Δευτέρα 19 Μαΐου 2014

ΜΗΝΑΙΟ ΣΕΠ. (30)



ΣΕΠΤΕΜΒΡΙΟΥ
ΤΗ Λ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου τῆς μεγάλης Ἀρμενίας.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
 Ες τό, Κύριε κέκραξα, στμεν Στίχους ς’ κα ψάλλομεν Στιχηρ Προσόμοια.
χος πλ. β’
λην ποθέμενοι.
Μαρτύρων ἐν αἵματι, τὴν ἱερὰν διπλοΐδα, φοινίξας εἰσέδραμες, εἰς Ἁγίων Ἅγια, ἀξιάγαστε, ἔνθα φῶς ἄρρητον, ἔνθα θεία δόξα, ὅπου ἦχος ἐορτάζοντος, ἐν ᾧ τῶν πόνων σου, Μάρτυς ἀποδέχῃ τὰ ἔπαθλα, καὶ στέφος τὸ ἀμάραντον, καὶ τὴν αἰωνίζουσαν εὔκλειαν, καὶ τοῦ Παραδείσου, τὴν οἴκησιν Γρηγόριε σοφέ, ἐν παρρησίᾳ δεόμενος, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Βασάνων οὐκ ἔσεισε, σοῦ τὴν ψυχὴν τρικυμία, οὐ κάθειρξις χρόνιος, ἐν ζοφώδει λάκκῳ σε κατακρύπτουσα, Ἀθλητὰ ἔνδοξε, ἀλλ' ὡς φῶς ἤστραψας, τοῖς ἐν σκότει κινδυνεύουσι, τῆς ματαιότητος, οὓς υἱοὺς ἡμέρας ἀνέδειξας, λουτροῦ διὰ Βαπτίσματος, καὶ ἀναγεννήσεως κρείττονος, καὶ σωτηριώδους, καὶ θείας ἀληθῶς διαγωγῆς, ὡς ἱεράρχης θεόληπτος, πάνσοφε Γρηγόριε.
Νυμφίον ἀθάνατον, σὲ τὸν ἁπάντων Δεσπότην, Ῥιψιμία στέργουσα, τὴν δορὰν ἀφήρηται, τὴν τοῦ σώματος, τῶν παθῶν πρότερον, τὸν ζοφώδη σάκκον, ἐγκρατείᾳ διαρρήξασα· μεθ' ἧς ἠγώνισται, καὶ Γαϊανὴ ἡ ἀοίδιμος, παρθένων ἐπιφέρουσα, ὅμιλον στερρῶς ἐναθλήσαντα, καὶ καταβαλόντα, τῆς Εὕας τὸν ἀρχαῖον πτερνιστήν, ἃς ἐπαξίως γεραίροντες, σὲ Χριστὲ δοξάζομεν.
Δόξα... χος πλ. β’
Σεργίου.
Τὶς ἐπαξίως τῶν ἀρετῶν σου διηγήσεται τὰ τρόπαια; ποῖον στόμα τοῦ μαρτυρίου τὴν καρτερίαν ἀποφθέγξεται; ἐν ἀμφοτέροις γὰρ ἠρίστευσας Γρηγόριε, Ἀλλὰ μὴ παύσῃ δυσωπῶν, εὐαρεστήσας Χριστῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν, ὡς ἔχων Ἱερομάρτυς παρρησίαν πολλήν.
Κα νν... Θεοτοκίον.
Τριήμερος νέστης Χριστὲ.
Τὴν πᾶσάν μου ἐλπίδα εἰς σὲ, Παρθένε ἀνατίθημι, μὴ παρίδῃς, ἀλλὰ σπεῦσον ἀγαθή, ῥυσθῆναί με ἐν τάχει, παθῶν τῶν ἐνοχλούντων, καὶ καθ' ἑκάστην πολεμούντων με.
Σταυροθεοτοκίον.
ἥλιος ἐσκότισεν, Υἱέ μου προσηλούμενον, φωτοδότα, καθορῶν σε καὶ ἡ γῆ, τῷ φόβῳ ἐκλονεῖτο, λαὸς δὲ Ἰουδαίων, οὐδόλως ᾤκτειρε παμφίλτατε.
Ες τν Στίχον, Στιχηρ τς κτωήχου.
Δόξα... χος πλ. Β’
Εἰς τὸν ἄδυτον γνόφον τοῦ ἀφράστου φωτός, εἰσδύσας νοητῶς ὁ Μάρτυς καὶ Ποιμήν, ἐμυήθη τὰ ἀπόρρητα τῶν μυστηρίων Θεοῦ, ὡς Μάρτυς μὲν φωτιζόμενος, ὡς ποιμὴν δὲ μυσταγωγούμενος· διὸ διπλοῦς καὶ τοὺς στεφάνους, ἐκ τῆς ἄνω δόξης ἀνεδήσατο, πρεσβεύων πάντοτε Χριστῷ ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κα νν... Θεοτοκίον.
χος πλ. β’
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρὲσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Σταυροθεοτοκίον.
Τριήμερος νέστης Χριστὲ.
Παρίστατο τῷ ξύλῳ ποτέ, καιρῷ τῷ τῆς σταυρώσεως, ἡ Παρθένος,
σὺν παρθένῳ Μαθητῇ, καὶ κλαίουσα ἐβόα· Οἴμοι! πῶς πάσχεις πάντων, Χριστὲ ὑπάρχων ἡ ἀπάθεια!
πολυτίκιον.  χος δ’
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες Θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Κυπριανέ, πρὲσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τάς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
συνήθης Στιχολογία, ο Κανόνες τς κτωήχου κα το γίου, ο κροστιχίς.
Τὸν γρήγορον μέλπω σε, Μάρτυς, ποιμένα. Ὁ Ἰωσήφ.
δ α’  χος δ’
Τριστάτας κραταιος.
Τριάδι τῇ σεπτῇ παρεστὼς στεφηφόρος, ὡς γρήγορος ποιμήν, ὡς Μάρτυς ἱερός, ἱεραῖς σου δεήσεσι, κοίμισον τὰ τῶν παθῶν μου, ἀχλυώδη ἰνδάλματα, εὐφημοῦντος σε, Μάκαρ Γρηγόριε.
ἄδυτος λαμπτήρ, Ἱεράρχης ὁ μέγας, ὁ πολύαθλος ποιμήν, ἀγώνων ἡ τριβή, Ἀρμενίας τὸ καύχημα, σήμερον πρὸς εὐωχίαν, τοὺς πιστοὺς συνεκάλεσε, συνελθόντες αὐτὸν μακαρίσωμεν.
Ναμάτων ζωηρῶν, τῶν τοῦ Πνεύματος Μάκαρ, ἐμπλησθεὶς ὡς ποταμός, Ἐδὲμ τῆς νοητῆς, ἐκπεπόρευσαι πρόσωπον, ἄρδων τὸ τῆς Ἐκκλησίας, καὶ ξηραίνων τὸ πέλαγος, τῆς εἰδωλομανίας Γρηγόριε.
Θεοτοκίον.
Γυναῖκες τῷ Σταυρῷ, τοῦ ἐκ σοῦ σαρκωθέντος, κραταιούμεναι Ἁγνή, ἐνήθλησαν στερρῶς, καὶ αὐτῷ προσηνέχθησαν, ὄπισθέν σου τῆς Παρθένου, παρθενίας λαμπρότησι, καὶ Μαρτύρων ἐν αἵματι λάμπουσαι.
δ γ’
τι στερα τεκεν.
απισμοῖς σιαγόνων σου, μύλας συντρίβεις λεόντων, καὶ ὀχετοῖς αἱμάτων, δαιμόνων λύθρον ἐκμειοῖς, εἰδωλικὰς προρρίζους τε, καταστρέφεις στήλας, Ἀξιάγαστε.
Οὐ δεινῶν ἐπίτασις, οὐ χαλεπαὶ τιμωρίαι, οὐ ζοφωτάτη λάκκου, κάθειρξις χρόνιος τὴν σήν, ἀδαμαντίνην ἔτρεψε διάνοιαν Μάρτυς Ἀξιάγαστε.
Νυσταγμὸν σοῖς ὄμμασι, Μάρτυς οὐκ ἔδωκας ἕως, τοὺς νυσταγμῷ κακίας, κεκρατημένους δυσσεβῶς, υἱοὺς ἡμέρας ἔδειξας κραυγάζοντας, Ἅγιος εἶ Κύριε.
Θεοτοκίον.
Μητροπάρθενον Κόρην, σὲ Ῥιψιμία ἡ Μάρτυς, ἐπισταμένη μόνην, ἐθέλχθη σοῦ ταῖς καλλοναῖς, καὶ τῷ Χριστῷ ὀπίσω σου προσήνεκται, ἄθλοις διαλάμπουσα.
Ερμς.
τι στεῖρα ἔτεκεν, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, καὶ ἡ πολλὴ ἐν τέκνοις ἠσθένησε συναγωγή· τῷ θαυμαστῷ Θεῷ ἡμῶν βοήσωμεν· Ἅγιος εἶ Κύριε.
Κάθισμα.  χος γ’
Θείας πίστεως.
Βλέμμα γρήγορον τῆς διανοίας, Μάρτυς ἔνδοξε προκεκτημένος, ὁμωνύμως καὶ καταλλήλως διέπρεψας, ὑπὲρ Χριστοῦ τῇ ἀθλήσει στρεβλούμενος, ἐν προσευχαῖς ἀνενδότως ἠγρύπνησες ὅθεν εἴληφας, ἱεραρχικῶς δι' αἵματος, βραβεῖον κατ' ἄμφω παμμάκαρ Γρηγόριε.
Δόξα... Κα νν... Θεοτοκίον.
Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε Παρθενομῆτορ, τῇ καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ γοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβειῶν σου ἐνθέοις νάμασι, παρέχουσα σεμνὴ τὸ μέγα ἔλεος.
Σταυροθεοτοκίον.
ἀμίαντος ἀμνὰς τοῦ Λόγου, ἡ ἀκήρατος Παρθενομήτωρ, ἐν τῷ Σταυρῷ θεασαμένη κρεμάμενον, τὸν ἐξ αὐτῆς ἀνωδίνως βλαστήσαντα, μητροπρεπῶς θρηνῳδοῦσα ἐκραύγαζεν, Οἴμοι τέκνον μου! πῶς πάσχεις; θέλων ῥύσασθαι, παθῶν τῆς ἀτιμίας τὸν ἄνθρωπον.
δ δ’
καθήμενος ν δόξῃ.
Εἰς περίβλεπτον σε ὕψος, μαρτυρίου ἀνήνεγκεν, ὑψηλὸς ἐν δόξῃ, Κύριος Ὕψιστος ἔνδοξε, οὗ τὰ παθήματα χαίρων ἐξεικόνισας, Ἱερομάρτυς, δόξα βοῶν τῇ δυνάμει σου.
Λυμαινόμενον ἀθέως, τὸν ἐχθρὸν χώραν ἅπασαν, τὴν τῶν Ἀρμενίων, θείᾳ δυναστείᾳ κατέβαλες, καὶ ὡς πυρσὸς ἀναλάμψας κατεφώτισας, τοὺς ἐν σκότει, κειμένους σοφὲ ματαιότητος.
Πολυπλάσιον τῷ Κτίστῃ, σοῦ τὸ τάλαντον ἤνεγκας, τῶν ἀνασωθέντων, θείαις διδαχαῖς σου Γρηγόριε, καὶ πρὸς αὐτοῦ τὸν ἀγήρω κλῆρον εἴληφας, βασιλείαν, τὴν τῶν οὐρανῶν καὶ λαμπρότητα.
Θεοτοκίον.
ς καλὴν ὡς ἐκλεκτὴν σε, ὡς ὡραίαν ἠγάπησαν, νεάνιδες κόραι, μετὰ Ῥιψιμίας ἀθλήσασαι, παρθενομῆτορ Μαρία, καὶ ὀπίσω σου, προσηνέχθησαν, τῷ σῷ Υἱῷ εὐφραινόμεναι.
δή ε’
Τν φωτισμόν σου Κύριε.
Σταυροφανὲς ἑώρακας, σημεῖον ἐμφανῶς, φωτὶ ἐκλάμπον, καὶ λῦον τὴν νύκτα τὴν εἰδωλικήν, φωτός τε τέκνα, τοὺς πιστοὺς ἐργαζόμενον.
ν κατωτάτῳ λάκκῳ σε, διέσωσε Θεός, θηρσὶ συνόντα ἐτῶν περιόδους, μέλλοντα φωτὶ τοῦ θείου Λόγου, καταυγάζειν τοὺς ἄφρονας.
Μαρτυρικῶς ἠγώνισαι, καὶ στεφθεὶς ὡς νικητής· χρισθεὶς δὲ μύρῳ ἱερωσύνης, ἔχρισας λαούς, δυσώδους πλάνης, ἀπαλλάξας Γρηγόριε.
Θεοτοκίον.
Οἱ τῆς ὀσμῆς αἰσθόμεναι, τοῦ μύρου τοῦ ἐκ σοῦ ἁγνή, Παρθένε ἐκλάμψαντος Λόγου, δι' ἀθλητικῶν, αὐτῷ ἀγώνων, εὐηρέστησαν χαίρουσαι.
δ ς’
βόησε, προτυπν.
ημάτων σου, δυναστείᾳ ναοὶ κατερράγησαν, καὶ δαιμόνων κατεβλήθη, ἀνίδρυτα ξόανα, καὶ πιστῶν καρδίαι, θεϊκῷ ἐνιδρύθησαν ἔρωτι.
Τηριδάτην, ὥσπερ συνδεδεμένον προσήγαγες, τῷ Κυρίῳ, ὥσπερ ἄρνα τὸν πρὶν λύκον ἄγριον, διὰ μέγαν πλοῦτον, εὐσπλαγχνίας Θεοῦ νῦν σῳζόμενον.
πέδειξας, πλανηθεῖσι τὴν τρίβον τὴν ἔνθεον, ἀπλανέσι διδαχαῖς, Ἱεράρχα χρησάμενος, ὡς ποιμὴν Ποιμένος, ἀληθοῦς μιμητὴς ὦ Γρηγόριε.
Θεοτοκίον.
Σταυρωθέντα, τὸν ἐκ σοῦ ὡς ἐπέγνω σαρκούμενον, Θεοτόκε, Ῥιψιμία αὐτῷ συνεσταύρωται, ὡς ἀμνὰς ποιμένι, ἱερεῖον Θεοῦ ὡς ἀμώμητον.
Ερμς.
βόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ Προφήτης Ἰωνᾶς, ἐν τῷ κήτει δεόμενος· Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν δυνάμεων.
Κοντάκιον.  χος β’
Τος σφαλες.
Τὸν εὐκλεῆ καὶ Ἱεράρχην ἅπαντες, ὡς ἀθλητὴν τῆς ἀληθείας σήμερον, οἱ πιστοὶ θείοις ἐν ᾄσμασι, καὶ ὑμνῳδίαις εὐφημήσωμεν, τὸν γρήγορον ποιμένα καὶ διδάσκαλον, Γρηγόριον, φωστῆρα τὸν παγκόσμιον· Χριστῷ γὰρ πρεσβεύει τοῦ σωθῆναι ἡμάς.
Οκος.
Τοῦτον τὸν μέγαν ἐν ἀθλοφόροις, τὸν φωστῆρα τὸν θεῖον, Ἀρμενίας πιστοὶ ποιμένα τε καὶ πρόμαχον, ἐν ὑμνῳδίαις εὐφημοῦμεν, καὶ ᾄσμασιν ἐνθέοις αὐτοῦ τὴν μνήμην· τὴν γὰρ ἀχλὺν τῶν ματαίων εἰδώλων ἠφάνισε, σὺν αὐτοῖς καὶ τῶν δαιμόνων τὴν ἐνέργειαν ἐνέκρωσε· διὸ τοὺς πόνους ὑπήνεγκε, σταθερᾷ διανοίᾳ καὶ χάριτι, καὶ πρεσβεύει Χριστῷ τοῦ σωθῆναι ἡμάς.
Συναξριον.
Τῇ Λ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Γρηγορίου τῆς μεγάλης Ἀρμενίας.
Στίχοι
Εἰδὼς τό, Γρηγορεῖτε, τοῦ Θεοῦ Λόγου,
Θεοῦ καλοῦντος, γρηγορῶν ὤφθης Πάτερ,
ρμενίης μεγάλης θάνε Γρηγόριος τριακοστή.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων Μαρτύρων γυναικῶν Ῥιψιμίας, Γαϊανῆς, καὶ ἑτέρων λβ' Ὀσιομαρτύρων γυναικῶν καὶ παρθένων.
Στίχοι
λγει σπαθισμοῖς οὐδαμῶς Ῥιψιμία,
πειρα τούτοις ἀνταριθμοῦσα στέφη.
Γαϊανὴν ἔστεψεν ἄσκησις πάλαι.
Καὶ νῦν ἄθλησις ἡ διὰ ξίφους στέφει.
Τιμᾷ Τριάς, δεκὰς σε τριπλῆ Μαρτύρων,
Σὺν ταῖς δυσὶ θνῄσκουσα σοῦ χάριν ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν ἁγίων ἑβδομήκοντα Μαρτύρων, τῶν συναναιρεθέντων τῇ ἁγίᾳ Ῥιψιμίᾳ, καὶ μνήμη τῶν Ὁσίων δύο γυναικῶν.
Στίχοι
Τέθνηκεν, ἀνδρῶν ἑβδομηκοντὰς ξίφει,
Θνῄσκειν ἑτοίμων, εἰ δέοι, καὶ πολλάκις.
Δυὰς γυναικῶν, ἀρεταῖς τεθραμμένων,
θλητικῷ τμηθεῖσα κοσμεῖται ξίφει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Μάρτυρος Στρατονίκου.
Στίχοι
Στρατόνικος τῷ διὰ ξίφους τέλει,
παν στράτευμα δαιμόνων νικᾷ μόνος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάρτυς Μαρδόνιος, ἄνθρακας ἐπὶ τοῦ ὀμφαλοῦ δεξάμενος τελειοῦται.
Στίχοι
Γνώρισμα Μαρδόνιε τοῦ πάθους φέρεις,
π' ὀμφαλοῦ σφράγισμα καύσεως φέρων.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι χίλιοι Μάρτυρες, ξίφει τελειοῦνται.
Στίχοι
Χιλιάριθμος αὐχενοτμήτων φάλαγξ,
παθλον εὗρεν οὐκ ἀριθμητὰ στέφη.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
δ ζ’
βραμιαοι ποτὲ.
Πολυειδεῖς βασάνους, καθυπομείνας Μάρτυς, πολλοὺς βασάνων ἠλευθέρωσας, μελλούσης ἐτάσεως, ὁ τῶν Πατέρων βοῶν, Θεὸς εὐλογητὸς εἶ.
Οἶκον Τριάδος σαυτόν, ἀποτελέσας Μάρτυς, ναοὺς εἰδώλων κατηδάφισας, ναοὺς δὲ ἀνήγειρας, τῷ παντεπόπτῃ Λόγῳ, λαοῦ εἰς σωτηρίαν.
ερουργὸς ἐδείχθης, σαυτὸν θυσίαν πρώην, θερμῶς προσάγων τῷ Δεσπότῃ σου· ὃν θύων μετέπειτα, τοῖς εὐσεβέσι νέμεις, ψυχῶν εἰς σωτηρίαν.
Θεοτοκίον.
Μαρτυρικοῖς στεφάνοις, κεκοσμημέναι Κόραι, τῷ ἐκ Παρθένου ἀνατείλαντι, Θεῷ προσηνέχθησαν, μελῳδικῶς βοῶσαι· Χριστέ, εὐλογητὸς εἶ.
δ η’
Λυτρωτ το παντς.
ναθλήσας νομίμως κατῄσχυνας, τοὺς ἀνόμους ἐχθροὺς κραταιότατα, ἱερουργὲ Γρηγόριε, καὶ Θεῷ προσηγάγω μέλποντα δῆμον· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Νεουργήσας τὴν ἄκαρπον ἄρουραν, κατεβάλου τοῦ λόγου τὰ σπέρματα, εἰς ἑκατὸν δρεψάμενος, λογικῶν ἀσταχύων τὴν εὐκαρπίαν, γεωργῷ τῶν ψυχῶν εὐφορήσασαν.
στραπαῖς σου τῶν λόγων ἐφώτισας, καὶ πολλὰς μυριάδας προσήγαγες, τῷ δι' ἡμᾶς ἑκούσια, ὑπομείναντι πάθη, ᾧ  μελωδοῦμεν· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον.
Οὐ βασάνων πληθὺν δειλιάσασα, οὐ σαρκὸς ἡδοναῖς ὑποκύψασα, τὸν ἐκ Παρθένου Κύριον, ὡμολόγει βοῶσα ἡ Ῥιψιμία· Εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Ερμς.
Λυτρωτὰ τοῦ παντὸς παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα, εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
δ θ’
Εα μν τ τς παρακος.
σχύϊ νευρούμενος Χριστοῦ ὑπήνεγκας, τῶν βασάνων τὸ ἐπίπονον, στήλας κατέαξας δαιμόνων, ναοὺς εἰδωλικοὺς κατηδάφισας, λαούς τε τοὺς ἐν ἀγνοίᾳ ἐφώτισας, Ἱερομάρτυς πανσεβάσμιε.
ς ὄρθρος ἀνέτειλεν ἡμῖν ἡ μνήμη σου, χαρισμάτων αἴγλην φέρουσα· σὺ γὰρ φωτὸς ὤφθης δοχεῖον, τοῦ θείου καὶ πρὸς φῶς ἐξεδήμησας, ἀνέσπερον πλουσίως λαμπόμενος, φωτοχυσίαις θείαις Ὅσιε.
Συνόμιλος ὤφθης Προφητῶν, Μαρτύρων τε, Ἀποστόλων ὁμοδίαιτος, Ἀρχιερέων καὶ Ὁσιῶν, Ἀγγέλων Ἀρχαγγέλων ἰσόρροπος· μεθ' ὧν ὑπὲρ ἡμῶν τῶν ὑμνούντων σε, Πάτερ δυσώπει τὸν φιλάνθρωπον.
ρίστευσαν γύναια σεμνὰ τὴν ἔκπτωσιν, τὴν τῆς Εὕας ἀνορθούμενα, ἤνεγκαν πόνων τρικυμίαν, μεγάλα τὸν εἰς ὕψος καυχώμενον, ποσὶν ὡραιοτάτοις συνέτριψαν· ἃς ἐπαξίως μακαρίζομεν.
Θεοτοκίον.
Φωτὶ τοῦ προσώπου τοῦ ἐκ σοῦ ἐκλάμψαντος, ἐλλαμφθεῖσα Ἀειπάρθενε, πόθῳ ἀσχέτῳ Ῥιψιμία, παθήματα αὐτοῦ καὶ τὸν θάνατον, οἰκείᾳ τῇ σαρκὶ ἐξεικόνισεν· ὅθεν σὺν σοὶ νῦν ἐπαγάλλεται.
Ερμς.
Εὔα μεν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο· σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.
ξαποστειλριον.
Γυνακες κουτίσθητε.
Φρικτὸν ἰδόντες θέαμα, ἐξέστησαν οἱ ἄπιστοι· ὃν γὰρ ἐνόμιζον εἶναι, νεκρὸν ἐν λάκκῳ θηρίων, ζῶντα ἀναβιβάσαντες, προσπίπτουσι κραυγάζοντες· Μέγας Θεὸς Γρηγορίου, ὁ τοῦτον δείξας φωστῆρα.
Θεοτοκίον.
νώτοις ἐποχούμενος, χερουβικοῖς Πανάχραντε, ἐν ταῖς ἀγκάλαις σου θέλων, σάρκα λαβὼν ἀνεκλήθη, ὅπως ἡμᾶς ἐργάσηται, υἱοὺς Θεοῦ τῇ χάριτι, τοὺς εἰς αὐτὸν πιστεύοντας, καὶ σε ἀεὶ εὐφημοῦντας, τὴν πρόξενον σωτηρίας.

                                          Κα λοιπ κολουθία το ρθρου, κα πόλυσις.

ΜΗΝΑΙΟ ΣΕΠ. (29)



ΣΕΠΤΕΜΒΡΙΟΥ
ΤΗ ΚΘ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυριακοῦ τοῦ Ἀναχωρητοῦ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ες τό, Κύριε, κέκραξα, στμεν Στίχους ς’ κα ψάλλομεν Στιχηρ Προσόμοια.
χος πλ. δ’
Τ μς καλέσωμεν.
Παθῶν κυριεύσας τοῦ σώματος, ἐγκρατείας χαλινῷ, θαυματουργὲ Κυριακέ, ἀπαθείας τὴν λαμπράν, Πάτερ ἐνδέδυσαι στολήν, καὶ πᾶσαν, τὴν κακίαν ἀπεγύμνωσας, τοῦ πάλαι, τοὺς Προπάτορας γυμνώσαντος, καὶ νῦν οἰκεῖς τὸν Παράδεισον, διὰ παντὸς εὐφραινόμενος, ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Φέρων τὸν σταυρὸν ἐπὶ ὤμων σου, ἠκολούθησας Χριστῷ, ἀνεπιστρόφῳ λογισμῷ, τῶν ἐν βίῳ ἡδονῶν, καταφρονῶν Κυριακέ, καὶ πάθη, θανατώσας τὰ τοῦ σώματος, συντόνοις, ἀγρυπνίαις καὶ δεήσεσι, χάριν ἀπείληφας Ὅσιε, τοῦ θεραπεύειν νοσήματα, ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
ρημον κατῴκησας ὅσιε, ἐδωδὴν Κυριακέ, σκίλλαν ποιούμενος πικράν· καὶ τὴν αἴσθησιν πικραίνων, τῆς ψυχῆς τάς ἡδονάς, προρρίζους, ἐναπέτεμες μακάριε· διὸ σε ἡ οὐράνιος ἀπόλαυσις, μετὰ τὸ τέλος ἐδέξατο, ἀγγελικῶς βιοτεύσαντα, ἱκέτευε, τοῦ σωθῆναι τάς ψυχὰς ἡμῶν.
Δόξα... χος πλ. δ’
Τῶν Μοναστῶν τὰ πλήθη, τὸν καθηγητὴν σε τιμῶμεν Κυριακὲ Πατὴρ ἡμῶν· διὰ σου γὰρ τὴν τρίβον, τὴν ὄντως εὐθεῖαν, πορεύεσθαι ἔγνωμεν. Μακάριος εἶ τῷ Χριστῷ δουλεύσας, καὶ ἐχθροῦ θριαμβεύσας τὴν δύναμιν, Ἀγγέλων συμμέτοχε, Ὁσίων ὁμόσκηνε καὶ Δικαίων· μεθ' ὧν πρὲσβευε τῷ Κυρίῳ, ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Κα νν... Θεοτοκίον.
Τ μς καλέσωμεν.
Τὶς ὁ προσφυγὼν ἐν τῇ σκέπῃ σου, Θεοτόκε ἀειπάρθενε, ἀνύμφευτε Ἁγνή, οὐ λαμβάνει τὴν ταχεῖαν, τῶν δεινῶν ἀπαλλαγήν, εὑρίσκει, βοηθὸν σε ἀκαταίσχυντον, προστάτιν τε, καὶ πύργον ἀρραγέστατον, Θεογεννῆτορ πανάμωμε, Χριστιανῶν ἡ ἀντίληψις, μεσίτευσον, τοῦ σωθῆναι τοὺς τιμῶντας σε.
Σταυροθεοτοκίον.
ρνα ἡ ἀμνὰς ὡς ἑώρακε, τὸν Υἱὸν τὸν ἑαυτῆς, καθηλωμένον ἐν Σταυρῷ, ἐτιτρώσκετο τῆς λύπης, τῇ ῥομφαίᾳ τὴν ψυχήν· τὰ σπλάγχνα, ἐδονεῖτο γόους πλέκουσα, καὶ λύπης, τὴν καρδίαν ἐνεπίμπλατο· Οἴμοι Υἱέ μου! κραυγάζουσα, πῶς ταῦτα πάσχεις μακρόθυμε; Δοξάζω σου, τὸ πρὸς ἅπαντας μακρόθυμον.
Ες τν Στίχον, Στιχηρ τς κτωήχου.
Δόξα... χος πλ. β’
σιε Πάτερ, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος τῶν κατορθωμάτων σου· διὸ ἐν τοῖς οὐρανοῖς εὗρες μισθὸν τῶν καμάτων σου, τῶν δαιμόνων ὤλεσας τάς φάλαγγας, τῶν Ἀγγέλων ἔφθασας τὰ τάγματα, ὧν τὸν βίον ἀμέμπτως ἐζήλωσας. Παρρησίαν ἔχων πρὸς τὸν Κύριον, εἰρήνην αἴτησαι ταῖς ψυχαῖς ἡμῶν.
Κα νν... Θεοτοκίον.
Τριήμερος νέστης.
Μεγίστων δωρημάτων ἡμῖν, ὁ τόκος ὁ ἀλόχευτος, τῆς Παρθένου, πᾶσι γέγονε σαφῶς· Θεὸς γὰρ τὴν φθαρεῖσαν, καινίζει βροτῶν φύσιν, καὶ ἀναπλάττει τὸ ἀνθρώπινον.
Σταυροθεοτοκίον.
ρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα· Τὶ τὸ ξένον ὃ ὀρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος, ζωῆς χορηγέ.
Τροπάριον  χος α’
Τῆς ἐρήμου πολίτης, καὶ ἐν σώματι Ἄγγελος, καὶ θαυματουργὸς ἀνεδείχθης, θεοφόρε Πατὴρ ἡμῶν Κυριακέ· νηστείᾳ, ἀγρυπνίᾳ, προσευχῇ, οὐράνια χαρίσματα λαβών, θεραπεύεις τοὺς νοσοῦντας, καὶ τάς ψυχὰς τῶν πίστει προστρεχόντων σοι. Δόξα τῷ δεδωκότι σοι ἰσχύν· δόξα τῷ σὲ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι διὰ σου πᾶσιν ἰάματα.
Δόξα... Κα νν... Θεοτοκίον.
Κα πόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
        συνήθης Στιχολογία, ο Κανόνες τς κτωήχου κα το γίου, ο κροστιχίς.
Κυριακὲ γένοιο πρὸς Θεόν μοι προστάτης.
νευ τν Θεοτοκίων.
Ποίημα Στεφάνου το Σαββαίτου.
δή α'  χος πλ. δ’
σμα ναπέμψωμεν.
Κλέος θείας γνώσεως Χριστέ, παράσχου μοι καὶ χάριτος, τὸν ὅσιον ἀξίως, Κυριακὸν ὑμνῆσαι, ταῖς τούτου ἐντεύξεσι· σὺ γὰρ τῶν ὑπὲρ λόγον, ὁ ταμίας σοφῶν διδαγμάτων.
μνον προσκομίζοντά σοι νῦν, Κυριακὲ μακάριε, εὐμενῶς δεδεγμένος, τῆς θείας μετασχεῖν με, Χριστὸν καθικέτευε, αἴγλης καὶ φωταυγίας, καὶ τῆς ὄντως τυχεῖν σωτηρίας.
ώμῃ τοῦ Δεσπότου κραταιᾷ, ῥωννύμενος τοὺς ἄρχοντας, Κυριακὲ παμμάκαρ, τοῦ σκότους ἐτροπώσω· τοῖς τούτου δὲ ἴχνεσι, Πάτερ ἀκολουθήσας, πρὸς τὴν ἄνω κατήντησας λῆξιν.
σην ἐδείξω ἐπὶ γῆς, πρὸς Ἀσωμάτους ἅμιλλαν, ὅλον καθυποτάξας, σαρκὸς τῷ ζωηφόρῳ, τὸ φρόνημα Πνεύματι· ὅθεν ἐν οὐρανοῖς νῦν, συγχορεύεις αὐτοῖς θεοφόρε.
Θεοτοκίον.
Κλῖμαξ ἀνεδείχθης νοητή, ἢν Ἰακὼβ τεθέαται, ὁ ἐκλεκτὸς τοῦ Θεοῦ, δι' ἧς ἀρρήτῳ λόγῳ, κατῆλθεν ὁ ἄσαρκος, σὰρξ ἀτρέπτως, γενέσθαι, ὑπὲρ λόγον ἐκ σοῦ Θεοτόκε.
δ γ’
Οκ στιν γιος.
όκνως διήνυσας, τὴν τρίβον τῆς ζωῆς· ἐκ γὰρ βρέφους ἐπόθησας, τὸν Κτίστην σου Ὅσιε, ὃν διψῶν ἐξεζήτεις, ἐλάφου μιμούμενος, τὸν δρόμον ἐφ' ὑδάτων πηγάς.
Καρδίας τοῖς πίναξιν, ἐγγραφείσας τῆς σῆς, δεδεγμένος Θεσπέσιε, δακτύλῳ τοῦ Πνεύματος, ὥσπερ ἔμψυχος βίβλος, ἐμπράκτως ἐτήρησας, Χριστοῦ τάς ζωτικὰς ἐντολάς.
κράτησας Ὅσιε, ἐν νηστείαις γαστρός, τῆς λιχνώδους ὀρέξεως, καὶ τὴν ὑπόγαστρον ἡδονὴν συννεκρώσας, ἁγνείᾳ συνέζησας, Πάτερ διὰ βίου παντός.
Γηθόμενος ἔμφρονα, τῇ Τριάδι ναόν, σαυτὸν κατεσκεύασας, τὸν νοῦν καθηράμενος, καὶ σῶμα καὶ Πνεῦμα, Τρισμάκαρ καὶ γέγονας, δοχεῖον τρισηλίου φωτός.
Θεοτοκίον.
Παρθένος ἔτεκες ἀπειρόγαμε, καὶ Παρθένος ἔμεινας Μήτηρ ἀνύμφευτε, Θεοτόκε Μαρία, Χριστὸν τὸν Θεὸν ἱκέτευε, σωθῆναι ἡμᾶς.
Ερμς.
Οὐκ ἔστιν ἅγιος ὡς ὁ Κύριος, καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις, οὐκ ἔστιν ἅγιος πλὴν σου Κύριε.
Κάθισμα  χος δ’
Ταχ προκατάλαβε.
Τῆς ἄνω ἐφιέμενος, ὑπερκοσμίου ζωῆς, τοῦ κόσμου τὴν τερπνότητα, ὡς διαπίπτουσαν, κατέλιπες Ὅσιε· ὅθεν ἐν ταῖς ἐρήμοις, καὶ σπηλαίοις οἰκήσας, πόλεως οὐρανίου, ἀνεδείχθης πολίτης, ἐν ᾗ τῶν ἐκτελούντων τὴν σήν, μνήμην μνημόνευε.
Δόξα... Κα νν... Θεοτοκίον.
καίνισας ἄχραντε, τῷ θείῳ τόκῳ σου, φθαρεῖσαν ἐν πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς προεφήτευσας.
Σταυροθεοτοκίον.
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθε σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου· ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.
δ δ’
Σ μου σχς Κύριε.
φριξέ σου ἥλιος, τὸ ἐγκρατὲς καὶ στερρόν, δι' ἐτῶν σε, πλείστων ὀργιζόμενον, μὴ δυνηθείς, ὅλως κατιδεῖν, μήτε ἐν ἡμέρᾳ, τροφῆς μετέχοντα Ὅσιε, εὐτόνως μελῳδοῦντα, ἀγρυπνίαις ἀπαύστοις· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
Νόμοις Καινῆς, καὶ Παλαιὰς Διαθήκης σοφέ, ἐν συνέσει, Μάκαρ τῶν Ἁγίων ἀνδρῶν, ἐμμελετῶν ἅπαν ἀρετῆς, εἶδος ἀπεμάξω, σοφῆς μελίσσης τὸν τρόπον ζηλῶν, καὶ σκεῦος χρηματίσας, ἐκλογῆς ἀνεβόας· Τῇ δυνάμει σου δόξα Φιλάνθρωπε.
λβος τρυφῆς, καύχημα καὶ ἀγαλλίαμα, τῶν Ὁσίων, πέφυκας Χριστὲ ὁ Θεός· ὅθεν ποθῶν, σὲ Κυριακός, πάντα τὰ ἐν κόσμῳ, τερπνὰ λελόγισται σκύβαλα· διὸ καὶ ἐν ἐρήμοις, ἐρωτικῶς ἀβάτοις, κατετρύφα τῆς σῆς ὡραιότητος.
σμεν ποτέ, Μερρᾶς γλυκάναντα νάματα, τὸν Προφήτην, σκίλλης δὲ πικρὰν ἐδωδήν, μεταβαλών, σὺ Κυριακέ, εἰς γλυκεῖαν γεῦσιν, τὴν παρρησίαν δεικνύεις σαφῶς, πρὸς Κύριον τὸν ὄντως, τοὺς αὐτοῦ ὑπηρέτας, θεϊκῇ δυναστείᾳ δοξάζοντα.
φοιτητής, καὶ μιμητὴς τοῦ Δεσπότου Χριστοῦ, τοῦ ἱκέτου σεληνιαζόμενον, σὺ τὸν υἱόν, διὰ προσευχῆς, οἴκτῳ θεραπεύεις, πρὸς τούτου χάριν δεξάμενος, τάς νόσους φυγαδευειν, καὶ δαιμόνων τὰ στίφη, ἀπελαύνειν τῷ τύπῳ τοῦ θείου Σταυροῦ.
Θεοτοκίον.
Σὺ τῶν πιστῶν, καύχημα πέλεις Ἀνύμφευτε, σὺ προστάτις, σὺ καὶ καταφύγιον, Χριστιανῶν, τεῖχος καὶ λιμήν· πρὸς γὰρ τὸν Υἱόν σου, ἐντεύξεις φέρεις Πανάμωμε, καὶ σῴζεις ἐκ κινδύνων, τοὺς ἐν πίστει καὶ πόθῳ, Θεοτόκον ἁγνὴν σε γινώσκοντας.
δή ε’
να τ με πώσω.
Πρὸς Χριστοῦ δεδεγμένος, τὴν ἀκαταμάχητον χάριν τοῦ Πνεύματος, καταβέβληκας μέν, κατὰ κράτος δεινοὺς κοσμοκράτορας, ψυχικῶν παθῶν δέ, Κυριακὲ ἐπικρατήσας, ἀπαθείας στεφάνῳ κατέστεψαι.
ωμαλέος ἐδείχθης, πόνοις τῆς ἀσκήσεως, ἐγκαρτερήσας στερρῶς, μέχρι γήρως μείνας, βαθυτάτου ἀνένδοτος Ὅσιε, ἐν ἐρήμοις ὥσπερ, βασιλικῶν αὐλῶν θαλάμοις, σὺν πολλῇ χαρμονῇ διαιτώμενος.
λονύκτους ἀνύων, Μάκαρ ἀγρυπνίας, πρὸς τὸν Θεὸν ἐκδημῶν, ἀμετεωρίστως, δι' εὐχῆς τῷ ἀΰλῳ ὡμίλεις Νοΐ, καὶ λαμπρὰς ἐδέχου, Κυριακὲ φωτὸς ἀκτῖνας, φεγγοβόλους τὸν νοῦν ἐλλαμπόμενος.
Σελασφόρου πλησθεῖσα, καὶ προφητικῆς ἀναρρήσεως Ὅσιε, ἡ σεπτή σου γλῶσσα, προηγόρευσε τῆς τυραννούσης ποτέ, Ὠριγένους λύμης, φρενοβλαβοῦς καὶ ψυχοφθόρου, παντελῆ καὶ τελείαν καθαίρεσιν.
Θεοτοκίον.
Νοερῶς ἐμυήθη, Προφητῶν ὁ σύλλογος τὰ σὰ μυστήρια· οὐρανοῦ γὰρ πύλην, ὁ Δεσπότης σε ἔδειξεν ἄχραντε, καὶ ἐκ σοῦ Παρθένε, σωματωθεὶς δικαιοσύνης, τοῖς ἐν σκότει ἀνέτειλεν ἥλιος.
δ ς’
λάσθητί μοι Σωτρ.
Θεὸς θετὸς γεγονώς, Χριστοῦ θεώσει τοῦ φύσει Θεοῦ, τῆς φύσεως ἀλγεινάς, πηρώσεις ἀνώρθωσας, νοσοῦντας ἰώμενος, δαιμονῶντας αὖθις, θεραπεύων θείᾳ χάριτι.
ξέφυγες τοῦ πρὸς σὲ, φοιτῶντος πλήθους τὴν ὄχλησιν, καὶ πάλιν τοὺς φοβερούς, χειμάρρους κατέλαβες, ἐκκλίνων, ἀοίδιμε, τῶν κενῶν ἐπαίνων, ἀνθρώπων τὸ δοξάριον.
νείρου δίκην φθαρτοῦ, τοῦ κόσμου πᾶσαν τὴν δόξαν ὁρῶν, τοῦ νόμου ζῶντος Θεοῦ, τῆς δόξης τῆς κρείττονος, ἐπόθησας μέτοχος, σοφὲ χρηματίσαι, ἧς ἐνδίκως κατηξίωσαι.
Θεοτοκίον.
ς ἔμψυχος κιβωτός, ἐδέξω Λόγον τὸν ἄναρχον, ὡς Ἅγιον Ἱερόν, τὸν Κτίστην ἐχώρησας, ὡς θρόνος πυρίμορφος, φέρεις τὸν Δεσπότην, Θεομῆτορ πάσης κτίσεως.
Ερμς.
λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Κοντάκιον.  χος πλ. δ’
Τ περμάχῳ.
ς ὑπερμάχῳ κραταιῷ καὶ ἀντιλήπτορι, ἡ σὲ τιμῶσα ἱερὰ Λαύρα ἑκάστοτε, ἑορτάζει τὰ μνημόσυνα ἐτησίως. Ἀλλ' ὡς ἔχων παρρησίαν πρὸς τὸν Κύριον, ἐξ ἐχθρῶν ἐπεμβαινόντων ἡμᾶς φρούρησον, ἵνα κράζωμεν· Χαίροις Πάτερ τρισόλβιε.
Συναξριον.
Τῇ ΚΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Κυριακοῦ τοῦ Ἀναχωρητοῦ.
Στίχοι
Σκίλλης ἀμύνῃ Κυριακὲ πικρίᾳ,
Γεῦσιν γλυκεῖαν, ᾗ θανεῖν κατεκρίθης.
Σκιλλοβόρος δ' ἐννάτῃ μύσεν εἰκάδι Κυριακός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑκατὸν πεντήκοντα Μαρτύρων τῶν ἐν Παλαιστίνῃ, καὶ τῶν Ἁγίων Μαρτύρων Τρύφωνος, Τροφίμου καὶ Δορυμέδοντος, καὶ τῆς Ἁγίας Μάρτυρος Πετρωνίας.
Στίχοι
Ξίφει κλίνασα τὴν κάραν, Πετρωνία,
Ψυχῆς ἐρείδεις ὄμμα τῇ θείᾳ πέτρᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γουδελίας.
Στίχοι
Σοὶ τὴν κεφαλὴν τῇ κεφαλῇ τῶν ὅλων,
Χριστέ, προσῆξεν ἐκ ξίφους Γουδελία.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κασδόου καὶ Κασδόας.
Στίχοι
θλοῦσιν ἄμφω Κασδόος καὶ Κασδόα,
μὲν σπαθισθείς, ἡ δὲ θλασθεῖσα ξύλῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Δάδα, Γοβδελαᾶ, υἱοῦ Σαβωρίου βασιλέως Περσῶν.
Στίχοι
Ξίφει μεληδὸν σῶμα πᾶν τετμημένος,
Τὸ πνεῦμα σῴζεις, Μάρτυς Ὑψίστου Δάδα.
Γοβδελαᾶς πείρεται τοῖς καλάμοις,
Τὸν καλάμῳ τυφθέντα Χριστόν μου σέβων.
ἁγία Μάρτυς Πετρωνία ξίφει τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
δ ζ’
Παδες βραίων.
Νόμων καὶ λόγων θεοπνεύστων, κατεγλύκανε τὸν λάρυγγα μελέτῃ, ὑπὲρ μέλι ὁ σός, πιστότατος θεράπων· Εὐλογητὸς εἶ Κύριε, μελῳδῶν εἰς τοὺς αἰῶνας.
Μάκαρ θεσπέσιε προσάγοις, τοὺς ὑμνοῦντάς σε Θεῷ κεκαθαρμένους, ἐξ ἰλύος παθῶν, πρεσβείαις σου βοῶντας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
λην τοῦ Πνεύματος τὴν χάριν, εἰσῳκίσατο Χριστέ· σοῦ ἐραστὴς γάρ, τοῦ ἀφράστου φωτός, ὁλόψυχος ὑπῆρχε, Κυριακὸς κραυγάζων σοι, ὁ Θεὸς εὐλογητὸς εἶ.
να λεόντων διαδράσῃ, τὴν ὠμότητα Δανιὴλ ἐδοξάσθη, ὑπουργοῖς δὲ αὐτοῖς, ἐκέχρηστο προστάσσων, Κυριακὸς κραυγάζων σοι, ὁ Θεὸς εὐλογητὸς εἶ.
Πράξει προσθεὶς τὴν θεωρίαν, Τρισυπόστατον ἐκήρυξας οὐσίαν, ἐν Πατρὶ καὶ Υἱῷ, καὶ Πνεύματι κραυγάζων, Κυριακὲ θεόληπτε, ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Σβέσον τὴν φλόγα τῶν παθῶν μου, καὶ κατεύνασον αἱρέσεων τὴν ζάλην, Θεομῆτορ· καὶ γάρ, σὲ ἔχομεν προστάτιν, Χριστιανοὶ καὶ πρόμαχον, καὶ σὲ πίστει ἀνυμνοῦμεν.
δ η’
Νικητα τυράννου.
οαῖς τῶν δακρύων, ἤρδευσας Μακάριε τὴν ἱερὰν σου, κατανύξει θείᾳ ψυχήν, καὶ πολύκαρπον ἔδειξας μέλπων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεσβίτης πάλαι, αὐχμῷ κατεξήρανεν ὄμβρων ψεκάδας· ὑετοῦ δὲ χύσιν, ἐν ἀκμῇ κατήγαγες θέρους σὺ Μάκαρ· Εὐλογεῖτε μέλπων τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.

Σὺ τῶν κακοδόξων, τὴν ἀπάτην ἤλεγξας τοῦ Ὠριγένους, γενναίοις ἀγῶσι, μαθητῶν τοῦ λήρου τε καὶ μυθολόγου· Εὐλογεῖτε μέλπων, εὐσεβῶς τὸν Κύριον πᾶσα ἡ κτίσις, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Τῆς Τριάδος λίαν, εὐσεβῶς ἐδίδαξας Πάτερ οὐσίαν, τρισὶν ἐν ἡλίοις, ὥσπερ μίαν αἴγλην τε καὶ λαμπηδόνα· Εὐλογεῖτε λέγων, εὐσεβῶς τὸν Κύριον πᾶσα ἡ κτίσις, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τοῦ Ἀδὰμ Παρθένε, τοῦ παραπεσόντος μεν ὤφθης θυγάτηρ, τοῦ Θεοῦ δὲ Μήτηρ, τοῦ ἀνακαινίσαντός μου τὴν οὐσίαν, ὃν ὑμνοῦμεν πάντα τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ερμς.
Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου σφόδρα ἀντεχόμενοι Παῖδες ἐβόων· εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
δ θ’
φριξε πσα κοὴ.
ντρον σε δέδεκται σοφέ, τὸν δεξάμενον πηγὴν τὴν θεόσδοτον, τερατουργήσαντος, τοῦ θείου πάλαι Πατρὸς Χαρίτωνος, μωσαϊκῶς Κυριακέ, καὶ τεῖχος ἀκράδαντον, τῇ ποίμνῃ γέγονας, τῇ ἐκείνου φρουρὸς ἀσφαλέστατος.
Τῆς ὄντως ἔρωτι ζωῆς, τὸν σταυρὸν ἐπὶ τῶν ὤμων ἀράμενος, τὸν βίον Κυριακέ, μελέτην ἔθου θανάτου· ὅθεν καὶ νῦν, πρὸς τὴν ἀγήρω μεταστάς, τρυφὴν τὴν ἀκήρατον, τοῖς οὐρανίοις χοροῖς, ἐν φωτὶ περὶ Θεὸν συγχορεύεις ἀεί.
στραψας αἴγλῃ πυρωθείς, τῇ τοῦ Πνεύματος καὶ ὤφθης ταῖς ὕπερθεν, χοροστασίαις φαιδρός, ἀλλ' αὔγασόν μου τὸν νοῦν Μακάριε, τῷ νοερῷ καὶ τριφεγγεῖ, φωτὶ τῆς Θεότητος, ταῖς ἱκεσίαις σου, καὶ παθῶν με καὶ πταισμάτων διάσωσον.
Στεφθέντες τῷ νικητικῷ, διαδήματι Χαρίτων θεσπέσιε, Κυριακέ τε μάκαρ, καὶ παρεστῶτες τῷ ἐν ὑψίστοις Θεῷ, ποίμνην ἰδίαν πατρικῶς, κινδύνων λυτρούμενοι, νῦν ἐποπτεύετε, ἐορτάζουσαν ὑμῶν τὰ μνημόσυνα.
Θεοτοκίον.
ντεινε καὶ κατευοδοῦ, καὶ βασίλευε Υἱὲ Θεομήτορος, Ἰσραηλίτην λαόν, καθυποτάττων τὸν πολεμοῦντα ἡμᾶς, τῷ φιλοχρίστῳ Βασιλεῖ, πρεσβείαις δεόμεθα, τῆς κυησάσης σε ἀπειράνδρως, ὡς Θεὸς καὶ φιλάνθρωπος.
Ερμς.
φριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητον Θεοῦ συγκατάβασιν, ὅπως ὁ Ὕψιστος, ἑκὼν κατῆλθε μέχρι καὶ σώματος, παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τὴν ἄχραντον, Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.
ξαποστειλριον.
Γυνακες κουτίσθητε.
ν δόξῃ παριστάμενος, Θεῶ τῷ Παντοκράτορι, Κυριακὲ σὺν τῷ θείῳ, Χαρίτωνι θεοκήρυξ, ἀδιαλείπτως μέμνησο, τῶν ἐκτελούντων Ἅγιε, τὴν φωτοφόρον μνήμην σου, καὶ σὲ Χριστοῦ ὑπηρέτην, τιμώντων Πάτερ ἐκ πόθου.
Θεοτοκίον.
Κυρίως Θεοτόκον σε, ὁμολογοῦμεν Δέσποινα, οἱ διὰ σου σεσῳσμένοι· καὶ γὰρ Θεὸν ἀπορρήτως ἐκύησας τὸν λύσαντα, διὰ Σταυροῦ τὸν θάνατον, πρὸς δ' ἑαυτὸν ἑλκύσαντα, Ὁσίων δήμους· μεθ' ὧν σε, ἀνευφημοῦμεν Παρθένε.
Κα λοιπ κολουθία, ς σύνηθες, κα πόλυσις.