Παρασκευή 23 Μαΐου 2014

ΜΗΝΑΙΟ ΙΟΥΛ. (21)



ΙΟΥΛΙΟΥ
ΤΗ ΚΑ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν Ὁσίων Πατέρων ἡμῶν Ἰωάννου καὶ Συμεών, τοῦ διὰ Χριστὸν Σαλοῦ.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ἔδωκας σημείωσιν
ρημον οἰκήσαντες, ἐν ὁμονοίᾳ μακάριοι, τῆς σαρκὸς τὰ κινήματα, ταῖς θείαις δεήσεσι, καὶ ταῖς θεωρίαις, ταῖς φαεινοτάταις, κατεμαράνατε σοφῶς, τὴν δὲ καρδίαν κατελαμπρύνατε, δοχεῖον ἐργασάμενοι, πνευματικῶν διαδόσεων, Συμεὼν Ἰωάννη τε, μοναζόντων ἐρείσματα.
Μωραῖς προσποιήσεσι, τὸν σοφιστὴν ἀπεμώρανας, τῆς κακίας μακάριε, τελῶν τὰ παράδοξα, ἐνεργῶν σημεῖα, δαίμονας διώκων, φωταγωγῶν τοὺς ἐν νυκτί, τῆς ἁμαρτίας πάτερ ὑπάρχοντας, καὶ νοῦν ἀνεπιθόλωτον, μέσον θορύβων ἐτήρησας, Συμεὼν τὴν ἀπάθειαν, ἐκ Θεοῦ κομισάμενος.
Μέτριος τὸ φρόνημα, καὶ συμπαθὴς καὶ φιλόθεος, καὶ ἀγάπης ἀνάπλεως, ὡράθης θεόπνευστε, ταπεινὸς καὶ πρᾶος, ἄγγελος καθάπερ, ἐπὶ τῆς γῆς περιπατῶν, καὶ πολιτείαν ἔχων οὐράνιον· διὸ ἐπανεπαυσατο, ὡς καθαρῷ σοι μακάριε, Συμεών, ὁ Πατὴρ Υἱός, καὶ τὸ Πνεῦμα τὸ Ἅγιον.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαίροις ἡλιόμορφε, ἡλίου ἄδυτον ὄχημα, ἡ τὸν ἥλιον λάμψασα, τὸν ἀπειρινόητον· Χαῖρε νοῦς ἀστράπτων, θείαις φρυκτωρίαις, ἡ λαμπηδὼν τῆς ἀστραπῆς, ἡ διαυγάζουσα γῆς τὰ πέρατα, ἡ ὄντως χρυσαυγίζουσα, ἡ παγκαλὴς καὶ πανάμωμος, ἡ τὸ φῶς τὸ ἀνέσπερον, τοῖς πιστοῖς ἐξαστράπτουσα.
Ἢ Σταυροθεοτοκίον
Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρρυτόμενον, ὑπὸ λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ σοι ἀχάριστος λαός, ἀποτιννύει ἀνθ' ὧν πεποίηκας, καλῶν αὐτοῖς καὶ σπεύδει με, ἀτεκνωθῆναι παμφίλτατε; καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον Σταύρωσιν.
Ἀπολυτίκιον Ἦχος δ'
Θεὸς τῶν Πατέρων ἡμῶν ὁ ποιῶν ἀεὶ μεθ' ἡμῶν κατὰ τὴν σὴν ἐπιείκειαν, μὴ ἀποστήσῃς τὸ ἔλεος σου ἀφ' ἡμῶν, ἀλλὰ ταῖς αὐτῶν ἱκεσίαις , ἐν εἰρήνῃ κυβέρνησον τὴν ζωὴν ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.
Μέλπω, Πάτερ, σοῦ τοὺς δρόμους καὶ τοὺς κόπους.
Ὠδὴ α' Ἦχος δ'
Θαλάσσης, τὸ ἐρυθραῖον
Μεθέξει, τῇ πρὸς τὸ θεῖον Ὅσιε, φῶς ἐχρημάτισας, καὶ πρὸς αὐτὸ χωρήσας Συμεών, ἐφετῶν τὸ ἀκρότατον, τῶν ἀγαθῶν ἐλπίδων σου, Πάτερ τὸ πλήρωμα κατείληφας.
φέσει, τῇ πρὸς Θεὸν πυρούμενος πάντα κατέλιπες, συνοδοιπόρον Πάτερ εὑρηκώς, Ἰωάννην τὸν ἔνδοξον, μεθ' οὗ τὴν τρίβον ἤνυσας, τῆς σωτηρίας ἀγαλλόμενος.
Λαμπτῆρα, φωτοειδέσι λάμψεσι, καταστραπτόμενον, τοῦ παναγίου Πνεύματος σοφέ, Συμεὼν σε ἐγνώρισεν ἡ Ἐκκλησία· ὅθεν σου, τῇ φωτοφόρῳ μνήμῃ γέγηθε.
Πλουτῆσαι, τὰ μηδαμῶς κενούμενα, ἐπιποθήσαντες, πλοῦτον καὶ δόξαν πρόσκαιρον Σοφοί, καὶ τρυφὴν διαρρέουσαν, καὶ κοσμικὸν ἀξίωμα, γενναιοφρόνως ἀπεκρούσασθε.
Θεοτοκίον
ραίαν, καὶ ἐκλεκτὴν καὶ πάνσεμνον, κατανοήσας σε, ὁ τοῦ Θεοῦ Πανάμωμε Υἱός, σὸς Υἱὸς ἐχρημάτισεν, υἱοθετήσας χάριτι, τοὺς Θεοτόκον σε γεραίροντας.
Ὠδὴ γ'
Εὐφραίνεται ἐπὶ σοὶ
Προθύμως πρὸς νοητά, ἐναπεδύσω Συμεὼν σκάμματα, τρέπων ἐχθροῦ φάλαγγας, θείᾳ συμμαχίᾳ τοῦ Πνεύματος.
νάλωτος ἡδονῶν, ἀναδειχθεὶς πυρκαϊὰς ἔφλεξας, ὕλην παθῶν ἄνθραξι, θείων προσευχῶν Ἀξιάγαστε.
Ταῖς μάστιξι τῶν εὐχῶν, καὶ ἐγκρατείας ταῖς πληγαῖς Ὅσιε, τὴν τῶν παθῶν Αἴγυπτον, Πάτερ Ἰωάννη ἐμάστιξας.
νέκρωσαν τὸν ἐχθρόν, οἱ ἀσκηταί σου Ἰησοῦ νέκρωσιν, περιχαρῶς Δέσποτα, σοῦ τὴν ζωηφόρον ποθήσαντες.
Θεοτοκίον
υόμενον τοὺς βροτούς, παρακοῆς τοῦ χαλεποῦ πτώματος, τὸν τοῦ παντὸς αἴτιον, ἄχραντε Πανάμωμε τέτοκας.
Ὁ Εἱρμὸς
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Τὴν τρίβον τὴν στενήν, πλατυνόμενοι πίστει, διώδευσαν ὁμοῦ, οἱ Πατέρες οἱ θεῖοι, ἁπάσας στενώσαντες μεθοδείας τοῦ δράκοντος, τούτους ἅπαντες, εὐσεβοφρόνως τιμῶμεν, ἑορτάζοντες, τὴν ἱερὰν αὐτῶν μνήμην, εἰς δόξαν Χριστοῦ τοῦ Θεοῦ.
Θεοτοκίον
λπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεὶ σε δοξάζουσιν.
Ἢ Σταυροθεοτοκίον
ἄσπιλος ἀμνάς, τὸν ἀμνὸν καὶ ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὀλολύζουσα· Πῶς ἐνέγκω σου, τὴν ὑπὲρ λόγον Υἱὲ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;
Ὠδὴ δ'
Ἐπαρθέντα σε ἰδοῦσα
Συνωθούμενοι πρὸς τρίβους δικαιοσύνης, τοῦ θεοφόρου Νίκωνος, θείας πρὸς ἐπαύλεις, Ὅσιοι κατήχθητε, σωτήριον ἔλλαμψιν, τούτου νουθεσίαις πλουτήσαντες.
μοτρόπους καὶ τὰ αἴσια συμφρονοῦντας, ὁ θεοφόρος Ὅσιοι, ὑμᾶς θεωρήσας, θείαις εἰσηγήσεσι, τῷ θείῳ ἐνδύματι, τῷ τῶν μοναστῶν κατεκόσμησεν.
περήστραψεν ἡ χάρις τῇ σῇ καρδίᾳ, τοῦ Παναγίου Πνεύματος, ἁπλότητι τρόπων, σὲ καλλωπιζόμενον, εὑροῦσα μακάριε, πάτερ Συμεὼν ἀξιάγαστε.
Τὴν καρδίαν σου πυξίον κεκαθαρμένον, ἡ τοῦ Ἁγίου Πνεύματος, χάρις εὑραμένη, Πάτερ κατεγράψατο, τελείαν ἀπάθειαν, πίστιν καὶ ἀγάπην ἀνόθευτον.
Θεοτοκίον
καθήμενος ἐν θρόνῳ τῷ ἐπηρμένῳ, Χερουβικὸν ὡς θρόνον σε, ἔσχεν ἐν ἀγκάλαις, σοῦ ἀναπαυσάμενος, Μαρία πανύμνητε, ὁ δεδοξασμένος Θεὸς ἡμῶν.
Ὠδὴ ε'
Σὺ Κύριέ μου φῶς
πέρφωτον αὐγήν, Ἰωάννη δεξάμενος, ὡς ἥλιος καθωράθης, τῶν δαιμόνων τὸ σκότος, μειώσας ἀξιάγαστε.
Σῷ ἔρωτι Χριστέ, πτερωθέντες οἱ Ὅσιοι, τοὺς ἔρωτας τῶν σωμάτων, ὡς ἀφροὺς θαλαττίους, ἐμφρόνως ἀπεκρούσαντο.
Δυνάμει θεϊκῇ, τὰς ψυχὰς δυναμούμενοι, τὴν ἔρημον κατοικεῖτε, ἐρημοῦντες τὰ πάθη, Πατέρες οὐρανόφρονες.
Θεοτοκίον
οῦς ἔστη τῆς φθορᾶς· ἡ Παρθένος ἀφθόρως γάρ, ἐκύησε Θεὸν Λόγον, ὑπὲρ φύσιν καὶ λόγον, Παρθένος διαμείνασα.
Ὠδὴ ς'
Θύσω σοι, μετὰ φωνῆς
νοῦς σου, ὁλικῶς πρὸς τὸ θεῖον τεινόμενος, ταῖς ἀνενδότοις μελέταις, σαρκικῆς στοργῆς ἠφείδησε πάσης, ἀγαθῶν σοι, προξενῶν Συμεὼν τὴν οἰκείωσιν.
Μωρίαν, προσποιήσει σοφῶς ὑποκρίνεται, τὸν σοφιστὴν τῆς κακίας, Συμεὼν μωραίνων σεσοφισμέναις, ἐνεργείαις τοῦ τὰ πάντα, σοφίζοντος Πνεύματος.
Οὐ σπίλους, οὐ ῥυτίδας προσδέχῃ Μακάριε, κόσμου ἐν μέσῳ διάγων, καθαραῖς δὲ μᾶλλον δεήσεσιν, ἐκκαθαίρεις, ψυχικῶν μολυσμῶν τοὺς προστρέχοντας.
πάρχων, σαρκικῶν φρονημάτων ἀνώτερος, τὸν λογισμὸν οὐκ ἐτρώθης, γυναικῶν ἐν μέσῳ γυμνούμενος, ἀπαθείας, Συμεών· τὴν στολὴν γὰρ ἐνδέδυσαι.
Θεοτοκίον
Στόματι, λογισμῷ καὶ καρδίᾳ πανάχραντε, σὲ Θεοτόκον κηρύττω· διὰ σοῦ Θεῷ γὰρ προσκατηλλάγην, ἀπωσμένος, παραβάσει τὸ πρὶν τοῦ προπάτορος.
Ὁ Εἱρμὸς
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Κοντάκιον Ἦχος α'
Χορὸς Ἀγγελικὸς
Τὸν βίον εὐσεβῶς, ἐκτελέσαντες πίστει, δοχεῖα καθαρά, τῆς Τριάδος δειχθέντες, Συμεὼν Ἰωάννη τε, θεοφόροι Πανεύφημοι, νῦν αἰτήσασθε, τὸν ἱλασμὸν καὶ εἰρήνην, ταῖς ψυχαῖς ἡμῶν, καταπεμφθῆναι πλουσίως, Πατέρες πανόλβιοι.
Ὁ Οἶκος
Τῆς θείας ἀμπέλου βλαστήματα ὑπάρχοντες, παιδιόθεν ἐδέξασθε σοφίαν τὴν ἐπουράνιον· ᾗ καὶ συνοικισθέντες, ἀπὸ γῆς ἐχωρίσθητε, καὶ πρὸς ὕψος ἐδράμετε, ἐξ ἀΰλων τε ἀνθέων πλέξαντες στέφανον, καὶ ὑμῶν ἐπιθέντες ταῖς ἡγιασμέναις κάραις πανεύφημοι, ὤφθητε κεκοσμημένοι· ὅθεν ἐξιλεώσασθε τὸ θεῖον, τοῦ δοθῆναί μοι σοφίαν λόγου ἐπαξίως, ὅπως ἀνυμνήσω ὑμῶν τὸν βίον ἔνδοξοι, ὃν ὑπερεδόξασε Χριστὸς ὁ Θεὸς ἡμῶν, Πατέρες πανόλβιοι.
Συναξάριον
Τῇ ΚΑ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν Ἰωάννου καὶ Συμεών, τοῦ διὰ Χριστὸν Σαλοῦ.
Στίχοι
μφρων σὺ μωρός, ὃς βίον παίζων Πάτερ,
φιν φρόνιμον λανθάνεις τέλους ἄχρι.
ρημον εἵλου, ὦ Ἰωάννη μάκαρ,
Δι' ἧς ἔρημα εἰργάσω σαρκὸς πάθη.
Ψευδαέφρων περίφρων Συμεὼν θάνεν εἰκάδι πρώτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος, Ἀκακίου ἐν τῷ Ἑπτασκάλῳ. Καὶ τῆς ἀθλήσεως τῶν Ἁγίων Θεοφίλου, Ἰούστου, Τροφίμου καὶ Ματθαίου. Καὶ ἡ Σύναξις τῆς Ὑπεραγίας Θεοτόκου ἐν ταῖς Ἁρματίου.
Οἱ ἅγιοι τρεῖς Μάρτυρες οἱ ἐν Μελιτηνῇ κατὰ πετρῶν συρόμενοι, καὶ οἱ ἅγιοι μάρτυρες Γεώργιος, Θεόδωρος καὶ Εὐγένιος, ξίφει τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεὸς ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Ἐν τῇ καμίνῳ Ἀβραμιαῖοι
Κεκρατημένος, θεομιμήτως Πάτερ θείᾳ στοργῇ, ἄλλους εἰς τὸ σῴζειν ὅλον περιχαρῶς, σεαυτὸν βοῶν ἐξέδωκας· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
π' οὐρανῶν σοι χορηγουμένην Πάτερ δέχῃ τροφήν, ταύτῃ δὲ ἐκτρέφεις πάντας τοὺς εὐπειθῶς δεχομένους σου τὸ πρόσταγμα, καὶ τὴν χαμαίζηλον ἁμαρτίαν λιπόντας μακάριε.
χνηλατήσας τοὺς τῶν Πατέρων ὅρους Σοφέ, λύμην Ὠριγένους φεύγειν τοῦ δυσσεβοῦς, ἐγγυήσω τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Θεοτοκίον
Τὸ τοῦ Ὑψίστου ἡγιασμένον θεῖον σκήνωμα χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σὺ ἐν γυναιξὶν ὑπάρχεις πανάμωμε.
Ὠδὴ η'
Χεῖρας ἐκπετάσας Δανιὴλ
λόφωτος πέφυκας ἀστήρ, τοὺς ἐν βορβόρῳ παθῶν, χειραγωγῶν πρὸς ζωήν· ποιεῖς γὰρ γύναια ἄσεμνα, σωφροσύνῃ πολιτεύεσθαι, καὶ ἐκδιώκεις χαλεπά, βοῶν νοσήματα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
πάρχων ἀκέραιος τὸν νοῦν, ἐν ἀποκρύψει σοφῶν, θαυμάτων Ὅσιε, πολλοὺς ἐζώγρησας παίζεσθαι, διὰ Κύριον ἑλόμενος, καὶ μυκτηρίξεσθαι, βοῶν καθαρωτάτῃ ψυχῇ· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Σὺ τεσσαράκοντα ἡμερῶν, νῆστις τὸν δίαυλον, ἀνύων Ὅσιε, εἶχες Θεὸν σε σιτίζοντα οὐρανίαν ἀγαλλίασιν, ᾧ γεγηθότι Συμεὼν ἔκραζες πνεύματι· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
Κυήσασα Λόγον τοῦ Πατρός, ἡμᾶς ῥυόμενον, Παρθένε ἄχραντε, αὐτὸν ἱκέτευε πάντοτε, τοῦ φωτίσαι τοὺς ὑμνοῦντάς σε, καὶ περιστάσεως ἡμᾶς ἀπολυτρώσασθαι, ἐκβοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὁ Εἱρμὸς
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὠδὴ θ'
Λίθος ἀχειρότμητος ὄρους
λῃ τῇ Τριάδι προμύθως, ἀνατεθέντες τῇ καρδίᾳ, καὶ τὰς ἐξ αὐτῆς μαρμαρυγάς, ἀγαθοδότως ὑποδεξάμενοι, φωτοειδεῖς γεγόνατε, καὶ τοῖς Ἀγγέλοις συγχορεύετε.
Πόθῳ θεϊκῷ συνημμένοι, καὶ τῇ ἀσκήσει λαμπρυνθέντες, τῶν ἐλπιζομένων ἀγαθῶν, ἐν μετουσίᾳ ἤδη γεγόνατε, καὶ μακαρίαν εὕρατε, θεομακάριστοι ἀπόλαυσιν.
Οἱ τὰς τοῦ ἐχθροῦ μεθοδείας, ἀσκητικῶς καταβαλόντες, οἱ τῶν μοναζόντων φωστῆρες, καλῶν ἰδέαις καταστραπτόμενοι, πρὸς οὐρανοὺς ἐχώρησαν, κατατρυφῶντες τῆς θεώσεως.
μῶν διεδέξατο πόνους, καὶ τοὺς ἱδρῶτας εὐφροσύνη, πέρας οὐδαμῶς κεκτημένη, ἐν ᾗ τρυφῶντες Συμεὼν Ὅσιε, καὶ Ἰωάννη ἔνδοξε, ἡμῶν ἀπαύστως μνημονεύετε.
Θεοτοκίον
Σῶσόν με τὸν πάντων τεκοῦσα, καὶ λυτρωτὴν καὶ εὐεργέτην· λῦσον τῆς ψυχῆς μου τὰ νέφη, κυρία πάντων Ἁγία Δέσποινα, καὶ δυνατὸν ἀπέργασαι, κατὰ παθῶν τῶν πολεμούντων με.
Ὁ Εἱρμὸς
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
Ἐξαποστειλάριον
Ὁ οὐρανὸν τοῖς ἄστροις
Μίαν ψυχὴν Πατέρες, σώμασι φέροντες δυσί, καὶ σκοπὸν εἴχετε ἕνα, ἐν διαφόροις τοῖς τρόποις, ὦ Συμεὼν Ἰωάννη· διὸ ὑμᾶς εὐφημοῦμεν.
Θεοτοκίον
γλυκασμὸς τῶν Ἀγγέλων, τῶν θλιβομένων ἡ χαρά, Χριστιανῶν ἡ προστάτις, παρθένε Μήτηρ Κυρίου, ἀντιλαβοῦ μου καὶ ῥῦσαι, τῶν αἰωνίων βασάνων.

Καὶ ἡ λοιτὴ Ἀκολουθία τοῦ Ὄρθρου, καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου