ΣΕΠΤΕΜΒΡΙΟΥ
ΤΗ Θ’
ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν Ἁγίων καὶ Δικαίων Θεοπατόρων Ἰωακεὶμ καὶ Ἄννης, καὶ τοῦ Ἁγίου Μάρτυρος
Σεβηριανοῦ.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια,Τῶν Θεοπατόρων
Ἦχος δ’
Ἔδωκας σημείωσιν.
Δεῦτε νῦν χορεύσωμεν, ἀσματικῶς ὧ φιλέορτοι, καὶ πιστῶς ἑορτάσωμεν, τὴν μνήμην γεραίροντες, Ἰωακεὶμ καὶ Ἄννης, τῆς σεπτῆς δυάδος· αὐτοὶ γὰρ ἔτεκον ἡμῖν, τὴν Θεομήτορα καὶ Παρθένον ἁγνήν· διὸ περ καὶ μετέστησαν, ἐκ τῶν προσκαίρων πρὸς ἄληκτον, καὶ ἀείζωον οἴκησιν, δυσωποῦντες σωθῆναι ἡμᾶς.
Εὐφρόσυνον τέρπεται, σήμερον κτίσις ἡ σύμπασα, Θεοτόκε πανύμνητε, ἐτήσιον ἄγουσα, μνήμην ὁμοφρόνως, τῶν σῶν γεννητόρων, Ἰωακεὶμ τοῦ θαυμαστοῦ, ὁμοῦ καὶ Ἄννης πανηγυρίζουσα· χαρὰν γὰρ προεξένησαν, σὲ παρ᾿ ἐλπίδα βλαστήσαντες, τὴν τὸ φῶς ἀπαστράψασαν, καὶ τροφὸν τῆς ζωῆς ἡμῶν.
Ἀγάλλεται σήμερον, Ἄννα σκιρτῶσα ἐν πνεύματι, καὶ εὐφραίνεται χαίρουσα, τυχοῦσα ἐφέσεως, ἧς περ ἐπεπόθει, πάλαι εὐτεκνίας, ἐπαγγελίας γὰρ καρπόν, καὶ εὐλογίας θεῖον ἐβλάστησε, Μαρίαν τὴν πανάμωμον, τὴν τὸν Θεὸν ἡμῶν τέξασαν, καὶ τὸν ἥλιον λάμψασαν, τοῖς ἐν σκότει καθεύδουσι.
Τοῦ Ἁγίου.
Ὅμοια.
Νεύροις συγκοπτόμενος, διὰ Χριστὸν Παναοίδιμε, καὶ ἰκρίῳ κρεμάμενος, καὶ σάρκας ξεόμενος, ἀπηνῶς ξυστῆρσι, θύειν τε εἰδώλοις, ἐγκελευόμενος σοφέ, οὐκ ἐξηρνήσω τὸν πάντων Κύριον, ἀλλ᾿ ἤλεγξας τοῖς πόνοις σου, τὸ ἀσθενὲς καὶ ἐξίτηλον, τῶν εἰδώλων καὶ γέγoνας τῶν Ἀγγέλων συνόμιλος.
Δέσμιος ἀγόμενος, καὶ ταῖς πληγαῖς σεμνυνόμενος, τοὺς ὁρῶντας προέτρεπες, μιμεῖσθαι τὸν δρόμον σου, πρὸς τὰς οὐρανίους, Μάκαρ ἀντιδόσεις, ἀποσκοποῦντας, αἱ πολλήν, τὴν εὐφροσύνην καὶ τὴν τερπνότητα, παρέχουσιν ὡς ἄφθαρτοι· καὶ εἰς ἀεὶ παραμένουσαι, τοὺς Χριστὸν θεραπεύοντας, κληρονόμους λαμβάνουσιν.
Λίθοις συνθλαττόμενος, τὰς σιαγόνας, Ἀοίδιμε, καὶ πλευρὰς σπαθιζόμενος, λίθῳ παμμεγίστῳ τε, τράχηλον καὶ πόδας, συνθλώμενος Μάκαρ, καὶ ἁρμονίας ἀπηνῶς, παραλυόμενος ὄντως ἔθλασας, τὴν κεφαλὴν τοῦ δράκοντος, ὑπομονῆς γενναιότητι, ἣν ἡττῆσαι οὐκ ἴσχυσε, τῶν βασάνων ἡ κάκωσις.
Δόξα...
Καὶ νῦν...
Ἦχος πλ. Α’ Ἐφραὶμ Καρίας.
Ὦ μακαρία δυάς· ὑμεῖς πάντων γεννητόρων ὑπερήρθητε, ὅτι τὴν τῆς κτίσεως πάσης ὑπερέχουσαν ἐβλαστήσατε, Ὄντως μακάριος εἶ Ἰωακείμ, τοιαύτης παιδὸς χρηματίσας Πατήρ· Μακαρία ἡ μήτρα σου Ἄννα, ὅτι τὴν Μητέρα τῆς ζωῆς ἡμῶν ἐβλάστησε· Μακάριοι οἱ μαστοί, οἷς ἐθήλασας τὴν γαλακτοτροφήσασαν, τὸν τρέφοντα πᾶσαν πνοήν· ὃν δυσωπεῖν ὑμᾶς παμμακάριστοι αἰτούμεθα, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὸν Στίχον. Στιχηρὰ Προσόμοια.
Ἦχος α’
Τῶν οὐρανίων ταγμάτων.
Ἰωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσι, τὴν ἀπαρχὴν τεκόντες, τῆς ἡμῶν σωτηρίας, τὴν μόνην Θεοτόκον, οἷς καὶ ἡμεῖς, συνεορτάζοντες σήμερον, τὴν ἐκ τῆς ῥίζης ἐκείνης τοῦ Ἰεσσαί, μακαρίζομεν Παρθένον ἁγνήν.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Ἡ θεοχώρητος Κόρη, καὶ Θεοτόκος ἁγνή, τῶν Προφητῶν τὸ κλέος, τοῦ Δαυῒδ ἡ θυγάτηρ, σήμερον γεννᾶται ἐξ Ἰωακείμ, καὶ τῆς Ἄννης τῆς σώφρονος, καὶ τοῦ Ἀδάμ τὴν κατάραν τὴν εἰς ἡμᾶς, ἀνατρέπει ἐν τῷ τόκῳ αὐτῆς.
Στιχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Ἡ πρώην ἄγονος χώρα, γῆν καρποφόρον γεννᾷ· καὶ ἐξ ἀκάρπου μήτρας, καρπὸν ἅγιον δοῦσα, γάλακτι ἐκτρέφει· θαῦμα φρικτόν! ἡ τροφὸς τῆς ζωῆς ἡμῶν, ἡ τὸν οὐράνιον ἄρτον ἐν τῇ γαστρί, δεξαμένη γαλουχεῖται μαζῷ.
Δόξα...
Καὶ νῦν... Ἦχος πλ. δ’
Οἱ ἐξ ἀκάρπων λαγόνων, ῥάβδον ἁγίαν τὴν Θεοτόκον βλαστήσαντες, ἐξ ἧς ἡ σωτηρία τῷ κόσμῳ ἀνέτειλε, Χριστὸς ὁ Θεός, τὸ ζεῦγος τὸ ἅγιον, ἡ ξυνωρὶς ἡ ἁγία, Ἰωακεὶμ καί, Ἄννα· οὗτοι μεταστάντες πρὸς οὐρανίους σκηνάς, σὺν τῇ αὐτῶν θυγατρὶ ὑπεραχράντῳ Παρθένῳ, μετ᾿ Ἀγγέλων χορεύουσιν, ὑπὲρ τοῦ κόσμου πρεσβείας ποιούμενοι· οἷς καὶ ἡμεῖς συνελθότες εὐσεβῶς, ὑμνοῦντες λέγομεν· οἱ διὰ τῆς θεόπαιδος καὶ πανάγνου Μαρίας, προπάτορες Χριστοῦ χρηματίσαντες, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ἀπολυτίκιον τῶν Ἁγίων.
Ἦχος β’
Τῶν δικαίων Θεοπατόρων σου Κύριε, τὴν μνήμην ἑορτάζοντες, δι᾿ αὐτῶν σὲ δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ τῆς Eορτῆς
Ἀπολυτίκιον. Ἦχος δ’
Ἡ γέννησίς σου Θεοτόκε, χαρὰν ἐμήνυσε πάσῃ τῇ οἰκουμένῃ· ἐκ σοῦ γὰρ ἀνέτειλεν ὁ ἥλιος τῆς δικαιοσύνης, Χριστὸς ὁ Θεὸς ἡμῶν, καὶ λύσας τὴν κατάραν, ἔδωκε τὴν εὐλογίαν, καὶ καταργήσας τὸν θάνατον, ἐδωρήσατο ἡμῖν ζωὴν τὴν αἰώνιον.
Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης Στιχολογία, καὶ Καθίσματα τῆς
Θεοτόκου.
Μετὰ τὴν α’ Στιχολογίαν
Κάθισμα Ἦχος α’
Τοῦ λίθου σφραγισθέντος.
Τεχθεῖσα παραδόξως στειρωτικῶν ἐξ ὠδίνων, παρθενικῶν ἐκ λαγόνων ἐκύησας ὑπὲρ φύσιν· ὡραῖος φανεῖσα γὰρ βλαστός, ἐξήνθησας τῷ κόσμῳ τὴν ζωήν· διὰ τοῦτο αἱ Δυνάμεις τῶν οὐρανῶν, βοῶσί σοι Θεοτόκε· Δόξα τῇ νῦν προόδῳ σου σεμνή· δόξα τῇ παρθενίᾳ σου· δόξα τῇ κυοφορίᾳ σου, μόνη πανάχραντε.
Δόξα...
Καὶ νῦν...
Τὸ αὐτὸ.
Μετὰ τὴν β’ Στιχολογίαν.
Κάθισμα Ἦχος
πλ. α’
Τὸν συνάναρχον Λόγον.
Τὰ οὐράνια πάντα νῦν ἐπαγάλλονται, τῶν ἀνθρώπων τὸ γένος συνεορτάζει αὐτοῖς, καὶ οἱ Προφῆται μυστικῶς συνευφραίνονται· ἣν γὰρ προεῖδον τυπικῶς, ἐν ταῖς ἀρχαίαις γενεαῖς, βάτον καὶ στάμνον καὶ ῥάβδον, νεφέλην πύλην καὶ θρόνον, καὶ μέγα ὄρος, γεννᾶται σήμερον.
Δόξα...
Καὶ νῦν...
Τὸ αὐτὸ.
O Κανὼν τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων.
O Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχὶς Τοὺς σοὺς
γονεῖς Πάναγνε
μέλπω προφρόνως.
Ὠδὴ α’ Ἦχος β’
Ἐν βυθῷ.
Τὴν λαμπάδα τὴν τὸν νοητόν, ἥλιον ἀστράψασαν, σωματικῶς ἐξ αὐτῆς ἀνατείλαντα, ἀρετῆς λαμπρότησι, διαπρέποντες ἐκτεκεῖν ἠξιώθησαν, Ἄννα ἡ θεόφρων, καὶ Ἰωακείμ ὁ παναοίδιμος.
Ὁλοτρόπῳ νεύσει πρὸς Θεόν, ὄντως ὁ θεόληπτος, Ἰωακεὶμ καὶ ἡ Ἄννα ἡ ἔνθεος, ἀκλινῶς προσέχοντες, τὴν πανάχραντον Θεοτόκον ἐκύησαν, τὴν ὑπερκειμένην, κτίσεως ἀπάσης ἁγιότητι.
Ὑπερτέραν ἔχοντες ζωήν, βίου τε λαμπρότητα, πάντων ὁμοῦ γεννητόρων γεγόνατε, γηγενῶν ὑπέρτεροι, τὴν ἀκήρατον Παρθένον ὡς γεννήσαντες, καὶ Θεοῦ πατέρες, ὄντως διὰ ταύτης χρηματίσαντες.
Σωτηρίας πάσης ἀρχηγοί, ὁ μακαριώτατος, Ἰωακεὶμ καὶ ἡ Ἄννα ἡ ἔνδοξος, τὴν ἁγνὴν καὶ ἄμωμον, καὶ πανάχραντον Θεοτόκον ἐγέννησαν, τῆς θεοσεβείας, ταύτην εἰληφότες τὴν ἀντίδοσιν.
Κανὼν τοῦ Μάρτυρος.
Ὠδὴ α’ Ἦχος πλ. δ’
Ὑγρὰν διοδεύσας.
Ἐκράτει τὸ δόγμα τὸ δυσσεβές, τὸ θύειν εἰδώλοις, τοῖς ἀψύχοις τε καὶ κωφοῖς· ἐνίκα Χριστὸς δέ, τῶν Μαρτύρων, ταῖς καρτεραῖς καὶ γενναίαις ἐνστάσεσιν.
Ἐλύττα Λυσίας κατὰ Χριστοῦ, καὶ πάντας οὓς εὗρε, σεβομένους αὐτὸν Θεόν, παντοίως κολάζειν ἐπεχείρει· ἀλλ᾿ ἐντυχών σοι θεόφρον ᾐσχύνετο.
Ἐξέπληξας Μάκαρ τὸν δυσσεβῆ, γενναίως χωρήσας, εἰς τὸ στάδιον τῶν θεῶν, ἀπήλεγξας τούτου παρρησίᾳ, τὸ ἀσθενὲς καὶ σαθρὸν καὶ ἀνίσχυρον.
Θεοτοκίον.
Ἐχώρησας μόνη τὸν οὐρανοῖς, ἀχώρητον Κόρη, ἐν γαστρί σου θεοπρεπῶς, οἰκήσαντα ταύτην καὶ τὴν φύσιν, τὴν τῶν βροτῶν ἐξ αὐτῆς προσλαβόμενον.
Τῶν
Θεοπατόρων.
Ὠδὴ γ’
Ἐν πέτρᾳ με τῆς πίστεως.
Στειρεύουσα καὶ παίδων ἀπορουμένη, καὶ δάκρυσι τὸν Κτίστην ἐκδυσωποῦσα, τὴν μόνην ἠξιώθης εὐλογημένην, τεκεῖν θεόληπτε, Ἄννα κραυγάζουσα· Ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.
Ὁ σύνοικον πλουτήσας τὴν θείαν χάριν, Ἰωακεὶμ ὁ θεῖος καὶ θεηγόρος, τὴν πρόξενον ἀνθρώποις τῆς σωτηρίας, τεκεῖν ἠξίωται, πρὸς ἣν κραυγάζομεν· Ὡς οὐκ ἔστιν ἄμεμπτος πλήν σου Δέσποινα.
Ὑμνήσωμεν τὴν πάνσεπτον ξυνωρίδα, δι᾿ ἧς ἡμῖν ἐξέλαμψεν ἡ Παρθένος, ἡ πάντων ποιημάτων ἁγιωτέρα· Θεὸν γὰρ τέτοκε, πρὸς ὃν κραυγάζομεν· Ὡς οὐκ ἔστιν ἅγιος πλήν σου Κύριε.
Στειρώσεως τὸ ὄνειδος ἐκφυγοῦσα, γεγέννηκεν ἡ Ἄννα τὴν Θεοτόκον, τὸ ὄνειδος τῆς Εὔας νῦν παραδόξως ἐξαφανίζουσαν, πρὸς ἣν κραυγάζομεν· Ὡς οὐκ ἔστιν ἄμεμπτος πλήν σου Δέσποινα.
Τοῦ Μάρτυρος.
Σὺ εἶ τὸ στερέωμα.
Ἔχαιρες τυπτόμενος, ὑπὲρ Χριστοῦ σοφὲ μάστιξιν, ἀνηλεῶς· εἶχες γὰρ βεβαίαν, τὴν τῶν πόνων ἀντίδοσιν.
Νεύροις συγκοπτόμενος, ὑπαλλαγῇ συχνῇ Ἔνδοξε, τῶν δημίων, ὥς περ ἀλλοτρίῳ, οὐκ ᾐσθάνου ἐν σώματι.
Εὗρες τὴν ἀντάμειψιν, παρὰ Χριστοῦ Σοφὲ στέφανον, ἀπολαβὼν τῆς δικαιοσύνης, καὶ χαρὰν τὴν μὴ λήγουσαν.
Θεοτοκίον.
Ὅλη ἡ πλησίον μου, καλὴ καὶ ἄμωμος πέφυκε, σὲ προορῶν, ἔφη Θεοτόκε, Σολομὼν ἐν τοῖς ᾌσμασιν.
Ὁ Εἱρμὸς.
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς, τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Κάθισμα
τοῦ Μάρτυρος.
Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ.
Ἀνδρείᾳ τὴν ψυχήν, ὡπλισμένος θεόφρον, ἐξέδωκας σαυτόν, εἰς ποικίλας βασάνους, τῷ πόθῳ φλεγόμενος, τοῦ Δεσπότου πανόλβιε· ὅθεν ἤλεγξας, τὴν τῶν τυράννων μανίαν, καὶ τὸν στέφανον, παρὰ Θεοῦ ἐκομίσω, τῆς νίκης τὸν ἄφθαρτον.
Δόξα...
Καὶ νῦν...
Τῆς Ἑορτῆς Ἦχος πλ. α’
Τὸν συνάναρχον Λόγον.
Ἰωακεὶμ καὶ ἡ Ἄννα πανηγυρίζουσιν· ἐν Θεῷ γὰρ ἀξίως χάριν ἐφεύραντο, καὶ ἐγέννησαν καρπὸν τὸν θεοδόχον ναόν, τὴν Παρθένον καὶ ἁγνήν, τὴν Μητέρα τοῦ Θεοῦ, τὴν μόνην εὐλογημένην, πρεσβεύουσαν ἀενάως, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τῶν
Θεοπατόρων.
Ὠδὴ δ’
Ἐλήλυθας, ἐκ
Παρθένου.
Γηθόμενος, τὴν Παρθένον ἐκ στείρας κομίζεται, δι᾿ ἧς περ ἡ στείρωσις ἡ κοσμικὴ διαλέλυται, τόκῳ παρθενεύοντι, Ἰωακεὶμ ὁ θεόφρον καὶ θεόληπτος.
Ὁ προπάτωρ, τοῦ Χριστοῦ Ἰωακεὶμ νῦν πρόκειται, ἡμῖν εἰς ἑστίασιν, πνευματικὴν ὁ πανόλβιος, ὃς τὴν Θεομήτορα, καὶ πανακήρατον Κόρην ἀπεγέννησε.
Νεκρώσεως, καὶ φθορᾶς τοὺς ἀνθρώπους τὴν σῴζουσαν, ἡ χάρις προβάλλεται, τὴν ἐσομένην Μητέρα Θεοῦ, Λόγον τὸν ἀΐδιον, τὴν δεξομένην ἀφράστως σωματούμενον.
Ἐκ τῆς ῥίζης, Ἰεσσαὶ ξυνωρὶς ἀνατέταλκεν, ἐξ ἧς ἀνεβλάστησε ῥάβδος τὸ ἄνθος ἡ φέρουσα, ὅλον με τὸν ἄνθρωπον, εὐωδιάζον τῷ μύρῳ τῆς θεότητος.
Ἴθυνόν μου, Θεοτόκε τὸν βίον προστάγμασιν, ἐνθέως ῥυθμίζουσα, τοῦ σαρκωθέντος Λόγου ἐκ σοῦ, καὶ πρὸς φῶς ὁδήγησον, Παρθενομῆτορ Μαρία Θεονύμφευτε.
Τοῦ Μάρτυρος.
Εἰσακήκοα Κύριε.
Ταῖς θωπείαις ὁ τύραννος, σοῦ καταμαλάττειν Μάρτυς τὸ εὔτονον, καὶ νικῆσαί σε οἰόμενος, οὐρανὸν τοξεύειν ἐνομίζετο.
Οὐκ αἰσθάνῃ παράφορε, τοῦ Χριστοῦ τὴν δύναμιν στερεοῦσάν με, πρὸς τοὺς πόνους καὶ τὰ σκάμματα; τῷ τυράννῳ ἔκραζες Παναοίδιμε.
Εἰ μὴ δύναμις ἄνωθεν, ἣν μοι δεδομένη τύραννε ἔκραζε, Σεβηριανός, πῶς ἴσχυον, σάρξ ὢν ὑπενέγκαι, ἐκτομὰς τῶν μελῶν;
Θεοτοκίον.
Παναγία Θεόνυμφε, δίδου μοι βοήθειαν ταῖς πρεσβείαις σου, λυτρωθῆναι τοῦ ἀλάστορος, ἵνα σε δοξάζω τὴν ἐλπίδα μου.
Τῶν
Θεοπατόρων.
Ὠδὴ δ’
Ὁ φωτισμὸς.
Σώφρων δυάς, καθαρότητος αἴγλῃ λελαμπρυσμένη, τὴν τῆς παρθενίας τῷ θείῳ φέγγει, κατακοσμοῦσαν, τὴν στειρεύουσαν φύσιν, τῶν ἀνθρώπων ἡμῖν ἐκτέτοκεν, Ἄννα καὶ Ἰωακεὶμ οἱ θεόληπτοι.
Παρθενικόν, θεοκόσμητον θρόνον τῷ τῶν ἁπάντων,
περιδεδραγμένῳ παλάμῃ θείᾳ, τῆς σωφροσύνης ἡ σεπτὴ συζυγία, καὶ θεόφρων δυὰς ἐκτέτοκεν, Ἄννα καὶ Ἰωακείμ οἱ πανεύφημοι.
Ἀνατολῆς, τῆς ἐξ ὕψους φανείσης εἰς ὁδηγίαν, τῶν πεπλανημένων τὴν φωτοφόρον, πύλην ὁ θεῖος, Ἰωακεὶμ καὶ Ἄννα, θεοφρόνως πολιτευσάμενοι, τεκεῖν οἱ θεόπται σαφῶς ἠξιώθησαν.
Νόμου καινοῦ, τὴν θεόγραφον πλάκα ἐν ᾗ τὴν λύσιν, τῶν ἁμαρτημάτων τοῦ πάλαι νόμου, ὁ θεῖος Λόγος προετύπωσε πρώην, ὡς ἐκ πέτρας νῦν ἐλατόμησε, νεύματι ὁ πάντων κρατῶν ἐκ στειρώσεως.
Αἴγλῃ τῇ σῇ, Θεομῆτορ τὸν νοῦν μου καταυγασθῆναι, τὸν ἐσκοτισμένον τῇ ἁμαρτίᾳ νεῦσον Παρθένε, τῆς ἀγνοίας τὸν ζόφον, καὶ πταισμάτων ἐξαφανίζουσα· ἄλλην γὰρ ἐκτός σου φρουρὸν οὐκ ἐπίσταμαι.
Τοῦ Μάρτυρος.
Ὀρθρίζοντες βοῶμέν σοι.
Ἰκρίῳ ἀνηρτήθης Ἀοίδιμε, καὶ τὸ σῶμα κατεξάνθης ὄνυξιν, ὑπὲρ τοῦ πάντων δεσπόζοντος.
Θεέ μου ἀνεβόας ἐνίσχυσον, τὸν ἀγῶνα τοῦτον ἐκτελέσαι με, τοῦ μαρτυρίου ξεόμενος.
Ὡς εἶδέ σε ὁ τύραννος Ἔνδοξε, ἀνενδότως, τὰς βασάνους φέροντα, κατεβροντήθη ὁ δείλαιος.
Θεοτοκίον.
Ἐλπὶς καὶ προστασία καὶ σκέπη μου, Θεοτόκε σῶσόν με πρεσβείαις σου, ἐκ τῶν σκανδάλων τοῦ ὄφεως.
Τῶν
Θεοπατόρων.
Ὠδὴ ς’
Ἐν ἀβύσσῳ.
Γονιμώτατον σπόρον ἡ στεῖρα τὸ πρίν, Ἄννα δεξαμένη ἐκ θείας ἐλλάμψεως, παῖδα τεκεῖν ἠξίωται, τὴν τῶν πάντων κτισμάτων
δεσποζουσαν.
Νῦν ἡ στεῖρα γεννῶσα βουλήσει Θεοῦ, πείθει παραδέχεσθαι Παρθένον τίκτουσαν, ἄνευ σαρκὸς θελήματος, τοῦ αὐτοῦ βουληθέντος Θεοῦ προφανῶς.
Ἐλλαμφθεὶς Ἡσαΐας τῷ Πνεύματι, τοῦ Ἰωακεὶμ καὶ τῆς Ἄννης τὸ κύημα, τόμον καινὸν ἑώρακεν, ᾧ ἐγράφη ὁ Λόγος σαρκούμενος.
Μυστηρίου προτρέχει μυστήριον· πρὶν γὰρ ἡ στειρεύουσα, χάρις γεγέννηκε, τῆς σωτηρίας πρόξενον, παρθενίας γεννήσει φανεῖσαν ἡμῖν.
Τοῦ Μάρτυρος.
Χιτῶνά μοι παράσχου.
Φρουρᾷ σε καθειργνύει ὁ δεινός, καὶ λιμῷ βιάζει σε ἀρνήσασθαι Κύριον, ὃν Παμμάκαρ ἐκ νεότητος ἔστερξας.
Ἀγόμενος Σοφὲ εἰς φυλακήν, πάντας τοὺς ὁρῶντάς σε, Χριστοῦ μὴ ἀφίστασθαι, παρρησίᾳ νουθετῶν ἐξεπαίδευσας.
Σπαθίζεσθαί σε Μάρτυς ὁ δεινός, καὶ παράφρων τύραννος, κελεύει μὴ θύοντα, τοῖς εἰδώλοις, ἀλλὰ σὺ οὐκ ἐφρόντισας.
Θεοτοκίον.
Χιτῶνά με ἐνδύσασθαι φωτός, σαῖς πρεσβείαις ποίησον, Ἁγνὴ τὸν ὑμνοῦντά σε, ἐν ἡμέρᾳ τὸν δυσείμονα κρίσεως.
Ὁ Εἱρμὸς.
Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.
Κοντάκιον. Ἦχος β’
Τὰ ἄνω ζητῶν.
Εὐφραίνεται νῦν, ἡ Ἄννα τῆς στειρώσεως, λυθεῖσα δεσμῶν, καὶ τρέφει τὴν πανάχραντον, συγκαλοῦσα ἅπαντας ἀνυμνῆσαι τὸν δωρησάμενον, ἐκ νηδύος αὐτῆς τοιῖς βροτοῖς, τὴν μόνην Μητέρα καὶ ἀπείρανδρον.
Ὁ Οἶκος.
Ἡ τῶν δεσμῶν τῆς πρὶν ἀτεκνίας δι᾿ εὐχῆς λυθεῖσα, προσκαλεῖται ἡμᾶς συνεορτάσαι τῷ θαύματι, καὶ δῶρα προσάξαι τῇ γεννηθείσῃ, λιτανεύοντας ἔμπροσθεν μετὰ πόθου, ἧς περ ποτὲ αἱ παρθένοι ἐν τάχει προέτρεχον, χορεύουσαι καὶ βοῶσαι· Ἰδοὺ ἦλθεν ἡ πάντων ἀνάκλησις, ἰδοὺ Ἀδὰμ ἠλευθέρωται, ὅτι Ἄννα καρπὸν ἀνεβλάστησε, τὴν μόνην Μητέρα καὶ ἀπείρανδρον.
Συναξάριον
Τῇ Θ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τῶν Δικαίων Ἰωακείμ, καὶ Ἄννης.
Στίχοι
Ἰωακεὶμ τέρφθητι σὺν τῇ Συζυγῳ,
Τεκόντες ἄμφω ψυχικὴν τέρψιν κτίσει.
Ἡ δ᾿ ἐννάτη τοκέων Θεομήτορος εὗρε σύναξιν.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ἅγιος Μάρτυς Σεβηριανός, λίθον παρὰ τοὺς πόδας φέρων, ἐπὶ τοῦ τείχους εἰς τὸν ἀέρα κρεμασθεὶς τελειοῦται.
Στίχοι
Σεβηριανὸς κἂν λίθων ἀλγῇ βάρει,
Χαίρει κρεμασθείς, ὡς ἀποσπῶν γῆς πόδας.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Θεοφάνους τοῦ Ὁμολογητοῦ, τοῦ πρὸ τοῦ Διοκλητιανοῦ ἀσκήσαντος.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ Ἅγιος Χαρίτων ξίφει τελειοῦται.
Στίχοι
Πολλὴ χάρις σοι χριστομάρτυς Χαρίτων,
Χριστοῦ χάριν τράχηλον ἐκκεκομμένῳ.
Μνήμη τῆς ἁγίας καὶ Οἰκουμενικῆς Τρίτης Συνόδου τῶν ἁγίων διακοσίων Πατέρων, τῶν ἐπὶ τῆς βασιλείας Θεοδοσίου τοῦ Μικροῦ ἐν Ἐφέσῳ συναχθέντων, καὶ τόν δυσσεβῆ Nεστόριον καθελόντων.
Ταῖς τῶν σῶν Ἁγίων πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τῶν
Θεοπατόρων
Ὠδὴ ζ’
Ἀντίθεoν πρόσταγμα.
Ἐκ ῥίζης βλαστήσασα δυὰς ἁγία, Δαυῒδ τοῦ θεόφρονος, τὴν ῥάβδον τὴν πανίερον, Παρθένον τὴν ἄχραντον, τῷ κόσμῳ τέτοκεν, ἄνθος ἱερώτατον ἡμῖν, Χριστὸν ἀσπόρως ἐξανατέλλουσαν.
Λαμπάδα πολύφωτον τὴν Θεοτόκον, ἡ Ἄννα ἡ ἔνθεος, καθάπερ χρυσαυγίζουσα, λυχνία βαστάζουσα τὸν κόσμον ἅπαντα, θείῳ κατελάμπρυνε φωτί, καὶ παρθενίας λαμπροῖς πυρσεύμασι.
Προπάτορες ἔνδοξοι τοῦ σαρκωθέντος, δι᾿ ἄφατον ἔλεος, Θεοῦ τοῦ παντοκράτορος, παιδὸς ἐκ θεόφρονος ὑμῶν πανόλβιοι, νῦν μοι τῷ προσφεύγοντι ὑμῖν, πλημμελημάτων λύσιν βραβεύσατε.
Ὡς ὄντες ὑπέρτεροι τῶν γεννητόρων, τὴν πάντων δεσπόζουσαν, κτισμάτων ἐκτετόκατε, Μαρίαν τὴν ἄχραντον, τὴν τετοκυῖαν Θεόν, σάρκα περιθέμενον ἡμῖν, ὁμοίαν πάντῃ, δι᾿ εὐσπλαγχνίαν πολλήν.
Τοῦ Μάρτυρος.
Ὁ ἐν ἀρχῇ τὴν γῆν.
Λίθοις ἁδροῖς συντρίβει σου τὸ σῶμα ὁ ἀσεβής, ὑμνοῦντος παρρησίᾳ, Χριστὸν ἐν μέσῳ τῶν παρανόμων, οὗ τῆς δόξης τυχών, νῦν χορεύεις λαμπρῶς.
Αἰωρηθεὶς τοῦ τείχους Ἀθλοφόρε, τοῦ δικαστοῦ, πολλῇ παραπληξίᾳ, ἐν βάρει λίθων πεπεδημένος οὐκ ἠρνήσω, Θεὸν τὸν τῶν Πατέρων ἡμῶν.
Ὢ τῆς στερρᾶς ἐνστάσεώς σου Μάκαρ! ὢ τῆς θερμῆς ἀγάπης πρὸς τὸν Κτίστην! δι᾿ ἣν στεφάνῳ κατακοσμεῖ σε τῷ ἀφθάρτῳ, καλῶς ὑπεραθλήσαντα.
Θεοτοκίον.
Σὺ εἶ μου φῶς Παρθένε Θεοτόκε, σὺ εἶ χαρὰ καὶ σκέπη καὶ λιμήν μου, εὐλογημένη, καὶ σὲ δοξάζω ὡς τεκοῦσαν, Θεὸν τὸν τῶν Πατέρων ἡμῶν.
Τῶν
Θεοπατόρων.
Ὠδὴ η’
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς.
Πλούτῳ κομῶντες ἀρετῶν, τὴν ἐν δόξῃ θεϊκῇ πεποικιλμένην, Βασιλίδα Παρθένoν, Ἰωακεὶμ ὁ σεπτός, καὶ Ἄννα ἡ σώφρων τετόκασιν, ἣν πᾶσα ἡ κτίσις, ὑμνεῖ ὡς Θεοτόκον.
Ῥάβδος δυνάμεως ἡμῖν, δι᾿ ὑμῶν φίλοι Θεοῦ ἐξαπεστάλη, ἡ πανάμωμος νύμφη, δι᾿ ἧς ἐν μέσῳ ἐχθρῶν, ἀθέων κατακυριεύομεν, τὰς μηχανουργίας αὐτῶν καταπατοῦντες.
Ὅπλον ἡμῖν παρὰ Θεοῦ, εὐδοκίας διὰ σοῦ ἱερωτάτη, ξυνωρὶς ἐδωρήθη, ᾧ νῦν ἡμεῖς οἱ πιστοὶ ὡραίως ἀεί, στεφανούμεθα, ἡ Θεὸν τεκοῦσα, ἁγνὴ Παρθενομήτωρ.
Φωτοχυσίαις τοῦ ἐκ σοῦ, σαρκωθέντος δι᾿ ἡμᾶς λελαμπρυσμένη, ἡ δυὰς ἡ ἀρίστη, τῶν γεννητόρων τῶν σῶν, γεννῶσί σε πάναγνε Δέσποινα, πρόξενον ἡμῖν, ἀγαθῶν ἐπουρανίων.
Ῥώμῃ Θεοῦ καρπογονεῖ, ἡ στειρεύουσα γαστὴρ ἀνοιγομένη, καὶ προέρχεται πύλη, παρθενικὴ παμφαής, ὁ Λόγος δι᾿ ἧς ἐπεδήμησεν, τοῖς ἐπὶ τῆς γῆς, σαρκωθεὶς ἀφράστῳ λόγῳ.
Τοῦ Μάρτυρος.
Τὸν
Βασιλέα τῶν οὐρανῶν.
Ἐγκαρτερήσας, τοῖς αἰκισμοῖς ἕως τέλους, Στρατιῶτα Κυρίου μετέστης, χαίρων πρὸς τὴν ἄνω, παμμάκαρ βασιλείαν.
Οὐ κατῃσχύνθης, διὰ Χριστὸν Γενναιόφρον, ὑπομεῖναι βάσανα ποικίλα· ὅθεν συνδοξάζῃ, αὐτῷ εἰς τοὺς αἰῶνας.
Στεφανηφόρος, σὺν ἀθληταῖς νῦν χορεύων, ἀληθῶς περὶ τὸν Βασιλέα, μέμνησο τῶν πίστει τελούντων σου τὴν μνήμην.
Θεοτοκίον.
Ὦ Θεομῆτορ Χριστιανῶν ἡ προστάτις, ἐξελοῦ ἡμᾶς πάσης ἀνάγκης, ἵνα σε ὑμνῶμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς.
Τὸν Βασιλέα, τῶν οὐρανῶν ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τῶν
Θεοπατόρων.
Ὠδὴ θ’
Ἀνάρχου Γεννήτορος.
Ὁμόφρονες σύμψυχοι, τὴν ἀρετὴν ὑπάρχοντες, τῆς πανάγνου Παρθένου σεπτοὶ γεννήτορες, τοὺς ἐπιτελοῦντας προθύμως, τὴν εὐκλεῆ καὶ ἔνδοξον μνήμην, ὑμῶν ἱερώτατοι, τοῦ σωθῆναι δυσωπήσατε.
Νομὴν κατεπαύσατε, τὴν τοῦ θανάτου Ἔνδοξοι, τῆς ζωῆς τὴν Μητέρα, λαμπρῶς γεννήσαντες, τὴν ἐξαφανήσασαν τούτου, τὴν προσβολήν, καὶ τῆς ἀθανάτου, ζωῆς προξενήσασαν, τὴν ἐλπίδα διὰ πίστεως.
Ὡραῖος ὡς ἥλιος, Ἰωακεὶμ ἑνούμενος, τῇ φωσφόρῳ σελήνῃ, τῇ Ἄννῃ τέτοκε, τὴν τῆς παρθενίας ἀκτῖνα, δι᾿ ἧς αὐγὴ τῆς θείας οὐσίας, σαρκὶ καθ' ὑπόστασιν, ἑνωθεῖσα ἡμῖν ἔλαμψε.
Σωφρόνως βιώσαντες, καὶ εὐσεβῶς Μακάριοι, νῦν τρυφῆς τῆς ἀφράστου, κατηξιώθητε, τῆς θεοφανείας τυχόντες, τοῦ ἐξ ὑμῶν τῷ κόσμῳ φανέντος· ὃν περ δυσωπήσατε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Τοῦ Μάρτυρος.
Κυρίως
Θεοτόκον.
Χερσὶ τῶν σὲ ποθούντων, Μάκαρ σου τὸ σῶμα, περισταλὲν κατετάφη ὡς ἅγιον, καὶ ἰαμάτων ἐκβλύζει, κρουνοὺς εἰς δόξαν Θεοῦ.
Ὧ θαῦμα! πῶς ἀνέστη, ὁ θανὼν οἰκέτης, καὶ προσηπήντα σου δρόμῳ τῷ σώματι, πρὸς τὴν ταφὴν ἀγομένῳ, Μάρτυς πανάριστε.
Τυχὼν τῆς αἰωνίου, Μάκαρ βασιλείας, καὶ τῷ Δεσπότῃ Χριστῷ παριστάμενος, ὑπὲρ τῶν σὲ ἀνυμνούντων θερμῶς ἱκέτευε.
Θεοτοκίον.
Ἐξίσταντο Ἀγγέλων, αἱ ταξιαρχίαι, σεσαρκωμένον ὁρῶσαι σε φέρουσαν, τὸν Ποιητὴν τῶν αἰώνων καὶ σὲ ἐδόξαζον.
Ὁ Εἱρμὸς.
Κυρίως Θεοτόκον, σὲ ὁμολογοῦμεν, οἱ διὰ σοῦ σεσωσμένοι Παρθένε ἁγνή, σὺν Ἀσωμάτοις χορείαις σὲ μεγαλύνοντες.
Ἐξαποστειλάριον τῶν
Θεοπατόρων.
Ἐπεσκέψατο ἡμᾶς.
Ἡ τῆς Εὔας τὴν ἀράν, ἐξάρασα νῦν τίκτεται, ἐκ γηραλέων ἀκάρπων, τῆς Ἄννης καὶ Ἰωακείμ, ἣν σὺν Ἀγγέλοις ἅπαντες, κατὰ χρέος ἐν ὕμνοις, πιστοὶ εὐφημήσωμεν.
Τοῦ Ἁγίου.
Γυναῖκες ἀκουτίσθητε.
Ἀλείπτης ἐχρημάτισας, Μαρτύρων τεσσαράκοντα, ἀριστευσάντων ἐν λίμνῃ, παμμάκαρ Σεβηριανέ, μεθ᾿ὧν ἀεὶ μνημόνευε, τῶν ἐκτελούντων ἔνδοξε, τὴν φωτοφόρον σου μνήμην, καὶ σὲ τιμώντων ἐκ πόθου, Μάρτυς Χριστοῦ ἀθλοφόρε.
Τῆς ἑορτῆς ὅμοιον.
Ἀδὰμ ἀνακαινίσθητι, καὶ Εὔα μεγαλύνθητι, Προφῆται σὺν Ἀποστόλοις, χορεύσατε καὶ Δικαίοις, κοινὴ χαρὰ ἐν τῷ κόσμῳ, Ἀγγέλων τε καὶ ἀνθρώπων, ἐκ τῶν δικαίων σήμερον, Ἰωακείμ τε καὶ Ἄννης, γεννᾶται ἡ Θεοτόκος.
Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρά.
Ἦχος β’. Οἶκος τοῦ Ἐφραθᾶ.
Χάρις τῷ λυτρωτῇ, καὶ πάντων κηδεμόνι, τῷ στεῖραν παρ᾿ ἐλπίδα, τεκεῖν τὴν Θεοτόκον, ἀρρήτως εὐδοκήσαντι.
Στίχ. Ἄκουσον, θύγατερ, καὶ ἴδε, καὶ κλῖνον τὸ οὖς σου, καὶ ἐπιλάθου τοῦ λαοῦ σου, καὶ τοῦ οἴκου τοῦ πατρός σου, καὶ ἐπιθυμήσει ὁ Βασιλεὺς τοῦ κάλλους σου.
Δεῦτε τὴν ἐκ Δαυΐδ, καὶ Ἰούδα φυεῖσαν, Θεοτόκον Μαρίαν, ἐξ ἧς ἡ σωτηρία, ἀπαύστως μεγαλύνωμεν.
Στιχ. Τὸ πρόσωπόν σου λιτανεύσουσιν οἱ πλούσιοι τοῦ λαοῦ.
Σήμερον εὐκλεῶς, ἐξ' Ἄννης ἡ Παρθένος, ἡ φωτοφόρος πύλη, γεννᾶται παραδόξως, λαοὶ φυλαὶ σκιρτήσατε.
Δόξα...
Καὶ νῦν... Ἦχος β’
Πρός το,
Σήμερον ὁ
Χριστὸς ἐν
Βηθλεὲμ.
Σήμερον ἡ πανάμωμος Ἁγνὴ προῆλθεν ἐκ τῆς στείρας· σήμερον τὰ πάντα εὐφραίνονται, ἐν τῇ αὐτῆς γεννήσει, ὁ Ἀδὰμ τῶν δεσμῶν απολύεται, καὶ ἡ Εὔα της ἀρᾶς ἠλευθέρωται. Τὰ οὐράνια πάντα ἀγάλλονται, καὶ εἰρήνη τοῖς ἀνθρώποις βραβευεται. Ἡμεῖς δὲ δοξολογοῦντες βοῶμεν· Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.
Εἰς τὴν Λειτουργίαν,
Τυπικά, καὶ ἐκ τοῦ Κανόνος τῆς Ἑορτῆς, Ὠδὴ γ’ καὶ ἐκ τοῦ τῶν Ἁγίων Ὠδὴ ς’.
Προκείμενον. Ἦχος δ' [Ψαλμός 67]
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ. Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Πρὸς Γαλάτας Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.
Κεφ. 4:22-27
Ἀδελφοί, ᾿Αβραὰμ δύο υἱοὺς ἔσχεν, ἕνα ἐκ τῆς
παιδίσκης καὶ ἕνα ἐκ τῆς ἐλευθέρας. Ἀλλ᾿ ὁ μὲν ἐκ τῆς παιδίσκης κατὰ σάρκα γεγέννηται,
ὁ δὲ ἐκ τῆς ἐλευθέρας διὰ τῆς ἐπαγγελίας. Ἅτινά ἐστιν ἀλληγορούμενα. Αὗται γάρ
εἰσι δύο διαθῆκαι, μία μὲν ἀπὸ ὄρους Σινᾶ, εἰς δουλείαν γεννῶσα, ἥτις ἐστὶν ῎Αγαρ.
Τὸ γὰρ ῎Αγαρ Σινᾶ ὄρος ἐστὶν ἐν τῇ ᾿Αραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν ῾Ιερουσαλήμ,
δουλεύει δὲ μετὰ τῶν τέκνων αὐτῆς· ἡ δὲ ἄνω ῾Ιερουσαλὴμ ἐλευθέρα ἐστίν, ἥτις ἐστὶ
μήτηρ πάντων ἡμῶν. Γέγραπται γάρ· «Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον
οὐκ ὠδίνουσα· ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα».
Ἀλληλούϊα
[γ΄]. Ἦχος δ΄ [Ψαλμός λγ΄ 33]
Στίχ. Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν
αὐτῶν.
Στίχ. Πολλαὶ
αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 8: 16-21
Εἶπεν ὁ Κύριος· Οὐδεὶς, λύχνον ἅψας, καλύπτει αὐτὸν σκεύει,
ἢ ὑποκάτω κλίνης τίθησιν, ἀλλ᾿ ἐπὶ λυχνίας ἐπιτίθησιν, ἵνα οἱ εἰσπορευόμενοι βλέπωσι
τὸ φῶς. Οὐ γάρ ἐστι κρυπτὸν, ὃ οὐ φανερὸν γενήσεται, οὐδὲ ἀπόκρυφον, ὃ οὐ γνωσθήσεται,
καὶ εἰς φανερὸν ἔλθῃ. Βλέπετε οὖν πῶς ἀκούετε· ὃς γὰρ ἐὰν ἔχῃ, δοθήσεται αὐτῷ,
καὶ ὃς ἐὰν μὴ ἔχῃ, καὶ ὃ δοκεῖ ἔχειν, ἀρθήσεται ἀπ᾿ αὐτοῦ. Παρεγένοντο δὲ πρὸς
αὐτὸν ἡ Μήτηρ καὶ οἱ ἀδελφοί αὐτοῦ, καὶ οὐκ ἠδύναντο συντυχεῖν αὐτῷ διὰ τὸν ὄχλον.
Καὶ ἀπηγγέλη αὐτῷ, λεγόντων· Ἡ Μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἑστήκασιν ἔξω, ἰδεῖν
σε θέλοντες. Ὁ δὲ ἀποκριθεὶς, εἶπε πρὸς αὐτούς· Μήτηρ μου καὶ ἀδελφοί μου, οὗτοί
εἰσιν, οἱ τὸν λόγον τοῦ Θεοῦ ἀκούοντες, καὶ ποιοῦντες αὐτόν.
Κοινωνικὸν
Ἀγαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου