Δευτέρα 19 Μαΐου 2014

ΜΗΝΑΙΟ ΣΕΠ. (22)



ΣΕΠΤΕΜΒΡΙΟΥ
ΤΗ ΚΒ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
 Μνήμη τοῦ Ὁσίου Ἱερομάρτυρος Φωκᾶ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ες τ, Κριε κκραξα, στμεν Στχους ς’ κα ψλλομεν Στιχηρ το γου ποστλου Κοδρτου τρα, κα το γου ερομρτυρος Φωκ τρα.
Το γου Κοδρτου.
χος α’
Τν ορανων ταγμτων.
Τῶν οὐρανίων χαρίτων, ταῖς ἐπιλάμψεσι, καταυγασθεὶς ἐδείχθης, ἐν τῷ κόσμῳ Κοδρᾶτε, φωστὴρ πᾶσι προφαίνων, ἀκτῖνας φαιδράς, τοῦ ἐνθέου κηρύγματος, καὶ διὰ τοῦτο τιμῶμέν σε οἱ πιστοί, ὡς Ἀπόστολον καὶ Μάρτυρα.
Σὺ τὰς εὐθείας πορείας, βαδίσας ἔνδοξε, τῶν σκολιῶν ἐρρύσω, τρίβων τῆς ἀσεβείας, ἀνθρώπους πλανωμένους· ὅθεν πιστοί, ἀπλανῆ σε δοξάζομεν, καὶ ὁδηγὸν καὶ μεσίτην τῆς πρὸς Θεόν, οἰκειώσεως, Ἀπόστολε.
θαυμαστὸς ἐν Ἁγίοις, ὑπάρχων Κύριος, σὲ τῇ ἀφθόνῳ δόξῃ, τῶν αὐτοῦ χαρισμάτων, ἐδόξασεν ἐν κόσμῳ, καὶ τῶν ψυχῶν, καὶ σωμάτων παρέσχετο, θεραπευτήν, ὦ Κοδρᾶτε, τοῖς εὐσεβῶς, εὐφημοῦσί σε Ἀπόστολε.
Το ερομρτυρος Φωκᾶ. 
μοια.
Καταβαλὼν τῶν εἰδώλων, τὴν ματαιότητα, τῷ ἱερῷ σου λόγῳ ἐβεβαίωσας πίστει, καρδίας ἀστηρίκτους, καὶ πρὸς ζωήν, Ἱεράρχα ὡδήγησας, καὶ ἐναθλήσας νομίμως Μάρτυς Φωκᾶ, τοῦ Κυρίου ἐχρημάτισας.
Τὴν ἱερὰν διπλοΐδα, βάψας ἐν αἵματι, τῆς ἱερᾶς σαρκός σου, Ἱερώτατε Πάτερ, διπλοῦς στεφάνους ὄντως, παρὰ Χριστοῦ, ὑπεδέξω πανόλβιε, καὶ σὺν Ἀγγέλοις χορεύεις ἐν οὐρανοῖς, ἱκετεύων τοῦ σωθῆναι ἡμᾶς.
Ταῖς τῶν θαυμάτων ἀκτῖσι, πᾶσαν φωτίζεις τὴν γῆν, τοῖς ἐν θαλάσσῃ Πάτερ, βοηθεῖς καθ' ἑκάστην, νοσήματα διώκεις, παύεις ψυχῆς, καὶ σαρκὸς ἀρρωστήματα, παρὰ Κυρίου τὴν χάριν Μάρτυς Φωκᾶ, εἰληφὼς θεομακάριστε.
Δξα... χος δ’  Κυπριανοῦ.
κ βρέφους ἐγένου τοῦ Κυρίου ἐραστής, Φωκᾶ παμμακάριστε, Ἱερομάρτυς Χριστοῦ· τὸ γὰρ ὅπλον τοῦ Σταυροῦ ἐπ' ὤμων ἀράμενος, ἀκλινῶς ἐπορεύθης τὴν ὁδὸν τῆς σωτηρίας, δι' ἧς τῶν Ἀγγέλων συνέστιος γέγονας, δαιμόνων ἀντίπαλος, καὶ τοῦ κόσμου πρεσβευτὴς ὤφθης διαπρύσιος.
Κα νν... Θεοτοκον.
δωκας σημεωσιν.
Ζόφος φοβερώτατος, ὁ τοῦ θανάτου Θεόνυμφε, τὴν ψυχὴν κατατρύχει μου, τὸ δὲ λογοθέσιον, ἐξιστᾶν καὶ τρέμειν, ἀεὶ τῶν δαιμόνων, παρασκευάζει ἀγαθή· ἐξ ὧν με ῥῦσαι τῇ δυναστείᾳ σου, Παρθένε ἀπειρόγαμε, καὶ πρὸς λιμένα σωτήριον, καὶ πρὸς φῶς τὸ ἀνέσπερον, τῶν Ἁγίων κατάταξον.
Σταυροθεοτοκον
Νεκρούμενον βλέπουσα, Χριστὸν ἡ πανάγνος Δέσποινα, καὶ νεκροῦντα τὸν δόλιον, ὠλόλυζε κράζουσα, πικρῶς τῷ ἐκ σπλάγχνων, αὐτῆς προελθόντι, καὶ τὸ μακρόθυμον αὐτοῦ, ἀποθαυμάζουσα κατεπλήττετο. Τέκνον μου ποθεινότατον, μὴ ἐπιλάθῃ τῆς δούλης σου, μὴ βραδύνῃς φιλάνθρωπε, τὸ ἐμὸν καταθύμιον.
 Ες τν Στχον, Στιχηρ τς κτωχου.
πολυτκιον το ποστλου.
χος γ'
πόστολε Ἅγιε Κοδρᾶτε, πρέσβευε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχὰς ἡμῶν.
Κα το ερομρτυρος.
χος δ’
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Φωκᾶ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετ τν συνθη Στιχολογαν, Κανν τς κτωχου ες, κα τν γων δο, προηγεται δ το ποστλου, χων τν δε τν κροστιχδα.
Σοὶ Κοδρᾶτε μέγιστε τοὺς ὕμνους πλέκω. Ἰωσήφ. 
δ α’  χος πλ. β’
Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι θάλασσαν, καὶ ὁδηγήσαντι τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι δεδόξασται.
Στεφηφορῶν, τῷ Βασιλεῖ τῶν Δυνάμεων, παρεστηκὼς ἱκέτευε, καταλαμπρύνεσθαι, τοὺς τὴν μνήμην σου ταύτην, φαιδρῶς ἐπιτελοῦντας μάκαρ Ἀπόστολε.
Οἰκοδομῶν, τῷ θεμελίῳ τῆς πίστεως, τῶν εὐσεβῶν τὸ πλήρωμα, ὀχυρωτάταις σου, διδαχαῖς θεοφόρε, εἰδώλων τὴν ἀπάτην, πᾶσαν κατέστρεψας.
ερουργῶν, τὸ ἱερὸν Εὐαγγέλιον, ἱερωτάτοις λόγοις σου, ψυχὰς τῷ Κτίστῃ σου, καθιέρωσας πίστει, ἀοίδιμε Κοδρᾶτε, σθένει τοῦ Πνεύματος.
Θεοτοκον.
Κόρης σαρκί, ἐξ ἀπειράνδρου τικτόμενος, ὁ Ποιητὴς τῆς κτίσεως, μετὰ τὴν κύησιν, ὡς πρὸ τόκου Παρθένον, αὐτὴν διαφυλάττει, καθὼς ηὐδόκησεν.
 Κανν το γου Φωκ, ο , κροστιχς.
Ὑμνεῖν σε Φωκᾶ προσθέτω Θεὸς χάριν. Ἰωσήφ. 
δ α’ χος δ’
Θαλσσης τ ρυθραον.
μνῆσαι, προθυμουμένῳ σήμερον, τὴν θείαν μνήμην σου, φωτιστικαῖς τοῦ Πνεύματος αὐγαῖς, τὴν ψυχήν μου καταύγασον, ποιμὴν καὶ Μάρτυς ἔνδοξε, τοῦ Παντοκράτορος Θεοῦ ἡμῶν.
Μαρτύρων, περιφανῶς ἐπλούτησας, τὴν θείαν εὔκλειαν ποιμαντικαῖς ἐκπρέψας καλλοναῖς, καὶ φοινίξας ἐν αἵματι, τῆς ἱερᾶς ἀθλήσεως, σοῦ τὴν στολὴν θεομακάριστε.
Νευρώσας, τὸν λογισμὸν ταῖς κρείττοσιν, ἐλπίσι πάνσοφε, τὸν ἐν κακίᾳ ὄντα δυνατόν, παντελῶς ἐξενεύρισας, καὶ νικηφόρος ἄριστος, πρὸς οὐρανοὺς Φωκᾶ ἀνέδραμες.
Θεοτοκον.
λύθη, τῶν Προπατόρων ἄχραντε, τὸ ἐπιτίμιον· τὸν πρὸ αἰώνων τίκτεις γὰρ Θεόν, νέον βρέφος γινόμενον, καὶ νεουργοῦντα ἅπασαν, τὴν ἀνθρωπίνην ὄντως ὕπαρξιν.
Το ποστλου. 
δ γ’
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.
Τελῶν τὰ φοβερὰ Κοδρᾶτε θαύματα, ἀπίστους εἰς πίστιν θείαν ἐνῆγες, ὡς Ἀπόστολος θεόληπτος, ὡς σεπτὸς Ἱεράρχης ἱερώτατε.
νθέοις διδαχαῖς πολλοὺς ἐφώτισας· φωτὸς γὰρ διάκονος ἀνεδείχθης, τοῦ φωτίσαντος τὰ πέρατα, Ἱεράρχα Κοδρᾶτε, θείαις λάμψεσι.
Μεγίστων ἀγαθῶν ὑπῆρξας πρόξενος, τῇ ποίμνῃ ἐξαίρων ταύτης τὸ σκότος, τῆς ἀγνοίας, καὶ φωτίζων αὐτήν, παραδόξων θαυμάτων ἐπιδείξεσιν.
Θεοτοκον.
σκήνωσεν ἐν σοὶ τὸ πῦρ τὸ ἄστεκτον, μὴ φλέξαν τὴν μήτραν σου Θεοτόκε, καὶ κατέφλεξε τὰ πάθη ἡμῶν, καὶ τὴν ὕλην τῆς πλάνης ἀπετέφρωσεν.
Το ερομρτυρος.
Εφρανεται π σοὶ.
άσεις ἐπιτελῶν, τῇ ἐπικλήσει τοῦ Χριστοῦ Ὅσιε, πλάνης ἐχθροῦ ἔσωσας, πόλεις καὶ λαοὺς θείᾳ χάριτι.
Ναὸς ὑπάρχων Θεοῦ, εἰδωλικοὺς Μάρτυς ναοὺς ἔρριψας, τὴν παντουργὸν δύναμιν, ἔχων συνεργὸν καὶ συνέριθον.
Στρατὸς ὡράθη Φωκᾶ, ἀγγελικὸς καὶ φῶς Θεοῦ ἄπλετον, δικαστικῶν θρόνων σε, ἔναντι Κυρίου δοξάζοντος.
Θεοτοκον.
κ σοῦ Θεὸς σαρκωθείς, δι' εὐσπλαγχνίαν τοῖς βροτοῖς ἥνωται, καὶ τὴν ἀρὰν ἔλυσε, μόνη παντευλόγητε Δέσποινα.
Ερμς.
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα. 
Κοντκιον το γου Φωκᾶ.
χος β’ Τος σφαλες.
ς θεαυγῆ καὶ φωτοφόρον ἥλιον, σὲ νοητὸν τῇ Ἐκκλησίᾳ ἔθετο, ὁ Δεσπότης καταλάμποντα, πιστῶν τὰ πλήθη Μάρτυς ἔνδοξε· τὸν βίον γὰρ τὴν πίστιν καὶ τοὺς ἄθλους σου, ὡς μύρον εὐωδίας προσεδέξατο, ὁ μόνος ὑπάρχων πολυέλεος.
Οκος.
Φώτισόν με φωτὶ ἀνεσπέρῳ τῆς σῆς γνώσεως Σῶτερ, τὴν ἀχλὺν τῶν παθῶν σκεδάζων μου, καὶ σκοτόμαιναν, λόγον σοφίας δίδου μοι Λόγε, καὶ συνέσεως θείας ἐν κατανύξει, ὅπως τὸν σὸν παναοίδιμον Μάρτυρα στέψω Φωκᾶν, ἐν ὕμνοις καὶ μελῳδίαις· ἀπορούντων γὰρ πέλεις ἀντίληψις καὶ πλοῦτος πᾶσι πτωχεύουσι, καὶ πηγὴ ἀγαθῶν δωρεῶν, ὁ μόνος ὑπάρχων πολυέλεος.
Κθισμα το ποστλου.
χος δ’
Ταχ προκατλαβε.
Τὸν μέγαν Ἀπόστολον, καὶ ἱεράρχην Χριστοῦ, Κοδρᾶτον τὸν ἔνδοξον, ἐν θεοπνεύστοις ᾠδαῖς, πιστοὶ εὐφημήσωμεν· βρύει γὰρ ὡς ἐκ κρήνης, τοῖς ἐν πίστει αἰτοῦσιν, ἄφεσιν ἐγκλημάτων, καὶ παθῶν θεραπείαν, λαβὼν ἐκ τοῦ Ὑψίστου, τὴν χάριν τὴν ἄφθονον.
Δξα... το ερομρτυρος.
μοιον.
χάρις τοῦ Πνεύματος, ἐν σοὶ σκηνώσασα, πηγήν σε ἀνέδειξε, πολλῶν χαρίτων Φωκᾶ, πλουσίως ἐκβλύζουσαν|· ὅθεν καὶ τοῖς πλωτῆρσι, βοηθεῖς καθ' ἑκάστην, πίστει ἐπιζητοῦσι, σὴν βοήθειαν Πάτερ, σὺν τούτοις καὶ ἡμῖν, ἱλασμὸν νέμοις θεόσοφε.
Κα νν... Θεοτοκον.
Παρθένε πανάμωμε, τὸν ὑπερούσιον, Θεὸν ἡ κυήσασα, σὺν Ἀσωμάτοις αὐτόν, ἀπαύστως ἱκέτευε, ἄφεσιν τῶν πταισμάτων, καὶ διόρθωσιν βίου, δοῦναι ἡμῖν πρὸ τέλους, τοῖς ἐν πίστει καὶ πόθῳ, ὑμνοῦσί σε κατὰ χρέος, μόνη πανύμνητε.
Σταυροθεοτοκον.
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.
Το ποστολου. 
δ δ’
Εσακκοα Κριε.
Γηπονήσας τὴν ἄρουραν τῶν καρδιῶν, δρεπάνῃ σου τῶν λόγων, τῆς κακίας ὕλην πᾶσαν ἐξέκοψας.
αμάτων χαρίσματα, πᾶσιν ἡμῖν ὁ τάφος σου πηγάζει, ἱερὲ Κοδρᾶτε, τοὺς αἰτουμένους σε.
Συμπαθῶς ἐπικλώμενος, τῶν δυσχερῶν λυτροῦσαι καὶ κινδύνων, Ἱερὲ Κοδρᾶτε τοὺς αἰτουμένους σε.
Ταῖς λαμπάσι τῶν λόγων σου, φωταγωγῶν τοὺς πλάνῃ σκοτισθέντας, φρυγανώδη πᾶσαν ἀπάτην ἔφλεξας.
Θεοτοκον.
ξ ἁγνῶν σου σεσάρκωται, ὁ πλαστουργὸς αἱμάτων Θεοτόκε, καὶ φθαρέντας πάντας ἐκαινοποίησεν.
Το ερομρτυρος. 
παρθντα σε δοσα.
Φαεινότατον ἀστέρα σὲ ἐν τῷ ὕψει, τῆς Ἐκκλησίας ἔθετο, Φωκᾶ ὁ Δεσπότης, ἄθλων ἱερώτατε, θαυμάτων τε λάμψεσι, πάντων τὰς καρδίας φωτίζοντα.
μολόγησας τὴν σάρκωσιν τοῦ Δεσπότου, τυραννικοῦ πρὸ βήματος, Μάρτυς ἀθλοφόρε, καὶ λαμπρῶς κατῄσχυνας, Ἑλλήνων σεβάσματα, καὶ πολυθεΐας τὸ ἄθεον.
Κορυφουμένην τὴν θάλασσαν τῆς ἀπάτης, πολυθεΐας λαίλαπι, θείᾳ κυβερνήσει, Ἔνδοξε παρέδραμες, λιμὴν γαληνότατος, πᾶσι γεγονὼς θαλαττεύουσιν.
Θεοτοκον.
πειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
Το ποστλου.
δ ε’
τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριος, ἐν τῷ φωτὶ τῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον Θεὸν οὐ γινώσκομεν.
Τὴν καθαράν σου ψυχήν, ὁ καθαρώτατος Θεὸς σκήνωμα, τῆς ἑαυτοῦ εὑράμενος δόξης, καθαίρει διὰ σοῦ, ψυχὰς ῥυπωθείσας, δεινοῖς παραπτώμασιν.
Οἱ τῶν Ἑλλήνων σoφοί, σοῦ ἡττηθέντες τοῖς σοφοῖς δόγμασιν, ὁμολογεῖν ἐπείσθησαν Μάκαρ, Χριστὸν δημιουργόν, Πατρὸς προανάρχου, σοφίαν καὶ δύναμιν.
ποφωνῶν ἱερῶς, τὴν γενομένην τοῖς βροτοῖς ἔλλαμψιν, ἐκ τοῦ Πατρὸς τῶν φώτων Κοδρᾶτε, ἐφώτισας λαούς, σέβειν καὶ δοξάζειν, Τριάδα ἀχώριστον.
Θεοτοκον.
Σεσαρκωμένον ἡμῖν, ἐν δύο φύσεσιν Υἱὸν τέτοκας, τὸν ἐκ Πατρὸς πρὸ πάντων αἰώνων, ἁγνὴ γεννηθέντα, ἀρρεύστως ἀχρόνως, ὡς μόνος ἐπίσταται.
Το ερομρτυρος.
Σ Κρι μου φς.
Πορείας τοῦ ἐχθροῦ, προφανῶς ὑπεσκέλισας, ἰθύνων σου τὰς πορείας, πρὸ Θεοῦ θελημάτων, τὰς τρίβους Ἱερώτατε. 
ηγνύμενον πληγαῖς, τὸ πολύαθλον σῶμά σου, διέρρηξεν ἀθεΐας, τοὺς δεσμοὺς θείῳ σθένει, Φωκᾶ θεομακάριστε.
λόκληρον Θεῷ προσενήνεξαι σφάγιον, Πανεύφημε τῷ τυθέντι, καὶ ἐναίμους θυσίας, εἰδώλων καταπαύσαντι.
Θεοτοκον.
Σοφίᾳ τοῦ Θεοῦ, ἑαυτῇ ᾠκοδόμησεν, ὦ Δέσποινα Θεοτόκε, ἐξ ἁγνῶν σου αἱμάτων, τὸν οἶκον ὡς ηὐδόκησεν.
Το ποστλου. 
δ ς’
ν βσσ πταισμτων.
ψηλὸς οὐρανὸς ἐχρημάτισας, δόξαν διηγούμενος, Θεοῦ σωτήριον, ὡς Ἱεράρχης ἔνθεος, ὡς κλεινὸς σὺ Κοδρᾶτε Ἀπόστολος.
Μίαν φύσιν Θεότητος ἄναρχον, μίαν κυριότητα κηρύττων πάνσοφε, πολυθεΐας ἔλυσας, τὴν σκοτώδη Κοδρᾶτε ἀπόνοιαν.
Νόμῳ φύσεως τάφῳ τὸ σῶμά σου, μάκαρ ἱερώτατε, νῦν κατακείμενον, θαυματουργεῖ παράδοξα, ὑπὲρ φύσιν Κοδρᾶτε καὶ ἔννοιαν.
Θεοτοκον.
Οὐρανὸν ὁ τανύσας βουλήματι, ἄλλον οὐρανὸν ἐπὶ γῆς σε ἀνέδειξε, Θεογεννῆτορ Δέσποινα, καὶ ἐκ σοῦ τοῖς ἐν σκότει ἀνέτειλεν.
Το ερομρτυρος. 
Θσω σοι, μετ φωνς.
Θάλασσαν, ἀθεΐας ἐξήρανας Πάνσοφε, πηγὴν ζωῆς ἀναβλύζων, διδαχῶν ὁσίων, νῦν δὲ θαυμάτων, ἐπομβρίαις, ἀποπλύνεις παθῶν πάντα βόρβορον.
πήρθης, ἐπὶ ξύλου δεινῶς σπαθιζόμενος, καὶ ἐξαρθρούμενος μάκαρ, καὶ φωνὴν ἐξ ὕψους σε δυναμοῦσαν, ἐνωτίσθης, Ἱεράρχα καὶ Μάρτυς πολύαθλε.
Τὸ πάθος, τοῦ ἀπαθοῦς Φωκᾶ μιμησάμενος, πάθη ποικίλα ἰᾶσαι, καὶ λυτροῦσαι ζάλης καὶ τρικυμίας, τοὺς πλωτῆρας, ταῖς πρὸς Θεόν σου θείαις ἐντεύξεσιν.
Θεοτοκον.
ς ὄμβρος, ὁ σωτήριος Λόγος κεκένωται, ἐν τῇ ἀφθόρῳ σου μήτρᾳ, Παναγία Κόρη, καὶ τῆς κακίας, τοὺς χειμάρρους, θεϊκῇ δυναστείᾳ ἐξήρανε.
Ερμς.
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Κοντκιον το ποστλου.
χος πλ. δ’ ς παρχς.
ς ἱεράρχην τίμιον, καὶ ἀθλητὴν στερρότατον, ἡ οἰκουμένη προσάγει σοι Κύριε, θεῖον Κοδρᾶτον Ἀπόστολον, καὶ τοῖς ὕμνοις γεραίρει, τὴν σεπτὴν αὐτοῦ μνήμην, αἰτοῦσα πάντοτε, πταισμάτων ἄφεσιν, δωρηθῆναι τοῖς μέλπουσιν, Ἀλληλούϊα.
Οκος.
Τὸν σοφὸν Ἱεράρχην τιμήσωμεν, ὡς ποιμένα πιστὸν καὶ διδάσκαλον, ὅτι ἐν τῷ λειμῶνι τῆς ἀθλήσεως, ἐξήνθησε ῥόδον ἱερώτατον, καὶ ἡμᾶς τοὺς πιστοὺς κατεμύρισε, βολαῖς θαυμάτων τε, καὶ πράξεων ἐναρέτων, φωτισμοῦ πληρώσας πᾶσαν γῆν, ἰαμάτων ταῖς λάμψεσιν· ἐθαυμάστωσε γὰρ ὁ Θεὸς τοὺς βοῶντας αὐτῷ, Ἀλληλούϊα.

Συναξάριον
Τῇ ΚΒ' τοῦ αὐτοῦ μηνός, Mνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Φωκᾶ τοῦ θαυματουργοῦ, τοῦ ἐν λουτρῷ σφοδρῶς πυρωθέντι τελειωθέντος.
Στχοι
Φωκᾶ, τὸ λουτρὸν σμήγματος παντὸς δέχου.
Λουτρὸν γὰρ ἦν ἀγῶνος, οὐ καθαρσίου.
Εἰκάδι δευτερίῃ λουτρὸν πέφνεν ἔνδοθι Φωκᾶν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Φωκᾶ τοῦ κηπουροῦ.
Στχοι
δει χάριν σοι, σοῦ χάριν θνῄσκων Λόγε,
Φωκᾶς ὁ Μάρτυς τῷ διὰ ξίφους τέλει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἰσαάκ, καὶ τοῦ Ἁγίου Μαρτίνου.
Στχοι
Χριστοῦ τὸ θάρσος ἐμπνέοντος ὑψόθεν,
Πρὸς τὴν σπάθην ἔσπευδεν ἐκπνεῖν Μαρτῖνος.
Μνήμη τῶν ἁγίων εἴκοσιν ἓξ ὁσιομαρτύρων Ζωγραφιτῶν, τῶν ἐλεγξάντων τοὺς Λατινόφρονας Μιχαὴλ τὸν βασιλέα Παλαιολόγον Η' καὶ τὸν πατριάρχην Ἰωάννην τὸν Βέκκον, ἄνωθεν τοῦ πύργου πυρὶ τελειωθέντων.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Το ποστλου.
δ ζ’
Εκνος χρυσς.
ψώσας τὸν νοῦν, πρὸς τὸ πρῶτον ἀγαθὸν θεοειδέστατος, ναὸς Τριάδος ἐχρημάτισας, καὶ τοὺς ἐν βάθει κακώσεως, ὕψωσας ταῖς ὑψηλοτάταις, διδαχαῖς σου κραυγάζοντας· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Συντρίψας ναούς, τῶν εἰδώλων προσευχῶν ἀναμοχλεύσεσιν, ἀνεδομήσω θείῳ Πνεύματι, ναοὺς Θεῷ Ἱερώτατε, καὶ τῶν σῳζομένων τὰ πλήθη, προσηγάγω κραυγάζοντα· Εὐλογητός εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Πυρίπνοος ὤν, ὡς τοῦ Πνεύματος τὸ πῦρ τὸ θεῖον Πάνσοφε, ἐν τῇ καρδίᾳ ἔχων πάντοτε, λαμπὰς ὡράθης φλογίζουσα, πᾶσαν φρυγανώδη ἀπάτην, καὶ τοὺς βοῶντας φωτίζουσα· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκον.
Λυθέντες ἀρᾶς, διὰ σοῦ προγονικῆς θεοχαρίτωτε, καλῶν αἰτίαν σε γινώσκομεν, ὡς τὸν πανταίτιον τέξασαν, Λόγον ὑπὲρ νοῦν τε καὶ λόγον· ὅθεν βοῶμέν σοι Ἄχραντε· Εὐλογημένη εἶ, Θεὸν σαρκὶ κυήσασα.
Το ερομρτυρος.
ν τ καμνῳ.
Θυμὸν τυράννων, οὐκ ἐδειλίασας πάνσοφε, ποίμνης προϊστάμενος δὲ τῆς λογικῆς, ὡς ἀρνίον προσενήνεξαι, τῷ ἀρχιποίμενι, μαρτυρικῶς Φωκᾶ κλεϊζόμενος.
δοκιμάσθης, ὡς ἐν χωνείᾳ Μάρτυς χρυσός, μέσον ἐμβληθεὶς ἀσβέστου φλογοειδοῦς, καὶ μηδόλως φλογιζόμενος· Εὐλογημένος εἶ, ὁ Θεός μου κραυγάζων καὶ Κύριος.
θεῖος πόθος, προσαναφλέγων τὴν καρδίαν σου, θείῳ δροσισμῷ σε ἔνδοξε συντηρεῖ, ἐν πυρὶ μὴ δαπανώμενον, τῆς ἀθεΐας δέ, Ἱεράρχα τὴν ὕλην συγκαίοντα.
Θεοτοκον.
Σεσαθρωμένον, τὸν τῆς ψυχῆς μου οἶκον πανάμωμε, Κόρη μετανοίας τρόποις ὡς ἀγαθή, ἀνακαίνισον ἡ ἅπασαν, τὴν ἀνθρωπότητα, τῷ τοκετῷ σου ἀνακαινίσασα.
Το ποστλου.
δ η’
Τν ν καμνῳ.
στηριγμένος νοητήν, ἐπὶ πέτραν τῆς ψυχῆς ἔχων τὰς βάσεις, ὑπεσκέλισας μάκαρ, τοὺς Κυρίου ἐχθρούς, καὶ πάντας Κοδρᾶτε ἐστήριξας, τοὺς ὑπερυψοῦντας, αὐτόν εἰς τοὺς αἰῶνας.
Κεκοσμημένην ἀρεταῖς, κεκτημένος τὴν ψυχὴν καὶ τὴν καρδίαν, κατεκόσμησας λόγοις, διδασκαλίας ψυχάς, ἐξαίρων ἀκοσμίαν ἅπασαν, εἰδωλομανίας, εἰς πάντας τούς αἰῶνας.
ς μαθητὴς τοῦ Ἰησοῦ, ὡς Ἀπόστολος φαιδρός, ὡς τοῦ Ἡλίου τοῦ τῆς δικαιοσύνης, φωτοφανὴς ἀστραπή, Κοδρᾶτε φωτίσας ἁγίασον, τοὺς ἐπιτελοῦντας, τὴν σὴν ἁγίαν μνήμην.
Θεοτοκον.
ερωτάταις σε φωναῖς, Ἱερώτατοι Θεοῦ Ἁγνὴ Προφῆται, ἐσομένην Μητέρα, προανεφώνουν τρανῶς, τοῦ πάντων δεσπόζοντος ἄχραντε· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τούς αἰῶνας.
Το ερομρτυρος. 
Χερας κπετσας.
Χάρις σου τοῖς χείλεσι σοφέ, Φωκᾶ ἐκκέχυται· ὅθεν ἐπέστρεψας, λαὸν πλανώμενον ὄφεως, ὑποθήκαις καὶ προσήγαγες, οἷα ποιμὴν ἀληθινός, Χριστῷ κραυγάζοντα· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
κοίμητον ἔχει σε πιστῶν, Σοφὲ ὁμήγυρις πρέσβυν κοιμίζοντα, παθῶν θαλάσσης τὰ κύματα, πειρασμούς τε κατευνάζοντα, καὶ ὀδυνῶν παντοδαπῶν ἡμᾶς λυτρούμενον, τοὺς βοῶντας· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
εῖθρα ἰαμάτων ὁ ναός, ὁ σὸς τοῖς χρῄζουσι, πηγάζει πάντοτε, λιμὴν δεικνύμενος ἄκλυστος, καὶ παθῶν φυγαδευτήριον, τοῖς σὲ τιμῶσι, καὶ Χριστῷ Μάρτυς κραυγάζουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
να σου τιμῶμεν τὸ σεπτόν, Φωκᾶ μνημόσυνον, πανηγυρίζοντες, τὸν ὑπεράγαθον Κύριον, ἐκδυσώπει προθυμότατα, ἀπαλλαγὴν τῶν δυσχερῶν, ἡμῖν δωρήσασθαι, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκον.
Νόμου σε ἐτύπου κιβωτός, καὶ στάμνος φέρουσα, τὸ μάννα Πάναγνε, ἡ θεία τράπεζα αὖθίς τε, καὶ λυχνία χρυσαυγίζουσα, εἰς ἀποκάλυψιν ἐθνῶν τὸ φῶς κυήσασαν, τὸ φωτίζον, θεογνωσίᾳ τοῦ κόσμου τὰ πέρατα.
Ερμς.
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταὶ Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Το ποστλου.
δ θ’
Τν κ Θεο Θεν.
ραιωθεὶς διανοίᾳ, τῷ ὡραίῳ Δεσπότῃ, παρίσταται φαιδρότατος ἀεί, ὡς Ἱεράρχης θεόληπτος, ὡς Ἀπόστολος θεῖος, σὺν πᾶσιν Ἀποστόλοις ἀληθῶς, την εἰρήνην τῷ κόσμῳ, Κοδρᾶτε ἐξαιτούμενος.
Σοῦ Μαγνησία κατέχει, τῶν λειψάνων τὴν θήκην, ὡς θείαν κιβωτόν, καὶ ἐξ αὐτῆς, πᾶσαν Κοδρᾶτε ὠφέλειαν, ἀπαρύεται πόθῳ, σκηναὶ δὲ οὐρανῶν τὴν σὴν ψυχήν, κεκτημέναι σὺν πᾶσιν, Ἁγίοις ἐπαγάλλονται.
φωταυγής σου ἡμέρα, ἡ φωσφόρος σου μνήμη, ἡ ὄντως εὐκλεής σου ἑορτή, πᾶσιν ὡς ἥλιος ἔλαμψεν, ἣν πιστῶς ἐκτελοῦμεν, Κοδρᾶτε ἱλασμὸν ἁμαρτιῶν, δυσωποῦντες εὐχαῖς σου, λαβεῖν καὶ μέγα ἔλεος.
Θεοτοκον.
Φεῖσαί μου Κύριε φεῖσαι, ὅταν μέλλῃς με κρίνειν, καὶ μὴ καταδικάσῃς με εἰς πῦρ, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, δυσωπεῖ σε Παρθένος, ἡ σὲ κυοφορήσασα Χριστέ, Ἀποστόλων ὁ δῆμος, καὶ σὺν Προφήταις Μάρτυρες.
Το ερομρτυρος. 
Λθος χειρτμητος.
ερολογίαις ἐνθέοις, τοῦ ἱεροῦ δεῦτε Ποιμένος, πάντες τὴν πανίερον μνήμην, ἱερωτάτως πανηγυρίσωμεν, τὸν εὐεργέτην Kύριον, ὑπὲρ ἡμῶν καθικετεύοντος.
φθης πυρακτούμενος ζήλῳ, τῷ τοῦ Δεσπότου ὁπηνίκα, Μάρτυς τὸ λουτρὸν ὑπεισῆλθες, ἐκκεκαυμένον, ἐν ᾧ τὸ πνεῦμά σου, Θεοῦ ἐπαγαλλόμενος, μάκαρ εἰς χεῖρας παραδέδωκας.
Σὲ Ἱεραρχῶν αἱ χορεῖαι, καὶ τῶν Μαρτύρων αἱ ἀγέλαι, καὶ τῶν ἱερῶν Ἀποστόλων, ἡ συναυλία πάντων Δικαίων τε, Μάρτυς Φωκᾶ τὰ πνεύματα, ἔχοντα μέσον ἐπαγάλλονται.
πλωται ἐν κόσμῳ ἡ μνήμη, ἡ σὴ ψυχὰς φωταγωγοῦσα, τῶν ἀνευφημούντων ἐν πίστει, τοὺς σοὺς ἀγῶνας καὶ τὰ παλαίσματα, καὶ τὴν γενναίαν ἄθλησιν, ποιμὴν καὶ Μάρτυς ἀξιάγαστε.
Θεοτοκον.
Φώτισον Ἁγνὴ τὴν ψυχήν μου, ἐσκοτισμένην ἁμαρτίᾳ, καὶ αἰωνιζούσης φλογὸς με, καὶ σκότους ῥῦσαι τῇ μεσιτείᾳ σου, ἵνα τὴν σὴν γηθόμενος, ἀνευφημῶ μεγαλειότητα.
Ερμς.
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Xριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
ξαποστειλριον το ποστλου.
Γυνακες κουτσθητε.
ς Μάρτυς καὶ Ἀπόστολος, καὶ Ἱεράρχης ἔνθεος, Κοδρᾶτε μύστα τοῦ Λόγου, Χριστοῦ κηρύξας τὸ θεῖον, πανσόφως Εὐαγγέλιον, πᾶσαν τὴν γῆν ἐφαίδρυνας, ἐκ πλάνης λυτρωσάμενος, τοὺς γηγενεῖς καὶ διδάσκων, τοῦ προσκυνεῖν τὴν Τριάδα.
Το ερομρτυρος.
ορανν τος στροις.
εραρχῶν ἀκρότης, καὶ Ἀθλοφόρων τὸ κλέος, Φωκᾶ καὶ μέγας προστάτης, τοῖς θαλαττεύουσι πέλων, περίσῳζε ἐκ κινδύνων, τοὺς εὐφημοῦντάς σε μάκαρ.
Θεοτοκον.
Τὸν Ποιητὴν τῶν αἰώνων, καὶ τῶν Ἀγγέλων Δεσπότην, ἀποτεκοῦσα Παρθένε, τοῦτον ἱκέτευε δεῖξαι, τῆς δεξιᾶς παραστάτας, μερίδος τοὺς σοὺς οἰκέτας.
  λοιπ κολουθα κα πλυσις.






Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου