Παρασκευή 23 Μαΐου 2014

ΜΗΝΑΙΟ ΙΟΥΛ. (8)



ΙΟΥΛΙΟΥ
ΤΗ Η’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου καὶ ἐνδόξου Μεγαλομάρτυρος Προκοπίου.

 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν τὰ ἐφεξῆς Στιχηρὰ Προσόμοια.
Ἦχος α'
Τῶν οὐρανίων ταγμάτων
φωρισμένος ὑπάρχων, ἀπὸ κοιλίας μητρός, ὑπὸ Θεοῦ πανσόφως, οὐρανόθεν τὴν κλῆσιν, ἔσχες κατὰ Παῦλον· ὅθεν μαθών, τὰ ἑκούσια πάθη Χριστοῦ, κήρυξ αὐτοῦ ἀνεδείχθης καὶ ζηλωτής, ἀληθῶς Μάρτυς Προκόπιε.
Τῇ μυστικῇ παντευχίᾳ, καθωπλισμένος σοφέ, νικοποιῷ τροπαίῳ, τοῦ Χριστοῦ τῷ σημείῳ, Προκόπιε θεόφρον, θράση ἐχθρῶν, δυσμενῶν ἐξηφάνισας, καὶ τῶν εἰδώλων τὰ ξόανα καθελών, μέχρις αἵματος ἐνήθλησας.
ς τὸ στρατόπεδον πάλαι, σὺν ταῖς πισταῖς γυναιξί, τῷ οὐρανίῳ Μάρτυς, Βασιλεῖ καὶ Δεσπότῃ, προσήγαγες Κυρίῳ, οὕτω καὶ νῦν, τοὺς τελοῦντας τὴν μνήμην σου, ταῖς σαῖς πρεσβείαις προσάγαγε τῷ Χριστῷ, ὦ Μαρτυρων ἐγκαλλώπισμα.
Ἔτερα Στιχηρὰ Προσόμοια
Ἦχος δ'
Ἔδωκας σημείωσιν
στρον, ἀνατέταλκας, ἐκ τῆς Ἑῴας πολύφωτον, καταυγάζων Προκόπιε, τοῦ κόσμου τὰ πέρατα, ταῖς θεοσημίαις, καὶ τῇ καρτερίᾳ, τῶν ἀλγεινῶν ὡς ἀληθῶς, καὶ ταῖς τῶν ἄθλων μεγίσταις λάμψεσι· διό σου τὴν πανέορτον, καὶ φωτοφόρον πανήγυριν, ἑορτάζομεν σήμερον, ἀθλοφόρε Προκόπιε.
Σῶμά σου Προκόπιε, καταξεόμενον ἔνδοξε, καὶ πυρὶ δαπανώμενον, εἱρκταῖς συγκλειόμενον, ὁμιλοῦν παντοίαις, ἰδέαις βασάνων, ξίφει τεμνόμενον σοφέ, τὴν βασιλείαν σοι προεξένησε, παμμάκαρ τὴν οὐράνιον, ἐν ᾗ χορεύεις γηθόμενος, ἀθλοφόρε πολύαθλε, τῶν Ἀγγέλων συμμέτοχε.
Δῆμον προσενήνοχας τῷ Ποιητῇ διὰ πίστεως, ἱερῶς ἐναθλήσαντα, θεόφρον Προκόπιε, μεθ' ὧν τῶν Μαρτύρων, χοροῖς ἠριθμήθης, καταβαλὼν τὸν δυσμενῆ, ἀνδρειοφρόνως ἀξιοθαύμαστε· διὸ σε μακαρίζομεν, ὡς στρατιώτην ἀήττητον, ὡς γενναῖον ἀδάμαντα, ὡς τῆς πίστεως πρόμαχον.
Δόξα... Ἦχος πλ. β'
ξέλαμψε σήμερον, ἡ ἔνδοξος μνήμη σου, Προκόπιε πολύαθλε, συγκαλοῦσα ἡμᾶς τους φιλεόρτους, πρὸς εὐφημίαν καὶ δόξαν Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Ὅθεν καὶ προστρέχοντες, ἐν τῇ σορῷ τῶν λειψάνων σου, ἰαμάτων χαρίσματα λαμβάνομεν, καὶ τὸν σὲ στεφανώσαντα Σωτῆρα Χριστόν, ἀνυμνοῦμεν εἰς αἰῶνας, ἀκαταπαύστως δοξάζοντες.
Καὶ νῦν... Θεοτοκίον
Τριήμερος ἀνέστης Χριστὲ
Τὸ ὄμμα τῆς καρδίας μου, ἐκτείνω πρὸς σὲ Δέσποινα. Μὴ παρίδης, τὸν πικρόν μου στεναγμόν, ἐν ὥρᾳ, ὅταν κρίνῃ, ὁ σὸς Υἱὸς τὸν κόσμον, γενοῦ μοι σκέπη καὶ βοήθεια.
Ἢ Σταυροθεοτοκίον
ν ξύλῳ τὴν ζωὴν ἡμῶν, ὁρῶσα ἡ πανάμωμος, Θεοτόκος, κρεμαμένην μητρικῶς, ὠδύρετο βοῶσα· Υἱέ μου καὶ Θεέ μου, σῶσον τοὺς πόθῳ ἀνυμνοῦντάς σε.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι
Οὐρανόθεν ἡ κλῆσίς σου, ὡς τοῦ κήρυκος γέγονε, τῶν ἐθνῶν Προκόπιε παναοίδιμε, καὶ φωτισθεὶς τὴν διάνοιαν, τὸ σκότος κατέλιπες, τῶν εἰδώλων καὶ φωστήρ, τῶν πιστῶν ἐχρημάτισας, θείαις λάμψεσι, τῶν σεπτῶν σου ἀγώνων καταυγάζων, τὰ πληρώματα τοῦ κόσμου, κλέος μαρτύρων καὶ καύχημα.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ ὁ Θεὸς Ἰσραὴλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς ὁ Θεός.
γκρατείᾳ τὸ πρότερον, τῆς σαρκὸς τὰ κινήματα, χαλινώσας ὕστερον πρὸς τὴν ἄθλησιν, ἀνδρειοφρόνως ἐχώρησας, παμμάκαρ Προκόπιε, ἀφειδήσας τῆς σαρκός, τῇ δυνάμει τοῦ Πνεύματος· ὅθεν ἅπασαν, ὑπομείνας ἰδέαν τῶν βασάνων, στεφηφόρος πρὸς τὰς ἄνω, χοροστασίας ἀνέδραμες.
Στίχ. Τοῖς Ἁγίοις τοὶς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν πάντα τὰ θέλημα αὐτοῦ ἐν αὐτοῖς.
Στρατηγὸς ὡς ἀήττητος, τῷ Σταυρῷ ὁπλισάμενος, ταῖς ῥοαῖς τοῦ αἵματος πᾶσαν δύναμιν, τῶν ἐναντίων ἐβύθισας, καὶ ὄμβρους ἀνέβλυσας, ἰαμάτων δαψιλῶς, ἐκ πηγῶν ἀρυόμενος, ἀξιάγαστε, τοῦ σωτῆρος καὶ πάντας καταρδεύων, τοὺς φλογμῷ τῶν παθημάτων, συνεχομένους θεόπνευστε.
Δόξα... Ἦχος πλ. δ' Προκοπίου
Χαρτοφύλακος
Ταῖς μυστικαὶς λαμπηδόσι, τῆς ὑπερφώτου Τριάδος καταυγαζόμενος, μάρτυς Προκόπιε γενναιόφρον, θέσει Θεὸς χρηματίζεις, θεούμενος ἐν μεθέξει· ὅθεν τοὺς πίστει τελοῦντάς σου τὴν φωσφόρον ἑορτήν, ἐκ πειρασμῶν πολυτρόπων, περίσῳζε σαῖς πρεσβείαις.
Καὶ νῦν... Θεοτοκίον
Ὢ τοῦ παραδόξου θαύματος
Χαῖρε πυρίμορφον ὄχημα, χαῖρε αὐγὴ μυστική, ἡ τῷ κόσμῳ εἰσάξασα τὸν λαμπρὸν καὶ ἄδυτον, καὶ ἀνέσπερον ἥλιον, χαῖρε κογχύλη, πορφύραν βάψασα, ἐκ τῶν αἱμάτων, τῷ βασιλεῖ τοῦ παντός· Χαῖρε πανάχραντε, χαῖρε φυλακτήριον, πάντων πιστῶν τῶν προσκαλουμένων σε, ἐν πεποιθήσει ψυχῆς.
Ἢ Σταυροθεοτοκίον
Τὶ τὸ ὁρώμενον θέαμα, ὃ τοῖς ἐμοῖς ὀφθαλμοῖς, καθορᾶται ὦ Δέσποτα; ὁ συνέχων ἅπασαν, κτίσιν ξύλῳ ἀνήρτησαι, καὶ θανατοῦσαι ὁ πᾶσι νέμων ζωήν. Ἡ Θεοτόκος, κλαίουσα ἔλεγεν ὅτε ἑώρακεν, ἐν Σταυρῷ κρεμάμενον, τὸν ἐξ αὐτῆς, ἀρρήτως ἐκλάμψαντα, Θεὸν καὶ ἄνθρωπον.
Ἀπολυτίκιον Ἦχος δ'
μάρτυς σου, Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον
Ἦχος πλ. α’. Τὸν συνάναρχον Λόγον.
γρευθεῖς οὐρανόθεν πρὸς τὴν εὐσέβειαν, κατηκολούθησας χαίρων ὥσπερ ὁ Παῦλος Χριστῷ, τῶν Μαρτύρων καλλονὴ Μάρτυς Προκόπιε, ὅθεν δυνάμει τοῦ Σταυροῦ, ἀριστεύσας εὐκλεῶς, κατήσχυνας τὸν Βελίαρ, οὐ τῆς κακίας ἄτρωτους, σῷζε τοὺς πόθω σὲ γεραίροντας.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τῆς Ὀκτωήχου καὶ τοῦ Ἁγίου οὗτος.
 Ποίημα Θεοφάνους.
 Ὠδὴ α' Ἦχος δ'
Θαλάσσης, τὸ ἐρυθραῖον
Πλουσίαις, μαρμαρυγαῖς τοῦ Πνεύματος, περιχεόμενος, τοὺς τὴν φωσφόρον ταύτην καὶ σεπτήν, ἑορτήν σου γεραίροντας, παθῶν ἀχλύος λύτρωσαι, καὶ πειρασμῶν Μάρτυς Προκόπιε.
κλῆσις, οὐκ ἀπ' ἀνθρώπων γέγονεν, ἡ σὴ Προκόπιε, ἀλλ' οὐρανόθεν Παῦλον ὡς τὸ πρίν, ὁ Χριστὸς ἐσαγήνευσε, παθῶν οἰκείων Μάρτυρα, παναληθῆ σε ἐργαζόμενος.
Στρατείας, τῆς ἐπικήρου πάνσοφε, τὴν αἰωνίζουσαν, ὡς νουνεχὴς ἠλλάξω καὶ θνητοῦ, βασιλέως ἀθάνατον, καὶ βασιλείαν ἄφθορον, σοὶ παρεχόμενον Προκόπιε.
Θεοτοκίον
Τὸν φύσει, Δημιουργὸν ἐκύησας, ἡμᾶς θεώσαντα, τῇ ὑπὲρ νοῦν ἑνώσει ἀληθῶς, Θεοτόκε πανύμνητε, ὃν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τοὺς ὑμνοῦντάς σε.
Ὠδὴ γ'
Οὐκ ἐν σοφίᾳ
Σταυροῦ ἐν μέσῳ, παραδόξως Χριστὸς σοι ὀπτάνεται, ἐκδιδάσκων ἐμφανῶς, τὴν πρὸς ἡμᾶς συγκατάβασιν, καὶ σὲ πρὸς τὴν ἄθλησιν, προσεκκαλούμενος.
Ναὸν καὶ στήλην, ἀνεγείρας σαυτὸν θείου Πνεύματος, ζήλου πνέων θεϊκοῦ, ναοὺς καὶ ἄψυχα ξόανα, δαιμόνων κατέαξας, Μάρτυς Προκόπιε.
Συναπεβάλου, δερματίνους χιτῶνας τῷ, ξέεσθαι, ἀφθαρσίας δὲ στολήν, περιεβάλου Προκόπιε, καὶ τὸν πολυμήχανον, Μάρτυς ἐγύμνωσας.
Θεοτοκίον
ῦσαί με πάσης, προσβολῆς ἐναντίας του ὄφεως, Μητροπάρθενε ἁγνή, καὶ τὴν καρδίαν μου φώτισον, πίστει σε δοξάζοντος, τὴν παναμώμητον.
Ὁ Εἱρμὸς
Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἔστιν ἅγιος, πλήν σου φιλάνθρωπε.
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Τὸν Παῦλον ὡς τὸ πρίν, ὁ Χριστὸς οὐρανόθεν, Προκόπιε σοφέ, σὲ καλεῖ πρὸς τὴν πίστιν, τὸ κάλλος τὸ ἔνθεον, προειδὼς τῆς καρδίας σου· ὅθεν ἤθλησας, ἀνδρειοτάτως κηρύττων, τὰ παθήματα, καὶ τὴν αὐτοῦ πρὸς ἀνθρώπους, παμμάκαρ ἐπέλευσιν.
Θεοτοκίον
λπὶς Χριστιανῶν, Παναγία Παρθένε, ὃν ἔτεκες Θεόν, ὑπὲρ νοῦν τε καὶ λόγον, ἀπαύστως ἱκέτευε, σὺν ταῖς ἄνω Δυνάμεσι, δοῦναι ἄφεσιν, ἁμαρτιῶν ἡμῖν πᾶσι, καὶ διόρθωσιν, βίου τοῖς πίστει καὶ πόθῳ, ἀεὶ σε δοξάζουσιν.
Ἢ Σταυροθεοτοκίον
ἄσπιλος ἀμνάς, τὸν ἀμνὸν καὶ ποιμένα, κρεμάμενον νεκρόν, ἐπὶ ξύλου ὁρῶσα, θρηνοῦσα ἐφθέγγετο, μητρικῶς ὀλολύζουσα· Πῶς ἐνέγκω σου, τὴν ὑπὲρ λόγον Υἱὲ μου, συγκατάβασιν, καὶ τὰ ἑκούσια πάθη, Θεὲ ὑπεράγαθε;
Ὠδὴ δ'
Ἐπαρθέντα σε ἰδοῦσα
παιρόμενον τῷ κράτει τῆς ἀσεβείας, τὸν ἀλαζόνα Τύραννον, ταῖς πρὸς τὸν Δεσπότην, θείαις ἀνυψώσεσι, κραυγάζων κατέρραξας, δόξα τῇ δυνάμει σου Κύριε.
πιφαίνεται φρουρᾷ σοι ἐγκεκλεισμένῳ ὁ Λυτρωτὴς Προκόπιε, θάρσους ἐμπιπλῶν σε, φέγγει τε λαμπρύνων σε, καὶ κλῆσιν κατάλληλον, σοῦ τῇ προκοπῇ παρεχόμενος.
Τὸ τῇ χάριτι τῇ θείᾳ λελαμπρυσμένον, σοῦ κατιδόντες πρόσωπον, οἱ τῆς ἀπιστίας, ζόφῳ καλυπτόμενοι, τὸ φέγγος τῆς πίστεως, θείᾳ ἐπινεύσει κομίζονται.
Θεοτοκίον
Βεβαρυμμένον τῷ ὕπνῳ τῆς ῥαθυμίας, πρὸς μετανοίας ὄρθρον με, τῇ σῇ ἀκοιμήτῳ, Δέσποινα ἐξέγειρον, πρεσβείᾳ καὶ σῶσόν με, μόνη τὸν Σωτῆρα κυήσασα.
Ὠδὴ ε'
Ἀσεβεῖς οὐκ ὄψονται
Τῷ φωτὶ τῶν λόγων σου, στρατὸν θεοπειθῆ προσενήνοχας τῷ Χριστῷ, μαρτυρίου αἵματι, κληρονομήσαντα, μετὰ σοῦ Προκόπιε, βασιλείαν τὴν ἀσάλευτον.
Τῆς συγκλήτου ὤφθησαν, τῆς ἄνω κοινωνοί, γυναικῶν αἱ Συγκλητικαί, γένους περιφάνειαν, ἀπαρνησάμεναι, καὶ θανεῖν ἑλόμεναι, ὑπὲρ σοῦ Λόγε ἀθάνατε.
Τῷ πυρὶ φλεγόμεναι, τῷ θείῳ τὴν ψυχήν, φλεγομένου καὶ ἀφειδῶς, ξεομένου σώματος περιεφρόνησαν, αἱ τὴν σὴν ποθήσασαι, βασιλείαν πολυέλεε.
Θεοτοκίον
Συλλαβοῦσα τέτοκας, Θεὸν Ἐμμανουήλ, εἰς ἀνάπλασιν τῶν βροτῶν, Παναγία ἄχραντε, σάρκα γενόμενον, ὃν ἀεὶ ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν
Ὠδὴ ς'
Θύσω σοι, μετὰ φωνῆς
ρρει σου, ἡ μελίρρυτος γλῶσσα διδάγματα, μελισταγῆ καὶ πικρίας, ἀθεΐας ὄντως ἀπελυτροῦτο, εὐπειθῶς σοι, τοὺς προστρέχοντας Μάρτυς Προκόπιε.
Μητέρα, τὴν εὐσέβειαν Μάρτυς κτησάμενος, τῆς δυσσεβείας ἐξαίρεις, σοῦ τὴν κατὰ σάρκα σεμνὴν μητέρα, καὶ προσάγεις, οὐρανίῳ Πατρὶ δι' ἀθλήσεως.
Τὰς ὄψεις, ἀποξέων σιδήρῳ ὁ Τύραννος, τοῦ λογισμοῦ σου τὸν τόνον, Μάρτυς οὐκ ἐσάλευσεν ἡδρασμένον τῇ ἀγάπῃ τοῦ τὰ πάθη σαρκὶ ὑπομείναντος.
Θεοτοκίον
γιον, τῶν Ἁγίων ἀρρήτως ἐκύησας, ὑπεραγία Παρθένε, τοὺς πιστοὺς ἀεὶ ἁγιάζοντα, καὶ μαρτύρων, τοὺς χοροὺς τοῖς Ἀγγέλοις συνάπτοντα.
Ὁ Εἱρμὸς
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν
Τῷ ζήλῳ Χριστοῦ, τῷ θείῳ πυρπολούμενος, καὶ ἐν τῷ Σταυρῷ, τῷ τιμίῳ φρουρούμενος, τῶν ἐχθρῶν τὸ φρύαγμα, καὶ τὰ θράση καθεῖλες Προκόπιε, καὶ τὴν σεπτὴν Ἐκκλησίαν ὕψωσας, τῇ πίστει προκόπτων, καὶ φωτίζων ἡμᾶς.
Ὁ Οἶκος
Στόμα συνέσεώς μοι παράσχου ὁ προάναρχος Λόγος, βουλομένῳ ὑμνεῖν τὸν σὸν ὁπλίτην Προκόπιον· ἔχεις γὰρ πλοῦτον τῆς εὐσπλαγχνίας, ἐν ἀπείρῳ Χριστέ μου πελάγει τῶν σῶν κριμάτων, ἵνα κἀγὼ τῆς ψυχῆς τὸ ζοφῶδες καθαρθῶ, τοῦ νοῦ δὲ πᾶσαν κηλῖδα ἀποσμήξας, καὶ ναὸς ἁγιάσματος τοῖς θείοις ἔργοις γενόμενος, ἐπάξια μέλψω τῷ Μάρτυρι, ὃς τὴν σεπτὴν Ἐκκλησίαν ὕψωσε, τῇ πίστει προκόπτων καὶ φωτίζων ἡμᾶς.
Συναξάριον
Τῇ Η' τοῦ αὐτοῦ μηνὸς Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Προκοπίου.
Στίχοι
οικε Προκόπιος, αὐχένα κλίνων,
Λέγειν, Κοπείτω· τῇ πλάνῃ γὰρ οὐ θύω.
γδοάτῃ Προκοπίου ἀρηϊθόου κράτα κέρσαν.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Θεοδοσία ἡ μήτηρ τοῦ Ἁγίου Προκοπίου, ξίφει τελειοῦται.
Αἱ ἅγιαι δώδεκα γυναῖκες αἱ Συγκλητικαί ξίφει τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Ἐν τῇ καμίνῳ
Βάρει μολύβδου, τὸν σὸν αὐχένα συντριβόμενος, μάρτυς οὐκ ᾐσθάνου· φέρειν γὰρ τὸν ζυγόν, ἐπαυχένιον ἐπόθησας, τὸν ἐλαφρότατον, τοῦ δι' οἶκτον ὁμιλήσαντος.
Χάριν ἐξ ὕψους, τῶν ἰαμάτων κομισαμενος, νόσους ἀπελαύνεις, Μάρτυς καὶ πονηρά, ἐκβοῶν διώκεις πνεύματα· Εὐλογητὸς εἶ ὁ Θεός μου, κραυγάζων καὶ Κύριος.
Τὰς νιφετώδεις, τῶν δυσμενῶν πληγὰς δεχόμενος, Μάκαρ καὶ πυρί, φλεγόμενος καρτερῶς, τὴν ἀσέβειαν κατέφλεξας· Εὐλογητὸς εἶ ὁ Θεός μου, κραυγάζων, καὶ Κύριος.
Θεοτοκίον
Κόρης ἀφθόρου, ὑπερφυῶς ἀποτίκτεται, Λόγος ὁ τῷ λόγῳ πάντα δημιουργῶν, ἀλογίας θέλων ῥύσασθαι, τοὺς τὴν ἑκούσιον δοξολογοῦντας, αὐτοῦ συγκατάβασιν.
Ὠδὴ η'
Χεῖρας ἐκπετάσας
Λαμπάσι φλεγόμενος δεινῶς, τοῖς ὀβελίσκοις τε κατακεντούμενος, καὶ τοῖς χρονίοις σου μώλωψιν, ἀναξέσεις εἰσδεχόμενος, καὶ ἀλγεινόμενος σφοδρῶς, Μάρτυς ἐκραύγαζες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τῇ σῇ δεξιᾷ τὰ ζοφερά, δαιμόνων πρόσωπα, Μάκαρ ἐρράπισας· ταύτην γὰρ ἄνθραξιν ἔνδοξε, καταφλέγεσθαι ὑπέδειξας, παρανομοῦντι δικαστῇ, ἀντιταττόμενος καὶ κραυγάζων· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Τὴν πέτραν Χριστὸν τὴν ἀρραγῆ, παμμάκαρ ἔνδοξε, ἔχων θεμέλιον, λίθοις Προκόπιε ἔχαιρες, ὠμοτάτως βαρυνόμενος, πρὸς ἀβαρῆ σε χαρμονὴν ἀνακουφίζουσαν, ἐκβοῶντα· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
δοὺ πᾶσαι Κόρη γενεαί, ὡς προεφήτευσας, σὲ μακαρίζουσι, Θεὸν μακάριον τέξασαν, μακαρίους ἐργαζόμενον, τοὺς τοῖς προστάγμασιν αὐτοῦ ἀκολουθοῦντας πιστῶς, καὶ βοῶντας· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Ὁ Εἱρμὸς
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Ὠδὴ θ'
Λίθος ἀχειρότμητος
Τοῦ πεποθημένου σοι τέλους, ἐπιτυχὼν μεγαλοφρόνως, ἔκλινας Θεῷ τὸν αὐχένα, κρουσθεὶς δὲ ξίφει ὥσπερ ἐν ἅρματι, τῷ σῷ ἐπέβης αἵματι, καὶ πρὸς αὐτὸν Μάρτυς ἀνέδραμες.
Βρύεις ποταμοὺς ἰαμάτων, πηγὴ γενόμενος θαυμάτων, παύεις δὲ φλογμοὺς παθημάτων, δαιμονικάς τε βυθίζεις φάλαγγας, τῇ πανσθενεῖ τοῦ Πνεύματος, θείᾳ δυνάμει Ἀξιάγαστε.
Τοὺς τὴν παναγίαν σου μνήμην, περιχαρῶς ἐπιτελοῦντας, πάσης ἀπειλῆς, πάσης νόσου, παντὸς κινδύνου σῷζε Προκόπιε, ταῖς πρὸς τὸν Κτίστην Κύριον, ἱερωτάταις σου δεήσεσι.
Θεοτοκίον
Φῶς ἡμῖν ἀνέτειλε Κόρη, ἐκ φωτοφόρου σου νηδύος, ὁ δημιουργὸς τοῦ ἡλίου, καὶ τῶν ἀστέρων καὶ πάσης κτίσεως, ὃν ἐκτενῶς ἱκέτευε, φωταγωγῆσαι τοὺς ὑμνοῦντάς σε.
Ὁ Εἱρμὸς
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστός, συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
Ἐξαποστειλάριον
Φῶς ἀναλλοίωτον Λόγε
ξ οὐρανοῦ ὡς τῷ Παύλω, ἐγένετό σοι ἡ κλῆσις, ᾗ φερωνύμως προκόπτων, Προκόπιε τῷ Κυρίῳ, χοροὺς προσῆξας Μαρτύρων, μεθ' ὧν πρεσβεύεις, ὑπὲρ τῶν σὲ εὐφημούντων.
Θεοτοκίον
Σοῦ τὸ πολίτευμα Λόγε, κραταίωσον ἐν πολέμοις, τοῖς βασιλεῦσι τὸ νῖκος, κατὰ βαρβάρων παρέχων, τῆς Θεοτόκου πρεσβείαις, ἣν ἐδωρήσω, Χριστιανοῖς προστασίαν.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν τὰ Ἰδιόμελα ταῦτα.
Ἦχος β' Βυζαντίου
ς προκόπτων ἐν Θεῷ πάντας πρέσβευε ἀθλοφόρε, προκόπτειν ἐν αὐτῷ, Μαρτύρων κλέος μέγιστε Προκόπιε, ὡς παρρησίαν ἔχων πρὸς αὐτόν, καὶ τῷ τούτου θρόνῳ ἀεὶ παριστάμενος, ἐν θεαρέστοις ὁδοῖς καὶ θείαις πράξεσιν, εὐαρεστοῦντας αὐτῷ καὶ σὲ μακαρίζοντας.
Ἦχος γ' Γερμανοῦ
Νεανικὴν ἄγων τὴν ἡλικίαν, ὥσπερ ὁ θεσπέσιος Παῦλος, ἐκ τῶν ὑψίστων τὸ θεῖον χάρισμα ἐδέξω, καὶ τοῦ δεινοῦ πολεμήτορος τὰ θράση, τῇ πανοπλίᾳ τοῦ Σταυροῦ κατέβαλες, Μαρτύρων τὸ καύχημα, ἀθλοφόρε, Προκόπιε, ὑπὲρ ἡμῶν πρὸς Κύριον ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἦχος δ' Κυπριανοῦ
Αἶνος τῷ Θεῷ ἐκ χοϊκῶν χειλέων προσᾴδεται, ἐπὶ τῇ θείᾳ μνήμῃ σου, Προκόπιε πολύαθλε· σὺ γὰρ ὤφθης ἀκραιφνὴς στρατιώτης, τοῦ λόγου τῆς πίστεως, φαυλίσας ἐν τῷ σκάμματι εἰδώλων τὰς μορφάς, καὶ νῦν προσηρείσθης τῷ φέγγει τῆς Τριάδος, καταπυρσεύων ἡμῶν τὰς διανοίας ταῖς πρεσβείαις σου.
Ἦχος πλ. α'
Ἐκκλησία σήμερον, στολισαμένη τοῖς ἄθλοις σου, Μάρτυς τοῦ Χριστοῦ, εὐφραίνεται, καὶ τὴν σὴν παγγέραστον μνήμην, κατ' ἀξίαν εὐφήμως κραυγάζει γεραίρουσα· Χαίροις ὁ τὸν Παῦλον ζηλώσας, καὶ τὸν Σταυρὸν τοῦ Χριστοῦ ἀράμενος, καὶ τὰς παγίδας συντρίψας τοῦ ἀντιπάλου· Χαίροις Μαρτύρων τὸ καύχημα, καὶ Βασιλέων κραταίωμα, Προκόπιε πολύαθλε, ὑπὲρ ἡμῶν πρὸς Κύριον, μὴ διαλίπῃς πρεσβεύων, ὡς παρρησίαν ἔχων, ἀθλοφόρων ἐγκαλλώπισμα.
Δόξα... Ἦχος πλ. δ'
Ἀνατολίου
σπερ ὁ Παῦλος τὴν κλῆσιν, ἐκ τοῦ Θεοῦ δεξάμενος, μάρτυς Προκόπιε, καὶ προκόπτων ἐν Θεῷ, τῇ τοῦ Σταυροῦ πεποιθήσει, τῶν τυρράνων τὸ δυσσεβές, καὶ τῶν βασάνων τὸ ἀπηνές, ἀνδρείως κατῄσχυνας. Διὸ καὶ μέχρις αἵματος ἀντικατέστης πρὸς τὴν ἁμαρτίαν, πρὸς ἀοράτους ἐχθροὺς ἀνταγωνισάμενος, καὶ πρεσβεύεις ἀπαύστως τῷ λυτρωτῇ καὶ Θεῷ, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰ βούλει, Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν. Τὰ τυπικά, οἱ Μακαρισμοί, καὶ ἐκ τοῦ Κανόνος τοῦ Ἁγίου ἡ γ' καὶ ς' Ὠδή.

Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου