Δευτέρα 19 Μαΐου 2014

ΜΗΝΑΙΟΝ ΣΕΠ. (17)



ΣΕΠΤΕΜΒΡΙΟΥ
ΤΗ ΙΖ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ

Μνήμη τῆς Ἁγίας μάρτυρος Σοφίας, καὶ τῶν τριῶν θυγατέρων αὐτῆς, Πίστεως, Ἀγάπης, καὶ Ἐλπίδος.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ες τ, Κριε κκραξα, στμεν Στχους ς’ κα ψλλομεν Στιχηρ τς ορτς Προσμοια.
χος δ’
δωκας σημεωσιν.
Σήμερον ἐξέλαμψε, φωτοειδὴς ὥσπερ ἥλιος, ὁ Σταυρός σου ὁ τίμιος, Χριστὲ στηριζόμενος, ἐν Κρανίου τόπῳ, τῷ δεδοξασμένῳ· καὶ ἀνυψούμενος Σωτήρ, ἐπὶ τὸ ὄρος σου τὸ πανάγιον, δηλοῖ ἐμφαντικώτατα, ὡς δι᾿ αὐτοῦ παντοδύναμε, τὴν ἡμῶν φύσιν ὕψωσας, οὐρανοῖς ὡς φιλάνθρωπος.
νήγγειλαν σήμερον, οἱ οὐρανοὶ ἀκατάληπτε, τοῖς ἀνθρώποις τὴν δόξαν σου· φαιδρῶς ἐξαστράψας γάρ, τοῦ Σταυροῦ ὁ τύπος, φέγγει ἀπροσίτῳ, τὴν μανιώδη καὶ σκληράν, τῶν θεοκτόνων γνώμην διήλεγξε· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Σταυρὸς ὁ πανάγιος, τὸ ἀκατάλυτον τρόπαιον, ἀπὸ γῆς φανερούμενον, σήμερον προέρχεται, ὥς περ κεκρυμμένος, θησαυρὸς πλουτίζων, τὴν οἰκουμένην ταῖς αὐγαῖς, τῆς παγκοσμίου αὐτοῦ χρηστότητος· διό σου τὴν φιλάνθρωπον, οἰκονομίαν δοξάζομεν, Ἰησοῦ παντοδύναμε, ὁ Σωτὴρ τῶν ψυχῶν ἡμῶν.
Κα τν γων. 
μοια.
Παρθένοι νεάνιδες, φύσεως νόμῳ συνδούμεναι, καὶ σαφῶς κρατυνόμεναι, ἀγάπῃ τοῦ κτίσαντος, τὸν δεσμὸν τῆς πλάνης, διέλυσαν πίστει, καὶ τὸν ἀνίσχυρον ἐχθρόν, ἀνδρειωθεῖσαι, ποσὶ συνέτριψαν, καὶ νίκης διαδήματι, φωτοειδῶς ἐκοσμήθησαν, καὶ νυμφῶνα κατῴκησαν, νοητὸν ἀγαλλόμεναι.
Πίστις ἡ πανεύφημος, καὶ ἡ Ἀγάπη ἡ ἔνδοξος, καὶ Ἐλπὶς ἡ θεόσοφος, ἀρετῶν ἐπώνυμοι, τῶν φαεινοτάτων, ἀναδεδειγμέναι, ἀθλητικῶς τὸν πονηρόν, καταβαλοῦσαι, τὸν τὴν Προμήτορα, δολίως ἀπατήσαντα, τοῦ Παραδείσου τὴν οἴκησιν, θεωθεῖσαι ἀπέλαβον, ὑπὲρ πάντων πρεσβεύουσαι.
Πυρὸς κατεφρόνησαν, καὶ πολυτρόπων κολάσεων, καὶ θανάτου αἱ πάνσεμνοι· νυμφίου τὸ κάλλος γάρ, τοῦ ὡραιοτάτου, πίστει ἐκζητοῦσαι, διὰ ποικίλων αἰκισμῶν, ὡραιωθεῖσαι, τούτῳ συνήφθησαν, Σοφίας τὰ βλαστήματα, Πίστις Ἐλπὶς καὶ Ἀγάπη τε, δι᾽ αὐτῶν ἡμᾶς Κύριε, τῶν δεινῶν ἐλευθέρωσον.
Δξα... Κα νν... χος πλ. β’
Τῶν Προφητῶν αἱ φωναί, τὸ Ξύλον τὸ ἅγιον προκατήγγειλαν, δι᾿ οὗ τῆς ἀρχαίας ἠλευθερώθη κατάρας, τῆς τοῦ θανάτου ὁ Ἀδάμ· ἡ δὲ κτίσις σήμερον, ὑψουμένου τούτου, συνυψοῖ τὴν φωνήν, τὸ ἐκ Θεοῦ αἰτουμένη πλούσιον ἔλεος. Ἀλλ᾿ ὁ μόνος ἐν ἐλέει ἀμέτρητος Δέσποτα, ἱλασμὸς γενοῦ ἡμῖν, καὶ σῶσον τὰς ψυχὰς ἡμῶν.
Ες τν Στχον, Στιχηρ Προσμοια.
χος β’
Οκος το φραθᾶ.
Ξύλον τὸ τοῦ Σταυροῦ, ὑψούμενον ὁρῶντες, μεγαλωσύνην δῶμεν, Θεῷ τῷ σταυρωθέντι, σαρκὶ δι᾿ ἀγαθότητα.
Στχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Λύσιν τῶν δυσχερῶν, καὶ κτῆσιν τῶν ἀρίστων, ὑψούμενος βραβεύει, τῷ γένει τῶν ἀνθρώπων, Σταυρὸς Χριστοῦ ὁ ἅγιος.
Στχ. δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
τε τὸν Ἀμαλήκ, Μωσῆς κατετροποῦτο, Χριστοῦ προγράφων πάθος, Σταυρὸν προδιετύπου, δαιμόνων ἀμυντήριον.
Δξα... Κα νν... μοιον.
Δεῦτε χαρμονικῶς, ἀσπασώμεθα πάντες, τὸ σωτήριον ξύλον, ἐν ᾧ ἐξετανύθη, Χριστὸς ἡ ἀπολύτρωσις.
πολυτκιον.  χος α’
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Κα πλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετ τν α’ Στιχολογαν
Κθισμα  χος δ’
Ταχ προκατλαβε.
ν σοὶ τρισμακάριστε, καὶ ζωοδότα Σταυρέ, λαοὶ εὐωχούμενοι, πανηγυρίζουσι νῦν, ἀΰλων σὺν τάγμασι· τάξεις Ἀρχιερέων, εὐσεβῶς ἀνυμνοῦσι· πλήθη τῶν Μοναζόντων, εὐλαβῶς προσκυνοῦσι· Χριστὸν δὲ τὸν σταυρωθέντα πάντες δοξάζομεν.
 Μετ τν β’ Στιχολογαν 
Κθισμα  χος δ’
πεφνης σμερον.
Σταυρός σου Κύριε, ὡς φῶς ἐκλάμπων, τὰς τοῦ σκότους φάλαγγας, ἀποδιώκει, καὶ πιστούς, καταφαιδρύνει τοὺς ψάλλοντας· Σταυρὸς ὑπάρχει τοῦ κόσμου τὸ καύχημα.
κανν τς ορτς, κα τν γων, ο κροστιχς.
Τῆς Σοφίης ἀρίδηλα καὶ ἀγλαὰ τέκνα λιγαίνω.
Θεοφνους. 
δ α’  χος α’
Σο τροπαιοχος.
Τῆς ὑπερκοσμίου σου Χριστέ, καὶ τῆς ἀφράστου σοφίας τὴν ἔλλαμψιν, δώρησαί μοι Δέσποτα, τὰς εὐπρεπεῖς καὶ εὐκλεεῖς σου Μάρτυρας, ὅπως ἀνυμνήσω, τὰ τῆς Σοφίας βλαστήματα.
προσηγορία σου σαφῶς, τῇ πολιτείᾳ θεόφρον κεκόσμηται· πᾶσαν διήνυσας, σοῦ τὴν ζωήν, τῷ τῆς σοφίας ἔρωτι, ἔνδοξε Σοφία, σοφίας λάμψασα χάρισι.
Σοῦ ὁ παμμακάριστος καρπός, τῆς ὑπερθέου σοφίας τρισσότητι, ἐγκαλλωπιζόμενος, ἀθλητικῶς ὑπὲρ ἐκείνης ἔλαμψε, πάνσοφε Σοφία, σοφίας θείας ἐπώνυμε.
Σῶμα καὶ ψυχὴν δι᾽ ἀρετῆς, ἐκκαθαρθεῖσαι παρθένοι νεάνιδες, τρεῖς σοι προσηνέχθησαν, μαρτυρικῶς τῷ νοητῷ νυμφίῳ, Χριστέ, Πίστις σὺν Ἐλπίδι, καὶ ἡ Ἀγάπη ἡ ἔνδοξος.
Θεοτοκον.
λην τὴν μορφήν μου προσλαβών, ὁ ἐν μορφῇ Θεοῦ πρὶν ἐννοούμενος, ὅλην ἀνεκαίνισεν, ἐν σῇ γαστρὶ θεοπρεπῶς σκηνώσας Ἁγνή· ὅθεν Θεοτόκον, πιστοὶ σε πάντες δοξάζομεν.
δ γ’
μνος εδς τς τν βροτν.
Φωνῆς σου ἀκούσασαι Χριστέ, καλοῦντος πρὸς ἀθάνατον, καὶ ἀπαθῆ ζωὴν ἠκολούθησαν, στεφανηφόροι παρθένοι Μάρτυρες, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀχράντου σου δόξης Φιλάνθρωπε.
σχὺν ἐδωρήσατο Χριστός, ἑστώσαις πρὸ τοῦ βήματος, μαρτυρικοῦ ὑμῖν ὡς ὑπέσχετο, καὶ θεοπνεύστου σοφίας ἔπλησε, καὶ λαμπρὰς ἀνέδειξε, νικηφόρους Μάρτυρας, παρθενίας λαμπούσας τῇ χάριτι.
μβλύνατε νῦν τὸν δυσμενῆ, Παρθένοι τὸν μεγάλαυχον καὶ τὴν αὐτοῦ ὀφρὺν κατεβάλετε, μεγαλοφρόνως ἀγωνισάμεναι, καὶ τὸν πρὶν καυχώμενον, ἐξαλείφειν θάλασσαν, ταῖς ῥοαῖς τῶν αἱμάτων ἐπνίξατε.
Σοφίας τῆς ἄνωθεν Χριστοῦ, πλουσίως ἐμφορούμεναι, τῆς ἐκλεκτῆς Σοφίας καὶ ἔμφρονος, αἱ θυγατέρες αἱ τρεῖς κατῄσχυναν, τυραννούντων φρύαγμα, καὶ μανίαν ἄσχετον, ῥητορεύουσαι θεῖα διδάγματα.
Θεοτοκον.
γίων τὸν Ἅγιον Χριστόν, ἁγίως ἀπεκύησας, ἁγιωσύνης ἅγιον σκήνωμα, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, ᾧ βοῶμεν, Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.
Ερμς.
μόνος εἰδὼς τῆς τῶν βροτῶν, οὐσίας τὴν ἀσθένειαν, καὶ συμπαθῶς αὐτὴν μορφωσάμενος, περίζωσόν με ἐξ ὕψους δύναμιν, τοῦ βοᾶν σοι· Ἅγιος, ὁ ναὸς ὁ ἔμψυχος, τῆς ἀφράστου σου δόξης Φιλάνθρωπε.
Κθισμα τν γων.
χος πλ. δ’
Τν Σοφαν κα Λγον.
Τὰς ψυχὰς δεσμευθεῖσαι πόθῳ Χριστοῦ, τῶν φθαρτῶν καὶ προσκαίρων τὴν καλλονήν, ἐν λήθῃ παρεδράμετε, ὡς τοῦ Λόγου μαθήτριαι, ἀσκητικῶς τὸ πρῶτον, τὰ πάθη νεκρώσασαι, καὶ ἀλγειναῖς βασάνοις, στερρῶς ἐναθλήσασαι· ὅθεν ὁ Δεσπότης, τῆς διπλῆς μαρτυρίας, στεφάνους ἐδωρήσατο, καὶ νυμφῶνος ἠξίωσε· Παμμακάριστοι Μάρτυρες, πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Δξα... Κα νν... Τς ορτς.
Τ προσταχθν μυστικς.
ν Παραδείσῳ με τὸ πρὶν ξύλον ἐγύμνωσεν, οὗπερ τῇ γεύσει ὁ ἐχθρὸς εἰσφέρει νέκρωσιν· τοῦ Σταυροῦ δὲ τὸ ξύλον, τῆς ζωῆς τὸ ἔνδυμα, ἀνθρώποις φέρον, ἐπάγη ἐπὶ τῆς γῆς, καὶ κόσμος ὅλος, ἐπλήσθη πάσης χαρᾶς· ὃν ὁρῶντες ὑψούμενον, Θεῷ ἐν πίστει λαοί, συμφώνως ἀνακράζομεν· Πλήρης δόξης ὁ οἶκός σου.
δ δ’
ρος σε τ χριτι.
ωσθεῖσαι τῇ χάριτι, τῇ θείᾳ καλλίνικοι, Πίστις Ἀγάπη καὶ Ἐλπίς, τὰς τῶν τυράννων ἀπειλάς, ἀνδρείως κατῄσχυναν, διὰ πυρὸς ὁλοκαυτούμεναι πάνσοφοι, καὶ τῷ νυμφίῳ Χριστῷ προσαγόμεναι.
σχυσαν τοῦ Σταυροῦ, τῇ πανοπλίᾳ φραξάμεναι, Πίστις Ἀγάπη καὶ Ἐλπίς, τὰς τῶν κολάσεων πληγάς, εὐτόνως αἱ Ἅγιαι, ὑπενεγκεῖν μέχρις αἱμάτων στερρότατα, πρὸς τὴν ἁμαρτίαν ἀντικαθιστάμεναι.
Δυνάμει καὶ πόθῳ τῆς Τριάδος ἐρρώσθησαν, Πίστις, Ἀγάπη καὶ Ἐλπίς, αἱ τῆς Τριάδος τῆς σεπτῆς, παρθένοι ἰσάριθμοι, καὶ ἀλγεινῶν τὴν δριμυτάτην ἐπίτασιν, ὑπενεγκεῖν αἱ πάνσεμνοι ἴσχυσαν.
σχυναν καὶ Κόραι, τρυφεραὶ τοῦ ἀλάστορος, διὰ τοῦ ὅπλου τοῦ Σταυροῦ, τὴν ὑπερήφανον ὀφρύν, καὶ πρὸς γῆν κατέβαλον, περιφανῶς τὸν πρὶν ἀμέτρως καυχώμενον, τὴν οἰκουμένην πᾶσαν καταλήψεσθαι.
Λαμπάδες τρισάριθμοι, σοφίας ἀστράπτουσαι, Πίστις Ἀγάπη καὶ Ἐλπίς, τοῖς τῆς Τριάδος φωτισμοῖς, σαφῶς λαμπρυνόμεναι, διαφανῶς τὰς Ἐκκλησίας φωτίζουσι, πρός σωτηρίαν ἡμῶν καὶ ἀντίληψιν.
Θεοτοκον.
γίων Ἁγία, Θεοτόκε πανύμνητε, ἡ προσδοκία τῶν ἐθνῶν καὶ σωτηρία τῶν πιστῶν, ἐκ σοῦ ἀνατέταλκεν, ὁ λυτρωτὴς καὶ ζωοδότης καὶ Κύριος, εἰς σωτηρίαν τῶν ὑμνούντων σε.
δ ε’
φωτσας τ λλμψει.
Καρτερίᾳ τῶν φρενῶν, τὰς βασάνους ὑπέμειναν, καὶ σοφίας τῆς ἐνθέου λαλοῦσαι μυστήρια, τὸν κρατοῦντα ᾔσχυναν, αἱ τρεῖς Παρθένοι θεοφόροι, πίστει καὶ φύσει συνδούμεναι.
γάλλεται ἡ Προμήτωρ, ὁρῶσα νικώμενον τὸν δόλιον, τὸν αὐτὴν ἐξ Ἐδὲμ ἐξορίσαντα, γυναιξὶ θεόφροσιν Ἐλπίδι, Πίστει καὶ Ἀγάπῃ, τοῖς τῆς Σοφίας γεννήμασι.

οβόλους τοῦ τυράννου, θωπείας ἐξέφυγον, καὶ βασάνων τὰς πληγὰς ἑκουσίως ὑπέμειναν, αἱ σεμναὶ νεάνιδες τῇ σῇ ἀγάπῃ τετρωμέναι, Χριστὲ καὶ θείῳ σου ἔρωτι.
Θεοτοκον.
γάλλονται οὐρανῶν, αἱ Δυνάμεις ὁρῶσαί σε, εὐφραίνονται σὺν αὐτοῖς τῶν βροτῶν τὰ συστήματα· τῷ γὰρ τόκῳ ἥνωνται τῷ σῷ, Παρθένε Θεοτόκε, ὃν ἐπαξίως δοξάζομεν.
 δ ς’
κκλωσεν μς.
Γηθόμεναι ταῖς σαῖς ἀχράντοις Δέσποτα, παλάμαις ἐναπέθεντο, τὰς ἐλπίδας, αἱ Νεάνιδες αἱ τρεῖς, καὶ τῆς Τριάδος τρισμακάριαι, τῷ ἀριθμῷ τετιμημέναι καὶ σεμνυνόμεναι.
Λαμπόμεναι τῆς παρθενίας κάλλεσι, Μαρτύρων διαδήμασιν, ἐκοσμήθησαν, καὶ στέφανον διπλοῦν, ἄνωθεν ἀξίως ἐκομίσαντο, παρὰ Χριστοῦ, τοῦ ζωοδότου καὶ πανοικτίρμονος.
νήχθησαν ἐν τῷ ναῷ σου Δέσποτα, τοῦ πάντων βασιλεύοντος, παρθενεύοντα κειμήλια σεπτά, σοῦ τῆς βασιλείας κοινωνήσοντα· σὺ γὰρ αὐτῶν, καὶ φῶς ὑπάρχεις καὶ ἀγαλλίαμα.
Θεοτοκον.
γάλλονται ἐν σοὶ Παρθένε ἄχραντε, τοῦ γένους οἱ προπάτορες, τὴν Ἐδὲμ ἀπολαβόντες διὰ σοῦ, ἣν ἐκ παραβάσεως ἀπώλεσαν· σὺ γὰρ ἁγνή, καὶ πρὸ τοῦ τόκου καὶ μετὰ γέννησιν.
Ερμς.
κύκλωσεν ἡμᾶς ἐσχάτη ἄβυσσος, οὐκ ἔστιν ὁ ῥυόμενος· ἑλογίσθημεν ὡς πρόβατα σφαγῆς, σῶσον τὸν λαόν σου ὁ Θεὸς ἡμῶν· σὺ γὰρ ἰσχύς, τῶν ἀσθενούντων καὶ ἐπανόρθωσις.
Κοντκιον  χος α’
Χορς γγελικς.
Σοφίας τῆς σεμνῆς, ἱερώτατοι κλάδοι, ἡ Πίστις καὶ Ἐλπίς, καὶ Ἀγάπη δειχθεῖσαι, σοφίαν ἀπεμώραναν, τῶν Ἑλλήνων ἐν χάριτι· καὶ ἀθλήσασαι, καὶ νικηφόροι φανεῖσαι, στέφος ἄφθαρτον, παρὰ τοῦ πάντων Δεσπότου, Χριστοῦ ἀνεδήσαντο.
Οκος.
τε εἰς πάντα τὰ πέρατα, τὸ ἀθέμιτον ἐξελήλυθε πρόσταγμα, θύειν εἰδώλοις καὶ σπένδεσθαι, καὶ βωμοὺς δαιμόνων, καὶ ναοὺς εὐτρεπίζεσθαι, πρὸς ἀνθρώπων ἀπώλειαν, τότε αἱ πανεύφημοι καὶ καλλιπάρθενοι, ὡς ἀστέρες ἐξέλαμψαν, ζόφον ἀθεΐας καὶ ἀγνωσίας ἐλαύνουσαι· καὶ φέγγος εὐσεβείας ἐν ταῖς καρδίαις τῶν πιστῶν ὑπανάπτουσαι, τρανῶς ἀνεβόων, Θεὸς μέγιστός ἐστιν ὁ σταυρωθεὶς βουλήματι, καὶ ἀναστὰς τριήμερος, ἐν ᾧ καὶ καυχώμεθα· ὅθεν καὶ ἐπαξίως, στέφος ἄφθαρτον παρὰ Χριστοῦ ἀνεδήσαντο.
Συναξάριον.
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων καὶ καλλινίκων Παρθένων Πίστεως, Ἐλπίδος, καὶ Ἀγάπης, καὶ τῆς μητρὸς αὐτῶν Σοφίας.
Στχοι
Τῇ πρὸς σὲ πίστει Πίστις, Ἐλπίς, Ἀγάπη,
Αἱ τρεῖς, Τριάς, κλίνουσιν αὐχένας ξίφει.
βδομάτῃ δεκάτῃ Ἀγάπην τάμον, Ἐλπίδα, Πίστιν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Ἀγαθοκλείας.
Στχοι
γαθόκλεια πῦρ ἐπ᾽ αὐχένος φέρει,
Δεινῆς πλάνης φλέγουσα δεινὸν αὐχένα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Μαξίμου, Θεοδότου καὶ Ἀσκληπιοδότης.
Στχοι
Μιᾷ γυναικί, καὶ νεανίσκοις δύο,
Πρὸς τὴν τομὴν ἦν καρδιῶν ζέσις μία.

Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Λουκίας, καὶ Γεμινιανοῦ τοῦ υἱοῦ αὐτῆς καὶ Μάρτυρος.
Στχοι
Εἰρηνικῶς σὴ Χριστὲ δούλη Λουκία,
Εἰρηνικὸν μετῆλθεν ὄντως εἰς τόπον.
 Θάρσους ὁ Μάρτυς Γεμινιανὸς γέμων,
Τιμὴν ὑπέστη καρτερῶς τὴν ἐκ ξίφους.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Θεοδότης.
Στχοι
Τὴν Θεοδότην πρὸς ξίφος τεθηγμένον,
Ποιεῖ πρόθυμον ἡ Θεόσδοτος χάρις.
Τῇ αὐτῇ ἡμέρᾳ Μνήμη τῶν Ἁγίων ἑκατὸν Μαρτύρων.
Στίχοι
Δεκὰς δεκαπλῆ Μαρτύρων Αἰγυπτίων,
Μιᾷ κεφαλὰς τέμνεται προθυμίᾳ.
Ες τος γους Πηλα κα Νελον τος πισκπους.
Στχοι
πους ὁ Πηλεὺς ποῦ μέγας πρὸς Πηλέα;
Νείλῳ συνεισβαίνοντα καὶ πυρὸς μέσον.
Ες τος ν Παλαιστν Ν' Μρτυρας.
Στχοι
Θεοφρονοῦντες ἄνδρες ἐξ εὐβουλίας,
Πυρὸς καταφρονοῦσιν ἐξ εὐτολμίας.
Ες τν γιον Πατερμοθιον κα λαν.
Στχοι
Πατερμούθιος ἐμπεσὼν τῇ καμίνῳ,
Πρὸς ζῆλον ἴσον ὀτρύνει τὸν Ἠλίαν.
Τῇ αὐτῇ ἡμέρᾳ, τῶν Ἁγίων Μαρτύρων Χαραλάμπους, Παντολέοντος καὶ τῆς συνοδίας αὐτῶν. Τελεῖται ἡ τούτων σύναξις, ἐν τῷ μαρτυρείῳ αὐτῶν, τῷ ὄντι ἐν τῷ Δευτέρῳ.
Στχοι
Χαίρων ὑπῆρχε πρὸς σφαγὴν Χαραλάμπης,
Καὶ Παντολέων πρὸς μάχαιραν ἦν λέων.
Τῇ αὐτῇ ἡμέρᾳ, τῶν Ἁγίων Ἱερομαρτύρων Ἡρακλείδου καὶ Μύρωνος Ἐπισκόπων Ταμάσου τῆς Κύπρου.
Στχοι
Πυρᾷ τεθέντες Ἡρακλείδης καὶ Μύρων,
Χριστῷ προσηνέχθησαν ὡς ὀσμὴ μύρου.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
δ ζ’
Σ νοητν Θεοτκε.
Τρισσοφεγγεῖ ἑνιαίᾳ χάριτι, καταλαμπόμεναι σαφῶς, αἱ Παρθένοι δαιμονικήν, ἔλυσαν σκοτόμαιναν, φῶς τὸ τρισυπόστατον, θεολογοῦσαι καὶ μέλπουσαι· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
ν οὐρανοῖς τὰς παστάδας ἔχουσαι, λαμπαδηφόροι τῷ Χριστῷ, σὺν Ἀγγέλοις χαρμονικῶς, νῦν περιχορεύετε, δόξαν τὴν ἀΐδιον συνθεωροῦσαι καὶ μέλπουσαι· ὁ αἰνετός τῶν Πατέρων, Θεὸς καὶ ὑπερένδοξος.
Καρτερικὴν ὡς οἱ Παῖδες ἔνστασιν, ἐπιδειξάμεναι τὸ πῦρ, κατεπάτησαν ἀνδρικῶς· τούτων γὰρ ἰσάριθμοι, γνώμην ἰσοστάσιον, αἱ θεοφόροι ἐκτήσαντο, τὸν αἰνετόν τῶν Πατέρων, ἀεὶ Θεὸν δοξάζουσαι.
Θεοτοκον.
Νέμοις ἁγνὴ τῶν πταισμάτων ἄφεσιν, τοῖς ἀνυμνοῦσί σε πιστῶς, λυτρουμένη τῶν πειρασμῶν, πάσης περιστάσεως· σὲ γὰρ νῦν κεκτήμεθα, καταφυγὴν Θεονύμφευτε, ὡς αἰνετὸν τῶν Πατέρων, Θεὸν χερσὶ βαστάσασαν.
 δ η’
ν καμν Παδες.
Αἱ παρθένοι αἱ θεοφεγγεῖς, Πίστις, Ἐλπίς, Ἀγάπη, τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ, ἀπέστιλβον λέγουσαι· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Λαμπομένας καὶ φωτοειδεῖς, διὰ τοῦ μαρτυρίου, προδήλως γεγενημένας, τὰς παρθένους οἱ πιστοί, ὑμνήσωμεν λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
αμάτων ῥεῖθρον δαψιλῶς, ἀφθόνως καὶ πλουσίως, αἱ θῆκαι τῶν Ἀθληφόρων, ἀναβρύουσιν ἀεί, τοῖς πίστει κραυγάζουσιν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκον.
Γῆ ἁγία πέφηνας ἁγνή, τὸν ζωηφόρον στάχυν, τεκοῦσα τῆς ἀϊδίου, ζωῆς πρόξενον Χριστόν, ᾧ πάντες κραυγάζομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τους αἰῶνας.
Ερμς.
ν τῇ καμίνῳ Παῖδες, Ἰσραήλ, ὡς ἐν χωνευτηρίῳ τῷ κάλλει τῆς εὐσεβείας, καθαρώτερον χρυσοῦ ἀπέστιλβον λέγοντες· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου· τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
δ θ’
Τπον τς γνς.
Αἴγλης τριφεγγοῦς πληρούμεναι, καὶ λαμπηδόνος θείας νῦν ἐμφορούμεναι, αἱ ὁμώνυμοι, τῶν ἀρετῶν καὶ φερώνυμοι, τῆς Ἀγάπης, Ἐλπίδος καὶ Πίστεως, ἐλπίδι καὶ ἀγάπῃ, ἡμᾶς καὶ πίστει βεβαιώσατε.
να ἡ ἐξ ὕψους δύναμις, νῦν κατευνάσῃ τὸν κατέχοντα κλύδωνα, τῆς αἱρέσεως, ὦ Ἀθληφόροι ἀήττητοι, καὶ βραβεύσῃ πιστοῖς τὴν ὁμόνοιαν, αἰτεῖσθε δυσωποῦμεν, ἀκαταπαύστως καλλιπάρθενοι.
Νύκτα τὴν τοῦ βίου Πάνσοφοι, διαδραμοῦσαι τὴν ἡμέραν ἐφθάσατε, τὴν ἀνέσπερον, μαρτυρικῶς ἀγαλλόμεναι, καὶ παρθένων καυχώμεναι χάριτι, καὶ θείας βασιλείας, τῆς ἀκηράτου ἀξιούμεναι.
Θεοτοκον.
πῶς ἡ Παρθένος τέτοκε, τὸν ἀεὶ ὄντα Λόγον, καὶ ἐνυπόστατον, τὸ ἀπαύγασμα τῆς πατρικῆς ὑποστάσεως, τὸν ὑμῶν εὐεργέτην καὶ Κύριον, ἐξ αὐτῆς σαρκωθέντα, ὃν ἐπαξίως μεγαλύνομεν.
Ερμς.
Tύπον τῆς ἁγνῆς λοχείας σου, πυρπολουμένη βάτος, ἔδειξεν ἄφλεκτος· καὶ νῦν καθ᾽ ἡμῶν, τῶν πειρασμῶν ἀγριαίνουσαν, κατασβέσαι αἰτοῦμεν τὴν κάμινον, ἵνα σε Θεοτόκε, ἀκαταπαύστως μεγαλύνωμεν.
ξαποστειλριον.
ορανν τος στροις.
Τῷ τῆς Τριάδος Κόραι, πυρούμεναι αἱ τρεῖς ζήλῳ, τῶν ἀρετῶν τῇ τριάδι, Ἐλπίδι, Πίστει, Ἀγάπῃ, προσκείμεναι ὁμωνύμως, ἠλόγησαν τῶν βασάνων.
Θεοτοκον.  μοιον.
Τὸν ποιητὴν τῶν αἰώνων, καὶ τῶν Ἀγγέλων Δεσπότην, ἀποτεκοῦσα Παρθένε, τοῦτον ἱκέτευε δεῖξαι, τῆς δεξιᾶς παραστάτας, μερίδος τοὺς σοὺς οἰκέτας.
 Ες τν Στχον, Στιχηρ Προσμοια.
χος β’
Οκος το φραθᾶ.
Λόγχην σὺν τῷ Σταυρῷ, τοὺς ἥλους καὶ τὰ ἄλλα, ἐν οἷς τὸ ζωηφόρον, Χριστοῦ ἐπάγη σῶμα, ὑψοῦντες προσκυνήσωμεν.
Στχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
λην φθοροποιόν, ἐξαίρει ἁμαρτίας, τὸ τοῦ Σταυροῦ σου ξύλον, ὑψούμενον Σωτήρ μου, λαμπρύνει δὲ τὰ σύμπαντα.
Στχ. δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
δατι θεουργῷ, καὶ αἵματί σου Λόγε, λαμπρῶς ἡ Ἐκκλησία, στολίζεται ὡς νύμφη. Σταυροῦ τὴν δόξαν μέλπουσα.
Δξα... Κα νν... μοιον.
Χαίροις τὸ τῶν πιστῶν, φυλακτήριον θεῖον, ἀπροσμάχητον τεῖχος, Σταυρὸς ὁ τοῦ Κυρίου, δι᾽ οὗ ἀπὸ γῆς ἤρθημεν.
Κα τ λοιπ, ς σνηθες, κα πλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου