Παρασκευή 23 Μαΐου 2014

ΜΗΝΑΙΟ ΑΥΓ. (12)



ΑΥΓΟΥΣΤΟΥ
ΤΗ ΙΒ' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Φωτίου καὶ Ἀνικήτου.
ΕΙΔΗΣΙΣ. Ἐν ταύτῃ τῇ ἡμέρᾳ ψάλλεται καὶ ἡ Ἀκολουθία τοῦ Ὁσίου Πατρὸς ἡμῶν Μαξίμου τοῦ Ὁμολογητοῦ, διὰ τὸ ἐν τῇ ιγ' ἀποδίδοσθαι τὴν Ἑορτὴν τῆς Μεταμορφώσεως.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια τῶν Ἁγίων Μαρτύρων γ'.
Ἦχος δ'
Ἔδωκας σημείωσιν
Πῦρ οὐκ ἐπτοήθητε, οὐ κατατέμνοντα ὄργανα, οὐ θυμὸν ἀλογώτατον, ἀφρόνως δικάζοντος, οὐχ ὁρμὰς λεόντων, οὐ βράσεις λεβήτων, οὐ τῶν μελῶν τὰς ἐκκοπάς, οὐδὲ θανάτου πικρὰν ἀπόφασιν, ὑμᾶς ἀθανατίζουσαν, καὶ πρὸς Θεὸν τὸν ἀθάνατον, εὐκλεῶς παραπέμπουσαν, ἀθληταὶ γενναιότατοι.
Τὸ μακαριώτατον, καὶ κατὰ πάντα σεβάσμιον, καὶ ἀξίοις ποθούμενον, τέλος ἀπειλήφατε, καὶ τὰς δι' αἰῶνος, γενναῖοι ἐλπίδας, καὶ ἀναβλύζετε ἡμῖν, κρουνούς θαυμάτων φλογμὸν ἐξαίροντας, παθῶν ψυχῆς καὶ σώματος, τῶν εὐσεβῶς τὴν ἐτήσιον, ἑορτὴν ὑμῶν πάντοτε, ἐκτελούντων Πανεύφημοι.
Φώτιος ὁ ἔνδοξος, καὶ ὁ θεόφρων Ἀνίκητος, ἡ δυὰς ἡ πανάριστος, Τριάδος λαμπρότησι, κατηγλαϊσμένοι, καὶ πεποικιλμένοι, ταῖς τῶν στιγμάτων καλλοναῖς, μετὰ Ἀγγέλων ἀεὶ ἀγάλλονται, τοῖς πίστει δὲ τὴν ἔνδοξον, καὶ ἱερὰν αὐτῶν ἄθλησιν, ἑορτάζουσι νέμουσι, φωτισμόν τε καὶ ἔλεος.
Καὶ τοῦ Ὁσίου Μαξίμου γ'
Ἦχος ὁ αὐτὸς
Ὡς γενναῖον ἐν Μάρτυσι
Τὸν δι' οἶκτον γενόμενον, ὡς εὐδόκησεν ἄνθρωπον, ἐν δυσὶ θελήσεσιν ἐνεργείαις τε, κατανοούμενον Ὅσιε, ἐκήρυξας Μάξιμε, ἀποφράττων μιαρῶν τὰ ἀπύλωτα στόματα, μονοθέλητον, μονενέργητον, τοῦτον δοξαζόντων, ἐπηρείᾳ διαβόλου, τοῦ τὴν κακίαν τεκτήναντος.
Ταῖς νευραῖς τῶν δογμάτων σου, Πύρρον Πάτερ ἀπέπνιξας, ληρῳδοῦντα Μάξιμε τὸν κακόφρονα· καὶ διωγμοὺς ἐκαρτέρησας, καὶ θλίψεις ἀοίδιμε, μαστιζόμενος σφοδρῶς, καὶ τὴν γλῶτταν τεμνόμενος, καὶ τὴν πάντοτε, πρὸς Θεὸν αἰρομένην θείαν χεῖρα, δι' ἧς γράφων διετέλεις, τὰ ὑψηλότατα δόγματα.
ξυγράφου ὡς κάλαμος, τεθηγμένη τῷ Πνεύματι, ἡ ἁγία γέγονε Μάκαρ γλῶσσά σου, καλλιγραφοῦσα ἐν πνεύματι, πλαξὶ καρδιῶν ἡμῶν, νόμον θείων ἀρετῶν, καὶ δογμάτων ἀκρίβειαν, καὶ τὴν σάρκωσιν, τοῦ ἐν δύο οὐσίαις τοῖς ἀνθρώποις, καὶ μιᾷ τῇ ὑποστάσει, ἐμφανισθῆναι θελήσαντος.
Δόξα... Ἦχος πλ. δ'
Τῶν μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν, Πατὴρ ἡμῶν Μάξιμε· διὰ σοῦ γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ, τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συνόμιλε, Ὁσίων συμμέτοχε καὶ Δικαίων, μεθ' ὧν πρέσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Ἦχος ὁ αὐτὸς
τῆς Ἑορτῆς
Τὸν γνόφον τὸν νομικόν, ἡ φωτεινὴ τῆς Μεταμορφώσεως, διεδέξατο νεφέλη, ἐν ᾗ Μωϋσῆς καὶ Ἠλίας γενόμενοι, καὶ τῆς ὑπερφώτου δόξης ἀξιωθέντες, Θεῷ ἔλεγον· Σὺ ὁ εἶ Θεὸς ἡμῶν, Βασιλεὺς τῶν αἰώνων.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
ρει ἐν τῷ Θαβώρ, προσέλθωμεν προθύμως, θεάσασθαι τὴν δόξαν, τοῦ πάντων βασιλέως, Χριστοῦ τοῦ λυτρωτοῦ ἡμῶν.
Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.
φθης σὺν Μωϋσῇ, Ἠλίᾳ τε Σωτήρ μου, καὶ Μαθητῶν προκρίτοις, ἐν ὄρει Θαβωρίῳ, ἀστράψας ὑπὲρ ἥλιον.
Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.
κουον πατρικῆς, φωνῆς προσβεβαιούσης, τὴν δόξαν σου Σωτήρ μου, οἱ Μαθηταὶ καὶ φόβω, πρηνεῖς εἰς γῆν κατέπιπτον.
Δόξα... Ἦχος πλ. β' Τοῦ Ὁσίου
σιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου, δι' ὧν ἐν τοῖς οὐρανοῖς, εὗρες μισθὸν τῶν καμάτων σου. Τῶν δαιμόνων ἔτρεψας τὰς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς Χριστὸν τὸν Θεόν, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν... Ἦχος πλ. δ' Τῆς Ἑορτῆς
Τῆς Θεότητός σου Χριστέ, ἀμυδρὰν αὐγὴν παραγυμνώσας, τοῖς συναναβᾶσί σοι ἐπὶ τοῦ ὄρους, τῆς ὑπερκοσμίου σου δόξης ἐποίησας κοινωνούς· ὅθεν ἐνθεαστικῶς ἐκραύγαζον· Καλὸν ἐστιν ἡμᾶς ὧδε εἶναι. Μεθ' ὧν καὶ ἡμεῖς, σὲ τὸν μεταμορφωθέντα Σωτῆρα Χριστόν, ἀνυμνοῦμεν εἰς τοὺς αἰῶνας.
Ἀπολυτίκιον τοῦ Ὁσίου
Ἦχος πλ. δ'
ρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε, καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, τῶν μοναζόντων θεόπνευστον ἐγκαλλώπισμα, Μάξιμε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας. Λύρα τοῦ Πνεύματος, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος βαρὺς
Μετεμορθώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Τὴν τῶν βροτῶν ἐναλλαγήν, τὴν μετὰ δόξης σου Σωτήρ, ἐν τῇ δευτέρᾳ καὶ φρικτῇ, τῆς σῆς ἐλεύσεως δεικνύς, ἐπὶ τοῦ ὄρους Θαβὼρ μετεμορφώθης, Ἠλίας καὶ Μωσῆς συνελάλουν σοι, τοὺς τρεῖς τῶν Μαθητῶν συνεκάλεσας, οἳ κατιδόντες Δέσποτα τὴν δόξαν σου, τῇ ἀστραπῇ σου ἐξέστησαν, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα ὅμοιον
ν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφούμενος Σωτήρ, τοῖς προκρίτοις Μαθηταῖς, δείξας τὴν δόξαν σου Χριστέ, τὸ ἀναλλοίωτον ἤστραψας τῆς Θεότητος. Νεφέλη δὲ φωτός συνεκάλεσας, Ἠλίαν καὶ Μωσῆν συλλαλοῦντάς σοι· διὸ καὶ Πέτρος ἔλεγεν· Οἰκτίρμον, καλὸν ἐστιν ὧδε εἶναι σὺν σοί, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Εἶτα οἱ Κανονες, ὁ πρῶτος τῆς Ἑορτῆς, καὶ οἱ δύο ἑπόμενοι τῶν Ἁγίων.
Κανὼν τῶν Μαρτύρων, οὗ ἡ Ἀκροστιχίς.
Τερπνὴν ἐπαινῶ Μαρτύρων ξυνωρίδα. Ἰωσήφ.
Ὠδὴ α' Ἦχος δ'
Θαλάσσης τὸ ἐρυθραῖον
Τοῖς πόνοις τοῖς τῆς σαρκὸς πανεύφημοι, ἐγκαρτερήσαντες, εὐσθενεστάτῃ πίστει λογισμοῦ, πρὸς τὴν ἄπονον χαίροντες, ζωὴν μετεβιβάσθητε, ὑπερ ἡμῶν ἀεὶ πρεσβεύοντες.
νθέοις ὀχυρωθεὶς Ἀνίκητε, ὅπλοις τῆς πίστεως, πρὸς συμπλοκὴν ἀσάρκων δυσμενῶν, ῥωμαλέως ἐχώρησας, καὶ τὰ αὐτῶν στρατεύματα, θείᾳ δυνάμει ἐξηφάνισας.
ητόρων ἀδολεσχίαν ἔνδοξε, καὶ νοῦν ἀδόκιμον, Ἑλληνιστῶν φρονήσει θεϊκῇ, λαμπρυνόμενος ᾔσχυνας, καὶ σεαυτὸν Ἀνίκητε, ὅλον πρὸς ἄθλησιν ἐκδέδωκας.
Θεοτοκίον
Παρθένος καὶ πρὸ τόκου Ἄχραντε, καὶ μετὰ γέννησιν, ὡς ἀληθῶς ἐδείχθης, τὸν Θεόν· ὑπὲρ λόγον γὰρ ἔτεκες, τὸν τοὺς Ἁγίους μάρτυρας, ἐνηθληκότας στεφανώσαντα.
Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς. (ἄνευ τῶν Θεοτοκίων).
Ὁ παμμέγιστος Μάξιμος δοξάζεται.
Ἰωάννου Μοναχοῦ.
Ὠδὴ α' Ἦχος πλ. δ'
Ἄσωμεν τῷ Κυρίῳ
λην μοι τὴν θεόπνουν, ἐκ τῆς μελιρρύτου καὶ ἡδείας σου, ἐναπόσταξον γλώττης, θεῖε Μάξιμε χάριν τοῦ Πνεύματος.
Πῦρ καιόμενον ὤφθης, κατὰ τῶν αἱρέσεων μακάριε· ὡς καλάμην γὰρ ταύτας, κατηνάλωσας ζήλῳ τοῦ Πνεύματος.
λογον προετέθη, ἐκ δυσσεβεστάτης προαιρέσεως, μονοθέλητον δόγμα, τοῖς δὲ λόγοις σου Πάτερ διήλεγκται.
Θεοτοκίον
χραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα ὑμνοῦμέν σε.
Τῶν Μαρτύρων
Ὠδὴ γ'
Εὐφραίνεται ἐπὶ σοὶ
Νικήσας μετὰ Χριστοῦ, τὰς παρατάξεις τοῦ ἐχθροῦ στέφανον, νικητικὸν ἔλαβες, Μάρτυς ἀθλοφόρε Ἀνίκητε.
λόγησαν τῆς σαρκός, ὡς φθειρομένης οἱ Χριστοῦ μάρτυρες, καὶ χαλεπὰ βάσανα, γνώμῃ ῥωμαλέᾳ ὑπήνεγκαν.
Ναμάτων ζωοποιῶν, πεπληρωμένοι θολερὰ ῥεύματα, πλάνης σοφοὶ μάρτυρες, ῥεύμασιν αἱμάτων ἐπαύσατε.
Θεοτοκίον
νῴκησεν ἐπὶ σοί, ὁ κατοικῶν τοὺς οὐρανοὺς Κύριος, καὶ ἐξ ἡμῶν ἅπασαν, πλάνην Θεοτόκε ἐξῴκισεν.
Τοῦ Ὁσίου
Σὺ εἶ τὸ στερέωμα
Μέγιστος ὁ Μάξιμος, τῆς εὐσεβοῦς Χριστοῦ πίστεως, παναληθής, κήρυξ τε καὶ μάρτυς, ἀνεδείχθη δι' αἵματος.
Μάξιμε μακάριε, σὺ δι' ἀσκήσεως γέγονας, θεοπρεπές, τῆς φιλοσοφίας, καὶ σοφὸν ἐνδιαίτημα.
βλυσεν ἡ γλῶσσά σου, ποταμηδὸν Χριστοῦ δόγματα, πανευσεβῆ, Μάξιμε παμμάκαρ, τῆς σοφίας ὁ τρόφιμος.
Θεοτοκίον
Σὲ πάντες κεκτήμεθα, καταφυγὴν καὶ τεῖχος ἡμῶν, Χριστιανοί, σὲ δοξολογοῦμεν, ἀσιγήτως Πανύμνητε.
Ὁ Εἱρμὸς
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Κοντάκιον τῆς Ἑορτῆς
Τοῦ Ὁσίου Ἦχος πλ. β'
Τὴν ὑπὲρ ἡμῶν
Φῶς τὸ τριλαμπές, οἰκῆσαν ἐν τῇ ψυχῇ σου, σκεῦος ἐκλεκτὸν ἀνέδειξέ σε παμμάκαρ· σαφηνίζεις καὶ γὰρ τὰ θεῖα τοῖς πέρασι, δυσεφίκτων νοημάτων τε τὴν δήλωσιν μακάριε, τὴν Τριάδα πᾶσι Μάξιμε, ἀνακηρύττων τρανῶς, ὑπερούσιον ἄναρχον.
Ὁ Οἶκος
Τῶν Ἱερέων ἡ κρηπίς, ἡ βάσις τῶν δογμάτων, ἡ σάλπιγξ τῆς σοφίας, Μαρτύρων ἡ ἀκρότης, καὶ τῶν πιστῶν ὁ στηριγμός, κόσμῳ προανίσχει Μάξιμος ὁ θαυμαστός, διὰ τῆς θείας αὐτοῦ μνήμης σήμερον. Τούτου οὖν πρὸς τὴν λάμψιν ἀνάστητε πάντες, τὴν παρρησίαν καὶ τὸν ζῆλον εὐφημοῦντες, ὃν ἔδειξεν ὑπὲρ εὐσεβείας, δι' ἣν ἀληθῶς ὡς ποιμήν, ὑπὲρ ποίμνης παρετάξατο στερρῶς κατὰ τῶν λύκων, οὓς καταβαλὼν βραβείοις νίκης ἐστέφθη, τὴν Τριάδα πᾶσιν ἀνακηρύττων τρανῶς, ὑπερούσιον ἄναρχον.
Κάθισμα τῶν Ἁγίων Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Καταβαλόντες τοῦ ἐχθροῦ τὰς ἐπάρσεις, τῇ καρτερίᾳ τῶν δεινῶν ἀθλοφόροι, τὸν οὐρανὸν ᾠκήσατε γηθόμενοι, Φώτιε ἀοίδιμε, καὶ Ἀνίκητε μάκαρ· ὅθεν μακαρίζεσθε, εἰς αἰῶνας αἰῶνος, ὑπὲρ ἡμῶν πρεσβεύοντες Χριστῷ, τῶν ἐκτελούντων ὑμῶν τὰ μνημόσυνα.
Δόξα... Τοῦ Ὁσίου
Ἦχος γ' Τὴν ὡραιότητα
Τὰ κατορθώματα τῆς πολιτείας σου, πάντων φωτίζουσι τὰ διαβήματα, Μάξιμε Πάτερ ἀληθῶς, τῶν πίστει μιμουμένων σε· ὅθεν τοὺς ἐκ πόθου σε, μακαρίζοντας πάντοτε, σῷζε ταῖς πρεσβείαις σου, ἀπὸ πάσης στενώσεως, Χριστὸν τὸν ἀγαθὸν ἱκετεύων, μάκαρ ἀξιοθαύμαστε.
Καὶ νῦν... Τῆς Ἑορτῆς ὅμοιον
Τῆς θείας δόξης σου, ὄντως ἀπαύγασμα, καθὼς ἠδύναντο, ἔδειξας Λόγε Θεοῦ, τοῖς Μαθηταῖς σου ἐν Θαβώρ, ὄρει μεταμορφούμενος, οἷς συνελλαμφθείημεν, καὶ ἡμεῖς οἱ ὑμνοῦντές σε, μόνε ἀναλλοίωτε, Ἰησοῦ παντοδύναμε, καὶ πίστει σοι συμφώνως βοῶντες· Δόξα Χριστὲ τῇ βασιλείᾳ σου.
Τῶν Μαρτύρων
Ὠδὴ δ'
Ἐπαρθέντα σε ἰδοῦσα
Πυρακτούμενοι ἀγάπῃ Θεοῦ προθύμως, φλόγα πυρὸς ὑπήλθετε, μένοντες τῇ δρόσῳ ἄφλεκτοι τοῦ Πνεύματος, ἀήττητοι μάρτυρες, θεῖοι πρεσβευταὶ τῶν ψυχῶν ἡμῶν.
πηρνήσαντο τὸ σῶμα ποικιλοτρόπως, οἱ Ἀθληταὶ ξεόμενοι· ὅλῳ τῷ νοῒ γάρ, τῷ Θεῷ ἠτένιζον, τῷ τούτοις παρέχοντι τὴν ὑπομονὴν διὰ πίστεως.
σχυρότατοι ὡς πύργοι τῆς εὐσεβείας, τείχη ἐχθροῦ καθείλετε, καὶ πόλεως θείας, μάρτυρες κραυγάζοντες, πολῖται γεγόνατε· Δόξα τῇ δυνάμει σου Κύριε.
Νυσταγμὸν οὐκ ἐνυστάξατε δυσσεβείας, ἀλλ' ἐγρηγόρσει μάρτυρες θείᾳ, τοὺς ὑπνοῦντας, πάντοτε εἰς θάνατον, πρὸς φῶς ἐξεγείρετε, τῆς θεογνωσίας ἐν χάριτι.
Θεοτοκίον
ς ὡραία ἀπεκύησας τὸν ὡραῖον, Παρθενομῆτορ ἄχραντε, τὸν ὡραιοτάτους, δείξαντα τοὺς μάρτυρας, στερρῶς ἐναθλήσαντας, καὶ τὴν ἀθεΐαν μειώσαντας.
Τοῦ Ὁσίου
Εἰσακήκοα Κύριε
Γηγενεῖς σε γεραίρουσι, καὶ τῶν οὐρανίων τάξεις θαυμάζουσι· τῇ φιλίᾳ τῆς σοφίας γάρ, ἀνεδείχθης Πάτερ ὥσπερ ἄσαρκος.
ταμὸς μὲν ὁ τύραννος, ἀλλ' ἡ καρτερία σου ἀκατάπληκτος· ὅθεν σὺ μὲν μεμακάρισαι, ἐκεῖνος δὲ Πάτερ ἐξωστράκισται.
Συναθλοῦσί σοι Μάξιμε, ἡ τῶν μαθητῶν δυὰς ἡ πανόλβιος, σοὶ τῶν ἄθλων, κοινωνήσαντες· διὸ καὶ ἐπάθλων ἴσων ἔτυχον.
Τῇ ῥοῇ σου τοῦ αἵματος, καταρδευομένη ἡ Χριστοῦ Ἐκκλησία, ἐξανθεῖ πατροπαράδοτον, τοῦ θείου σου σπόρου δόγμα Ὅσιε.
Θεοτοκίον
τὸν στάχυν βλαστήσασα, τὸν ζωοποιὸν ἀνήροτος ἄρουρα, τὸν παρέχοντα τῷ κόσμῳ ζωήν, Θεοτόκε σῷζε τοὺς ὑμνοῦντάς σε.
Τῶν Μαρτύρων
Ὠδὴ ε'
Σὺ Κύριέ μου φῶς
Μυρίοις αἰκισμοῖς, νεκρωθὲν τὸ σαρκίον σου, Ἀνίκητε τὴν ἀγήρω, καὶ ἀθάνατον δόξαν, παμμάκαρ προεξένησεν.
νάλωτος πυρί, κατακαίοντι γέγονας, ὦ Φώτιε θείου φέγγους, κοινωνὲ καὶ ἡμέρας, ἀδύτου τέκνον γνήσιον.
εόντων τὴν φθοράν, παντελῶς ἀπεκρούσαντο, ποθήσαντες τῶν μενόντων, τὸ τερπνὸν ὁλοψύχως, οἱ Μάρτυρες οἱ ἔνδοξοι.
Θεοτοκίον
Τὶς δύναται τὸ σόν, ἑρμηνεῦσαι μυστήριον, ὦ Δέσποινα Θεοτόκε; ὑπέρ νοῦν γὰρ καὶ λόγον, Θεὸν ἀφράστως τέτοκας.
Τοῦ Ὁσίου
Ὀρθρίζοντες βοῶμέν σοι
γνῶσιν γηΐνων ἀθροίσας, καὶ οὐρανίων, ἐνδίκως φιλόσοφος, κατονομάζεται Μάξιμος.
Σοφίας τῆς ἀμείνω τῷ ἔρωτι, τοῦ Χριστοῦ σου, μιμητὴς πανάριστος, ὤφθης ἀοίδιμε Μάξιμε.
Μανίᾳ ὑπερόριος γέγονας, τοῦ τυράννου, εὗρες δὲ μακάριε, τόν Ἰησοῦν παραμύθιον.
Θεοτοκίον
Κατεύνασον τὸν ἄστατον κλύδωνα, τῶν παθῶν μου, ἡ Θεὸν κυήσασα, τὸν κυβερνήτην καὶ Κύριον.
Τῶν Μαρτύρων
Ὠδὴ ς'
Θύσω σοι μετὰ φωνῆς
ψώθης, ἀνηλεῶς ἐν ξύλῳ ξεόμενος, τὸ τῆς νεκρώσεως πάθος, ἀπορρίπτων, θείαν καταστολήν τε, οὐρανόθεν, ἐνδυόμενος Μάρτυς Ἀνίκητε.
ήξαντες, τοὺς δεσμοὺς τῆς ἀπάτης οἱ Ἅγιοι, ἐν τῷ δεσμεῖσθαι εὐτόνως, τῆς ὑπομονῆς τε καὶ καρτερίας, θείοις βρόχοις, τὸν προστάτην τοῦ σκότους ἀπέπνιξαν.
φθητε, ὡς μεγάλοι φωστῆρες φωτίζοντες, μαρμαρυγαῖς ἰαμάτων, καὶ ἀκτῖσι θείων ἀγωνισμάτων, πᾶσαν κτίσιν, Ἀθλοφόροι Χριστοῦ γενναιότατοι.
Θεοτοκίον
Νομίμων, ἀπεκύησας δίχα Πανάμωμε, τὸν ἀληθῆ νομοθέτην, ὃν δυσώπει νόμῳ τῆς ἁμαρτίας, τὴν ψυχήν μου, τροπουμένην οἰκτεῖραι καὶ σῶσαί με.
Τοῦ Ὁσίου
Χιτῶνά μοι παράσχου
νένδοτον προσφέρων τῷ Θεῷ, θεοφόρε δέησιν, ψυχῆς τε καὶ σώματος, τῶν παθῶν καὶ τῆς φθορᾶς ἡμᾶς λύτρωσαι.
Ξηραίνεται αἱρέσεως πηγή, βορβορώδους ἅπασα, ἀοίδιμε Μάξιμε, φραττομένη τῇ ἡδύτητι τῆς γλώττης σου.
λάσθητί μοι μόνε ἀγαθέ, καὶ πηγὴν τῆς χάριτος Χριστὲ τῇ καρδίᾳ μου, ταῖς λιταῖς τοῦ σοῦ Ὁσίου ἀνάβλυσον.
Θεοτοκίον
μόνη διὰ λόγου ἐν σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ τὰς ψυχὰς ἡμῶν.
Ὁ Εἱρμὸς
Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.
Κοντάκιον τῶν Ἁγίων
Ἦχος β' Τὰ ἄνω ζητῶν
Τοὺς θείους πιστοί, ὁπλίτας εὐφημήσωμεν, τὸ ζεῦγος Χριστοῦ, τῆς δόξης ἐγκωμιάσωμεν, καὶ στερροὺς ὡς κήρυκας, εὐσεβείας ἅπαντες φίλαθλοι, καὶ Θεοῦ ὄντως ἐραστάς, ἐν ὕμνοις ᾀσμάτων καταστέψωμεν.
Ὁ Οἶκος
Γῆ καὶ σποδός, σαπρία τε καὶ σκώληξ, δι' αἰσχρῶν καὶ βεβήλων ἔργων καὶ λογισμῶν ὑπάρχων, μόνε φιλάνθρωπε, σὲ ἱκετεύω, καὶ σοὶ προσπίπτω, ἐκκαθᾶραὶ με τῷ σπόγγῳ τῶν οἰκτιρμῶν σου, Χριστέ, τοῦ ῥύπου, ὃν ἐν ἔργοις καὶ λόγοις συνήθροισα, φωτίσαι δὲ τὸ ζοφῶδες τοῦ νοός μου τῇ αἴγλῃ τῆς σῆς χάριτος, ἵνα ἀξίως τὴν ἔνστασιν τῶν μαρτύρων Σωτήρ μου ἐξείποιμι, ἐν ὕμνοις ᾀσμάτων καταστέφων αὐτούς.
Συναξάριον
Τῇ ΙΒ' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων Μαρτύρων Φωτίου καὶ Ἀνικήτου.
Στίχοι
Πῦρ Ἀνίκητον συμφλέγει τῷ Φωτίῳ,
Οὓς φωτὸς οἶκος ὡς ἀνικήτους φέρει.
Πῦρ κατὰ δωδεκάτην κτάνε Φώτιον ἠδ' Ἀνίκητον.
Οἱ ὅσιοι Κάστωρ καὶ Παλάμων, ἐν εἰρήνῃ τελειοῦνται.
Οἱ ἅγιοι δώδεκα στρατιῶται μάρτυρες, οἱ ἐκ Κρήτης ὁρμώμενοι, ξίφει τελειοῦνται.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν Ἁγίων μαρτύρων Παμφίλου καὶ Καπίτωνος, ξίφει τελειωθέντων.
Στίχοι
Οἱ κείμενοι γῇ, καὶ λύθρῳ πεφυρμένοι,
Ξίφος μετῆλθον, Πάμφιλος καὶ Καπίτων.
Τῇ αὐτῇ ἡμέρᾳ, μνήμη τῶν ὁσίων Σεργίου καὶ Στεφάνου ἐν εἰρήνῃ τελειωθέντων.
Στίχοι
σων ἱδρώτων, Σεργίῳ καὶ Στεφάνῳ,
σοι στέφανοι· καὶ γὰρ οὕτω τὸ πρέπον.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῶν Μαρτύρων
Ὠδὴ ζ'
Ἐν τῇ καμίνῳ
Ξένον ἀγῶνα, διηνυκότες ξένοι ὤφθητε, ὄντως φρονημάτων ἔνδοξοι τῆς σαρκός, τῶν Ἀγγέλων συμπολῖται δέ, κληρονόμοι τε τοῦ Χριστοῦ, μεγαλώνυμοι μάρτυρες.
πομονῇ τε, καὶ καρτερίᾳ ἑνικήσατε, πάντων δυσμενῶν ἀθέων ἐπιβουλάς, καὶ φαιδροὶ πόνοις γενόμενοι, πρὸς φέγγος ἄδυτον, μετεβιβάσθητε, παναοίδιμοι.
Ναὸς Τριάδος, τῆς ὑπερθέου γενόμενος, στήλας καὶ ναοὺς ἠδάφισαν ἀνδρικῶς, τῶν ἀθέων οἱ πανεύφημοι, καὶ πρὸς οὐράνιον, λαὸν μετεβιβάσθησαν ἀγαλλόμενοι.
Θεοτοκίον
Ὡς πλατυτέρα, τῶν οὐρανῶν Ἁγνὴ ὑποδέδεξαι, Λόγον μηδαμοῦ χωρούμενον ὑπὲρ νοῦν, στενωτάτην τοὺς ὁδεύοντας, ὁδὸν πανάμωμε, πρὸς πλατυσμόν, εἰσάγοντα θείας ζωῆς.
Τοῦ Ὁσίου
Οἱ ἐκ τῆς Ἰουδαίας
Μίαν φύσιν Τριάδος, μίαν θέλησιν ἔφης, μίαν ἐνέργειαν, Θεοῦ δὲ σαρκωθέντος, δύο φύσεις, θελήσεις, ἐνεργείας ἐκήρυξας, ὁ τῶν Πατέρων βοῶν· Θεὸς εὐλογητός εἶ.
Οὐ θελήματα δύο, διαιρούμενα γνώμης ἐναντιότητι, ποιότητι δὲ μᾶλλον, ἀνεκήρυξας Πάτερ, φυσικῇ διαφέροντα, ὁ τῶν Πατέρων βοῶν· Θεὸς εὐλογητὸς εἶ.
Στήλην Ὀρθοδοξίας, τοὺς ἐνθέους σου λόγους Πάτερ κατέχοντες, τὸν ἕνα τῆς Τριάδος, ἐν δυσὶ ταῖς οὐσίαις, καὶ θελήσεσι σέβομεν, τὸν τῶν Πατέρων ἡμῶν, Θεόν τὸν σαρκωθέντα.
Δύο Πάτερ εἰδότες, ἐνεργείας τοῦ οἴκτῳ σεσαρκωμένου Θεοῦ, δισσὰς αὐτεξουσίως, θελήσεις διδαχθέντες, ὑπὸ σοῦ ἀναμέλπομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Τῶν Μαρτύρων
Ὠδὴ η'
Χεῖρας ἐκπετάσας
ωμαλέον φρόνημα σοφοί, ἐπιδεικνύμενοι, θηρῶν ὁρμήματα, οὐκ ἐπτοήθητε βράσματα, τῶν λεβήτων οὐκ ἐπτήξατε, οὐ τῶν μελῶν τὰς ἐκτομάς, οὐ βασάνων ποινάς, ἐκβοῶντες· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
ᾶσθε τὰ πάθη τῶν πιστῶν, ἐξεικονίσαντες, πάθος μακάριον, ὑμῶν τοῖς πάθεσιν Ἅγιοι, καὶ καθαίρετε νοσήματα, καὶ φυγαδεύετε δεινὰ βοῶντες πνεύματα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Δυὰς ἀθλητῶν περικαλλής, Τριάδα ἄκτιστον, καθωμολόγησε, καὶ μυριόλεκτον ὤλεσε, πολεμίων ὄντως φάλαγγα, καὶ μυριάσι νοηταῖς συνήφθη μέλπουσα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκίον
γία Παρθένε ἡ Θεόν, τὸν ὑπεράγιον, ἀποκυήσασα, τὸν στεφανώσαντα χάριτι, τοὺς Ἁγίους τούτους μάρτυρας, σῷ σὸν ἁγίασον ἡμᾶς, προθύμως μέλποντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Τοῦ Ὁσίου
Νικηταὶ τυράννου
λικῶς ποθήσας, τὸν ὑπερποθήσαντα γένος ἀνθρώπων, τὸν σταυρόν σου ἦρας, καὶ αὐτῷ μακάριε συνεσταυρώθης· Εὐλογεῖτε κράζων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ξενωθεὶς ἁπάσης, ἡδονῆς μακάριε θανατηφόρου, σεαυτὸν εἰργάσω, ὅλον ἀκηλίδωτον ἔσοπτρον θεῖον· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
πηνοῦς τυράννου, δυσσεβοῦς ὠμότητα οὐ κατεπλάγης, ἀλλ' ὡς πύργος ἔστης, ἀκλινὴς ἀκλόνητος ὀρθοδοξίας· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ζωηφόρον αἴγλην, ἐκ μιᾶς Θεότητος τρισυποστάτου, δεδεγμένος ὤφθης, τοῖς ἐν σκότει ἥλιος καὶ πλανωμένοις· Εὐλογεῖτε μέλπων, τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Τοῦ Ἀδὰμ Παρθένε, τοῦ παραπεσόντος μὲν ὤφθης θυγάτηρ, τοῦ Θεοῦ δὲ μήτηρ, τοῦ ἀνακαινίσαντός μου τὴν οὐσίαν, ὃν ὑμνοῦμεν πάντα τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου, σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Τῶν Μαρτύρων
Ὠδὴ θ'
Λίθος ἀχειρότμητος
δοὺ ἡ φαιδρὰ καὶ φωσφόρος, καὶ πλήρης χάριτος ἡμέρα, ἔλαμψε Φωτίου τοῦ θείου, καὶ Ἀνικήτου πάντας φωτίζουσα, τοὺς ἐν αὐτῇ γεραίροντας, τὰ φωταυγῆ τούτων παθήματα.
φθητε ὡς ἄνθρακες πᾶσαν, ὕλην κακίας ἐμπιπρῶντες, ὤφθητε ὡς τίμιοι ἄρνες, ἐθελουσίως κατασφαττόμενοι, καὶ τῷ Ἀμνῷ τῷ αἴροντι, τὰς ἁμαρτίας προσαγόμενοι.
Στίγματα ὑμῶν Ἀθλοφόροι, καὶ τὰ παθήματα καὶ πόνους, καὶ τὴν ὑπὲρ νοῦν καρτερίαν, καὶ τοὺς ἀγῶνας, καὶ τὴν τελείωσιν, πανευκλεῶς δοξάζοντες, σήμερον πάντες εὐφραινόμεθα.
νθησαν κοιλάσιν ὁσίως, μαρτυρικαῖς καθάπερ ῥόδα, οἱ περικαλλεῖς, Ἀθλοφόροι, καὶ τὰς καρδίας εὐωδιάζουσι τῶν εὐσεβῶν ἐν πνεύματι, δυσώδη πλάνην ἐκμειώσαντες.
Θεοτοκίον
Φώτισον ἡμᾶς ἡ τεκοῦσα, φῶς τὸ ἀπρόσιτον Παρθένε, ἔμπλησον ἡμᾶς εὐφροσύνης, καὶ θυμηδίας καὶ θείας γνώσεως, τοὺς καθαρᾷ καρδίᾳ σε, εὐσεβοφρόνως μακαρίζοντας.
Τοῦ Ὁσίου
Τὸν προδηλωθέντα
τι σου ὡς Ἄβελ, τὸ αἷμα καὶ εἰς αἰῶνας, τὰ θεόπνευστα δόγματα, φωνῇ διαπρυσίῳ, ἡ Χριστοῦ Ἐκκλησία κηρύττει, Μάξιμε παμμάκαρ καὶ παμμέγιστε.
Τέτμηται ἡ χείρ σου, γράφει δὲ θείῳ δακτύλῳ, ὡς καλάμῳ καὶ μέλανι, τετμημένῃ τῇ γλώσσῃ, τῷ σῷ αἵματι τῷ ὁσίῳ Παμμάκαρ, πίστιν ἐν καρδίαις τὴν ὀρθόδοξον.
δεται ἐν κόσμῳ, ἡ ἔνθεος παρρησία, καὶ τὸ πῦρ τὸ ἐγκάρδιον, τῆς ἐνθέου ἀγάπης, δι' ἣν Ὅσιε τὴν τοῦ αἵματος χύσιν, Μάξιμε ὑπέστης προθυμότατα.

στασο πρὸ βήματος, θείου μετὰ μαρτύρων, οἷς τοῦ ξύλου τῆς πίστεως, ἐκοινώνησας Πάτερ, καὶ ἡμᾶς οἰκειῶν τῷ Δεσπότῃ, καὶ σοῦ μιμητὰς ἀπεργαζόμενος.
Θεοτοκίον
Σὺ εἶ Θεοτόκε, τὰ ὅπλα ἡμῶν καὶ τεῖχος, σὺ εἶ ἡ ἀντίληψις, τῶν εἰς σὲ προστρεχόντων, σὲ καὶ νῦν εἰς πρεσβείαν κινοῦμεν, ἵνα λυτρωθῶμεν τῶν ἐχθρῶν ἡμῶν.
Ὁ Εἱρμὸς
Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.
Ἐξαποστειλάριον τοῦ Ὁσίου
Γυναῖκες ἀκουτίσθητε
Τὰ βάθη τῶν κριμάτων σου, ἠρεύνηται τῷ Πνεύματι, τὰ δὲ τοῦ Πνεύματος Σῶτερ, ἐν πνεύματι καὶ δυνάμει, Μάξιμος ἐξηρεύνησεν, ὡς ἔνδικος φιλόσοφος, θελήσεις ἐνεργείας τε, ἀνακηρύττων σου δύο· διὸ λαμπρῶς νῦν τιμᾶται.
Τῶν Μαρτύρων
Φῶς ἀναλλοίωτον Λόγε
Φῶς ἡ Φωτίου τοῖς ὄχλοις, ἐγένετο μαρτυρία, τοῦ Ἀνικήτου νικῶντος, ἐν ταῖς βασάνοις τὴν πλάνην, Χριστοῦ τὰς δύο γεννήσεις, θεολογούντων, οὓς εὐφημήσωμεν ἅμα.
Καὶ τῆς Ἑορτῆς
Φῶς ἀναλλοίωτον Λόγε, φωτὸς Πατρὸς ἀγεννήτου, ἐν τῷ φανέντι φωτί σου, σήμερον ἐν Θαβωρίῳ, φῶς εἴδομεν τὸν Πατέρα, φῶς καὶ τὸ Πνεῦμα, φωταγωγοῦν πᾶσαν Κτίσιν.
Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια.
Τῆς Ἑορτῆς
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
Παρῆλθεν ἡ σκιά, ἐλήλυθεν ἡ χάρις, ἐν τῷ Θαβὼρ τῷ ὄρει, Μωσῆς ἐβόα Σῶτερ, ἰδών σου τὴν Θεότητα.
Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.
λίας καὶ Μωσῆς, ἐν τῷ Θαβὼρ τῷ ὄρει, τὴν ἔξοδον ἐλάλουν, ἣν ἔμελλες πληρώσειν, ὑπὲρ ἡμῶν Φιλάνθρωπε.
Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.
Τῆς θείας σου μορφῆς, οἱ τρεῖς τῶν Μαθητῶν σου, ὁρᾶν μὴ δυνηθέντες, τὴν ἀστραπὴν ἐν φόβῳ, Σωτὴρ εἰς γῆν κατέπιπτον.
Δόξα... Καὶ νν... Ὅμοιον
ψωσον εὐσεβῶν, βασιλέων τὸ κέρας, Παμβασιλεῦ οἰκτίρμον, καὶ νίκας δίδου Σῶτερ, πρεσβείαις τῆς τεκούσης σε.
Καὶ τὰ λοιπὰ τῆς Ἀκολουθίας, καὶ Ἀπόλυσις.cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9
Y2:cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου