ΙΟΥΛΙΟΥ
ΤΗ ΙΔ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ
Ἁγίου Ἀποστόλου Ἀκύλα, ἑνὸς τῶν ἑβδομήκοντα.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
Παῦλος ὁ μέγας θεόφρον, τοῦ κόσμου ἥλιος, ὥσπερ φαιδρὰν
ἀκτῖνα, εἰς τὴν σύμπασαν κτίσιν, σὲ μάκαρ ἐπαφῆκε, φωτιστικαῖς, σοῦ, τῶν λόγων
λαμπρότησι, καταφωτίζειν τοὺς πάλαι ἐν τῇ νυκτί, τῆς ἀγνωσίας κινδυνεύοντας.
Της καθαρᾶς σου καρδίας, τοῦ θείου Πνεύματος, φωτιστικαῖς
ἀκτῖσιν, αὐγασθείσης πλουσίως, Ἀκύλα θεηγόρε, φωτοειδής, ἀληθῶς ἐχρημάτισας,
καὶ τῶν Ἑλλήνων τὸ σκότος τὸ χαλεπόν, θείᾳ χάριτι διέλυσας.
Οἱ τῷ ναῷ σου τῷ θείῳ πίστει προστρέχοντες, καὶ ἐν αὐτῷ σε
μάκαρ, δυσωποῦντες Ἀκύλα, λυτροῦνται νοσημάτων παντοδαπῶν, καὶ κινδύνων καὶ
θλίψεων, ταῖς ἱεραῖς σου πρεσβείαις καὶ πρὸς Θεόν, μεσιτείαις ἱερώτατε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Θεομακάριστε Κόρη τὰς ἱκεσίας ἡμῶν, ὡς εὐμενὴς προστάτις,
τῶν πιστῶν, Θεοτόκε, προσάγουσα τῷ Κτίστῃ, τὸν ἱλασμόν, ἀνταμείβου τοῖς δούλοις
σου, ὡς παντελής σωτηρία καὶ ἱλασμός, τῶν ψυχῶν ἡμῶν πανάμωμε.
Ἢ Σταυροθεοτοκίον
Ἐν τῷ Σταυρῷ παρεστῶσα, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ, καὶ τὴν
μακροθυμίαν, τούτου ἀποσκοποῦσα, ἔλεγες θρηνοῦσα, Μῆτερ ἁγνή· Οἴμοι! Τέκνον
γλυκύτατον, τὶ ταῦτα πάσχεις ἀδίκως Λόγε Θεοῦ, ἵνα σώσῃς τὸ ἀνθρώπινον;
Ἀπολυτίκιον Ἦχος γ'
Ἀπόστολε Ἅγιε Ἀκύλα, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα
πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
Καὶ Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν. οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ
παρών, οὗ ἡ Ἀκροστιχίς.
Τὸν κλεινὸν ὑμνήσωμεν Ἀκύλαν πόθῳ Ἰωσήφ.
Ὠδὴ α' Ἦχος β'
Δεῦτε λαοὶ
Τὸν ἱερόν, ἱερωτάτοις ὑμνήσωμεν, Ἀκύλαν μελῳδήμασι· καὶ
ἐκβοήσωμεν, ταῖς αὐτοῦ ἱκεσίαις, οἰκτίρμον πάντας σῶσον, ὡς ὑπεράγαθος.
Ὅλον σαυτόν, Μάκαρ δοχεῖον τοῦ Πνεύματος, φωτοειδὲς
ἐτέλεσας, καταστραπτόμενος, ταῖς αὐτοῦ φωταυγίαις· διὸ τοὺς ἐν τῷ σκότει,
ἐφωταγώγησας.
Νόμοις Χριστοῦ, ὀχυρωθεὶς τὴν διάνοιαν, τὸ τῶν ἀνόμων
φρύαγμα, ὅλον κατέλαβες, καὶ εἰδώλων τεμένη, κατέστρεψας ἀθλήσας θεομακάριστε.
Καθαρτικαῖς, σῶν πρεσβειῶν ἐπιδόσεσι, τὰ τῶν σωμάτων
Ἔνδοξε, καὶ τῶν ψυχῶν ἡμῶν, ἀποκάθαρον πάθη, πιστῶς ἐπιτελούντων, τὴν θείαν
μνήμην σου.
Θεοτοκίον
Λόγῳ σεμνή, Λόγον ἐν μήτρᾳ συνέλαβες, τὸν διὰ λόγου
ἅπαντα, δημιουργήσαντα· διὰ τοῦτό σε λόγοις, ἐνθέοις ἀνυμνοῦμεν, θεοχαρίτωτε.
Ὠδὴ γ'
Στερέωσον ἡμᾶς
Ἐπόθησας Θεὸν ὡς θέμις Ἔνδοξε, τὸν μόνον Δεσπότην καὶ
Βασιλέα, καὶ αὐτοῦ τὸ θεῖον βούλημα, ἀδιστάκτῳ καρδίᾳ ἐξετέλεσας.
Ἰσχὺϊ τοῦ σεπτοῦ καὶ θείου Πνεύματος, Ἀκύλα πανεύφημε τοῦ
Βελίαρ, τὴν ἰσχὺν πᾶσαν κατέβαλες, ἐναθλήσας γενναίως ἱερώτατε.
Νοῒ σου καθαρῷ ἐνοπτριζόμενος, τὴν δόξαν Κυρίου, ταύτης
μετέσχες, τελεώτερον Μακάριε, μεταστὰς τῶν προσκαίρων πρὸς τὰ μένοντα.
Θεοτοκίον
Ὁ μόνος καθαρός, ὁ μόνος Κύριος, σὲ μόνην ὡς ἔγνω
καθαρωτέραν, πάσης κτίσεως Πανάμωμε, ἐξ ἁγνῶν σου αἱμάτων σεσωμάτωται.
Ὁ Εἱρμὸς
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν,
καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.
Κάθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε
Τοῦ Παύλου τοῖς ῥήμασι, καταυγασθεὶς τὴν ψυχήν, ὡς ἥλιος
ἔλαμψας, θεογνωσίας φωτί, Ἀκύλα μακάριε, στέφος δὲ μαρτυρίου, ἀνεπλέξω νομίμως·
ὅθεν ἀναπηγάζεις, ποταμοὺς ἰαμάτων, τοῖς πίστει ἑορτάζουσι, μάκαρ τὴν μνήμην
σου.
Θεοτοκίον
Ταχὺ δέξαι Δέσποινα, τὰς ἱκεσίας ἡμῶν, καὶ ταύτας
προσάγαγε, τῷ σῷ Υἱῷ καὶ Θεῷ, Παρθένε πανάχραντε, ὄλεσον κατὰ κράτος, τῶν
βαρβάρων τὰ θράση, γνώτωσαν τὴν ἰσχύν σου, φιλοπόλεμα ἔθνη, τῷ νεύματί σου
πάντας ἡμᾶς διαφύλαξον.
Ἢ Σταυροθεοτοκίον
Σταυρῷ σε ὑψούμενον, ὡς ἐθεάσατο, ἡ ἄχραντος Μήτηρ σου,
Λόγε Θεοῦ μητρικῶς, θρηνοῦσα ἐφθέγγετο· Τὶ τὸ καινὸν καὶ ξένον, τοῦτο θαῦμα Υἱέ
μου; πῶς ἡ ζωὴ τῶν ὅλων, ὁμιλεῖς τῷ θανάτῳ; ζωῶσαι τοὺς τεθνεῶτας, θέλων ὡς
εὔσπλαγχνος.
Ὠδὴ δ'
Εἰσακήκοα Κύριε
Νυσταγμῷ τοὺς καθεύδοντας, τῆς πονηρᾶς,, Ἀκύλα δυσσεβείας
πρὸς τῆς εὐσεβείας τὸ φῶς ἐξήγειρας.
Ὑπερήφανον φρύαγμα, τοῦ δυσμενοῦς, κατέβαλες Ἀκύλα,
ταπεινώσει θείᾳ θωρακιζόμενος.
Μακαρίως ἐνήθλησας, ὑπὲρ Χριστοῦ, τὸ αἷμά σου κενώσας,
Ἱερεῦ καὶ Μάρτυς τῶν παθημάτων αὐτοῦ.
Θεοτοκίον
Νοητὸν σε παλάτιον, καὶ ὑψηλόν, τοῦ Βασιλέως θρόνον,
Θεοτόκε Δέσποινα ὀνομάζομεν.
Ὠδὴ ε'
Ὁ τοῦ φωτὸς χορηγὸς
Ἥδιστον λόγον ἀεί, ἀναπηγάζων εὐσεβῶς πάνσοφε τῶν ἐν πικρᾷ,
πλάνῃ ὑπαχθέντων, ἐνήδυνας ψυχάς, ὡς ἱερομύστης, Ἀκύλα πανεύφημε.
Σοὶ τοὺς ἐπαίνους Λουκᾶς, ὁ θεηγόρος ἀληθῶς ἔγραψε· τοῦ
ἱεροῦ Παύλου μαθητὴς γάρ, καὶ θεῖος ξεναγός, ἐγένου τὰ θεῖα, σοφῶς
παιδευόμενος.
Ὥσπερ ἀστέρα φαιδρόν, φωτοβολοῦντα τὸ σεπτὸν κήρυγμα, τὸν
ἱερὸν εὑράμενος Παῦλον, πρὸς τούτου τὰς αὐγάς, ἐδέξω τοῦ Λόγου, στερρῶς
λαμπρυνόμενος.
Θεοτοκίον
Μήτηρ καὶ δούλη Χριστοῦ, τοῦ σαρκωθέντος δι' ἡμᾶς γέγονας,
ὃν ἐκτενῶς, πάντοτε δυσώπει, τοῦ σῴζεσθαι ἡμᾶς, τοὺς σὲ Θεοτόκον ἁγνὴν
ὀνομάζοντας.
Ὠδὴ ς'
Ἐν ἀβύσσῳ πταισμάτων
Ἐξεχύθη σου χάρις τοῖς χείλεσι, μάκαρ ἱερώτατε καὶ σὲ
εὐλόγησεν, ὁ τῶν ἁπάντων Κύριος, εἰς αἰῶνας Ἀκύλα θεόπνευστε.
Νοσημάτων παντοίων ἀλέξημα, καὶ ἁμαρτανόντων ψυχῶν
ἱλαστήριον, ἡ σὴ πρεσβεία πέφυκε, θεοφόρε Ἀκύλα μακάριε.
Αἱ πορεῖαί σου θείως τελούμεναι, καὶ πρὸς τὰς ὁδοὺς τοῦ
Θεοῦ εὐθυνόμεναι, τοῖς πλανωμένοις ὤφθησαν, ὁδηγία καὶ τρίβος σωτήριος.
Θεοτοκίον
Κυριώνυμε Κόρη πανάμωμε, τὸν ἀγαθοδότην Θεὸν ἡ κυήσασα,
τοὺς σὲ ὑμνοῦντας πάντοτε, πειρασμῶν πολυτρόπων διάσωσον.
Ὁ Εἱρμὸς
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς
εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ἀποστόλων σύνθρονος, καὶ συνοδίτης, γεγονὼς Ἀπόστολε, τὴν
οἰκουμένην διδαχαῖς, καὶ θαυμασίοις κατηύγασας, στέφανον δόξης, Ἀκύλα
δεξάμενος.
Συναξάριον
Τῇ ΙΔ' τοῦ
αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ἀκύλα.
Στίχοι
Ἥπλωσε
Παῦλος, ὡς σαγήνην, τοὺς λόγους,
Ἤγρευσε δ'
ὡς θήραμα θεῖον Ἀκύλαν.
Ἀκύλαν
δεκάτῃ γε τετάρτῃ τύμβος ἔκρυψεν.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰούστου.
Στίχοι
Μὴ θῦμα
βαλεῖν εἰς τὸ βωμοῦ πῦρ θέλων,
Εἰς πῦρ
Ἰοῦστος θῦμα βάλλεται ξένον.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν καὶ θαυματουργοῦ Ὀνησίμου.
Στίχοι
Ἐλαφρὸν ἦρα
φορτίον σὸν ἡδέως,
Μεθ' οὗ σὸς
Ὀνήσιμος ἥκω σοι, Λόγε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἰωσήφ,
Ἀρχιεπισκόπου Θεσσαλονίκης.
Στίχοι
Ἀφείς,
Ἰωσὴφ καθέδραν τὴν γηΐνην,
Παρίσταται
νῦν τῷ θρόνῳ τοῦ Κυρίου.
Οἱ ἅγιοι
μάρτυρες Ἀκύλας καὶ Ἱλάριος ξίφει τελειοῦνται.
Ὁ ἅγιος
μάρτυς Πέτρος ὁ νέος, τοὺς πόδας ἐκκοπείς, τελειοῦται.
Ὁ ἅγιος
μάρτυς Ἡράκλειος, ῥοπάλοις τυπτόμενος, τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Εἰκόνος χρυσῆς
Ὑφάνας σαυτῷ, ἀφθαρσίας στολισμὸν τῷ θείῳ Πνεύματι, ὅλος
ὡραῖος ἐχρημάτισας, καὶ τὸν ἐχθρὸν ἀπεγύμνωσας, καὶ τοὺς ἐπ' ἐκείνου Ἀκύλα,
γυμνωθέντες ἐνέδυσας, καταστολὴν φωτοειδῆ, καὶ φῶς σωτήριον.
Λιμῷ νοητῷ, κρατουμένους τοὺς λαοὺς καὶ κινδυνεύοντας,
ἄρτῳ τῶν λόγων Ἀξιάγαστε, τῆς σῆς σοφίας διέθρεψας, καὶ τῆς οὐρανίου τραπέζης,
κοινωνοὺς ἀπετέλεσας, ἱερομύστης πεφυκὼς θεοειδέστατος.
Ἁγίῳ ναῷ οἱ προστρέχοντες τῷ σῷ, ῥῶσιν κομίζονται, καὶ
παθημάτων ἀπολύονται, καὶ νοσημάτων καθαίρονται, ἀνυμνολογοῦντές σε πόθῳ, καὶ
βοῶντες πανεύφημε· Εὐλογητὸς εἶ ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Νεκροῦται τὸ πρίν, ὁ Ἀδὰμ φθοροποιῷ βρώσει πανάμωμε, σὺ δὲ
τεκοῦσα τὴν ζωὴν ἡμῶν, τοῦτον Παρθένε ἐζώωσας· ὅθεν ὡς καλῶν σε αἰτίαν,
ἀνυμνοῦντες κραυγάζομεν· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.
Ὠδὴ η'
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς
Περιχαρῶς τοὺς οὐρανούς, σὺν τοῖς θείοις μαθηταῖς καὶ
ὑπηρέταις, καὶ αὐτόπταις τοῦ Λόγου, χαρμονικῶς κατοικῶν, Ἀκύλα καὶ θέσει
θεούμενος, μέμνησο τῶν πίστει, καὶ πόθῳ σε τιμώντων.
Οἱ τῶν ἱδρώτων σου κρουνοί, ποταμοὺς πᾶσιν ὑμῖν θείων
θαυμάτων, ἀναβλύζουσι Μάκαρ, καὶ ἐπηρείας παθῶν, ἀτόπων ξηραίνουσι πάντοτε, καὶ
τὰς παρατάξεις, βυθίζουσι τοῦ πλάνου.
Θέσει θεούμενος ἀεί, ὁ ἐγγίζων τῷ Θεῷ νοῒ ἀΰλῳ, ὅλος φῶς
χρηματίζεις, ἀπολυθεὶς τῆς σαρκός, καὶ βλέπεις ἃ βλέπουσιν Ἄγγελοι, ἔνδοξε
Ἀκύλα, Χριστοῦ ἱερομύστα.
Θεοτοκίον
Ὡς τὸν παναίτιον Θεόν, ὑπὲρ πᾶσαν ἀληθῶς Ἁγνὴ αἰτίαν, ἐν
γαστρὶ συλλαβοῦσα, καὶ δι' ἡμᾶς καθ' ἡμᾶς, ὀφθέντα τεκοῦσα πανάμωμε, τοῦτον
ἐκδυσώπει, ὑπὲρ τῶν σὲ ὑμνούντων.
Ὁ Εἱρμὸς
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ
συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς
Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον
Ἱερωτάτοις σε ὕμνοις, ἱερὸν πεφυκότα, κειμήλιον τοῦ Λόγου
καὶ σεπτόν, τούτου τε πάνσοφον κήρυκα, καὶ τοῦ κόσμου φωστῆρα, καὶ στήριγμα τῆς
πίστεως ἡμῶν, συνελθόντες Ἀκύλα, συμφώνως μακαρίζομεν.
Ὡς καθαιρέτης τῆς πλάνης, καὶ ἐθνῶν ποδηγέτης, καὶ θεῖος
τοῦ Σωτῆρος ἀθλητής, καὶ συμπολίτης καὶ σύσκηνος, τῶν Ἁγίων Ἀγγέλων, Ἀκύλα
θεηγόρε σὺν αὐτοῖς, τὸν Δεσπότην δυσώπει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Σὲ φοιτητὴν μὲν τοῦ Παύλου, ἐπιγνόντες Ἀκύλα, τοῦ κόσμου
δὲ φωστῆρα ἀπλανῆ, καὶ ἱερώτατον Μάρτυρα, καθαιρέτην εἰδώλων, καὶ γνώσεως Θεοῦ
εἰσηγητήν, εὐσεβεῖ διανοίᾳ, θεόφρον μακαρίζομεν.
Ἡ παναγία σου μνήμη, ἀνατείλασα κόσμῳ, ὡς ἥλιος φωτίζει
τὰς ψυχάς, τῶν εὐσεβῶς εὐφημούντων σε, ἐν ᾗ πρέσβευε Μάκαρ, δοθῆναι ἱλασμὸν
ἁμαρτιῶν, καὶ εἰρήνην βαθεῖαν, καὶ μέγα πᾶσιν ἔλεος.
Θεοτοκίον
Φωτιστικὴν σε λυχνίαν, προεώρα Προφήτης, τὸ φῶς τὸ
ἀνατεῖλαν ἐκ φωτός, Παρθενομῆτορ βαστάζουσαν, τὸ φωτίσαν πλουσίως, τὰ πρὶν
ἐσκοτισμένα ταῖς αὐγαῖς, τῆς αὐτοῦ ἀνεκφράστου, πανάμωμε Θεότητος.
Ὁ Εἱρμὸς
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα
καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου,
ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.
Καὶ τὰ λοιπὰ τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου