ΙΟΥΛΙΟΥ
ΤΗ Γ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ
Ἁγίου Μάρτυρος Ὑακίνθου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ'
Τὶ ὑμᾶς καλέσωμεν Ἅγιοι
Ὤφθης διαυγείᾳ τοῦ Πνεύματος, ὥσπερ λίθος διαυγής, τῆς
βασιλείας τοῦ Χριστοῦ, ἐναθλήσας ἀθλητά, ὑπὲρ τῆς πίστεως στερρῶς, καὶ τρέψας
τῶν ἀθέων τὴν παράταξιν, καὶ νίκην κατ' αὐτῶν Μάρτυς ἀράμενος· διὸ σε πίστει
δοξάζομεν, ὡς στρατιώτην ἀήττητον, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κύματα τῆς πλάνης παρέδραμες, κυβερνώμενος Χριστοῦ, τῇ
ἀηττήτῳ δεξιᾷ, καὶ λιμένι νοητῷ, ἐγκαθωρμίσθης ἀθλητά, γαλήνης μὴ ληγούσης
ἐμφορούμενος, καὶ δόξης μὴ ῥεούσης ἀξιούμενος, Μάρτυς θεόφρον Ὑάκινθε,
διαπαντὸς εὐφραινόμενος, ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Μέλεσιν οἰκείοις ἐδόξασας, τὸν ἀθάνατον Θεόν, θανατωθεὶς
ὑπὲρ αὐτοῦ, ἀθανάτων δωρεῶν· ὅθεν σε μέτοχον σοφέ, δεικνύει, καὶ δοξάζει σε
Ὑάκινθε, σημείοις, καὶ δυνάμεσιν ἑκάστοτε· καὶ γὰρ πηγὴ ἁγιάσματος, ἡ σὴ σορὸς
πᾶσι πρόκειται, ἱκέτευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τίνι ὡμοιώθης ταλαίπωρε, πρὸς μετάνοιαν οὐδόλως,
ἀνανεύουσα ψυχή, καὶ τὸ πῦρ μὴ δειλιῶσα, τῶν κακῶν ἐπιμονῇ; Ἀνάστα, καὶ τὴν
μόνην πρὸς ἀντίληψιν, ταχεῖαν, ἐπικάλεσαι καὶ βόησον, τὸν σὸν Υἱὸν καὶ Θεὸν
Ἁγνή, μὴ διαλίπῃς πρεσβεύουσα, ῥυσθῆναί με, τῶν παγίδων τοῦ ἀλάστορος.
Ἢ Σταυροθεοτοκίον
Ἄρνα ἡ ἀμνὰς ὡς ἑώρακεν, ἐπὶ ξύλου ἡπλωμένον, ἑκουσίως
σταυρικοῦ, ἀνεβόα μητρικῶς, ὀδυρομένη ἐν κλαυθμῷ· Υἱέ μου, τὶ τὸ ξένον τοῦτο
θέαμα! ὁ πᾶσι, τήν ζωὴν νέμων ὡς Κύριος, πῶς θανατοῦσαι μακρόθυμε, βροτοῖς
παρέχων ἀνάστασιν· Δοξάζω σου, τὴν πολλὴν Θεέ μου συγκατάβασιν.
Ἀπολυτίκιον Ἦχος δ'
Ὁ μάρτυς σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος
ἐκομίσατο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· ἔχων γὰρ τὴν ἰσχύν σου, τοὺς
τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση. Αὐτοῦ ταῖς ἱκεσίαις
Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν. Οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ
παρών, οὗ ἡ Ἀκροστιχίς.
Σὲ τὸν
διαυγῆ, Μάρτυς, αἰνέσω λίθον.
Θεοφάνους.
Ὠδὴ α' Ἦχος πλ. δ'
Ὑγρὰν διοδεύσας
Σὲ τὸν διαυγείᾳ μαρτυρικῇ, πολύτιμον λίθον, γεγονότα θείου
ναοῦ, νῦν ἐπικαλοῦμαι συνεργάτην, τῶν ἐγκωμίων σου γενέσθαι μοι.
Ἐπίγειον δόξαν καταλιπών, οὐράνιον κλέος ἐκληρώσω
διηνεκῶς, συνὼν τῷ Δεσπότῃ τῶν ἁπάντων, στεφανηφόρος Μάρτυς ἔνδοξε.
Τὸ τῆς ἡλικίας νεανικόν, καὶ τῆς διανοίας τὸ γενναῖον ὑπὲρ
Χριστοῦ, ἀπέδειξας Μάρτυς ἀθλοφόρε, κατὰ τῆς πλάνης ἀνδρισάμενος.
Θεοτοκίον
Ὁ πάντων τῶν ὄντων Δημιουργός, διὰ σωτηρίαν, τῶν ἀνθρώπων
ἐν σῇ γαστρί, σκηνώσας σαρκοῦται Θεομῆτορ, τὸ καθ' ἡμᾶς δημιουργούμενος.
Ὠδὴ γ'
Σὺ εἶ τὸ στερέωμα
Νέος καθιστάμενος, πρεσβυτικὴν σαφῶς φρόνησιν, Μάρτυς
Χριστοῦ, ὤφθης κεκτημένος, καὶ συνέσει κοσμούμενος.
Δρόμον συντονώτατον, ἀθλητικῶς δραμὼν ἔφθασας, μαρτυρικῶν
ἀνδραγαθημάτων, τὴν τιμίαν ἀνάρρησιν.
Θεοτοκίον
Ἴθυνον πρεσβείαις σου, πρὸς τὴν οὐράνιον ἄνοδον, τοὺς
εὐσεβῶς, Κεχαριτωμένη, Θεοτόκον φρονοῦντάς σε.
Ὁ Εἱρμὸς
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε, σὺ εἶ τὸ
φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Κάθισμα Ἦχος γ'
Θείας πίστεως
Λίθος τίμιος, τῆς Ἐκκλησίας, φυλαττόμενος, ἐν τοῖς
ταμείοις, τοῖς οὐρανίοις ὑπάρχων Ὑάκινθε, τοὺς προσκυνοῦντας τοὺς λίθους
διήλεγξας, καὶ μαρτυρίου ποτήριον ἔπιες, Μάρτυς ἔνδοξε, Χριστὸν τὸν Θεὸν
ἱκέτευε, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον
Θεία γέγονας, σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ,
τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον,
ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι,
παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.
Ἢ Σταυροθεοτοκίον
Ἡ ἀμίαντος, ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος, Παρθενομήτωρ, ἐν
τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς
θρηνῳδοῦσα ἐκραύγαζεν· Οἴμοι τέκνον μου! πῶς πάσχεις θέλων ῥύσασθαι, παθῶν τῆς
ἀτιμίας τὸν ἄνθρωπον;
Ὠδὴ δ'
Εἰσακήκοα Κύριε
Ἀθλητὴς ἐννομώτατος, πόνοις εὐσεβείας ἐγγυμνασάμενος,
ἀναδέδειξαι πανόλβιε, τῶν τυράννων θράσος μὴ πτοούμενος.
Ὑακίνθινον στέφανον, οὐρανοβαφῆ θεόφρον δεξάμενος,
συγχορεύειν κατηξίωσαι, τοῖς ἐπουρανίοις ὡς οὐράνιος.
Γεγηθότι φρονήματι, τὸν τῆς εὐσεβείας λόγον ἐκήρυξας, καὶ
τὸν τύραννον διήλεγξας, ἀπτοήτῳ γνώμῃ δυναμούμενος.
Θεοτοκίον
Ἡ Θεὸν παντοκράτορα, μόνη δεξαμένη θεομακάριστε, ἀπὸ πάσης
περιστάσεως, καὶ κινδύνων ῥῦσαι τοὺς ὑμνοῦντάς σε.
Ὠδὴ ε'
Ὀρθρίζοντες βοῶμέν σοι
Μαινόμενον τὸν τύραννον ἤλεγξας Ἀθλοφόρε, δύναμιν
ἀήττητον, παρὰ Χριστοῦ ἐνδυσάμενος.
Ἀθάνατον ἐκτήσω τὴν εὔκλειαν, Στεφηφόρε, θάνατον ἑκούσιον,
διὰ Χριστὸν προσηκάμενος.
Θεοτοκίον
Ῥυσθείημεν πρεσβείαις σου Πάναγνε, τῶν παγίδων, τοῦ ἐχθροῦ
οἱ σέβοντες, τὴν ὑπὲρ λόγον σου γέννησιν.
Ὠδὴ ς'
Ἱλάσθητί μοι Σωτὴρ
Ταῖς στρέβλαις τῶν ἀσεβῶν, ὁ Μάρτυς πάσχων ἠγάλλετο, καὶ
πάθει τοῦ ἀπαθοῦς, τὸν νοῦν κραταιούμενος, ἐνίκα τοὺς ἄφρονας, πρὸς τὸν
ἀθλοθέτην, ἀνενδότως ἐπειγόμενος.
Ὑάκινθος ὡς φαιδρός, σκηνὴν τὴν θείαν ἐφαίδρυνας, ὡς
κόκκινον ἐκλεκτόν, ἀθλήσεως αἵματι, ἀνάθημα γέγονας, τῆς τῶν πρωτοτόκων,
Ἐκκλησίας παναοίδιμε.
Θεοτοκίον
Σωθείημεν διὰ σοῦ, κινδύνων καὶ περιστάσεων, Θεογεννῆτορ
ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως,
σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Ὁ Εἱρμὸς
Ἱλάσθητι μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ
βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν με, ὁ Θεὸς
τῆς σωτηρίας μου.
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Ὑακίνθῳ σήμερον, ἐξ ὑακίνθων, ἀμαράντων πλέξωμεν, στέφανον
πάντες οἱ πιστοί, μεγαλοφώνως κραυγάζοντες· Χαίροις μαρτύρων, τὸ κλέος Ὑάκινθε.
Ὁ Οἶκος
Ὑπὲρ πολλοὺς ὑμνήσωμεν Μάρτυρας, τὸν τῆς πόλεως ἡμῶν
προϊστάμενον, ὃς τὴν πόλιν ἡμῶν ὡς γυμνάσιον, τῆς ἰδίας φυλάττων ἀθλήσεως, ὡς
παρρησίαν ὁπλισάμενος, καὶ τὸν πέλεκυν ἔχων τῆς ἀληθείας, δι' ἧς ἀπέτεμε τὸ τῆς
πλάνης φυτόν, συνεγείρει καὶ ἡμᾶς πρὸς ἐργασίαν τῶν καλῶν· Ἐκβοῶμεν οὖν σὺν
αὐτῷ, χαίροις μαρτύρων τὸ κλέος Ὑάκινθε.
Συναξάριον
Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ὑακίνθου
τοῦ Κουβικουλαρίου (θαλαμηπόλου).
Στίχοι
Ἐξ ἀρετῆς
μὲν Ὑάκινθος ὡς λίθος,
Λαμπρὸς
πλέον δὲ ἐκ ῥοῆς τῶν αἱμάτων.
Οὐλομένῳ
τριτάτῃ Ὑάκινθος κάτθανε λιμῷ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Ἀνατολίου,
Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Στίχοι
Δύνας,
Ἀνατόλιε τοῦ βίου τέλει.
Τῷ μὴ
δύνοντι προσπελάζεις ἡλίῳ.
Τῇ αὐτῇ ἡμέρᾳ,
Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδότου, Θεοδότης, Διομήδους, Εὐλαμπίου, Ἀσκληπιάδου καὶ Δολινδούχ.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Οἱ ἐκ τῆς Ἰουδαίας
Αὐτοκράτορα φέρων, τῶν παθῶν ἀριδήλως τὸν εὐσεβῆ λογισμόν,
τροφὴν τῶν παρανόμων, κατέπτυσας Παμμάκαρ, θείῳ λόγῳ τρεφόμενος, ὁ τῶν Πατέρων
βοῶν· Θεὸς εὐλογητός εἶ.
Ἱερώτατον θῦμα, σεαυτὸν τῷ Κυρίῳ καὶ ἁγιώτατον,
προσήνεγκας θεόφρον, ψυχῆς εἰλικρινείᾳ, καὶ νοὸς καθαρότητι, ὁ τῶν Πατέρων
βοῶν· Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Νεμομένης τὸ γένος, τῶν ἀνθρώπων Παρθένε τῆς τοῦ θανάτου
φθορᾶς, πηγὴν ἀθανασίας, καὶ ζωῆς ἀκηράτου, συλλαβοῦσα κατέπαυσας, τὸν τῶν
Πατέρων Θεόν, ἁγνὴ εὐλογημένη.
Ὠδὴ η'
Ἑπταπλασίως κάμινον
Ἐκ χαλεπῆς στενώσεως, καὶ φρουρᾶς πρὸς εὐρύχωρον, πλάτος
Παραδείσου, καὶ τερπνὸν κατήντησας, Ἁγίων ὀψόμενος, φωτοειδεῖς λαμπρότητας, καὶ
τὰς τῶν Ἀγγέλων, ἐποπτεύσων χορείας, Θεῷ παρισταμένας, καὶ βοώσας ἀπαύστως·
Λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Σὺ τὸν Θεὸν ἠγάπησας, ἐκ ψυχῆς μέχρις αἵματος, πρὸς τὴν
ἁμαρτίαν, Ἀθλητὰ μακάριε, ἀντικαθιστάμενος, καὶ δυσμενεῖς τρεπόμενος, καὶ
νικητικοῖς, κεκοσμημένος στεφάνοις, προθύμως ἀνακράζεις· Ἱερεῖς εὐλογεῖτε, λαὸς
ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ὡς εὐπρεπὲς ἀνάθημα, διαυγὴς ὡς Ὑάκινθος, ὡς ὡραιοτάτη,
ἁλουργὶς ἐκόσμησας, ναὸν τὸν οὐράνιον, τὰ τῶν Ἁγίων Ἅγια, ταῖς μαρτυρικαῖς,
μαρμαρυγαῖς ὡραΐσας, ἀπαύστως ἀνακράζων· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε,
Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Λόγον Θεοῦ τὸν ἄναρχον ὑπὲρ λόγον γεγέννηκας, ἐπὶ λογικῆς
εὐεργεσίᾳ φύσεως, δι' οὗ ἐλυτρώθημεν, φθοροποιοῦ νεκρώσεως, καὶ ζωοποιόν,
ὑπεδεξάμεθα Πνεῦμα· διὸ σε Θεοτόκον, ἀληθῶς καὶ κυρίως, δοξάζομεν Παρθένε, εἰς
πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
Ἑπταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς
θεοσεβέσιν ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών,
τῷ Δημιουργῷ καὶ Λυτρωτῇ ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς
ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'
Σὲ τὴν ἀπειρόγαμον Θεοῦ Μητέρα
Ἵλεων ἀπέργασαι, ταῖς σαῖς πρεσβείαις τὸν Δεσπότην, πᾶσι
τοῖς πιστῶς ὑμνοῦσί σου, τὴν ἀνίκητον ἄθλησιν, δι' ἧς τῶν εἰδώλων τὴν ἀπάτην
κατήργησας, τὸν δὲ λόγον, τῆς ἀληθείας διετράνωσας.
Θέαμα τερπνότατον, ταῖς τῶν Ἀγγέλων στρατηγίαις,
οὐρανοβαφὴς Ὑάκινθε, κεχρωσμένος ἐν αἵματι, τῆς ὑπὲρ Χριστοῦ ὁμολογίας καὶ
πίστεως, καὶ στεφάνῳ μαρτυρικῷ κατακοσμούμενος.
Ὅλος ἐχρημάτισας, Θεοῦ πανίερον δοχεῖον· σῶμα γὰρ καὶ
ψυχὴν ἡγίασεν, ἡ ἀνένδοτος ἔνστασις, πρὸς τυραννικὴν παραφοράν, καὶ παράνοιαν
γενομένη· διὸ σε πάντες μακαρίζομεν.
Θεοτοκίον
Νέκρωσόν μου, Δέσποινα, τὴν ἔτι ζῶσαν ἁμαρτίαν ζώωσον
ψυχῆς τὴν νέκρωσιν, ἐνεργείᾳ τῆς ὄντως, ζωῆς, τῆς γεγεννημένης ἐκ γαστρός σου,
δι' ἄφατον εὐσπλαγχνίαν, τοῖς εὐσεβῶς σε μεγαλύνουσιν.
Ὁ Εἱρμὸς
Σὲ τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα καὶ Παρθένον, σὲ τὴν ὑπὲρ
νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν τῶν ἀχράντων Δυνάμεων,
ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν.
Καὶ ἡ λοιπὴ Ἀκολουθία, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου