πάσης ἡμᾶς ἀνάγκης.
Τοῦ Ἁγ. Βαρθολομαίου
Ὠδὴ η'
Παῖδας εὐαγεῖς
είθροις προσκλυζόμενος ἐνθέοις, Ἐδὲμ ποταμὸς ὡς ἐκπεπόρευσαι, ἄρδων τὴν ὑφήλιον, ταῖς διδασκαλίαις σου, καὶ τὰ τῆς πλάνης ὕδατα, ξηραίνων χάριτι, καὶ κράζων· Τὸν Σωτῆρα ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Λόγος ὡς θεῖον Θεολόγον, τὰ λόγου ἐπέκεινα μυήσας σε, βέλος ὡς σωτήριον, κόσμῳ ἐξαπέστειλε, κατατιτρώσκων σύστημα, δυσμενὲς ἔνδοξε, καὶ σῴζων τοὺς πιστῶς μελῳδοῦντας, καὶ ὑπερυψοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.
Σταλάζον ὡς ὄρος ἀνεφάνης, τὸν θεῖον γλυκασμὸν ἀξιοθαύμαστε, θάλασσαν διέσχισας, τρίβον μετὰ θάνατον, ταῖς θεϊκαῖς δυνάμεσι προσπεραιούμενος, τὰ ταύτης ἀποντίστως πελάγη, σὲ δορυφορούντων, γενναίων ἀθλοφόρων.
Θεοτοκίον
Τοὺς νόμους τῆς φύσεως λαθοῦσα, καὶ τίκτεις καὶ μένεις ἀειπάρθενος· Λόγον γὰρ ἐκύησας, ἄνθρωπον γενόμενον, ὑπερβολῇ χρηστότητος, ᾧ πάντες κράζομεν· τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Ἁγίου Τίτου
Ὁ αὐτὸς Εἱρμὸς
ανίσιν αἱμάτων σου ἐσβέσθη, τὸ πῦρ τῆς ἀπάτης τὸ ἀλλότριον, νόσοι ἐδιώχθησαν, δαίμονες ἠλάθησαν, τῇ πρὸς Θεὸν δεήσει σου, Τίτε' Ἀπόστολε· διὸ σε ὡς θεράποντα θεῖον, τοῦ παμβασιλέως, Χριστοῦ ἀνευφημοῦμεν.
λος τῷ Θεῷ ἱερωμένος, καὶ θείαις ἠγλαϊσμένος Τίτε χάρισι, Λόγον τὸν σωτήριον, πᾶσι διετράνωσας, τὸν ἀλογίας πάνσοφε, ἡμᾶς ῥυσάμενον, τοὺς πίστει ἀληθεῖ εὐλογοῦντας, καὶ ὑπερυψοῦντας, αὐτὸν εἰς τοὺς αἰῶνας.
Φωτὸς καθαρώτατον δοχεῖον, ἐγένου καταφωτίσας τὴν ὑφήλιον, θείοις ἀμαρύγμασι, Τίτε ἀξιάγαστε, καὶ ἀμαυρώσας ἔντασιν, παρανομούντων ἐχθρῶν, τὸν Κύριον ὑμνεῖτε ἐβόας, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
ομφαία ἡ πάλαι στρεφομένη, τὰ νῶτα Παρθένε νῦν μοι δίδωσι, Λόγον ὅτι ἔτεκες, σάρκα περικείμενον, καὶ ἐν δυσὶ ταῖς φύσεσι κατανοούμενον, ὃν τρέμουσιν Ἀγγέλων αἱ τάξεις, καὶ δοξολογοῦσι, βροτοὶ εἰς τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Ἁγίου Βαρθολομαίου
Ὠδὴ θ'
Ἅπας γηγενὴς
γει ἑορτήν, τῇ μνήμῃ σου σήμερον, τῶν Ἀποστόλων χορός, μάρτυρες ἀγάλλονται, καὶ τῶν δικαίων πάντων τὰ πνεύματα, οἱ δὲ πιστοὶ τοῖς ὕμνοις σε καταγεραίρομεν, καὶ βοῶμεν· Πάσης ἡμᾶς θλίψεως, μαθητὰ τοῦ Χριστοῦ ἀπολύτρωσαι.
Τὸ διὰ Σταυροῦ, μακάριον ἔνδοξε, τέλος δεξάμενος, σύμμορφος γεγένησαι, τῶν παθημάτων τοῦ Διδασκάλου σου, καὶ κοινωνὸς λαμπρότατος, καὶ θείας δόξης ἀεί, σὺν Ἀγγέλοις τούτῳ παριστάμενος, καὶ ἀρρήτου φωτὸς ἀξιούμενος.
πλησιφαής, καὶ εὔσημος μνήμη σου, ἡμῖν ἐπέλαμψεν, ἅπαντας φωτίζουσα, Χριστοῦ αὐτόπτα Βαρθολομαῖε σοφέ, ἐν ᾗ παρακαλοῦμέν σε, μνήσθητι πάντων ἡμῶν, ἐναντίας πάσης περιστάσεως, ταῖς εὐχαῖς σου ἡμᾶς ἐκλυτρούμενος.
Θεοτοκίον
Νέκρωσον ἡμῶν, σαρκὸς τὰ φρονήματα, Θεοκυῆτορ ἁγνή, στῆσον τῶν παθῶν ἡμῶν, τὴν καταιγίδα, παῦσον τὸν κλύδωνα, καὶ λογισμοῖς ὀχύρωσον ἐνθέοις ἄχραντε, τάς καρδίας πίστει τῶν τιμώντων σε, προστασία ἡμῶν ἀκαταίσχυντε.
Τοῦ Ἁγίου Τίτου
Εὔα μὲν τῷ τῆς παρακοῆς
λην σου τὴν πρὸς τὸν Λυτρωτὴν ἀγάμενος, καὶ ἀγάπην καὶ πεποίθησιν, ἕλκει συνέκδημον ὁ Παῦλος, σὺν σοὶ τὸ ἱερὸν Εὐαγγέλιον, τοῖς ἔθνεσι κηρύττων Ἀπόστολε· ὅθεν σὺν τούτῳ σε γεραίρομεν.
Νόσους ἐκδιώκεις τῶν πιστῶν, δαιμόνια, ἀπελαύνεις θείᾳ χάριτι, Κρήτης ὁ μέγας πολιοῦχος, πρωτόθρονός τε ταύτης ὁ ἔνθεος, φωστὴρ ὁ διαυγὴς καὶ οὐράνιος, Τίτε θεόφρον ἀξιάγαστε.
ς ἥλιος ἔλαμψεν ἡμῖν ἡ μνήμη σου, φρυκτωρίαις ταῖς τοῦ Πνεύματος, ὅλη φαιδρῶς ὡραϊσμένη, τὰ νέφη τῶν παθῶν ἐκδιώκουσα, ἣν πίστει τοὺς τελοῦντας διάσῳζε· Τίτε παμμάκαρ ἀξιάγαστε.
Θεοτοκίον
Σειρὰς τῶν πταισμάτων μου Ἁγνὴ διάλυσον, μεσιτείᾳ σου πανάμωμε· λῦσον τὸ σκότος τῆς ψυχῆς μου, τὸν σάλον τῶν παθῶν μου κατεύνασον, τοὺς μάτην πολεμοῦντάς με σύντριψον, σῶσόν με σῶσον Ἀειπάρθενε.
Ὁ Εἱρμὸς
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.
Ἐξαποστειλάριον
τοῦ Ἁγίου Βαρθολομαίου
Τοῖς Μαθηταῖς συνέλθωμεν
Τὴν ἱερὰν κατάθεσιν, τοῦ σεπτοῦ σου λειψάνου, Βαρθολομαῖε πάνσοφε, ἑορτάζοντες πόθῳ, ἀνευφημοῦμέν σε πίστει· ἐξ Ἑῴας γὰρ μάκαρ, πρὸς νῆσον τῆς Λιπάρεως, παραδόξως ἐκπλεύσας, ταῖς θαυμασταῖς, σοῦ πορείαις ἅπασαν τὴν Ἑσπέραν, ἐφώτισας Ἀπόστολε, τοῦ Χριστοῦ Θεοκήρυξ.
Τοῦ Ἁγίου Τίτου Ὅμοιον
Μύστα τῆς θείας χάριτος, καὶ Ἀπόστολε Τίτε, σὺν Παύλῳ τῷ θεόφρονι, πρέσβευε τῇ Τριάδι, ὑπὲρ εἰρήνης τοῦ κόσμου, καὶ ἡμῖν τοῖς τελοῦσι, τὴν παναγίαν μνήμην σου, καὶ σὲ πόθῳ τιμῶσι, τῶν δυσχερῶν, καὶ πταισμάτων λύσιν καὶ σωτηρίαν, καὶ δόξαν καὶ λαμπρότητα, οὐρανῶν βασιλείας.
Θεοτοκίον
Σὺν ἀσωμάτοις τάξεσι, σὺν μαρτύρων χορείαις, σὺν Ἀποστόλων τάγμασι, σὺν Προφήταις καὶ πᾶσι, Δικαίοις ὦ Θεομῆτορ, ἀνυμνοῦμέν σε Κόρη· καὶ γὰρ Θεὸν ἐγέννησας, τὸν ἀρρήτῳ σοφίᾳ, διὰ Σταυροῦ, καθελόντα ᾍδου τὴν τυραννίδα, καὶ σώσαντα πανύμνητε, ἅπαν βρότειον γένος.
Εἰς τους Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τέσσαρα.
Ἦχος δ'
Ἔδωκας σημείωσιν
Θεῖον ἐπαφῆκέ σε, ὡς ποταμὸν παμμακάριστε, ἡ πηγὴ τῆς ζωῆς ἡμῶν, ὕδατα ξηραίνοντα, τῆς πολυθεΐας, ἄρδοντα τὸν κόσμον, ῥείθροις ἐνθέων διδαχῶν, Βαρθολομαῖε καὶ κατακλύζοντα, τῆς πλάνης τὰ ζιζάνια, καὶ τῶν δεινῶν ἐξαιρούμενον, τοὺς πιστῶς πειθομένους σοι, τοῦ Κυρίου Ἀπόστολε.
λιον καθάπερ σε, Ἀνατολῆς ἐξορμώμενον, καὶ πρὸς Δύσιν δυόμενον, πορείαις ἀοίδιμε, ταῖς ἐπὶ ὑδάτων, σαφῶς γενομέναις, ἐπεγνωκότες οἱ πιστοί, τῆς παραδόξου ἐπιδημίας σου, ἀνάμνησιν ἐτήσιον, ἐπιτελοῦμεν γεραίροντες, τὰ πολλά σου θαυμάσια, τοῦ Κυρίου Ἀπόστολε.
Νεκρὸς ἐπιτύμβιος, θαλασσοπόρος γεγένησαι, ἐξ Ἑῴας ὁρμώμενος, σὺν μάρτυσι πάνσοφε, καὶ πρὸς Δύσιν φθάνων, ἄδυτε φωσφόρε, τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, Βαρθολομαῖε θεομακάριστε, ἐν ᾗ ἀναπαυσάμενος, πᾶσι τῶν κόπων ἀνάπαυσις, καὶ δεινῶν ἀπολύτρωσις, θαυμαστῶς ἐχρημάτισας.
Θείαις ἀναλάμψεσι, καταυγασθεὶς τὴν διάνοιαν, ὡς ἀκτὶς συμπεπόρευσαι, ἡλίῳ φωτίζοντι, τὰ ἐσκοτισμένα, Παύλῳ θείῳ Τίτε, καὶ σὺν αὐτῷ πᾶσαν τὴν γῆν, τῆς βαθυτάτης νυκτὸς ἀπήλλαξας· διὸ σε μακαρίζομεν, ὡς Ἱεράρχην θεόληπτον, ὡς Ἀπόστολον ἔνθεον, πρεσβευτὴν ὡς θερμότατον.
Δόξα... Ἦχος πλ. α'
σοφία τοῦ Θεοῦ, ὁ συναΐδιος Λόγος τοῦ Πατρός, καθὼς ἐν Εὐαγγελίοις προέφη, τὰ εὔφορα κλήματα, ὑμεῖς ἐστε πανεύφημοι Ἀπόστολοι, οἱ τὸν βότρυν τὸν πέπειρον καὶ τερπόν, ἐν τοῖς κλάδοις ὑμῶν φέροντες, ὃν οἱ πιστοὶ ἐσθίοντες, ἐπιστοιχοῦμεν γεῦσιν πρὸς εὐφρόσυνον, Βαρθολομαῖε θεόληπτε, καὶ Τίτε καύχημα, τῆς Κρήτης, ἐκτενῶς πρεσβεύσατε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν ...
Θεοτοκίον Ἦχος πλ. α'
Μακαρίζομέν σε, Θεοτόκε παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.
Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

Ὁ Ἀπόστολος
Πρὸς Κορινθ. α' Ἐπιστ.
Ἀδελφοί, ὁ Θεὸς ἡμᾶς τοὺς Ἀποστόλους...
Ζήτει Κυριακῇ Δεκάτῃ

Εὐαγγέλιον
Κατὰ Ματθαῖον
Εἶπεν ὁ Κύριος· Ὑμεῖς ἐστε τὸ φῶς τοῦ Κόσμου...

Κοινωνικὸν
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.

cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9
Y2:cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9

ΜΗΝΑΙΟ ΑΥΓ. (24)



ΑΥΓΟΥΣΤΟΥ
ΤΗ ΚΔ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
Μάρτυς Εὐτυχῆ μακάριε, μαθητευθεὶς ἱερῶς, τῷ τοῦ Λόγου σεπτῷ μαθητῇ, Θεολόγῳ κήρυκι, πρὸς αὐτοῦ πᾶσαν μύησιν, ἱερωτάτην ἤδη μεμύησαι, καὶ φῶς ὡράθης, φωτίζων χάριτι, πᾶσαν διάνοιαν, ταῖς θεολογίαις σου ταῖς ἱεραῖς· ὅθεν τὴν ἁγίαν σου, μνήμην γεραίρομεν.
Πλάνης καθεῖλες ὀχύρωμα, ἀναμοχλεύσει στερρᾶς, καρτερίας πανόλβιε, καὶ δεσμὰ ὑπήνεγκας, καὶ ἀοίδιμον θάνατον· ἀθανασίας ὅθεν ἐπέτυχες, χοροῖς μαρτύρων, Ἀγγέλων τάξεσι, συναυλιζόμενος, καὶ μεθέξει κρείττονι θεοπρεπῶς, κάλλιστα θεούμενος, καὶ τελεώτατα.
ν τῇ φρουρᾷ κεκλεισμένος ὤν, ἄρτον ἐδέξω ζωῆς, οὐρανόθεν ἀοίδιμε, ἐμβληθεὶς εἰς φλόγα δέ, ἀδιάφλεκτος ἔμεινας, πληγὰς ὑπέστης, δεινῶς ξεόμενος, ὁρμὰς θηρίων, εὐχαῖς ἐπράϋνας, ξίφει τὴν κάραν σου, ἀπετμήθης αἵματι πρὸς οὐρανόν, ἀνακουφιζόμενος, ὡς θείῳ ἅρματι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Δεῦρο ψυχή μου στενάζουσα, καὶ τῶν δακρύων κρουνούς, ἐκ καρδίας πηγάζουσα, τῇ Παρθένῳ βόησον, καὶ Μητρὶ τοῦ Θεοῦ ἡμῶν. Διὰ τὸ πλῆθος, τῶν οἰκτιρμῶν σου Ἁγνή, τῆς φοβερᾶς με, ῥῦσαι κολάσεως, καὶ κατασκήνωσον, ἔνθα ἡ ἀνάπαυσις καὶ ἡ χαρά, ἡ διαιωνίζουσα, καὶ ἡ ἀπόλαυσις.
Ἢ Σταυροθεοτοκίον
λιος τέκνον ἠμαύρωται, καὶ ἡ σελήνη τὸ φῶς, εἰς ζοφῶδες ἱμάτιον, γνοφερῶς μετέβαλε, γῆ κλονεῖται καὶ ῥήγνυται, τὸ τοῦ ναοῦ σου δὴ καταπέτασμα, κἀγὼ πῶς τέκνον, οὐ διαρρήξομαι, σπλάγχνα καὶ ὄμματα; παρειὰς γλυκύτατε καταξανῶ, ἀδίκως σε θνῄσκοντα, βλέπουσα Σῶτέρ μου.
Ἀπολυτίκιον Ἦχος δ'
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Εὐτυχῆ. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς.
Τὴν Εὐτυχοῦς μέλψωμεν ἔνθεον χάριν.
Ἰωσήφ.
Ὠδὴ α' Ἦχος πλ. δ'
Ἁρματηλάτην Φαραὼ
Τῶν Ἀποστόλων καὶ μαρτύρων σύσκηνος, ἀποδεικνύμενος, καὶ θεϊκῆς αἴγλης, πάντοτε πληρούμενος, τοὺς τὴν σεπτήν σου σήμερον, ἑορτὴν ἐκτελοῦντας, φωτὸς μετόχους ἀνάδειξον, μάρτυς Εὐτυχῆ ἀξιάγαστε.
γαπημένῳ μαθητῇ μακάριε, μαθητευθεὶς εὐσεβῶς, καὶ τοὺς αὐτοῦ τρόπους, ἄγαν μιμησάμενος, τὸν Κύριον ἠγάπησας, τοὺς αὐτοῦ θείους νόμους, πληρώσας καὶ τὰ παθήματα, τούτου Εὐτυχῆ μιμησάμενος.
Νόμῳ τῷ θείῳ εὐσεβῶς πειθόμενος, σάρκα ἐνέκρωσας, ἀσκητικοῖς πόνοις, κόσμου μακρυνόμενος, καὶ ὄρεσιν ἀοίδιμε, διαιτώμενος μάρτυς, καὶ τὴν ψυχὴν καθαιρόμενος, καὶ θεοειδὴς γνωριζόμενος.
Θεοτοκίον
ν σοὶ Παρθένε τὴν ἐλπίδα τίθημι, τῆς σωτηρίας μου, ἁμαρτιῶν ῥύπου, ὅλον με ἀπόπλυνον, καὶ καθαρὸν ἀπέργασαι, τῷ Υἱῷ σου ἀρίστως, εὐαρεστοῦντα καὶ πράττοντα, τούτου τὸ πανάγιον θέλημα.
Ὠδὴ γ'
Ὁ στερεώσας κατ' ἀρχὰς
περαστράπτοντα φωτί, κηρύγματος τοῦ πανσόφου, ὥσπερ ἥλιον εὑράμενος Παῦλον, συμπεπόρευσαι αὐτῷ, ἀστὴρ καθάπερ μέγιστος, φωταγωγῶν καρδίας, μάκαρ θεόφρον ἐν Πνεύματι.
Τῶν θεολόγων ἡ κρηπίς, τῶν Μαθητῶν ἡ ἀκρότης, Ἰωάννης ὁ στερέμνιος φίλος, τοῦ Σωτῆρος ἀπὸ γῆς, ἐνθέως μεθιστάμενος, σοὶ τοῦ Θεοῦ τὴν ποίμνην, μάκαρ ποιμαίνειν παρέθετο.
περκαλλὴς καὶ φωταυγής, καὶ πλήρης Πνεύματος θείου, τῷ δικάζοντι ἀνόμως παρέστης, διελέγχων τὴν αὐτοῦ, δυσσέβειαν πανόλβιε, καὶ τοῦ Χριστοῦ τὴν θείαν, ὁμολογῶν ἐνανθρώπησιν.
Θεοτοκίον
Χαῖρε ἡ μόνη τὴν χαράν, ἀνερμηνεύτως τεκοῦσα, χαῖρε ἅρμα καὶ νεφέλη τοῦ Λόγου, χαῖρε θρόνε τοῦ Θεοῦ, Παρθένε ἀπειρόγαμε, χαῖρε Ὁσίων δόξα, χαῖρε μαρτύρων στεφάνωμα.
Ὁ Εἱρμὸς
στερεώσας κατ' ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, Ἅγιος μόνε Φιλάνθρωπε.
Κάθισμα Ἦχος γ'
Θείας πίστεως
Φέγγος ἤστραψας θεογνωσίας, σκότος ἔλυσας πολυθεΐας, μαρτυρικῶς ἐκτελέσας τὸν δρόμον σου, καὶ ἰαμάτων πηγάζων χαρίσματα, τῶν προσιόντων καθαίρεις νοσήματα, μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπερέχουσα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον
ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι! τέκνον μου, πῶς πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον!
Ὠδὴ δ'
Σύ μου ἰσχύς, Κύριε
λῳ νοΐ, ἀποδημῶν πρὸς τὸν Κύριον, οὐκ ᾐσθάνου, πάντοθεν τυπτόμενος, καὶ σπαραττόμενος χαλεπῶς, οἷα δὲ εὐῶδες, θυμίαμα ἀξιάγαστε, ὀσμῆς τοὺς παρεστῶτας, ἀπεπλήρωσας θείας, ἐνεργείᾳ θεόφρον τοῦ Πνευματος.
πὸ Θεοῦ, μάρτυς θεόφρον φρουρούμενος, ἐν φρουρᾷ τε, δέσμιος καθήμενος, ἄρτον οὐράνιον ὁρατῶς, χαίρων ὑπεδέξω, Θεοῦ σε παραθαρρύνοντος, τοῦ μόνου ἀθλοθέτου, Εὐτυχῆ ἀθλοφόρε, οὗ τὸ πάθος τὸ θεῖον ἐζήλωσας.
Σοῦ τὸ σεπτόν, στόμα ἀνοίξας ἐν Πνεύματι, πρὸ βημάτων, πάνσοφε ἱστάμενος, δικαστικῶν τὴν ἀληθινήν, πίστιν τῆς Τριάδος, ἐτράνωσας ἐμφανέστατα, εἰδώλων δὲ τὴν πλάνην, ἐστηλίτευσας μάκαρ, καὶ τυράννων ἀθέων φρονήματα.
Μετὰ πολλάς, ἄλλας αἰκίας τοῦ σώματος, θείῳ πόθῳ, μάκαρ πυρπολούμενος, τὴν ἐξαφθεῖσαν φλόγα πυρός, χαίρων ὑπεισῆλθες, ἀποτομίᾳ δικάζοντος, ἐφλέχθης δὲ οὐδόλως· ἡ γὰρ θεία σε δρόσος, Εὐτυχῆ οὐρανόθεν ἐδρόσιζεν.
Θεοτοκίον
ν γυναιξί, μόνη Παρθένος διέμεινας, καὶ πρὸ τόκου, καὶ μετὰ τὴν γέννησιν· Θεὸς γὰρ ἦν ὁ καινοτομῶν, φύσεις ὑπὲρ λόγον, ἐκ σοῦ ἀρρήτως σαρκούμενος, ὁ ἄνω πρὸ αἰώνων, καὶ ἐν γῇ εἰς τὰ τέλη, γεννηθεὶς τῶν αἰώνων Πανάμωμε.
Ὠδὴ ε'
Ἵνα τὶ με ἀπώσω
Λόγον θεῖον πλουτήσας, ἅπασι τοῖς χρῄζουσι μάκαρ μετέδωκας, καὶ Χριστοῦ τὴν ποίμνην, ἱερεὺς δεδεγμένος ἐποίμανας, νουθετῶν διδάσκων, καθοδηγῶν πρὸς σωτηρίαν, Εὐτυχῆ ἀθλοφόρε πολύαθλε.
Ψυχολέτειραν πλάνην, σθένει θείου Πνεύματος ἀποσεισάμενος, τῷ Χριστῷ προσῆλθες, καὶ πληθὺν τούτῳ μάρτυς προσήγαγες, σῳζομένων πίστει, σοῦ ταῖς σεπταῖς θεηγορίαις, Εὐτυχῆ ἀθλητῶν ἐγκαλλώπισμα.
ς ὡραῖοι οἱ πόδες σου, μακαριώτατε τρίβον ὁδεύσαντες, μαρτυρίου θείου, καὶ ἐν τούτῳ καλῶς βηματίσαντες, καὶ πρὸς πλάτος μέγα, τῆς οὐρανίου βασιλείας, καταντήσαντες μάρτυς ἀοίδιμε.
Θεοτοκίον
Μητροπάρθενε Κόρη, ἡ τὸν ἀπερίληπτον Λόγον κυήσασα, τῶν Ἀγγέλων δόξα, καὶ δαιμόνων τὸ τραῦμα Θεόνυμφε, τὴν ἐμὴν καρδίαν, τραυματισθεῖσαν ἁμαρτίαις, θεραπείας ἐνθέου ἀξίωσον.
Ὠδὴ ς'
Ἱλάσθητί μοι Σωτὴρ
φέσει κατασχεθείς, τῆς ἐν Χριστῷ τελειώσεως, ἐξ Ἐφεσίων σοφέ, δεσμώτης ἐξώρμησας, καὶ πρὸς τὴν πατρίδα σου, Σεβαστὴν τοῖς ἄθλοις, ἐγκοσμούμενος κατέπαυσας.
Ναὸς ὑπάρχων Θεοῦ, ὡραῖος καὶ καθαρώτατος, ναοὺς εἰδώλων αἰσχρούς, κατέστρεψας χάριτι, καὶ πρὸς ἐπουράνιον, ναὸν ἀνηνέχθης, Εὐτυχῆ Θεῷ παρίστασθαι.
νίσχυσέ σε ὁδῷ, βαδίζοντα θεῖος Ἄγγελος, προλέγων σοι ἐμφανῶς, τὸ μέλλον τρανότατα, Εὐτυχῆ πανόλβιε, ἰσαγγέλῳ ὄντι, καὶ σαρκὸς ἔξω ἐν Πνεύματι.
Θεοτοκίον
Νοός μου τὰς ἐκτροπάς, καὶ τῆς ψυχῆς τὰ κινήματα, τὰ ἐμπαθῆ καὶ δεινά, Παρθένε διόρθωσον, καὶ σῶσόν με φύλαξον, ἐκ τῶν καθ' ἑκάστην, ἀφειδῶς ἐπεμβαινόντων μοι.
Ὁ Εἱρμὸς
λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Συναξάριον
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, μνήμη τοῦ Ἁγίου μάρτυρος Εὐτυχοῦς, μαθητοῦ τοῦ Ἁγίου Ἰωάννου τοῦ Θεολόγου, καὶ τοῦ Ἁγίου Ἀποστόλου Παύλου.
Στίχοι
ς εὐτυχῶς σὺ εὐτύχησας τρισμάκαρ,
Θείας τετευχὼς Εὐτυχῆ κληρουχίας.
Εἰκάδι Εὐτυχὲ ἀμφεκάλυψε λίθος γε τετάρτῃ
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ Ἁγίου μάρτυρος Τατίωνος.
Στίχοι
λξει μετρήσας πολλὰ πολλὰ γῆς πλέθρα,
δὲμ λάβοις ἄμετρα πλέθρα, Τατίων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ ὁμολογητοῦ Γεωργίου τοῦ Λιμνιώτου.
Στίχοι
Κοινῷ τελευτῶν Γεώργιος τῷ τέλει,
Σημεῖον ἄθλου ῥῖνα τμηθεῖσαν φέρει.
Τῇ αὐτῇ ἡμέρᾳ, τὴν ἀνάμνησιν ποιούμεθα τῆς ἀνακομιδῆς τοῦ σεπτοῦ Λειψάνου τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Διονυσίου, Ἀρχιεπισκὸπου Αἰγίνης, καὶ τῆς τούτου ἐκ Στροφάδων εἰς Ζάκυνθον ἐπανόδου.
Στίχοι
Γόνοιο βίου νῦν τυχοῦσα ἀφθάρτου,
Ζάκυνθε τέρπου, γηθοσύνως οὖν κάρτα.
Εἰκάδι ἧκε δέμας ἀκεσίμβροτον ἔν γε τετάρτῃ.
ἅγιος νέος Ἱερομάρτυς καὶ ἰσαπόστολος Κοσμᾶς, ὁ ἐν Ἀλβανίᾳ μαρτυρήσας κατὰ τὸ ἔτος1779, ἀγχόνῃ τελειοῦται.
Στίχοι
Εὔκοσμος ὤφθης κόσμος, ὦ Κοσμᾶ μάκαρ,
Κόσμον λόγοις σοῖς αἵμασι τ αγλαΐσας.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Θεοῦ συγκατάβασιν
Θεοῦ ἐπινεύσεσι, τὸ πῦρ ἐσβέσθη τὸ εἰς ἀπώλειαν, ἐξαφθὲν σοι θεόφρον· ἐξ οὐρανοῦ γὰρ βροντὴ ἠκούετο, καὶ χιονώδεις σταγόνες ἐπέμποντο, τοὺς ἀγνοοῦντας αὐτόν κατακαλύπτουσαι.
Εὐτόνως ξεόμενος, εὐώδη μύρα μάρτυς ἀπέπεμπες, εἰς ὀσμὴν παθημάτων· τοῦ κενωθέντος καὶ γὰρ ἐπέδραμες, Λόγου καὶ Κτίστου, πρὸς ὃν ἀνεκραύγαζες· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
βίος σου ἄμωμος, ἡ μαρτυρία σοφὲ πανθαύμαστος, καὶ σωτήριος πᾶσι, τοῖς προσιοῦσιν ἡ τῶν λειψάνων σου, ἁγία θήκη, ἰάσεις πηγάζουσα, καὶ μολυσμοῦ τῶν παθῶν πολλοὺς ἐξαίρουσα.
Θεοτοκίον
Νοήσαντες πόρρωθεν, σεπτοῖς Προφῆται τοῦ μυστηρίου σου, τὸ ἀπόρρητον βάθος, ποικιλοτρόπως πᾶσιν ἐτράνωσαν, τὴν σὴν λοχείαν Παρθένε κραυγάζοντες· Εὐλογητός ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ὠδὴ η'
Ἑπταπλασίως κάμινον
Χεῖρας πετάσας ἔνδοξε, πρὸς Χριστὸν τὸν Θεὸν ἡμῶν, μέσον τοῦ πεδίου, προσπαλαίων λέουσιν, ἀπήμαντος ἔμεινας, ὡς ὁ Προφήτης πρὶν Δανιήλ, Ἄγγελον ἀεί, περιφρουροῦντά σε ἔχων, καὶ μέλπων ἀνενδότως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
λογωτάτως βλέπων σε, ὑπ' ἀνόμων κρινόμενον, θὴρ ὁ πρὸς τὴν σήν, εὐτρεπισθεὶς ἀπώλειαν, τρανῶς ἀποφθέγγεται, παντοδυνάμῳ νεύματι, καὶ τὰ μεγαλεῖα, τοῦ Σωτῆρος κηρύττει, ἐκπλήττων τοὺς βοῶντας· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
ώμῃ Θεοῦ καὶ χάριτι, τὸν ἀγῶνα τὸν μέγιστον, μάρτυς διανύσας, τῶν στεφάνων ἔτυχες, τῆς νίκης γηθόμενος, καὶ τοῖς χοροῖς ἠρίθμησαι, πάντων Ἀποστόλων, καὶ Ἁγίων μαρτύρων, μεθ' ὧν βοᾷς ἀπαύστως· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
χνηλατῶν πανεύφημε, τοῦ Χριστοῦ τὰ παθήματα, ἤθλησας νομίμως, ὡς Χριστοῦ διάκονος, καὶ χλαῖναν ἐφοίνιξας, μαρτυρικοῦ ἐξ αἵματος, ἣν περ στολισθείς, βασιλικῶς εἰς τὰ ἄνω, βασίλεια μετέστης, ἐν χαρᾷ ἀναμέλπων· Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Νενεκρωμένην δήγματι, τὴν ψυχήν μου τοῦ ὄφεως, μόνη προφανῶς, ἡ τὴν ζωὴν κυήσασα, πανάμωμε ζώωσον, καὶ ἐνεργεῖν εὐόδωσον, τὰ τοῦ δι' ἡμᾶς, ἐκ σοῦ τεχθέντος Παρθένε, θελήματα, βοῶσαν· ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι περισωθέντας τούτους ἰδών, τῷ Δημιουργῷ, καὶ Λυτρωτῇ ἀνεβόα· οἱ παῖδες εὐλογεῖτε, ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'
Ἐξέστη ἐπὶ τούτῳ
άσεις ἀναβλύζεις παντοδαπάς, καὶ νοσήματα παύεις βαρύτατα, πρὸ τοῦ Χριστοῦ, χάριν κομισάμενος ἀληθῆ, καλῶς ἀγωνισάμενος, καὶ καταπαλαίσας τοὺς δυσμενεῖς, θεόφρον ἀθλοφόρε, Ἀγγέλων συμπολῖτα, καὶ τῶν μαρτύρων ἀκροθίνιον.
ραῖος τοῖς ἀγῶσιν ἀποφανθείς, πρὸς ὡραίους νυμφῶνας ἐσκήνωσας, ἀποτμηθείς, ξίφει τὴν ἁγίαν σου κεφαλήν, ἣν Ἰησοῦς κατέστεψε, νίκης διαδήματι εὐπρεπεῖ, φωστὴρ τῆς Ἐκκλησίας, κραταίωμα καὶ κλέος, τῶν εὐσεβῶς μακαριζόντων σε.
Συνέτριψας τὸ κράτος τοῦ πονηροῦ, Εὐτυχῆ ἀθλοφόρε πανεύφημε, καὶ κατ' αὐτοῦ τρόπαιον ἐστήσω νεανικῶς, καὶ νικητὴς πανάριστος, ἤδη χρηματίζεις ἐν οὐρανοῖς, τῷ θρόνῳ τῆς Τριάδος, πολλῇ σὺν παρρησίᾳ, λελαμπρυσμένος παριστάμενος.
μνήμη σου ἡ θεία καὶ φωταυγής, ὑπὲρ ἥλιον πάσιν ἐξέλαμψε, φωτιστικαῖς, λάμψεσι φωτίζουσα τοὺς πιστῶς, καὶ εὐσεβῶς ἑκάστοτε, ταύτην ἑορτάζοντας Εὐτυχῆ· ἐν ᾗ σε δυσωποῦμεν, ὡς ἔχων παρρησίαν, τὴν σωτηρίαν ἡμῶν αἴτησαι.
Θεοτοκίον
Φωνὴν σοι προσφωνοῦμεν τοῦ Γαβριήλ· Χαῖρε γῆ ἐκλεκτή, Χαῖρε τράπεζα, χρυσοειδής, Χαῖρε τῶν ἀνθρώπων καταφυγή, Χαῖρε μαρτύρων καύχημα, Χαῖρε τῶν Ἀγγέλων ἡ χαρμονή, Ἁγία Θεοτόκε, κραταίωμα τῶν πίστει, εἰλικρινῶς μακαριζόντων σε.
Ὁ Εἱρμὸς
ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς σύνηθες, καὶ Ἀπόλυσις.

cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9
Y2:cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9