Παρασκευή 23 Μαΐου 2014

ΜΗΝΑΙΟ ΙΟΥΝ. (29)

Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι,τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.


ΙΟΥΝΙΟΥ
ΤΗ ΚΘ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ Πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.
  
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια τὰ ἑξῆς τρία, δευτεροῦντες τὸ α'.
Ἦχος δ'
Ἔδωκας σημείωσιν
δωκας καυχήματα, τῇ Ἐκκλησίᾳ φιλάνθρωπε, τοὺς σεπτοὺς Ἀποστόλους σου, ἐν ᾗ ὑπερλάμπουσι, νοητοὶ φωστῆρες, Πέτρος τε καὶ Παῦλος, ὥσπερ ἀστέρες λογικοί, τὴν οἰκουμένην περιαυγάζοντες, δι' ὧν ἐφωταγώγησας, τὴν δυτικὴν ἀμαυρότητα, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν. (Δίς)
δωκας στηρίγματα, τῇ Ἐκκλησίᾳ σου Κύριε, τὴν τοῦ Πέτρου στερρότητα, καὶ Παύλου τὴν σύνεσιν, καὶ λαμπρὰν σοφίαν, καὶ τὴν ἑκατέρων, θεηγορίαν ἀληθῆ, τῆς ἀθεΐας πλάνην διώκουσαν· διὸ μυσταγωγούμενοι, παρ' ἀμφοτέρων ὑμνοῦμέν σε, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
δωκας ὑπόδειγμα, ἐπιστροφῆς ἁμαρτάνουσι, τους διττοὺς Ἀποστόλους σου, τὸν μὲν ἀρνησάμενον, ἐν καιρῷ τοῦ πάθους, καὶ μετεγνωκότα, τὸν δὲ κηρύγματι τῷ σῷ, ἀντιταξάμενον καὶ διώξαντα, καὶ ἄμφω τοῦ συστήματος, πρωτοστατοῦντας τῶν φίλων σου, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Ἦχος β'
Γερμανοῦ
Πέτρε, κορυφαῖε τῶν ἐνδόξων Ἀποστόλων, ἡ πέτρα τῆς πίστεως, καὶ Παῦλε θεσπέσιε, τῶν Ἁγίων, Ἐκκλησιῶν, ὁ ῥήτωρ καὶ φωστήρ, τῷ θείῳ θρόνῳ παριστάμενοι, ὑπέρ ἡμῶν Χριστῷ πρεσβεύσατε.
Καὶ νῦν... Θεοτοκίον Ἦχος β'
Τὴν πᾶσαν ἐλπίδα μου εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. β'
Τριήμερος ἀνέστης Χριστὲ
πόστολοι Χριστοῦ Μαθηταί, καὶ κήρυκες πανένδοξοι, οἱ τὸν δρόμον, τὸν καλὸν ἐπὶ τῆς γῆς, τελέσαντες πρεσβείαν, μὴ παύσητε ποιοῦντες, ὑπὲρ τῶν πίστει ἀνυμνούντων ὑμᾶς.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Τοῦ βίου ἐν τῷ κλύδωνι, ἀπαύστως χειμαζόμενοι, ἐκβοῶμεν· Σῶσον πάντας Ἀγαθέ, πρεσβείαις τῶν σοφῶν σου, καὶ θείων Ἀποστόλων, τῶν κορυφαίων ὑπεράγαθε.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Οἱ θεῖοι καὶ σεπτοὶ Μαθηταί, καὶ μύσται καὶ διδάσκαλοι, Πέτρε Παῦλε, Ἀποστόλων ἡ κρηπίς, τὸν Κτίστην τῶν ἁπάντων, καὶ Κύριον τῆς δόξης, ὑπὲρ ἡμῶν ἀείπρεσβεύσατε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Παρθένε Θεοτόκε ἁγνή, δυσώπησον τὸν Κύριον, ὅπως πᾶσι, ταῖς πρεσβείαις σου ἁγνή, συγχώρησιν πταισμάτων, δωρήσηται καὶ σώσῃ, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.
Ἀπολυτίκιον Ἠχος δ'
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος δ' Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστύριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καὶ Ἀπόλυσις

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Στιχολογοῦμεν τὴν α' στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ ἑξῆς γ' Ἰδιόμελα Στιχηρά, δευτεροῦντες αὐτά.
Ἦχος β' Αὐτόμελον
Ἀνδρέου Πυροῦ
Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν Πέτρον καὶ Παῦλον; τοὺς διῃρημένους τοῖς σώμασι, καὶ ἡνωμένους τῷ Πνεύματι, τοὺς θεοκηρύκων πρωτοστάτας, τὸν μέν, ὡς τῶν Ἀποστόλων προεξάρχοντα, τὸν δέ, ὡς ὑπὲρ τοὺς ἄλλους κοπιάσαντα· τούτους γὰρ ὄντως ἀξίως, ἀθανάτου δόξης, διαδήμασι στεφανοῖ, Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ ἔχων τὸ μέγα ἔλεος. (Δίς)
Ποίοις ὑμνῳδιῶν κάλλεσιν, ἀνυμνήσωμεν Πέτρον καὶ Παῦλον, τῆς θεογνωσίας τὰς πτέρυγας, τὰς διαπτάσας τὰ πέρατα, καὶ πρὸς οὐρανὸν ἀνυψωθείσας, τὰς χεῖρας, Εὐαγγελίου τοῦ τῆς χάριτος, τοὺς πόδας, τῆς ἀληθείας τοῦ κηρύγματος, τοὺς ποταμοὺς τῆς σοφίας, τοῦ Σταυροῦ τὰ κέρατα, δι' ὧν δαιμόνων ὀφρύν, Χριστὸς καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος. (Δίς)
Ποίοις πνευματικοῖς ᾄσμασιν, ἐπαινέσωμεν Πέτρον καὶ Παῦλον; τὰ τὴν ἀθεότητα σφάττοντα, καὶ μὴ ἀμβλυνόμενα στόματα, τῆς φρικτῆς τοῦ Πνεύματος μαχαίρας, τὰ Ῥώμης, περιφανῆ ἐγκαλλωπίσματα, τὰ πάσης τῆς οἰκουμένης ἐντρυφήματα, τὰς τῆς Καινῆς Διαθήκης, θεογράφους πλάκας, νοουμένας ἃς ἐν Σιών, Χριστὸς ἐξεφώνησεν, ὁ ἔχων τὸ μέγα ἔλεος. (Δίς)
Δόξα... Ἦχος δ'
Ἰωάννου Μοναχοῦ
Τῷ τριττῷ τῆς ἐρωτήσεως, τῷ, Πέτρε φιλεῖς με, τὸ τριττὸν τῆς ἀρνήσεως, ὁ Χριστὸς διωρθώσατο· διὸ καὶ πρὸς τὸν κρυφιογνώστην ὁ Σίμων, Κύριε, πάντα γινώσκεις, τὰ πάντα ἐπίστασαι, σὺ οἶδας ὅτι φιλῶ σε. Ὅθεν πρὸς αὐτὸν ὁ Σωτήρ· Ποίμαινε τὰ πρόβατά μου, ποίμαινε τὴν ἐκλογάδα μου, ποίμαινε τὰ ἀρνία μου, ἃ ἐν τῷ ἰδίῳ αἵματι περιεποιησάμην εἰς σωτηρίαν, Αὐτὸν ἱκέτευε, θεομακάριστε Ἀπόστολε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
διὰ σὲ θεοπάτωρ προφήτης Δαυΐδ, μελῳδικῶς περὶ σοῦ προανεφώνησε, τῷ μεγαλεῖά σοι ποιήσαντι. Παρέστη ἡ Βασίλισσα ἐκ δεξιῶν σου· Σὲ γὰρ μητέρα πρόξενον ζωῆς ἀνέδειξεν, ὁ ἀπάτωρ ἐκ σοῦ ἐνανθρωπῆσαι εὐδοκήσας Θεός, ἵνα τὴν ἑαυτοῦ ἀναπλάσῃ εἰκόνα, φθαρεῖσαν τοῖς πάθεσι, καὶ τὸ πλανηθὲν ὀρειάλωτον εὑρὼν πρόβατον, τοῖς ὤμοις ἀναλαβών, τῷ Πατρὶ προσαγάγῃ, καὶ τῷ ἰδίῳ θελήματι ταῖς οὐρανίαις συνάψῃ Δυνάμεσι, καὶ σώσῃ Θεοτόκε, τὸν κόσμον, Χριστὸς ὁ ἔχων τὸ μέγα, καὶ πλούσιον ἔλεος.
Εἴσοδος. Φῶς ἱλαρόν. Τὸ προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
 Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα
(Κεφ. 1, 3-9)
δελφοί, εὐλογητὸς ὁ Θεός, καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ κατὰ τὸ πολὺ αὐτοῦ ἔλεος ἀναγεννήσας ἡμᾶς εἰς ἐλπίδα ζῶσαν, δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ ἐκ νεκρῶν, εἰς κληρονομίαν ἄφθαρτον, καὶ ἀμίαντον, καὶ ἀμάραντον, τετηρημένην ἐν οὐρανοῖς εἰς ἡμᾶς τοὺς ἐν δυνάμει Θεοῦ φρουρουμένους διὰ πίστεως, εἰς σωτηρίαν ἑτοίμην ἀποκαλυφθῆναι ἐν καιρῷ ἐσχάτῳ ἐν ᾧ ἀγαλλιᾶσθε, ὀλίγον ἄρτι ( εἰ δέον ἐστί ) λυπηθέντες ἐν ποικίλοις πειρασμοῖς, ἵνα τὸ δοκίμιον ὑμῶν τῆς πίστεως, πολὺ τιμιώτερον χρυσίου τοῦ ἀπολλυμένου, διὰ πυρὸς δὲ δοκιμαζομένου, εὑρεθῇ εἰς ἔπαινον καὶ τιμὴν καὶ δόξαν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ. Ὃν οὐκ εἰδότες ἀγαπᾶτε, εἰς ὃν ἄρτι μὴ ὁρῶντες, πιστεύοντες δέ, ἀγαλλιᾶσθε χαρᾷ ἀνεκλαλήτῳ καὶ δεδοξασμένῃ, κομιζόμενοι τὸ τέλος τῆς πίστεως ὑμῶν, σωτηρίαν ψυχῶν.
Καθολικῆς α' Ἐπιστολῆς Πέτρου
Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα
 (Κεφ. 1, 13-19)
γαπητοί, ἀναζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν, νήφοντες, τελείως ἐλπίσατε ἐπὶ τὴν φερομένην ὑμῖν χάριν, ἐν ἀποκαλύψει Ἰησοῦ Χριστοῦ, ὡς τέκνα ὑπακοῆς, μὴ συσχηματιζόμενοι ταῖς πρότερον ἐν τῇ ἀγνοίᾳ ὑμῶν ἐπιθυμίαις, ἀλλά, κατὰ τὸν καλέσαντα ἡμᾶς Ἅγιον, καὶ αὐτοὶ Ἅγιοι ἐν πάσῃ ἀναστροφῇ γενήθητε. Διότι γέγραπται. Ἅγιοι γίνεσθε, ὅτι ἐγὼ Ἅγιός εἰμι. Καί, εἰ Πατέρα ἐπικαλεῖσθε τὸν ἀπροσωπολήπτως κρίνοντα κατὰ τὸ ἑκάστου ἔργον, ἐν φόβῳ τὸν τῆς παροικίας ὑμῶν χρόνον ἀναστράφητε, εἰδότες, ὅτι οὐ φθαρτοῖς, ἀργυρίῳ ἢ χρυσίῳ, ἐλυτρώθητε ἐκ τῆς ματαίας ὑμῶν ἀναστροφῆς πατροπαραδότου, ἀλλὰ τιμίῳ αἵματι, ὡς ἀμνοῦ ἀμώμου καὶ ἀσπίλου Χριστοῦ.
Καθολικῆς α' Ἐπιστολῆς Πέτρου
Καθολικῆς α' Ἐπιστολῆς Πέτρου τὸ Ἀνάγνωσμα
 (Κεφ. 2, 11-24)
γαπητοί, παρακαλῶ ὑμᾶς, ὡς παροίκους καὶ παρεπιδήμους, ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς τὴν ἀναστροφὴν ὑμῶν ἐν τοῖς ἔθνεσιν ἔχοντες καλήν, ἵνα, ἐν ᾧ καταλαλοῦσιν ὑμῶν ὡς κακοποιῶν, ἐκ τῶν καλῶν ἔργων ἐποπτεύσαντες, δοξάσωσι τὸν Θεὸν ἐν ἡμέρᾳ ἐπισκοπῆς. Ὑποτάγητε οὖν πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε Βασιλεῖ, ὡς ὑπερέχοντι, εἴτε Ἡγεμόσιν, ὡς δι' αὐτοῦ πεμπομένοις εἰς ἐκδίκησιν μὲν κακοποιῶν, ἔπαινον δὲ ἀγαθοποιῶν, ὅτι οὕτως ἐστὶ τὸ θέλημα τοῦ Θεοῦ, ἀγαθοποιοῦντας φιμοῦν τὴν τῶν ἀφρόνων ἀνθρώπων ἀγνωσίαν ὡς ἐλεύθεροι, καὶ μὴ ὡς ἐπικάλυμμα ἔχοντες τῆς κακίας τὴν ἐλευθερίαν, ἀλλ' ὡς δοῦλοι Θεοῦ. Πάντας τιμήσατε, τὴν ἀδελφότητα ἀγαπᾶτε, τὸν Θεὸν φοβεῖσθε, τὸν Βασιλέα τιμᾶτε. Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις, οὐ μόνον τοῖς ἀγαθοῖς καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις, εἰ διὰ συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως. Ποῖον γὰρ κλέος, εἰ ἁμαρτάνοντες καὶ κολαφιζόμενοι ὑπομενεῖτε; ἀλλ' εἰ ἀγαθοποιοῦντες καὶ πάσχοντες ὑπομενεῖτε, τοῦτο χάρις παρὰ Θεῷ· εἰς τοῦτο γὰρ ἐκλήθητε, ὅτι καὶ Χριστός ἀπέθανεν ὑπὲρ ἡμῶν, ἡμῖν ὑπολιμπάνων ὑπογραμμόν, ἵνα ἐπακολουθήσητε τοῖς ἴχνεσιν αὐτοῦ. Ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος ἐν τῷ στόματι αὐτοῦ. Ὃς λοιδορούμενος, οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει, παρεδίδου δὲ τῷ κρίνοντι δικαίως. Ὃς τὰς ἁμαρτίας ἡμῶν αὐτὸς ἀνήνεγκεν ἐν τῷ σώματι αὐτοῦ ἐπὶ τὸ ξύλον, ἵνα ταῖς ἁμαρτίαις ἀπογενόμενοι, τῇ δικαιοσύνῃ ζήσωμεν.

Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος β'
Ἀνδρέου Ἱεροσολυμίτου
Δεῦρο δὴ μοι σήμερον, τὸ τῶν πιστῶν εὐθύμως καλλιέρημα, χοροστατήσαντες ἅμα, τοὺς τῆς χάριτος ἐκλόγους ὑφάντας, Πέτρον καὶ Παῦλον πρέπουσιν ἐγκωμίοις στεφανώσωμεν, ὅτι ἀφθόνως πᾶσι τὸν λόγον κατασπείραντες, σὺν τούτοις καὶ τὴν χάριν τοῦ Πνεύματος κατεπλούτησαν, καὶ τῆς ἀληθινῆς ἀμπέλου ὑπάρχοντες κλήματα, βότρυν ἡμῖν πέπειρον ἐξεπέπαναν, εὐφραίνοντα τὰς καρδίας ἡμῶν. Πρὸς οὓς βοήσωμεν, ἀνακεκαλυμμένῳ προσώπῳ, καὶ καθαρῷ συνειδότι, λέγοντες· Χαίρετε πορθμευταὶ τῶν ἀλόγων, καὶ ὑπουργοὶ τῶν ἐν λόγῳ. Χαίρετε τοῦ παντὸς ποιητοῦ καὶ κηδεμόνος ἐκλόγια τερπνά. Χαίρετε πρόξενοι τῶν ἀγαθῶν, καὶ διῶκται τῶν δολερῶν. Οὓς ἱκετεύσωμεν πρεσβεύειν ἀεί, εἰρήνην σταθηρὰν τῷ κόσμῳ δωρήσασθαι, πρὸς τὸν Κτίστην καὶ Διδάσκαλον, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἀρσενίου Ὁ αὐτὸς
Τοὺς Μαθητὰς τοῦ Χριστοῦ, καὶ θεμελίους τῆς Ἐκκλησίας, τοὺς ἀληθεῖς στύλους καὶ βάσεις, καὶ σάλπιγγας ἐνθέους, τῶν τοῦ Χριστοῦ δογμάτων καὶ παθημάτων, τούς κορυφαίους Πέτρον καὶ Παῦλον, ἅπας ὁ κόσμος ὡς προστάτας εὐφημήσωμεν. Οὗτοι γὰρ διαδραμόντες τὸ κλίτος ὅλον τῆς γῆς, ὥσπερ ἀρότρῳ ἔσπειραν τὴν πίστιν, καὶ πᾶσι τὴν θεογνωσίαν ἀνέβλυσαν, τῆς Τριάδος δεικνῦντες λόγον. Ὦ Πέτρε, πέτρα καὶ κρηπίς, καὶ Παῦλε, σκεῦος ἐκλογῆς, οἳ καὶ ζευκτοὶ βόες τοῦ Χριστοῦ, πάντας εἵλκυσαν πρὸς τὴν θεογνωσίαν, ἔθνη πόλεις τε καὶ νήσους, Ἑβραίους δὲ πάλιν πρὸς τὸν Χριστὸν ἐπανήγαγον, καὶ πρεσβεύουσι τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Γερμανοῦ Ὁ αὐτὸς
Πέτρε, κορυφαῖε τῶν ἐνδόξων Ἀποστόλων, ἡ πέτρα τῆς πίστεως, καὶ Παῦλε θεσπέσιε, τῶν Ἁγίων Ἐκκλησιῶν ὁ ῥήτωρ καὶ φωστήρ, τῷ θείῳ θρόνῳ παριστάμενοι, ὑπέρ ἡμῶν Χριστῷ πρεσβεύσατε.
Ὁ αὐτὸς
Παῦλε, στόμα Κυρίου, ἡ κρηπὶς τῶν δογμάτων, ὁ ποτὲ μὲν διώκτης, Ἰησοῦ τοῦ Σωτῆρος, νῦν δὲ καὶ πρωτόθρονος, τῶν Ἀποστόλων γενόμενος μακάριε· ὅθεν ἄρρητα εἶδες σοφέ, ἕως τρίτου οὐρανοῦ ἀναβάς, καὶ ἔκραζες· Δεῦτε σὺν ἐμοί, καὶ τῶν ἀγαθῶν μὴ ὑστερηθῶμεν.
Ἦχος γ' Ἰωάννου Μοναχοῦ
Οἱ τῆς ἄνω Ἱερουσαλὴμ πολῖται, ἡ πέτρα τῆς πίστεως, ὁ ῥήτωρ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ, ἡ τῆς Τριάδος δυάς, τοῦ κόσμου οἱ σαγηνευταί, καταλιπόντες σήμερον τὰ ἐπὶ γῆς, ἐπορεύθησαν ἐν ἀθλήσει πρὸς Θεόν, καὶ πρεσβεύουσιν αὐτῷ ἐν παρρησίᾳ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος πλ. α' Βυζαντίου
σοφία τοῦ Θεοῦ, ὁ συναΐδιος Λόγος τοῦ Πατρός, καθὼς ἐν Εὐαγγελίοις προέφη, τὰ εὔφορα κλήματα, ὑμεῖς ἐστε πανεύφημοι Ἀπόστολοι, οἱ τὸν βότρυν τὸν πέπειρον καὶ τερπνόν, ἐν τοῖς κλάδοις ὑμῶν φέροντες, ὃν οἱ πιστοὶ ἐσθίοντες, ἐπιστοιχοῦμεν γεῦσιν πρὸς εὐφρόσυνον, Πέτρε, ἡ πέτρα τῆς πίστεως, καὶ Παῦλε, καύχημα τῆς οἰκουμένης, στηρίξατε ποίμνην, ἣν ἐκτήσασθε διδαχαῖς ὑμῶν.
Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν σε Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν των ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος α'
Ἀνδρέου Κρήτης
Τὰ κατὰ πόλιν δεσμὰ καὶ τὰς θλίψεις σου, τὶς διηγήσεται, ἔνδοξε Ἀπόστολε Παῦλε; ἢ τὶς παραστήσει τοὺς ἀγῶνας καὶ τοὺς κόπους σου, οὓς ἐκοπίασας ἐν τῷ Εὐαγγελίῳ τοῦ Χριστοῦ, ἵνα πάντας κερδήσῃς, καὶ Χριστῷ προσαγάγῃς τὴν Ἐκκλησίαν. Ἀλλὰ ταύτην αἴτησαι, φυλάττειν τὴν καλήν σου ὁμολογίαν, μέχρι τελευταίας ἀναπνοῆς, Παῦλε Ἀπόστολε, καὶ διδάσκαλε τῶν Ἐκκλησιῶν.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Τὰ κατὰ πόλιν δεσμὰ καὶ τὰς θλίψεις σου, τὶς διηγήσεται, ἔνδοξε Ἀπόστολε Παῦλε, τοὺς κόπους, τοὺς μόχθους, τὰς ἀγρυπνίας, τὰς ἐν λιμῷ καὶ δίψει κακοπαθείας, τὰς ἐν ψύχει καὶ γυμνότητι, τὴν σαργάνην, τοὺς ῥαβδισμούς, τοὺς λιθασμούς, τὴν περίοδον, τὸν βυθόν, τὰ ναυάγια; θέατρον ἐγένου καὶ Ἀγγέλοις καὶ ἀνθρώποις. Πάντα οὖν ὑπέμεινας ἐν τῷ ἐνδυναμοῦντί σε Χριστῷ, ἵνα κόσμον κερδίσῃς, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ σου. Διὸ δυσωποῦμέν σε, οἱ τελοῦντες τὴν μνήμην σου πιστῶς, ἀδιαλείπτως ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Τοὺς φωστῆρας τοὺς μεγάλους τῆς Ἐκκλησίας, Πέτρον καὶ Παῦλον εὐφημήσωμεν· ὑπὲρ ἥλιον γὰρ ἔλαμψαν, ἐν τῷ τῆς πίστεως στερεώματι, καὶ τὰ ἔθνη ταῖς ἀκτῖσι τοῦ κηρύγματος, ἐκ τῆς ἀγνοίας εἰς τὴν θείαν γνῶσιν ἐπανήγαγον, ὁ μὲν τῷ σταυρῷ προσηλωθείς, πρὸς οὐρανὸν τὴν πορείαν ἐποιήσατο, ἔνθα τῆς βασιλείας, παρὰ Χριστοῦ τὰς κλεῖς ἐγκεχείριστο, ὁ δὲ τῷ ξίφει ἀποτμηθείς, πρὸς τὸν Σωτῆρα ἐκδημήσας, ἐπαξίως μακαρίζεται, καὶ ἀμφότεροι τὸν Ἰσραὴλ καταγγέλλουσιν, ὡς εἰς αὐτὸν τὸν Κύριον, χεῖρας ἀδίκως ἐκτείναντα. Διὸ εὐχαῖς αὐτῶν, Χριστὲ ὁ Θεὸς ἡμῶν, τοὺς καθ' ἡμῶν κατάβαλε, καὶ τὴν ὀρθόδοξον πίστιν κράτυνον, ὡς φιλάνθρωπος.
Δόξα... Ἦχος πλ. β'
Ἐφραὶμ Καρίας
ορτὴ χαρμόσυνος, ἐπέλαμψε τοῖς πέρασι σήμερον, ἡ πάνσεπτος μνήμη τῶν σοφωτάτων Ἀποστόλων, καὶ κορυφαίων Πέτρου καὶ Παύλου· διὸ καὶ Ῥώμη συγχαίρει χορεύουσα. Ἐν ᾠδαῖς καὶ ὕμνοις ἑορτάσωμεν καὶ ἡμεῖς ἀδελφοί, τὴν πανσεβάσμιον ταύτην ἡμέραν, βοῶντες πρὸς αὐτούς· Χαῖρε, Πέτρε Ἀπόστολε, καὶ γνήσιε φίλε, τοῦ σοῦ διδασκάλου Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Χαῖρε Παῦλε παμφίλτατε, καὶ κήρυξ τῆς πίστεως, καὶ διδάσκαλε τῆς οἰκουμένης, Ὡς ἔχον παρρησίαν, ζεῦγος ἁγιόλεκτον, Χριστὸν τὸν Θεόν ἡμῶν ἱκετεύσατε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον Ἦχος δ'
Οἱ τῶν Ἀποστόλων πρωτόθρονοι, καὶ τῆς Οἰκουμένης διδάσκαλοι, τῷ Δεσπότῃ τῶν ὅλων πρεσβεύσατε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ἦχος δ' Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστήριον· διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος, καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
Καὶ Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν πρώτην Στιχολογίαν
Κάθισμα τοῦ Πέτρου
Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τὸν βυθὸν τῆς ἁλιείας καταλιπών, οὐρανόθεν ἐδέξω παρὰ Πατρός, τὴν θείαν ἀποκάλυψιν, τῆς τοῦ Λόγου σαρκώσεως, καὶ παρρησίᾳ πᾶσιν, ἐβόας τῷ Κτίστῃ σου, τοῦ Θεοῦ σε γινώσκω, Υἱὸν ὁμοούσιον, Ὅθεν ἐπαξίως, ἀληθῶς ἀνεδείχθης, ἡ πέτρα τῆς πίστεως, καὶ κλειδοῦχος τῆς χάριτος, Πέτρε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
νθυμοῦμαι τὴν κρίσιν καὶ δειλιῶ, τὴν ἐξέτασιν φρίττω τὴν φοβεράν, τρέμω τὴν ἀπόφασιν, καὶ πτοοῦμαι τὴν κόλασιν, τὴν τοῦ πυρὸς ὀδύνην, τὸ σκότος, τὸν τάρταρον, Οἴμοι! τὶ ποιήσω ἐν ἐκείνῃ τῇ ὥρᾳ, ὅταν τίθωνται θρόνοι, καὶ βίβλοι ἀνοίγωνται, καὶ αἱ πράξεις ἐλέγχωνται; Τότε Δέσποινα, βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα ὁ δοῦλός σου.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα τοῦ Παύλου
Τὴν Σοφίαν καὶ Λόγον
Οὐρανόθεν τὴν κλῆσιν παρὰ Χριστοῦ, κομισάμενος ὤφθης κήρυξ φωτός, πᾶσι τοῖς τῆς χάριτος, καταλάμψας διδάγμασι· τὴν γὰρ τοῦ νόμου ξέσας, λατρείαν τοῦ γράμματος, τοῖς πιστοῖς κατήστραψας, τὴν γνῶσιν τοῦ Πνεύματος· ὅθεν καὶ εἰς τρίτον, οὐρανὸν ἐπαξίως, ἐπήρθης μετάρσιος, καὶ Παράδεισον ἔφθασας, Παῦλε Ἀπόστολε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαριστήριον αἶνον χρεωστικῶς, ὡς ἡ χήρα ἐκείνη δύο λεπτά, προσφέρω σοι Δέσποινα, ὑπὲρ πασῶν τῶν χαρίτων σου· σὺ γὰρ ὤφθης σκέπη, ὁμοῦ καὶ βοήθεια, πειρασμῶν καὶ θλίψεων, ἀεὶ με ἐξαίρουσα· ὅθεν ὡς ἐκ μέσης φλογιζούσης δώρησαι, καμίνου, ῥυσθεὶς τῶν θλιβόντων με, ἐκ καρδίας κραυγάζω σοι, Θεοτόκε βοήθει μοι, πρεσβεύουσα τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν τόκον σου Ἄχραντε, Μετὰ τὸν Πολυέλεον.
Κάθισμα ἀμφοτέρων
Τὴν Σοφίαν καὶ Λόγον
Κορυφαίους ὀφθέντας τῶν μαθητῶν, τοὺς μεγάλους φωστῆρας καὶ φαεινούς, Πέτρον εὐφημήσωμεν, καὶ τὸν πάνσοφον Παῦλον· τῷ γὰρ πυρὶ τοῦ θείου ἐκλάμψαντες Πνεύματος, τὴν ἀχλὺν τῆς πλάνης, κατέφλεξαν ἅπασαν· ὅθεν καὶ τῆς ἄνω, βασιλείας πολῖται, ἀξίως ἐδείχθησαν, καὶ τῆς χάριτος σύνθρονοι· Διὰ τοῦτο βοήσωμεν· Ἀπόστολοι Χριστοῦ τοῦ Θεοῦ, τῶν πταισμάτων ἄφεσιν αἰτήσασθε, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὴν Σοφίαν καὶ Λόγον ἐν σῇ γαστρί, συλλαβοῦσα ἀφράστως Μήτηρ Θεοῦ, τῷ κόσμῳ ἐκύησας, τὸν τὸν κόσμον κατέχοντα, καὶ ἐν ἀγκάλαις ἔσχες, τὸν πάντα συνεχοντα, καὶ ἐκ μαζῶν ἐθήλασας, τὸν πάντας ἐκτρέφοντα· ὅθεν δυσωπῶ σε, Παναγία Παρθένε, ῥυσθῆναι πταισμάτων μου, ὅταν μέλλω παρίστασθαι, πρὸ προσώπου τοῦ Κτίστου μου, Δέσποινα Παρθένε ἁγνή· τὴν σὴν βοήθειαν τότε μοι καὶ γὰρ δύνασαι, ὅσα θέλεις πανύμνητε.
Οἱ Ἀναβαθμοί, τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
κ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα...
γίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
γίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ'
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Στίχ. Οἱ οὐρανοὶ διηγοῦνται δόξαν Θεοῦ ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα.
Τό, Πᾶσα πνοὴ
κ τοῦ κατά Ἰωάννην
 Κεφ. 21:14-25
Τῷ καιρῷ ἐκείνῳ, ἐφανέρωσεν ἑαυτὸν   ὁ ᾿Ιησοῦς τοῖς Μαθηταῖς αὐτοῦ, ἐγερθείς ἐκ νεκρῶν, καί λέγει τῷ Σίμωνι Πέτρῳ· Σίμων ᾿Ιωνᾶ, ἀγαπᾷς με πλεῖον τούτων; Λέγει αὐτῶ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Βόσκε τὰ ἀρνία μου. Λέγει αὐτῷ πάλιν δεύτερον· Σίμων ᾿Ιωνᾶ, ἀγαπᾷς με; Λέγει αὐτῷ· Ναί, Κύριε, σὺ οἶδας ὅτι φιλῶ σε. Λέγει αὐτῷ· Ποίμανε τὰ πρόβατά μου. Λέγει αὐτῷ τὸ τρίτον· Σίμων ᾿Ιωνᾶ, φιλεῖς με; Ἐλυπήθη ὁ Πέτρος ὅτι εἶπεν αὐτῷ τὸ τρίτον, φιλεῖς με, καὶ εἶπεν αὐτῷ· Κύριε, σὺ πάντα οἶδας, σὺ γινώσκεις ὅτι φιλῶ σε. Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Βόσκε τὰ πρόβατά μου. Ἀμὴν ἀμὴν λέγω σοι· Ὅτε ἦς νεώτερος, ἐζώννυες σεαυτὸν καὶ περιεπάτεις ὅπου ἤθελες· ὅταν δὲ γηράσῃς, ἐκτενεῖς τὰς χεῖράς σου, καὶ ἄλλος σε ζώσει, καὶ οἴσει ὅπου οὐ θέλεις. Τοῦτο δὲ εἶπε σημαίνων ποίῳ θανάτῳ δοξάσει τὸν Θεόν. Καὶ τοῦτο εἰπὼν, λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἐπιστραφεὶς δὲ ὁ Πέτρος, βλέπει τὸν Μαθητὴν ὃν ἠγάπα ὁ ᾿Ιησοῦς ἀκολουθοῦντα, ὃς καὶ ἀνέπεσεν ἐν τῷ δείπνῳ ἐπὶ τὸ στῆθος αὐτοῦ καὶ εἶπε· Κύριε, τίς ἐστιν ὁ παραδιδούς σε; Τοῦτον ἰδὼν ὁ Πέτρος λέγει τῷ ᾿Ιησοῦ· Κύριε, οὗτος δὲ τί; Λέγει αὐτῷ ὁ ᾿Ιησοῦς· Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; σὺ ἀκολούθει μοι. Ἐξῆλθεν οὖν ὁ λόγος οὗτος εἰς τοὺς ἀδελφοὺς, ὅτι ὁ Μαθητὴς ἐκεῖνος οὐκ ἀποθνήσκει· καὶ οὐκ εἶπεν αὐτῷ ὁ ᾿Ιησοῦς, ὅτι οὐκ ἀποθνήσκει, ἀλλ᾿ Ἐὰν αὐτὸν θέλω μένειν ἕως ἔρχομαι, τί πρὸς σέ; Οὗτός ἐστιν ὁ Μαθητὴς ὁ μαρτυρῶν περὶ τούτων καὶ γράψας ταῦτα· καὶ οἴδαμεν ὅτι ἀληθής ἐστιν ἡ μαρτυρία αὐτοῦ. Ἔστι δὲ καὶ ἄλλα πολλὰ ὅσα ἐποίησεν ὁ ᾿Ιησοῦς, ἅτινα ἐὰν γράφηται καθ᾿ ἕν, οὐδὲ αὐτὸν οἶμαι τὸν κόσμον χωρῆσαι τὰ γραφόμενα βιβλία. Ἀμήν.

Ν’ Ψαλμός χύμα.
λέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ θυσιαστήριόν σου μόσχους.
Δόξα... Ταῖς τῶν Ἀποστόλων...
Καὶ νῦν... Ταῖς τῆς Θεοτόκου...
Στίχ. λέησόν με ὁ Θεός...
 Καὶ τὸ Ἰδιόμελον Ἦχος β'
Πέτρε, κορυφαῖε τῶν ἐνδόξων Ἀποστόλων, ἡ πέτρα τῆς πίστεως, καὶ Παῦλε θεσπέσιε, τῶν Ἁγίων Ἐκκλησιῶν ὁ ῥήτωρ καὶ φωστήρ, τῷ θείῳ θρόνῳ παριστάμενοι, ὑπέρ ἡμῶν Χριστῷ πρεσβεύσατε.
Οἱ Κανόνες, ἀμφότεροι. Ποίημα Ἰωάννου Μοναχοῦ.
 Ὁ Κανὼν τοῦ Ἁγίου Πέτρου.
Ὠδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς
Οὐκ ἔστι σοι ὅμοιος, δεδοξασμένε Κύριε· ἐν χειρὶ γὰρ κραταιᾷ, ἐλυτρώσω τὸν λαόν, ὃν ἐκτήσω φιλάνθρωπε. 
Τὸν κορυφαιότατον, τῶν Ἀποστόλων σήμερον, πρωτοκλήτου ἀδελφόν, θεοπνεύστοις ἐν ᾠδαῖς, ἐπαξίως ὑμνήσωμεν.
Σὲ ὁ προαιώνιος, προεγνωκὼς προώρισε, παμμακάριστε Πέτρε, ὡς προστάτην Ἐκκλησίας καὶ πρόεδρον.
Οὐ σάρξ οὐδὲ αἷμά σοι, ἀλλ' ὁ Πατὴρ ἐνέπνευσε, τον Χριστὸν θεολογεῖν, Υἱὸν Θεοῦ ἀληθινὸν τοῦ ὑψίστου Ἀπόστολε.
Θεοτοκίον
Τὸ ὄρος τὸ ἅγιον, τὸ ὑπὲρ ἔννοιαν ὄχημα, τὴν Μητέρα τοῦ Θεοῦ, καὶ Παρθένον ἀληθῶς μετὰ τόκον ὑμνήσωμεν.
Ὁ Κανὼν τοῦ Ἁγίου Παύλου. 
Ὠδὴ α' Ἦχος πλ. δ'
Ἡ κεκομμένη
ὥσπερ ὄντα καλῶν τὰ ἀνύπαρκτα, Χριστὸς τῇ θείᾳ γνώσει, Παῦλε παμμακάριστε, αὐτὸς ἐκ μητρικῆς γαστρὸς σε ἐξελέξατο, βαστάσαι, ἐναντίον τῶν ἐθνῶν, αὐτοῦ τὸ θεῖον ὄνομα, τὸ ὑπὲρ πᾶν ὄνομα· ἐνδόξως γὰρ δεδόξασται.
Τὴν ἐσομένην μηνύων σοι ἔλλαμψιν, τῆς εὐσεβείας Παῦλε, καὶ πλάνης τὴν καθαίρεσιν, Χριστὸς ἐπιφανείς, ἐν ὄρει ἀστραπόμορφος, τὸ ὄμμα μὲν σκοτίζει τῆς σαρκός, τὴν ψυχὴν συνετίζει δέ, τῆς Τριάδος τῇ γνώσει· ἐνδόξως γὰρ δεδόξασται.
Περιτομὴν με τελῶν ὀκταήμερον, καὶ ζηλωτὴς πατρῴων Παῦλε παραδόσεων, Ἑβραίων ἐκ σπορᾶς φυλῆς Βενιαμίτιδος, ἐν νόμῳ Φαρισαῖός τε δειχθείς, ἡγήσω πάντα σκύβαλα, καὶ Χριστὸν ἐκέρδησας· ἐνδόξως γὰρ δεδόξασται.
Θεοτοκίον
χραντε Μήτηρ Θεοῦ παντοκράτορος, ἡ βασιλίδος φυλῆς, Δέσποινα βλαστήσασα, καὶ μόνη τον Θεόν, τὸν πάντων βασιλεύοντα, γεννήσασα σαρκὶ ὑπερφυῶς, κινδύνων με διάσωσον, τῷ Υἱῷ σου ψάλλοντα· Ἐνδόξως γὰρ δεδόξασται.
Καταβασία
νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
Τοῦ Πέτρου
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἐστιν Ἅγιος πλήν σου φιλάνθρωπε.
Μακάριόν σε, τὸ γλυκύτατον στόμα Χριστοῦ τοῦ Θεοῦ, καὶ ταμίαν ἀσφαλῆ, τῆς βασιλείας ἀνέδειξε· διὸ ἀνυμνοῦμέν σε Πέτρε Ἀπόστολε.
πὶ τὴν πέτραν, τῆς σῆς θεολογίας ἐπήξατο, ὁ Δεσπότης Ἰησοῦς, τὴν Ἐκκλησίαν ἀκλόνητον, ἐν ᾗ σε Ἀπόστολε Πέτρε δοξάζομεν.
ς ὑπέρτερος, τῶν Ἀγγέλων ὁ Πέτρος ἐν σώματι· ἐν γὰρ τῇ ἐπιφανεῖ, ἐλεύσει τοῦτον Χριστὸς ὁ Θεός, κριτήν τε καὶ σύνεδρον, ἔσεσθαι ἔφησεν.
Θεοτοκίον
πειρόγαμε, ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς προσβολαῖς, κλονούμενόν με στερέωσον· οὐ γὰρ ἐστιν Ἄχραντε, πλήν σου βοήθεια.
Τοῦ Παύλου
Σὺ εἶ τὸ στερέωμα
Σὺ λίθον θεμέλιον, ταῖς τῶν πιστῶν ψυχαῖς τέθεικας, πολυτελῆ, ἀκρογωνιαῖον, τὸν Σωτῆρα καὶ Κύριον.
Πάντοτε τὴν νέκρωσιν, τοῦ Ἰησοῦ ἐν τῷ σώματι, εἰλικρινῶς, Παῦλε περιφέρων, ἠξιώθης τῆς ὄντως ζωῆς.
Παῦλε παμμακάριστε, τῷ θεμελίῳ σου πρέσβευε, τῶν ἀρετῶν ἐποικοδομεῖσθαι, εὐσεβῶν τὴν λαμπρότητα.
Θεοτοκίον
Σὲ νῦν μακαρίζουσιν, ὡς προεφήτευσας Πάναγνε, αἱ γενεαί, πᾶσαι τῶν ἀνθρώπων· διὰ σοῦ νῦν σῳζόμεναι.
Καταβασία
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Ἡ Ὑπακοὴ
Ἦχος πλ. δ'
Ποία φυλακὴ οὐκ ἔσχε σε δέσμιον; ποία δὲ Ἐκκλησία οὐκ ἔχει σε Ῥήτορα; Δαμασκὸς μέγα φρονεῖ ἐπὶ σοὶ Παῦλε· εἶδε γὰρ σε σκελισθέντα φωτί· Ῥώμῃ σου τὸ αἷμα δεξαμένη, καὶ αὐτὴ κομπάζει· ἀλλ' ἡ Ταρσὸς πλέον χαίρει, καὶ πόθῳ τιμᾷ σου τὰ σπάργανα. Ἀλλ' ὦ Παῦλε Ἀπόστολε, τὸ καύχημα τῆς οἰκουμένης, προφθάσας ἡμᾶς στήριξον.
Ἱστέον ὅτι, ὅτε λέγεται Ὑπακοή, Κάθισμα οὐ λέγεται.
Τοῦ Πέτρου
Ὠδὴ δ' Ὁ Εἱρμὸς
Οὗτος ὁ Θεὸς ἡμῶν, ὁ ἐκ Παρθένου σαρκωθείς, καὶ τὴν φύσιν θεώσας, ὃν ὑμνοῦντες βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Βροτῶν ἁλιέα σε, ὡς ἐπηγγείλατο Χριστός, ἀπειργάσατο θεῖον, τῆς αὐτοῦ Ἐκκλησίας, πρώτῳ ἐγχειρίσας τοὺς οἴακας.
Πρὸς σοῦ δυσωπούμενος, ὁ ζωοδότης, Ἰησοῦς, ὁ δεσμεῖν τε καὶ λύειν, δεδωκώς σοι εὐθύνας, Πέτρε γενηθήτω μοι ἵλεως.
Χριστοῦ τὰ βασίλεια, ἀνεῳχθῆναι ἐκτενῶς, καθικέτευσον Πέτρε, τοῖς τὴν θείαν σου μνήμην, πίστει ἀδιστάκτῳ γεραίρουσι.
Θεοτοκίον
Κυρία πανύμνητε Θεοκυῆτορ, τοὺς ἐμοὺς λογισμούς, σαῖς πρεσβείαις ἐκκαθάρασα, δεῖξον εὔκαρπὸν με, Μήτηρ τοῦ πάντων Θεοῦ.
Τοῦ Παύλου
Ἐπέβης ἐφ' ἵππους
πέβη ὡς λέων, ἀγριωπῶς λυμαινόμενος, τὴν Χριστοῦ Ἐκκλησίαν ὁ Σαῦλος ποτέ, τιθασευθεὶς δὲ θείᾳ φωνῇ τοῦ ἀμνοῦ τοῦ Θεοῦ, ἣν ἐδίωκε ποίμνην, οἷά περ ποιμήν ἐγχειρίζεται.
μέλλων φωτίζειν, τὴν οἰκουμένην σκοτίζεται, Ἀνανίας δὲ τούτῳ ἀπέσταλται, τὸ τῆς ψυχῆς φέγγος διδοὺς καὶ τοῦ σώματος, ἐκ θείας ἐμφανείας, σκεῦος ἐκλογῆς διδαχθεὶς αὐτόν.
Τῷ Παύλω ἀξίως, ἡ Δαμασκὸς ἐναβρύνεται· ἐκ γὰρ ταύτης, ὡς ἐκ Παραδείσου ποτέ, ναμάτων θείων, οὗτος προῆλθε μεγίστη πηγή, καὶ ἐμέθυσε πᾶσαν, τῇ θεογνωσίᾳ ἀφθόνως τὴν γῆν.
Θεοτοκίον
Καθεῖλε δυνάστας, ἀπὸ τῶν θρόνων ὁ Κύριος, ἡ Παρθένος καὶ ἡ Μήτηρ, ὡς ἔφησε, τοὺς δὲ πεινῶντας, θείων ἀγαθῶν ἐνέπλησε, τοὺς πίστει μελῳδοῦντας· Δόξα τῇ δυνάμει σου Κύριε.
Καταβασία
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ δυνάμει σου Κύριε.
Τοῦ Πέτρου
Ὠδὴ ε' Ὁ Εἱρμὸς
κτησάμενος ἡμᾶς, περιούσιον λαόν, τῷ αἵματί σου, Κύριε, τὴν ἐν ὁμονοίᾳ σὴν εἰρήνην δὸς ἡμῖν, φυλάττων τὴν ποίμνην σου.
Τὴν ἐκ πόθου εἰληφώς, παρρησίαν πρὸς Θεόν, ἀξίως ἐθαυμάζετο, ὁ ἁλιεὺς καὶ ἀγροῖκος, τερατουργῶν παραδόξως τῇ χάριτι.
Οὐ χρυσίον διὰ σέ, οὐκ ἀργύριον Χριστέ, ὁ θεῖός σου Ἀπόστολος, ἀλλ' ἀρετὴν κτησάμενος, τὴν τῶν θαυμάτων ἐπλούτησε δύναμιν.
Κατηρτίζοντο σφυρά, καὶ αἱ βάσεις τῶν χωλῶν, τῷ ἐνεργεῖ σου ῥήματι· διὰ γὰρ θείου Πνεύματος, ἀπετελεῖτο παράδοξα πράγματα.
Θεοτοκίον
Σεσωμάτωται Θεός, καθ' ὑπόστασιν Ἁγνή, ἐκ σοῦ σαρκὶ ἑνούμενος, μεμενηκὼς οὐκ ἔλαττον, κατὰ τὴν θείαν οὐσίαν ἀσώματος.
Τοῦ Παύλου
Φώτισον ἡμᾶς
Σὺ τὸ ἀληθές, ἐξελέξω Παῦλε καύχημα, τὸν Σταυρὸν τοῦ Βασιλέως Χριστοῦ, ἀεὶ βαστάζων, ὥσπερ τρόπαιον Ἀπόστολε.
Σοὶ τὸ ζῆν Χριστός, τὸ θανεῖν δὲ κέρδος ἄριστον· τῷ γὰρ πόθῳ συνεσταύρωσαι, τῷ σταυρωθέντι δι' ἡμᾶς, ὦ Παῦλε ἔνδοξε.
Χαίροις ἀληθῶς, ἐν Κυρίῳ Παῦλε τίμιε, ἐκδημήσας ἐκ τοῦ σώματος, καὶ ἐνδημήσας πρὸς Χριστόν, τὸν ζωοδότην Θεόν.
Θεοτοκίον
Χαίροις ἀληθῶς, παρθενίας τὸ κειμήλιον, ἡ τῆς προμήτορος ἀνάκλησις, καὶ τῆς κατάρας, ἡ λύσις τοῦ προπάτορος.
Καταβασία
ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
Τοῦ Πέτρου
Ὠδὴ ς' Ὁ Εἱρμὸς
ν κήτει Χριστὲ τριημερεύσας, Ἰωνᾶς προέγραψέ σε τὸν ἀθάνατον, ὡς νεκρὸν ἑκουσίως, ἐν τῇ κοιλίᾳ τῆς γῆς τριημερεύσαντα.
ς πάλαι Χριστὲ τῇ δεξιᾷ σου, ἐν ὑγρᾷ πεζεύοντα Πέτρον διέσωσας, κἀμὲ βυθιζόμενον, σάλῳ δεινῶν πειρασμῶν ὑπεξάγαγε.
φῆκας ὦ Πέτρε τὰ μὴ ὄντα, καὶ τὰ ὄντα ἔφθασας, ὥσπερ τις ἔμπορος, καὶ σαφῶς ἡλίευσας, τὸν μαργαρίτην Χριστὸν τὸν πολύτιμον.
Πειράζειν ἀφρόνως οἰηθέντας, Πνεῦμα τὸ πανάγιον, Πέτρε ἐνέκρωσας, ὃ ἐθεολόγησας πρῶτος, τρανώσας Θεὸν παμμακάριστε.
Θεοτοκίον
Τὸν πάσης ἐπέκεινα οὐσίας, Λόγον Θεοῦ τέτοκας, σεσαρκωμένον ἡμῖν· διὸ σε Θεοτόκον, χείλεσί τε καὶ ψυχῇ καταγγέλλομεν.
Τοῦ Παύλου
Τὴν δέησιν ἐκχεῶ
πάντων περιφρονήσας τῶν τερπνῶν, βεβλημένος τοῦ Δεσπότου τῷ φίλτρῳ, καὶ τῆς κοινῆς, σωτηρίας τῆς πόθῳ, διαμαρτεῖν αὐτοῦ αἱρετισάμενος, ὦ Παῦλε μακάριε καὶ νῦν, ὑπὲρ τῆς οἰκουμένης ἱκέτευε.
ξίως σοι ἐδωρήσατο Χριστός, τὸ πολίτευμα Ἀπόστολε Παῦλε, ἐν οὐρανοῖς· μένουσαν γὰρ ἐνταῦθα, οὐκ ἐπεπόθησας πόλιν μακάριε, πιστὸς ὑπηρέτης γεγονώς, οἰκονόμος τε τῶν μυστηρίων αὐτοῦ.
ς ἄριστος τοῦ Δεσπότου μιμητής, καὶ αὐτὸν ἐνδεδυμένος ὁ Παῦλος, εἰλικρινῶς, πᾶσι γέγονε πάντα, ἵνα τοὺς πάντας κερδήσῃ καὶ σώσῃ λαούς, καὶ ἔσωσεν ὡς ἀληθῶς, τῷ Χριστῷ σαγηνεύσας τὰ πέρατα.
Θεοτοκίον
πέβλεψεν ἐπὶ σοὶ ὁ Κύριος, τὴν ἐμὴν ἀνακαινίζων οὐσίαν, ὡς δυνατός, μεγαλεῖα ποιήσας, Θεογεννῆτορ ὡς ἔφης πανάμωμε, καὶ ἔσωσέ με διὰ σοῦ, ἐκ φθορᾶς ὁ Θεός μου ὡς εὔσπλαγχνος.
Καταβασία
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα Θεὸν δοξάζοντες.
Κοντάκιον
Ἦχος β' Αὐτόμελον
Τοὺς ἀσφαλεῖς καὶ θεοφθόγγους κήρυκας, τὴν κορυφὴν τῶν Μαθητῶν σου Κύριε, προσελάβου εἰς ἀπόλαυσιν, τῶν ἀγαθῶν σου καὶ ἀνάπαυσιν· τοὺς πόνους γὰρ ἐκείνων καὶ τὸν θάνατον, ἐδέξω ὑπὲρ πᾶσαν ὁλοκάρπωσιν, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
Ὁ Οἶκος
Τράνωσόν μου τὴν γλῶτταν Σωτήρ μου, πλάτυνόν μου τὸ στόμα, καὶ πληρώσας αὐτό, κατάνυξον τὴν καρδίαν μου, ἵνα οἷς λέγω ἀκολουθήσω, καὶ ἃ διδάσκω, ποιήσω πρῶτος· πᾶς γὰρ ποιῶν καὶ διδάσκων, φησίν, οὗτος μέγας ἐστίν· ἐὰν γὰρ λέγω μὴ πράττων, ὡς χαλκὸς ἠχῶν λογισθήσομαι. Διὸ λαλεῖν μοι τὰ δέοντα, καὶ ποιεῖν τὰ συμφέροντα δώρησαι, ὁ μόνος γινώσκων τὰ ἐγκάρδια.
Συναξάριον
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων ἐνδόξων καὶ πανευφήμων Ἀποστόλων καὶ πρωτοκορυφαίων, Πέτρου καὶ Παύλου.
Στίχοι
Σταύρωσις εἷλε κήρυκα Χριστοῦ Πέτρον,
Τομὴ δὲ Παῦλον, τὸν τεμόντα τὴν πλάνην.
Τλῆ ἐνάτῃ Σταυρὸν Πέτρος εἰκάδ' ἄορ δέ γε Παῦλος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ Πέτρου
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
ἐν ἀρχῇ ἄναρχος Λόγος, σὺν Πατρὶ καὶ τῷ Πνεύματι, Υἱὸς μονογενής, εὐλογημένος εἶ καὶ ὑπερυψούμενος, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τὸ συμπαθὲς θείᾳ προνοίᾳ, τοῦ Χριστοῦ παιδευόμενος, ἐκμιμεῖσθαι συγχωρῇ, τὸ πρὸ τοῦ πάθους Πέτρε τῆς ἀρνήσεως, ὑποστῆναι κλυδώνιον.
Σοὶ ὁ Χριστὸς πρώτῳ κληθέντι, καὶ σφοδρῶς ἀγαπήσαντι, ὡς προέδρῳ εὐκλεῶς, τῶν Ἀποστόλων, πρώτῳ ἐμφανίζεται, ἀναστὰς ἐκ τοῦ μνήματος.
Σοῦ τὸ τρισσὸν τῆς πρὸ τοῦ πάθους, ἐξαλείφων ἀρνήσεως, ὁ Δεσπότης τῷ τρισσῷ τῆς θεοφθόγγου ἐρωτήσεως, βεβαιοῖ τὴν ἀγάπησιν.
Τῆς πρὸς Χριστὸν Πέτρε φιλίας, προετίθεσο μάρτυρα, τὸν τὰ πάντα ὡς Θεὸν εἰδότα Λόγον· ὅθεν καὶ τὸ φίλτατον, ἐγχειρίζει σοι ποίμνιον.
Θεοτοκίον
Τὴν ἐν γαστρὶ τὸν πρὸ αἰώνων, ἐκ Πατρὸς ἀνατείλαντα, Θεὸν Λόγον ἐν σαρκὶ συνειληφυῖαν, πάντες μακαρίσωμεν, ὡς Μητέρα τοῦ πάντων Θεοῦ.
Τοῦ Παύλου
Ἐν πεδίῳ Δεειρᾷ
χρημάτισε Χριστέ, σφραγὶς καὶ στέφανος τῶν Ἀποστόλων σου, ὁ ἐπ' ἐσχάτων κληθεὶς τῶν χρόνων, σπουδῇ πάντας ὑπερβάλλων δέ, μεθ' οὗ ὁ λαὸς τῆς Ἐκκλησίας ψάλλει σοι, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς Εὐλογητὸς εἶ.
Εἰ καὶ ἐδίωξε τὸ πρίν, τὴν Ἐκκλησίαν σου Παῦλος ὁ δέσμιος, ἀλλ' ὑπερέβη τὴν πάλαι τόλμαν, τῷ σῷ ζήλῳ τῷ ἐπ' ἐσχάτων· συνήγαγε γὰρ Χριστέ, τὰ ἔθνη κράζοντα· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Σὺ ἐξ Ἱερουσαλὴμ κηρύξας, ἅπασι τὸ Εὐαγγέλιον, περιλαβων δὲ ἐν κύκλῳ πᾶσαν τὴν γῆν, μέχρι τερμάτων Παῦλε τοῦ Ἰλλυρικοῦ, διδάσκων ἀνεκραύγαζες· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ν ἐκστάσει ἐπαρθείς, τὸν τρίτον ἔφθασας πόλον Πανόλβιε, καὶ ἐπακούσας ἀρρήτων λόγων βοᾷς· Δόξα τῷ ἀνωτάτῳ Πατρί, καὶ τῷ Υἱῷ ἀπαυγάσματι συνθρόνῳ, τῷ ἐρευνῶντι σαφῶς Πνεύματι Θεοῦ τὰ βάθη.
Θεοτοκίον
ς ἐπὶ πόκον ὑετός, ἐν σοὶ κατέβη Παρθένε Χριστὸς ὁ Θεός, καὶ σαρκοφόρος ἐκ σοῦ προῆλθεν, ἑνῶν τὰ πρὶν διεστηκότα, εἰρήνην ἐν γῇ, καὶ οὐρανῷ δωρούμενος, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογημένος.
Καταβασία
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα, ἀλλὰ πυρὸς ἀπειλήν· ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Τοῦ Πέτρου
Ὠδὴ η' Ὁ Εἱρμὸς
τὰ σύμπαντα φέρων, τῇ ἀπορρήτῳ σου δυνάμει Χριστέ, τοὺς ὁσίους σου Παῖδας, ἐν τῇ φλογὶ ἐδρόσισας κράζοντας· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
κτενοῦσί σου χεῖρας, καὶ σταυρῷ σε περιζώσουσιν, ὁ Δεσπότης προφητεύων, Πέτρε προστάττει ἕπεσθαι κράζοντα· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τῷ τῆς χάριτος λόγῳ, τὸν μὲν Αἰνέαν παρειμένον δεινῶν, Ταβιθὰν δὲ θανοῦσαν, τερατουργῶν ἀνέστησας κράζοντας· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
τῷ Πέτρῳ τὰ ἔθνη, κεκαθαρμένα ἀποφήνας Χριστέ, τῇ τοῦ Πνεύματος αἴγλῃ, κἀμοῦ τὰς φρένας κάθαρον κράζοντος· Εὐλογεῖτε τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
ν μιᾷ σοι σκηνοῦσα, τῶν ἑαυτῆς ἁγίων ὑποστάσεων, ἡ Θεότης Παρθένε, ὅλη μοι ὅλῳ ἥνωται· ὅθεν σε ὡς Μητέρα, τοῦ Θεοῦ ἡμῶν μακαρίζομεν.
Τοῦ Παύλου
Τὸν ἐν ὄρει ἁγίῳ
Συνεκράθη τῷ πόθῳ σου ὁ Παῦλος, τὴν καλὴν δὲ ἀλλοίωσιν ἐξέστη· οὐχ ἑαυτῷ γὰρ ἔζη ὁ ἀοίδιμος, εἶχε δὲ οἰκτίρμον, ζῶντα ἐν αὐτῷ σε, εἰς πάντας τοὺς αἰῶνας.
Σὺ ἡρμόσω ὡς νύμφην παραστῆσαι, τῷ νυμφίῳ Χριστῷ τὴν Ἐκκλησίαν· νυμφαγωγὸς γὰρ ταύτης ἀναδέδειξαι, Παῦλε θεοφόρε· ὅθεν κατὰ χρέος, τὴν μνήμην σου γεραίρει.
γωνίσω τὸν κάλλιστον ἀγῶνα, καὶ τελέσας τὸν δρόμον σου νομίμως, Χριστῷ προσῆλθες χαίρων παναοίδιμε· ὅθεν τῶν στεφάνων, Παῦλε ἠξιώθης, τῶν τῆς δικαιοσύνης.
Θεοτοκίον
Χαῖρε θρόνε πυρίμορφε Κυρίου, χαῖρε νύμφη ἀνύμφευτε Παρθένε, Χαῖρε νεφέλη ἥλιον ἐκλάμψασα, τῆς δικαιοσύνης, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Καταβασία
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Πέτρου
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Σὲ τὴν ὑπερένδοξον νύμφην, καὶ Παναγίαν Θεοτόκον, τὴν τὸν Κτίστην τεκοῦσαν, τῶν ὁρατῶν τε πάντων καὶ ἀοράτων, ἐν ὕμνοις μεγαλύνομεν.
Σοῦ ἡ ὑπερβάλλουσα χάρις, δημοσιεύεται ἀξίως, τῆς σκιᾶς σου τὰ πάθη τῶν ἀσθενούντων, Πέτρε φυγαδευούσης· διὸ σε μεγαλύνομεν.
Φάσμασι τὸν Σίμωνα μάγον, τὸν θεομάχον ἐπαρθέντα, πρὸς αἰθέριον ὕψος, καταβαλὼν ἀρρήτῳ θείᾳ δυνάμει, ὁ Πέτρος μακαρίζεται.
Τῶν πλημμελημάτων τὴν λύσιν, ταῖς ἱκεσίαις σου παράσχου, φωτισμόν τε καρδίας, καὶ εὐφροσύνην πνεύματος τοῖς ὑμνοῦσι, τὴν μνήμην σου Ἀπόστολε.
Θεοτοκίον
Θεὸν συλλαβοῦσα Παρθένε, Κυριοτόκος ὀνομάζῃ, κατ' ἀξίαν· διὸ σε, οἱ πιστοὶ συμφώνως δοξολογοῦντες, ἐν ὕμνοις μεγαλύνομεν.
Τοῦ Παύλου
Ὅρους παρῆλθες τῆς φύσεως
Σοῦ προσκυνοῦμεν τὴν ἅλυσιν, ἣν ὑπὲρ Χριστοῦ ὡς κακοῦργος ἐφόρεσας, τὰ στίγματά τε Παῦλε περιπτυσσόμεθα, ἃ ἐν τῷ εὐκλεεῖ σου, καὶ νικηφόρῳ φέρεις σώματι.
Νῦν ἀναλύσας Ἀπόστολε, πρὸς τὸν ὑπὸ σοῦ ἀενάως ποθούμενον, αὐτῷ τε ὡς θεράπων συναυλιζόμενος, ἀπαύστοις ἱκεσίαις, τοὺς σοὺς ἱκέτας πρὸς σὲ ἕλκυσον.
Νῦν οὐδαμῶς ἐν αἰνίγματι, οὐδὲ ἐν ἐσόπτρῳ Χριστὸς σοι ὀπτάνεται, πρὸς πρόσωπον δὲ μᾶλλον ὁρᾶται πρόσωπον, τελείαν σοι τὴν γνῶσιν ἀποκαλύπτων τῆς Θεότητος.
Θεοτοκίον
Λόγον ἐδέξω τὸν ἄσαρκον, φύσιν τὴν ἐμὴν ἀναπλάσαι βουλόμενον, καὶ τοῦτον σαρκωθέντα Παρθένε τέτοκας· διὸ σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνομεν.
Καταβασία
πας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.
Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
Τῶν Ἀποστόλων ἅπαντες, τὴν κορυφὴν ὑμνήσωμεν, Πέτρον καὶ Παῦλον τοὺς θείους, τῆς οἰκουμένης φωστῆρας, τοὺς κήρυκας τῆς πίστεως, τὰς θεολόγους σάλπιγγας, δογμάτων τοὺς ἐκφάντορας, τῆς Ἐκκλησίας τοὺς στύλους, καὶ καθαιρέτας τῆς πλάνης.
Θεοτοκίον
Τὸ μέγα καὶ παράδοξον, τοῦ τόκου σου μυστήριον, θεοχαρίτωτε Κόρη, καὶ Θεομῆτορ Παρθένε, Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, Μάρτυρες ὡμολόγησαν, Ἄγγελοι δὲ ἀνυμνοῦσι, καὶ ἄνθρωποι προσκυνοῦσιν.
Εἰς τοὺς Αἴνους, Στιχηρὰ Προσομοια.
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς
οὐρανόθεν τὴν χάριν δεδεγμένος, ὅτε τὴν ἐρώτησιν πρὸς τὸν χορὸν ὁ Σωτήρ, τὸν δωδεκάριθμον ἔφησε, τῶν Ἀποστόλων· Τίνα μὲ λέγουσιν εἶναι ἄνθρωποι; τότε δὴ ὁ πρόκριτος, Πέτρος Χριστοῦ Μαθητῶν, θεολογῶν ἀνεκήρυξε, τρανῶς βοήσας· Σὺ εἶ Χριστός, τοῦ ζῶντος Θεοῦ Υἱός. Ὅθεν ἀξίως μακαρίζεται, ὡς ἐξ ὕψους λαβών ἀποκάλυψιν, καὶ δεσμεῖν τε καὶ λύειν, τὰς εὐθύνας κομισάμενος.
ἐξ ὑψίστου κληθείς, οὐκ ἀπ' ἀνθρώπων, ὅτε τὸ ἐπίγειον σκότος ἠμαύρωσε, τοὺς ὀφθαλμοὺς σοῦ τοῦ σώματος, τῆς ἀσεβείας, δημοσιεῦον τὴν σκυθρωπότητα, τότε τὸ οὐράνιον, φῶς περιήστραψε, σῆς διανοίας τὰ ὄμματα, τῆς εὐσεβείας ἀνακαλύπτον τὴν ὡραιότητα· ὅθεν ἐπέγνως τὸν ἐξάγοντα, φῶς ἐκ σκότους Χριστὸν τὸν Θεον ἡμῶν, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Σὺ ἐπαξίως πέτρα προσηγορεύθης, ἐν ᾗ τὴν ἀκράδαντον πίστιν ὁ Κύριος, τῆς Ἐκκλησίας ἐκράτυνεν, ἀρχιποιμένα, τῶν λογικῶν προβάτων ποιήσας σε, ἐντεῦθεν κλειδοῦχόν σε, τῶν οὐρανίων πυλῶν, ὡς ἀγαθὸς ἐγκατέστησεν, ἀνοίγειν πᾶσι, τῆς μετὰ πίστεως προσεδρεύουσιν· Ὅθεν ἀξίως κατηξίωσαι, σταυρωθῆναι καθὼς ὁ Δεσπότης σου, ὃν ἱκέτευε σῶσαι, καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
χριστοκήρυξ Σταυροῦ καύχημα φέρων, σὺ τὴν πολυέραστον θείαν ἀγάπησιν, ὡς τοὺς ἐρῶντας συνδέουσαν, τῷ ποθουμένῳ, εἰλικρινῶς ἁπάντων προέκρινας, ἐντεῦθεν καὶ δέσμιος, προσηγορεύθης Χριστοῦ, τῶν πειρασμῶν τὴν δυσχέρειαν, ὡς γλυκυτέραν, τρυφῆς ἁπάσης αἱρετισάμενος, καὶ τῆς τιμίας ἀναλύσεως, ἠξιώθης συνὼν τῷ Δεσπότῃ σου, ὃν ἱκέτευε σῶσαι καὶ φωτίσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος πλ. β'
Κοσμᾶ Μοναχοῦ
πάνσεπτος τῶν Ἀποστόλων, ἐπεδήμησεν ἑορτή, τῇ Ἐκκλησίᾳ Χριστοῦ, προξενοῦσα σωτηρίαν ἡμῖν, μυστικῶς οὖν κροτήσαντες τούτοις προσείπωμεν· Χαίρετε φωστῆρες τῶν ἐν σκότει, τοῦ ἡλίου ἀκτῖνες ὑπάρχοντες. Χαίρετε Πέτρε καὶ Παῦλε, δογμάτων τῶν θείων θεμέλιοι ἀρραγεῖς, φίλοι τοῦ Χριστοῦ, σκεύη τίμια. Πάρεστε μέσον ἡμῶν ἀοράτως, καταξιοῦντες δωρεῶν ἀΰλων, τοὺς τὴν ἡμῶν ἑορτήν, εὐφημοῦντας ᾄσμασι.
Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις

Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τῶν Κανόνων, Ὠδὴ γ' καὶ ς'.

Ὁ Ἀπόστολος
Προκείμενον. Ἦχος πλ. δ΄[ Ψαλμός 18]
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτοῦ.
Στίχ. Οἱ  οὐρανοί  διηγοῦνται δόξαν Θεοῦ.
Πρὸς Κορινθίους Β’ Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.
Κεφ.   11:21-12:9
δελφοί, ἐν ᾧ δ᾿ ἄν τις τολμᾷ, ἐν ἀφροσύνῃ λέγω, τολμῶ κἀγώ. ῾Εβραῖοί εἰσι; Κἀγώ· ᾿Ισραηλῖταί εἰσι; Κἀγώ· σπέρμα ᾿Αβραάμ εἰσι; Κἀγώ· διάκονοι Χριστοῦ εἰσι; παραφρονῶν λαλῶ, ὑπὲρ ἐγώ· ἐν κόποις περισσοτέρως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν φυλακαῖς περισσοτέρως, ἐν θανάτοις πολλάκις· ὑπὸ ᾿Ιουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν ἔλαβον, τρὶς ἐρραβδίσθην, ἅπαξ ἐλιθάσθην, τρὶς ἐναυάγησα, νυχθημερὸν ἐν τῷ βυθῷ πεποίηκα· ὁδοιπορίαις πολλάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κινδύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις· ἐν κόπῳ καὶ μόχθῳ, ἐν ἀγρυπνίαις πολλάκις, ἐν λιμῷ καὶ δίψει, ἐν νηστείαις πολλάκις, ἐν ψύχει καὶ γυμνότητι· χωρὶς τῶν παρεκτὸς ἡ ἐπισύστασίς μου ἡ καθ᾿ ἡμέραν, ἡ μέριμνα πασῶν τῶν ἐκκλησιῶν. Τίς ἀσθενεῖ, καὶ οὐκ ἀσθενῶ; Τίς σκανδαλίζεται, καὶ οὐκ ἐγὼ πυροῦμαι; Εἰ καυχᾶσθαι δεῖ, τὰ τῆς ἀσθενείας μου καυχήσομαι. Ὁ Θεὸς καὶ πατὴρ τοῦ Κυρίου ἡμῶν ᾿Ιησοῦ Χριστοῦ οἶδεν, ὁ ὢν εὐλογητὸς εἰς τοὺς αἰῶνας, ὅτι οὐ ψεύδομαι. Ἐν Δαμασκῷ ὁ ἐθνάρχης ᾿Αρέτα τοῦ βασιλέως ἐφρούρει τὴν Δαμασκηνῶν πόλιν πιάσαι με θέλων, καὶ διὰ θυρίδος ἐν σαργάνῃ ἐχαλάσθην διὰ τοῦ τείχους καὶ ἐξέφυγον τὰς χεῖρας αὐτοῦ. Καυχᾶσθαι δὴ οὐ συμφέρει μοι· ἐλεύσομαι γὰρ εἰς ὀπτασίας καὶ ἀποκαλύψεις Κυρίου. Οἶδα ἄνθρωπον ἐν Χριστῷ πρὸ ἐτῶν δεκατεσσάρων· εἴτε ἐν σώματι οὐκ οἶδα, εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ. Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον· εἴτε ἐν σώματι εἴτε ἐκτὸς τοῦ σώματος οὐκ οἶδα, ὁ Θεὸς οἶδεν· ὅτι ἡρπάγη εἰς τὸν παράδεισον καὶ ἤκουσεν ἄρρητα ρήματα, ἃ οὐκ ἐξὸν ἀνθρώπῳ λαλῆσαι. Ὑπὲρ τοῦ τοιούτου καυχήσομαι, ὑπὲρ δὲ ἐμαυτοῦ οὐ καυχήσομαι εἰ μὴ ἐν ταῖς ἀσθενείαις μου. Ἐὰν γὰρ θελήσω καυχήσασθαι, οὐκ ἔσομαι ἄφρων· ἀλήθειαν γὰρ ἐρῶ· φείδομαι δὲ μή τις εἰς ἐμὲ λογίσηται ὑπὲρ ὃ βλέπει με ἢ ἀκούει τι ἐξ ἐμοῦ. Καὶ τῇ ὑπερβολῇ τῶν ἀποκαλύψεων ἵνα μὴ ὑπεραίρωμαι, ἐδόθη μοι σκόλοψ τῇ σαρκί, ἄγγελος σατᾶν, ἵνα με κολαφίζῃ ἵνα μὴ ὑπεραίρωμαι. Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα ἵνα ἀποστῇ ἀπ᾿ ἐμοῦ· καὶ εἴρηκέ μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται. Ἥδιστα οὖν μᾶλλον καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου, ἵνα ἐπισκηνώσῃ ἐπ᾿ ἐμὲ ἡ δύναμις τοῦ Χριστοῦ.
λληλούϊα [γ΄].  Ἦχος α΄ [Ψαλμός 88].
Στίχ. ξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου, Κύριε.
Στίχ. Θεὸς ἐνδοξαζόμενος ἐν βουλῇ ἁγίων.

Εὐαγγέλιον
κ τοῦ κατά Ματθαῖον.
Κεφ. 16: 13-19
Τῷ καιρῷ ἐκείνῳ, ἐλθὼν ὁ ᾿Ιησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, ἠρώτα τοὺς Μαθητὰς αὐτοῦ, λέγων· τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι· τὸν Υἱὸν τοῦ ἀνθρώπου; Οἱ δὲ εἶπον· Οἱ μὲν, ᾿Ιωάννην τὸν Βαπτιστήν, ἄλλοι δὲ ᾿Ηλίαν· ἕτεροι δὲ ῾Ιερεμίαν, ἢ ἕνα τῶν Προφητῶν. Λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς δὲ Σίμων Πέτρος, εἶπε· Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος. Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς, εἶπεν αὐτῷ· Μακάριος εἶ, Σίμων Βαρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ᾿ ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς. Κἀγὼ δέ σοι λέγω, ὅτι σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι Ἅδου οὐ κατισχύσουσιν αὐτῆς· καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν· καὶ ὃ ἐὰν δήσῃς ἐπὶ τῆς γῆς, ἔσται δεδεμένον ἐν τοῖς οὐρανοῖς· καὶ ὃ ἐὰν λύσῃς ἐπὶ τῆς γῆς, ἔσται λελυμένον ἐν τοῖς οὐρανοῖς.
Κοινωνικὸν
Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν. Ἀλληλούϊα.
Στιχηρὰ Ἰδιόμελα τῶν Ἀποστόλων, ψαλλόμενα εἰς τὴν διάδοσιν τοῦ Ἁγίου Ἐλαίου.
Ἦχος δ'
Χριστὸς ἡ πέτρα, τῶν Ἀποστόλων πρόκριτε, διὰ σοῦ ἐν ἑαυτῷ τὴν Ἐκκλησίαν ἐθεμελίωσεν, ἧς πύλαι, ᾍδου οὐ κατισχύσουσιν, αἱρετικῶν γλωσσαλγίαι, ουδ' οὐ μὴ πορθήσουσι βαρβάρων φρυάγματα. Ταύτην οὖν ῥῦσαι πειρασμῶν καὶ κινδυνων, ταῖς σαῖς ἱκεσίαις παμμακάριστε.
Ὁ αὐτὸς Ἰωάννου Μοναχοῦ
Χριστὸς σε πρῶτον ἐν τῇ ἐκλογῇ Πέτρε κρηπῖδα τῆς πίστεως ἐστεφάνωσε· σοὶ ὁ τοῦ παντὸς Δεσπότης προέφησε, μακάριος εἶ Σίμων βάρ, Ἰωνᾶ, ὅτι οὐ σάρξ καὶ αἷμα, οὔθ' ἕτερον, θεοκήρυκά μοι σὲ πεποίηκεν, ἀλλ' ὁ ἐμὸς Πατὴρ ὁ ἐν οὐρανοῖς. Αὐτὸν ἱκέτευε θεομακάριστε Ἀπόστολε, δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Ἦχος πλ. β' Θεοφάνους
Τοὺς τῆς εὐσεβείας ἀληθεῖς κήρυκας, καὶ τῆς Ἐκκλησίας ὑπερφυεῖς ἀστέρας, ὕμνοις ἐγκωμίων τιμήσωμεν, Πέτρον τὴν πέτραν τῆς πίστεως, καὶ Παῦλον τὸν ἀληθῆ διδάσκαλον, καὶ μύστην τοῦ Σωτῆρος Χριστοῦ· οὗτοι γὰρ τὸν τῆς ἀληθείας λόγον σπείραντες, ἐν ταῖς καρδίαις τῶν πιστῶν, πᾶσι καρποφορίαν διένειμαν, καὶ πρεσβεύουσι Χριστῷ, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Ἦχος πλ. δ'
Ἰωάννου Μοναχοῦ
βριστὴς καὶ διώκτης τῆς Ἐκκλησίας γέγονας, Παῦλε παμμακάριστε, οὐρανόθεν δὲ κληθείς, ὑπερήσπισας ταύτης παραδόξως, ἣν ἱκέτευε ῥυσθῆναι ἐκ κινδύνων, καὶ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου