Παρασκευή 23 Μαΐου 2014

ΜΗΝΑΙΟ ΑΥΓ. (10)



ΑΥΓΟΥΣΤΟΥ
ΤΗ Ι' ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος καὶ Ἀρχιδιακόνου Λαυρεντίου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Τῆς Ἑορτῆς γ'
Ἦχος δ'
Ἔδωκας σημείωσιν
Δεῦτε νῦν τὴν κρείττονα, ἀλλοιωθέντες ἀλλοίωσιν, οὐρανόφρονες σήμερον, Χριστῷ συμμορφούμενοι, εὐσεβῶς καὶ γῆθεν, ἐφ' ὑψηλοτάτην, τῶν ἀρετῶν περιωπήν, ἀνενεχθέντες ἀγαλλιώμεθα· δι' οἶκτον γὰρ τὸν ἄμορφον, μεταμορφούμενος ἄνθρωπον, ἐν Θαβὼρ κατελάμπρυνεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
φιλοθεάμονες, τῶν ὑπὲρ νοῦν καὶ φιλήκοοι, μυστικῶς ἐποπτεύσωμεν, Χριστὸν ἐξαστράψαντα, θεϊκαῖς ἀκτῖσι, καὶ ἐνηχηθῶμεν, τὴν τοῦ Γεννήτορος φωνήν, ἠγαπημένον ἀνακηρύττουσαν, Υἱὸν τὸν καταυγάσαντα, τὴν ἀνθρωπίνην ἀσθένειαν, ἐν Θαβὼρ καὶ πηγάσαντα, φωτισμὸν ταῖς ψυχαῖς ἡμῶν.
παν νῦν ἐγκόσμιον, καὶ ὑπερκόσμιον σύστημα, συγκινείσθω πρὸς αἴνεσιν, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ νεκρῶν καὶ ζώντων, κεκυριευκότος· θεοπρεπῶς γὰρ ἑαυτῷ, μεταμορφούμενος συμπαρίστησι, τοῦ νόμου καὶ τῆς χάριτος, τοὺς πρωτοστάτας καὶ κήρυκας, ἐν Θαβὼρ ὡς ηὐδόκησεν, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Καὶ τοῦ Ἁγίου γ'
Ὅμοια
νθρακὰ σοι ἔδωκε, Μάρτυς πυρὸς εἰς βοήθειαν, ὁ Δεσπότης καὶ Κύριος, ὑφ' οὗ πυρακτούμενος, τὸ γεῶδες σκῆνος, θᾶττον ἐξεδύσω, καὶ τὴν ἀθάνατον ζωήν, καὶ βασιλείαν ἐκληρονόμησας· διό σου τὴν χαρμόσυνον, χαρμονικῶς ἑορτάζομεν, ἑορτὴν παμμακάριστε στεφηφόρε Λαυρέντιε.
νθρακας ἐμάρανας, πλάνας εἰδώλων μακάριε, ἐπ' ἀνθράκων ὀπτώμενος, ὑφ' ὧν λεπτυνόμενος, τὸ παχὺ σαρκίον, ὡς βαρὺ φορτίον, ἀπετινάξω καὶ τὸν χοῦν, τῆς τῶν προγόνων ἡμῶν νεκρώσεως· ἐντεῦθεν ἀκατάσβεστος, ἄνθραξ ἡμῖν ἐχρημάτισας, καταυγάζων φαιδρότητι, τοὺς τιμῶντας τὴν μνήμην σου.
νθρακι ἀνήφθησαν, ἀπὸ Θεοῦ οἷα φαίνοντες, οἱ ἀήττητοι Μάρτυρες, τῇ αἴγλῃ τοῦ Πνεύματος, τὴν ἀχλὺν τῆς πλάνης, καὶ τῆς ἀθεΐας, καταδιώκοντες θερμῶς, καὶ εὐσεβείας πυρσὸν ἀνάπτοντες, ἐν οἷς καὶ ὁ Λαυρέντιος, ὁ ἀληθὴς καὶ σεβάσμιος, τοῦ Σωτῆρος διάκονος, διαπρέπει τοῖς θαύμασιν.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Πρὸ τοῦ Σταυροῦ σου Κύριε, ὄρος οὐρανὸν ἐμιμεῖτο, νεφέλη ὡς σκηνὴ ἐφηπλοῦτο. Σοῦ μεταμορφουμένου, ὑπὸ Πατρὸς δὲ μαρτυρουμένου, παρῆν ὁ Πέτρος σὺν Ἰακώβῳ καὶ Ἰωάννῃ, ὡς μέλλοντες συνεῖναί σοι, καὶ ἐν τῷ καιρῷ τῆς παραδόσεώς σου, ἵνα θεωρήσαντες τὰ θαυμάσιά σου, μὴ δειλιάσωσι τὰ παθήματά σου, ἃ προσκυνῆσαι ἡμᾶς, ἐν εἰρήνῃ καταξίωσον, διὰ τὸ μέγα σου ἔλεος.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
δειξεν ἀμυδρῶς, ὁ Κύριος τὴν δόξαν, τὴν θεϊκὴν ἐν ὄρει, τῷ Θαβωρίῳ ἄρτι, τοῖς μύσταις οἷς ἠθέλησεν.
Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.
Δεῦτε τοῖς Μαθηταῖς, συνδράμωμεν οἱ πάντες, τῶν ἀρετῶν εἰς ὕψος, ὡς ἂν ἀξιωθῶμεν, σὺν τούτοις καὶ τῆς χάριτος.
Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.
Πάντες οἱ γηγενεῖς, καθάρωμεν καρδίας, ὡς ἂν εὐθέτως ἔλθῃ, καὶ πρὸς ἡμᾶς ἡ δόξα, τῆς τρισηλίου χάριτος.
Δόξα... Καὶ νῦν... Ἦχος δ'
Πρὸ τοῦ Σταυροῦ σου Κύριε, παραλαβὼν τοὺς Μαθητὰς εἰς ὄρος ὑψηλόν, μετεμορφώθης ἔμπροσθεν αὐτῶν, ἀκτῖσι δυνάμεως καταυγάζων αὐτούς, ἔνθεν φιλανθρωπίᾳ, ἐκεῖθεν ἐξουσίᾳ, δεῖξαι βουλόμενος τῆς Ἀναστάσεως τὴν λαμπρότητα· ἧς καὶ ἡμᾶς, ὁ Θεὸς ἐν εἰρήνῃ καταξίωσον, ὡς ἐλεήμων καὶ φιλάνθρωπος.
Ἀπολυτίκιον τῆς Ἑορτῆς
Ἦχος βαρὺς
Μετεμορθώθης ἐν τῷ ὄρει Χριστὲ ὁ Θεός, δείξας τοῖς Μαθηταῖς σου τὴν δόξαν σου, καθὼς ἠδύναντο. Λάμψον καὶ ἡμῖν τοῖς ἁμαρτωλοῖς, τὸ φῶς σου τὸ ἀΐδιον, πρεσβείαις τῆς Θεοτόκου, φωτοδότα δόξα σοι.
Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Μετεμορφώθης Ἰησοῦ, ἐπὶ τὸ ὄρος τὸ Θαβώρ, καὶ νεφέλη φωτεινή, ἐφηπλωμένη ὡς σκηνή, τοὺς Ἀποστόλους τῇ δόξῃ σου κατεκάλυψεν· ὅθεν καὶ εἰς γῆν ἐναπέβλεπον, μὴ φέροντες ὁρᾶν τὴν λαμπρότητα, τῆς ἀπροσίτου δόξης τοῦ προσώπου σου, ἄναρχε Λόγε Χριστὲ ὁ Θεός, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα ὅμοιον
ν τῷ ὄρει τῷ Θαβώρ, μεταμορφούμενος Σωτήρ, τοῖς προκρίτοις Μαθηταῖς, δείξας τὴν δόξαν σου Χριστέ, τὸ ἀναλλοίωτον ἤστραψας τῆς Θεότητος, νεφέλη δὲ φωτός συνεκάλεσας, Ἠλίαν καὶ Μωσῆν συλλαλοῦντάς σοι· διὸ καὶ Πέτρος ἔλεγεν· Οἰκτίρμον, καλὸν ἐστιν ὧδε εἶναι σὺν σοί, ὁ τότε τούτοις, τὸ φῶς σου λάμψας, φώτισον τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Εἶτα εἷς Κανὼν τῆς Ἑορτῆς, καὶ τοῦ Ἁγίου οὗτος, οὗ ἡ Ἀκροστιχίς.
Λαυρέντιον κράτιστον ὑμνῶ προφρόνως.
Ὠδὴ α' Ἦχος δ'
Τριστάτας κραταιοὺς
Λειμῶνι τῆς τρυφῆς, ὡς Χριστοῦ στρατιώτης, ἐπαξίως ἐντρυφῶν, καὶ ταῖς ἀγγελικαῖς, συγχορεύων Δυνάμεσιν, ἔλλαμψίν μοι φωτοφόρον, δωρηθῆναι δυσώπησον, ἀνυμνοῦντί σε Μάκαρ Λαυρέντιε.
γῶνας ὑποδύς, τοῦ σεπτοῦ μαρτυρίου, νικηφόρος ἀθλητής, στερρότητι ψυχῆς, ἀνεδείχθης Λαυρέντιε, στέφανον δικαιοσύνης, εὐπρεπῶς ἐνδυσάμενος, καὶ διάδημα ἐπινίκιον.
Υἱὸς ὡς πεφυκώς, καὶ φωτὸς καὶ ἡμέρας, παραδόξως ἐκ δυσμῶν, ὡς ἥλιος ἡμῖν, αἰσθητὸς ἀνατέταλκας, αἴγλῃ τῇ φαεινοτάτῃ, καταυγάζων τὰ πέρατα, παναοίδιμε Μάρτυς Λαυρέντιε.
Θεοτοκίον
υσθέντες τῷ σεπτῷ, τοκετῷ σου Παρθένε, τῶν τοῦ ᾍδου καὶ φθορᾶς δεσμῶν, καὶ κοσμικῆς κατακρίσεως ἄχραντε· Χαῖρε κεχαριτωμένη, εὐχαρίστως βοῶμέν σοι· ἡ σωτήριος πύλη τῆς χάριτος.
Ὠδὴ γ'
Τόξον δυνατῶν ἠσθένησε
χων τοῦ Σταυροῦ τὸ τρόπαιον, πρὸς τοὺς ἀντιπάλους, ῥωμαλέως ἐχώρησας, καὶ νικήσας στεφανηφόρος, ἀνεδείχθης ἀξιάγαστε.
Νόμῳ τοῦ Χριστοῦ φραξάμενος, τῇ νομοθεσίᾳ τῶν δυσσεβῶν ὡς ἀήττητος, ἀντετάξω γενναιοτάτῃ, καρτερίᾳ παμμακάριστε.
Τόνῳ θεϊκῷ νευρούμενος, τῆς πολυθεΐας, τὴν ἀσθένειαν ἔλυσας, τοῦ Χριστοῦ δὲ τὴν πρὸ αἰώνων, διετράνωσας Θεότητα.
Θεοτοκίον
σος τῷ Πατρὶ καὶ Πνεύματι, φύσει καὶ οὐσίᾳ, καὶ Θεότητι γέγονε, τοῖς ἀνθρώποις ἴσος ὁ Λόγος, σαρκωθεὶς ἐκ σοῦ Πανάμωμε.
Ὁ Εἱρμὸς
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες, περιεζώσαντο δύναμιν· διὰ τοῦτο ἐστερεώθη, ἐν Κυρίῳ ἡ καρδία μου.
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν
Τὸν οὐράνιον πλοῦτον συναγαγών, καὶ τοῖς πένησι τοῦτον προσαγαγών, ἐσκόρπισας ἔδωκας, δεομένοις τὸν ἄρτον σου, καὶ δι' αὐτοῦ κτησάμενος, ζωὴν τὴν ἀκήρατον, ἐν τῷ Χριστοῦ μαρτυρίῳ, διέπρεψας ἔνδοξε· ὅθεν ἀριστεύσας, καὶ νομίμως ἀθλήσας, τὸν στέφανον εἴληφας, ἐκ Θεοῦ τῶν καμάτων σου, Ἀθλοφόρε Λαυρέντιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Ἦχος δ' Ἐπεφάνης σήμερον
ορτὴ ὑπέρλαμπρος, ἡ τοῦ Δεσπότου, ἦλθε, δεῦτε ἅπαντες, ἐπὶ τῷ ὄρει νοερῶς, προκαθαρθέντες ἀνέλθωμεν, τῷ Θαβωρίῳ ἐποψόμενοι.
Ὠδὴ δ'
Ὁ καθήμενος ἐν δόξῃ
διάκονος τοῦ Λόγου, καὶ τῷ λόγῳ κοσμούμενος, τῷ τοῦ Λόγου πόθῳ, γνώμῃ τῆς ψυχῆς σφαγιάζεται, καὶ σὺν τῷ Λόγῳ δικαίως βασιλεύει νῦν, εὐφροσύνης, καὶ δόξης αὐτοῦ ἐμφορούμενος.
Νυσταγμὸν τῆς ἀσεβείας, εὐσεβῶς οὐκ ἐνύσταξας, ἐγρηγόρσει θείᾳ τῆς μαρτυρικῆς σου ἐνστάσεως, ἀπὸ βλεφάρων τὸν ὕπνον τὸν εἰς θάνατον, ἀπωσάμενος, Μάρτυς Χριστοῦ ἱερώτατε.
Κατὰ τῆς τῶν πλανωμένων, δυσσεβοῦς ὑπολήψεως, ἀληθείας ὅπλοις, καὶ θεοσεβείας φραξάμενος, ταύτης εἰς τέλος καθεῖλες τὸ μνημόσυνον, διὰ πίστεως, καὶ γνωμικῆς διαθέσεως.
Θεοτοκίον
ύπον πάντα τῆς προτέρας, ἀποθέμενοι βρώσεως, τῆς ζωῆς τὸν ἄρτον, ἐκ τοῦ οὐρανοῦ σιτιζόμεθα, τὸν ἐκ τῆς γῆς τῆς Παρθένου ἀνατείλαντα, ἣν ὡς πρόξενον, τῶν ἀγαθῶν μεγαλύνομεν.
Ὠδὴ ε'
Ἀσεβεῖς οὐκ ὄψονται
κλινεῖ τῷ βλέμματι, ταῖς θείαις καλλοναῖς, ἐνορῶν πάντων τῶν τερπνῶν, τῶν ἐν γῇ Λαυρέντιε καταπεφρόνηκας, καὶ δεινῶν τοῦ σώματος, ἀλγηδόνων ἀξιάγαστε.
Τὸν Χριστὸν διάκονον, γενόμενον ἡμῖν, δωρεῶν τῶν ἐκ τοῦ Πατρός, ἐπιγνοὺς διάκονος τούτου γεγένησαι, πρὸς αὐτὸν δι' αἵματος, ἐκδημήσας Παμμακάριστε.
ερὸν ἀνάθημα, καὶ κόσμος εὐπρεπής, τῷ Χριστῷ μάκαρ προσαχθείς, τὴν σκηνὴν ἐφαίδρυνας τὴν ἐπουράνιον, ἔνθα νῦν γενόμενος, ἀπολαύεις τῆς ἐλλάμψεως.
Θεοτοκίον
Συμφυὴς καὶ σύμμορφος, ὑπάρχων τῷ Πατρί, ὁ Υἱὸς ὁ μονογενής, τοῖς ἀνθρώποις γέγονε θέλων ὁμόφυλος, σαρκωθεὶς ὁ Ὕψιστος, ἐκ γαστρός σου Μητροπάρθενε.
Ὠδὴ ς'
Ἦλθον εἰς τὰ βάθη
Τὸ ἄϋλον πῦρ σε κατοπτῆσαν, τῷ Βασιλεῖ τῶν ὅλων, κατεσκεύασεν ἥδιστον βρῶμα, τῷ τὴν ἡμῶν, σωτηρίαν στέργοντι, καὶ πεινῶντι Παναοίδιμε.
λῳ τῷ φωτὶ προσομιλήσας, τῆς ἀρχικῆς Τριάδος, ὡς Διάκονος ταύτης ὑπάρχων, φωτοειδής, Ἀθλοφόρε γέγονας, καταυγάζων τοὺς ὑμνοῦντάς σε.
Νευρούμενος θείᾳ δυναστείᾳ, ταῖς τοῦ πυρὸς ἐσχάραις, ἐπικείμενος ἔφερες Μάρτυς, πόθῳ Χριστοῦ, τὴν ψυχὴν πυρούμενος, καὶ τῇ δρόσῳ τῇ τοῦ Πνεύματος.
Θεοτοκίον
πῆρξας Θεοῦ Παρθενομῆτορ, χωρητικὸν δοχεῖον, θρόνος ἔμψυχος, ἅγιον ὄρος, καὶ κιβωτός, καὶ σκηνὴ θεότευκτος, καὶ λυχνία χρυσαυγίζουσα.
Ὁ Εἱρμὸς
λθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με, καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου πολυέλεε.
Κοντάκιον Ἦχος β'
Τὰ ἄνω ζητῶν
Πυρὶ θεϊκῷ, φλεχθεὶς τὴν καρδίαν σου, τὸ πῦρ τῶν παθῶν, εἰς τέλος ἀπετέφρωσας, ἀθλητῶν ἑδραίωμα, θεοφόρε Μάρτυς Λαυρέντιε, καὶ ἀθλῶν ἐβόας πιστῶς· Οὐδείς με χωρίσει τῆς ἀγάπης Χριστοῦ.
Ὁ Οἶκος
Τὸν διαλάμψαντα ὡς φωστῆρα ἀπλανῆ ἐν τῷ κόσμω, συνελθόντες πιστοί, ἐν ᾠδαῖς ᾀσμάτων τιμήσωμεν, Λαυρέντιον τὸν ἀθλοφόρον, καὶ μύστην τῶν ἀπορρήτων, ὅπως ταῖς αὐτοῦ πρεσβείαις, ῥυσθῶμεν πταισμάτων δεινῶν, τοῦ νοῦ δὲ πᾶσαν κηλῖδα καθαρθέντες, κατίδωμεν Χριστόν, τὸν τοῦτον ὑπερδοξάσαντα, κραταιῶς ἐναθλοῦντα καὶ λέγοντα· Οὐδεὶς με χωρίσει τῆς ἀγάπης Χριστοῦ.
Συναξάριον
Τῇ Ι' τοῦ αὐτοῦ μηνός, μνήμη τῶν Ἁγίων μαρτύρων Λαυρεντίου Ἀρχιδιακόνου, Ξύστου Πάπα Ῥώμης καὶ Ἱππολύτου.
Στίχοι
Τὸν Λαυρέντιον λαύρακα Χριστοῦ λέγω,
π' ἐσχάρας ἄνθραξιν ἐξωπτημένον.
Τέλους ἀθλητῶν καὶ κλέους τυχεῖν θέλων,
θλησας ἆθλον, Ξύστε, τὸν διὰ ξίφους.
Τὸν Ἱππόλυτον ἱπποδέσμιον βλέπω,
ναντίαν πάσχοντα τῇ κλήσει πάθος.
πτησαν δεκάτῃ Λαυρέντιον ἠΰτε ἰχθύν.
Τῇ αὐτῇ ἡμέρᾳ ὁ ἅγιος Ἥρων ὁ φιλόσοφος ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Ὁ διασώσας ἐν πυρὶ
Μυσταγωγῆσαι προκριθείς, καὶ διακονῆσαι τῷ λόγῳ σκεῦος ἐδείχθης ἱερόν, οὐρανίου ναοῦ καὶ ἀνάθημα, μελῳδῶν τῷ ποιήσαντι, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Νόμῳ ζωῆς τῆς ἐν Χριστῷ, περιτειχιζόμενος Μάρτυς, τοῖς τοῦ θανάτου καὶ φθορᾶς, νομοθέταις τὸν νοῦν οὐχ ὑπέκλινας, ἀναμέλπων Λαυρέντιε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
ς τις ἀνάλγητος σαφῶς, σῶμα περικείμενος Μάρτυς, γενναιοτάτῳ λογισμῷ, τοῦ παμφάγου πυρὸς κατετόλμησας, ἀνακράζων πανόλβιε· Ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον
Πύλη ἐδείχθης νοητή, τῆς ἀνατολῆς τῆς ἐξ ὕψους, ἐπιφανείσης ἐπὶ τῆς γῆς, τοῖς ἀνθρώποις ἐκ σοῦ Θεονύμφευτε, ὑπὲρ λόγον καὶ ἔννοιαν, τοῦ Θεοῦ τοῦ τῶν Πατέρων εὐλογημένου.
Ὠδὴ η'
Λυτρωτὰ τοῦ παντὸς
ωμαλέῳ φρονήματι γέγονας, τῆς ἀστέκτου φλογὸς εὐτονώτερος, καὶ ὡς ἐν ἄλλῳ σώματι, πυρακτούμενος Μάκαρ· Πάντα τὰ ἔργα, εὐλογεῖτε ἐβόας τὸν Κύριον.
τοὺς Παῖδας τοὺς τρεῖς ἐκμιμούμενος, καὶ πυρὸς κατασβέσας τοὺς ἄνθρακας, δρόσῳ τῆς θείας χάριτος, ἀνακράζει καὶ μέλπει· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Φωτισμὸς ὁ Χριστὸς σοι γενόμενος, τὴν αὐτοῦ σε ἰσχὺν περιέζωσε, καὶ πρὸς αὐτὸν ἀνήγαγεν εὐσεβῶς μελῳδοῦντα· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
ίζης τοῦ Ἱεσσαὶ ῥάβδος πέφυκας, καὶ Χριστὸν τὸν Θεόν μου καὶ Κύριον, ὑπερφυῶς ἐξήνθησας, τῆς Θεότητος ἄνθος, πάντα τὰ ἔργα· διὰ τοῦτο ὑμνοῦμέν σε Δέσποτα.
Ὁ Εἱρμὸς
Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Ὠδὴ θ'
Εὔα μὲν τῷ τῆς παρακοῆς
λόκληρον θῦμα καὶ δεκτὸν θυμίαμα, τῷ Δεσπότῃ προσενήνεξαι, ὥσπερ χρυσίον ἐν καμίνῳ, πυρὶ δοκιμασθεὶς τῆς ἀθλήσεως, καὶ κόσμος τῆς Ἐκκλησίας γενόμενος, τῶν πρωτοτόκων ἀξιάγαστε.
Νεύσει ἀκλινεῖ πρὸς τὸν Θεὸν θεούμενος, καὶ ἑνώσει τῇ ἀμείνονι, λόγῳ καὶ θείᾳ θεωρίᾳ, φωτὶ τῷ ἀκροτάτῳ Λαυρέντιε, κραθῆναί σοι τηλαυγῶς ἐξεγένετο· ὅθεν σε πάντες μακαρίζομεν.
ς ἥλιος Μάκαρ ἐκ δυσμῶν ἀνέτειλας, θαῦμα μέγα καὶ παράδοξον, πᾶσαν φωτίζων Ἐκκλησίαν, ταῖς σαῖς μαρμαρυγαῖς ἀξιάγαστε, καὶ θάλπων πάντας τῇ ζέσει τῆς πίστεως· ὅθεν σε πάντες μεγαλύνομεν.
Θεοτοκίον
Σύμβολα Πανάμωμε τῆς σῆς γεννήσεως, οἱ Προφῆται προεκήρυξαν, πόρρωθεν ταῦτα μυηθέντες, ἐκ θείας ἐπιπνοίας τοῦ Πνεύματος, καὶ κόσμῳ διαπρυσίως ἐκήρυξαν, ὧν τὰς ἐκβάσεις νῦν θαυμάζομεν.
Ὁ Εἱρμὸς
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.
Ἐξαποστειλάριον
Τοῖς Μαθηταῖς συνέλθωμεν
γγελικαῖς δυνάμεσι, καὶ Μαρτύρων χορείαις, Μεγαλομάρτυς ἔνδοξε, συγχορεύων τῷ θρόνῳ, τῆς ὑπερφώτου Τριάδος, καὶ λαμπραῖς ταῖς ἐκεῖθεν, αὐγαῖς περιχεόμενος, αἴτει φῶς καὶ εἰρήνην, τοῖς εὐσεβῶς, ἐκτελοῦσι μνήμην σου τὴν φωσφόρον, καὶ σὲ φαιδρῶς δοξάζουσιν, ὦ Λαυρέντιε Μάκαρ.
Καὶ τῆς ἑορτῆς
Πρὸ τοῦ Σταυροῦ σου Κύριε, Μαθητῶν τούς προκρίτους, λαβὼν μετεμορφώθης νῦν, ἐν Θαβὼρ τῷ ἁγίῳ, ἐν ᾧ Μωσῆς καὶ Ἠλίας, παρειστήκεισαν τρόμῳ, δουλοπρεπῶς σοι Δέσποτα, συλλαλοῦντες, μεθ’ ὧν σε, Χριστὲ Σωτήρ, σὺν Πατρὶ καὶ Πνεύματι προσκυνοῦμεν τὸν ἐκ Παρθένου λάμψαντα, εἰς βροτῶν σωτηρίαν.
Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
Φωνὴ σοι πατρική, οὐρανόθεν ἠκούσθη· Οὗτός ἐστι βοῶσα· Υἱὸς ὁ ἀγαπητός μου, αὐτοῦ πάντες ἀκούετε.
Στίχ. Σοὶ εἰσιν οἱ οὐρανοί, καὶ σὴ ἐστιν ἡ γῆ.
νέλθωμεν πιστοί, νοητῶς ἐν τῷ ὄρει, τῆς θεωρίας ὅπως τὴν δόξαν τοῦ Σωτῆρος, Θεοῦ ἡμῶν κατίδωμεν.
Στίχ. Θαβὼρ καὶ Ἑρμὼν ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται.
Γράφων ὁ Ψαλμωδός, Θαβὼρ Χριστὲ Σωτήρ μου, καὶ Ἑρμὼν ἀνεβόα· ἐν τῷ ὀνόματί σου, σαφῶς ἀγαλλιάσονται.
Δόξα... Καὶ νῦν... Ὅμοιον
Παντάναξ Βασιλεῦ, εἰρήνευσον τὸν κόσμον, πρεσβείαις τῆς ἀχράντου, Παρθένου παντανάσσης, καὶ πάντων τῶν Ἁγίων σου.

Καὶ ἡ λοιπὴ τοῦ Ὄρθρου Ἀκολουθία, καὶ Ἀπόλυσις.

cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9
Y2:cd33cdc7-7089-46c3-8a2a-0ca706b1c5c9

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου