ΣΕΠΤΕΜΒΡΙΟΥ
ΤΗ ΙΣΤ’
ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Mνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ Πανευφήμου Εὐφημίας.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ τῆς Ἑορτῆς γ’.
Ἦχος β’
Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν.
Ὤφθη, ἡ τοῦ ξύλου πονηρά, γεῦσις ἐν Ἐδὲμ τοῖς γενάρχαις, συμβᾶσα πάλαι δεινῶς, θάνατον εἰσάξασα παντὶ τῷ γένει βροτῶν· ἀλλὰ νῦν πρὸς ἀκήρατον, ζωὴν καὶ ἀμείνω, λῆξιν ἀνεκλήθημεν, διὰ τοῦ θείου Σταυροῦ· ὃν περ ἀνυψοῦντες ὑμνοῦμεν, τὸν ἀνυψωθέντα ἐν τούτῳ, Κύριον καὶ κόσμον, συνυψώσαντα.
Ἦρας, τὸ πλανώμενον Σωτήρ, πρόβατον ἐπ᾽ ὤμων καὶ τοῦτο, τῷ σῷ προσῆξας Πατρί, διὰ τοῦ τιμίου σου, καὶ ζωηφόρου Σταυροῦ, καὶ Ἀγγέλοις ἠρίθμησας, ἐν Πνεύματι θείῳ· ξύλον γὰρ ἀντέθηκας, ἀντὶ τοῦ ξύλου Χριστέ· ὃν νῦν ἀνυψοῦντες ἐν πίστει, σὲ τὸν ἐν αὐτῷ ὑψωθέντᾳ, καὶ ἡμᾶς ὑψώσαντα δοξάζομεν.
Στῶμεν, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, πράξεσι κομῶντες ἐνθέοις, καὶ τὸν Κρανίου πιστοί, χῶρον ἐποπτεύσωμεν, καθαρωτάτῳ νοΐ· καὶ ὑψούμενον βλέψωμεν, βροτοὶ σὺν Ἀγγέλοις, ξύλον τὸ πανάγιον, ἐν ᾧ Χριστὸς ὁ Θεός, χεῖρας ἑκουσίως ἁπλώσας, εἵλκυσεν ἐζώγρησε πάντας, καὶ πρὸς οὐρανοὺς ἡμᾶς ἀνύψωσεν.
Καὶ τῆς Ἁγίας γ’
Ἦχος δ’
Ὡς γενναῖον.
Παρθενίας ἐν κάλλεσι, καὶ Μαρτύρων ἐν αἵμασι, τὴν ψυχὴν λαμπρύνασα, Μάρτυς ἔνδοξε, κατηγγυήθης τῷ κτίσαντι, τηροῦντί σε ἄφθορον, εἰς αἰῶνας ἀληθῶς, περὶ τοῦτον χορεύουσα, σὺν στρατεύμασιν, Ἀρχαγγέλων, Ἀγγέλων, Ἀποστόλων, Προφητῶν τε καὶ Μαρτύρων, χοροστασίαις πανεύφημε.
Καὶ τροχοῖς ὁμιλήσασα, καὶ θηρσὶ προσπαλαίσασα, καὶ πυρὶ καὶ ὕδατι στομωθεῖσά σου, τὸν λογισμόν θείῳ Πνεύματι, τοῦ σκότους τὸν ἄρχοντα, ταῖς τοῦ αἵματος ῥοαῖς, ἀνδρικῶς ἐναπέπνιξας, καὶ ἀνέδραμες, νοητοὺς πρὸς θαλάμους ὥσπερ προῖκα, τῷ νυμφίῳ σου Παρθένε, προσαγαγοῦσα τὴν ἄθλησιν.
Καὶ θανοῦσα ἀείζωον, τῶν αἱμάτων τὴν πρόσχυσιν, εἰς Κυρίου αἴνεσιν Μάρτυς ἔβλυσας, τοὺς μὲν πιστοὺς καταρδεύουσα, καὶ γνώσει φωτίζουσα, τοὺς ἀπίστους δὲ ἐχθρούς, ἐν αὐτοῖς ἀποπνίγουσα· ὅθεν τόμος σοι, ἐμπιστεύεται θεῖος, ὃν φυλάττεις, καὶ κρατύνεις εἰς αἰῶνας, τῆς Ἐκκλησίας τὰ δόγματα.
Δόξα...
Ἦχος πλ. β’
Ἀνατολίου.
Ἡ διηνθισμένη ταῖς ἀρεταῖς, καὶ πεφωτισμένη τὸν λογισμόν, ἡ μύρα προχέουσα ἐν ταῖς καρδίαις τῶν πιστῶν, ἡ ἐκ τῆς Ἑῴας ἀνατείλασα, ὡς ἀστὴρ φαεινός, καὶ ἀθροισμὸν ποιήσασα, διὰ τῆς τοῦ Ἁγίου Πνεύματος ἐπιφοιτήσεως, τῶν θείων Πατέρων· μὴ διαλίπῃς ὑπὲρ ἡμῶν δυσωποῦσα πρὸς Κύριον, Εὐφημία πανένδοξε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... ὁ αὐτὸς.
Ὁ τετραπέρατος κόσμος, σήμερον ἁγιάζεται, τοῦ τετραμεροῦς ὑψούμένου σου Σταυροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν· καὶ τὸ κέρας τῶν πιστῶν συνυψοῦται Βασιλέων ἡμῶν, συντριβόντων ἐν αὐτῷ, τῶν δυσμενῶν τὰ κέρατα. Μέγας εἶ Κύριε, καὶ θαυμαστὸς ἐν τοῖς ἔργοις σου! δόξα σοι.
Ἀπόστιχα Στιχηρὰ.
Ἦχος πλ. Β’
Τριήμερος
ἀνέστης.
Ῥαπίσματα ὑπήνεγκας, καὶ σταύρωσιν μακρόθυμε, καὶ ὀνείδη, θέλων πάντας ἐκ χειρός, λυτρώσασθαι τοῦ πλάνου, ὁ μόνος ζωοδότης, καὶ πανοικτίρμων καὶ φιλάνθρωπος.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Τιμῶ σου τὸν Σταυρὸν ἀγαθέ, τοὺς ἥλους καὶ τὴν λόγχην Σωτήρ, δι᾽ ὧν πάντας, ἐλυτρώσω τῆς φθορᾶς, ὡς μόνος ζωοδότης, καὶ πάντων εὐεργέτης, μόνε φιλάνθρωπε Σωτὴρ ἡμῶν.
Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Σταυρῷ προσηλωθεὶς δι᾽ ἐμέ, Σωτήρ μου ὑπεράγαθε, ἐραπίσθης, καὶ ὑβρίσθης λυτρωτά, καὶ ὄξος ἐποτίσθης, καὶ λόγχῃ ἐκεντήθης, καὶ πάντα φέρεις ἀναμάρτητε.
Δόξα...
Ἦχος πλ. δ’
Βυζαντίου.
Πᾶσα γλῶσσα κινείσθω πρὸς εὐφημίαν, τῆς πανενδόξου Εὐφημίας, ἄπαν γένος, καὶ ἡλικία πᾶσα, νεανίσκοι καὶ παρθένοι, τὴν Χριστοῦ παρθενομάρτυρα, ἐγκωμίοις στεφανώσωμεν· νομίμως γὰρ ἀνδρισαμένη, καὶ τὸ χαῦνον τοῦ θήλεος ἀπορρίψασα, δι᾽ ἀθλητικῶν πόνων, τὸν τύραννον ἐχθρὸν καταβέβληκεν· οὐρανίῳ δὲ καὶ θείῳ σθένει κοσμηθεῖσα, αἰτεῖται τὸν νυμφίον καὶ Θεόν, δωρήσασθαι ἡμῖν τὸ μέγα ἔλεος.
Καὶ νῦν... ὁ αὐτὸς.
Ὃν περ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο· καὶ Δαυῒδ ὁ μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρον
σου, Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες, χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες δεόμεθα, Κύριε, σὺν τῷ Ληστῇ, τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.
Ἀπολυτίκιον τῆς Ἁγίας.
Ἦχος δ’
Ἡ ἀμνάς σου Ἰησοῦ, κράζει μεγάλῃ τῇ φωνῇ· Σὲ νυμφίε μου ποθῶ, καὶ σὲ ζητοῦσα ἀθλῶ, καὶ συσταυροῦμαι, καὶ συνθάπτομαι τῷ βαπτισμῷ σου· καὶ πάσχω διὰ σέ, ὡς βασιλεύσω σὺν σοι· καὶ θνῄσκω ὑπὲρ σοῦ, ἵνα καὶ ζήσω ἐν σοί· ἀλλ᾽ ὡς θυσίαν ἄμωμον, προσδέχου τὴν μετὰ πόθου τυθεῖσάν σοι. Αὐτῆς πρεσβείαις, ὡς ἐλεήμων, σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ τῆς Ἑορτῆς.
Ἀπολυτίκιον Ἦχος α’
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν.
Κάθισμα
τῆς Ἁγίας.
Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Τὸν νυμφίον σου Χριστὸν ἀγαπήσασα, τὴν λαμπάδα σου φαιδρῶς εὐτρεπίσασα, ταῖς ἀρεταῖς διέλαμψας Πανεύφημε· ὅθεν εἰσελήλυθας, σὺν αὐτῷ εἰς τοὺς γάμους, τὸ στέφος τῆς ἀθλήσεως, παρ᾽ αὐτοῦ δεξαμένη· ἀλλ᾽ ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, τοὺς ἐκτελοῦντας ἐν πίστει τὴν μνήμην σου.
Δόξα...
Καὶ νῦν...
Τῆς Ἑορτῆς.
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ ἑκουσίως, τῇ ἐπωνύμῳ σου καινῇ πολιτείᾳ, τοὺς οἰκτιρμούς σου δώρησαι, Χριστὲ ὁ Θεός. Εὔφρανον ἐν τῇ δυνάμει σου, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν, νίκας χορηγῶν αὐτοῖς, κατὰ τῶν πολεμίων, τὴν συμμαχίαν ἔχοιεν τὴν σήν, ὅπλον εἰρήνης ἀήττητον τρόπαιον.
Μετὰ τὴν β’ Στιχολογίαν.
Κάθισμα
τῆς Ἁγίας.
Ἦχος δ' Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Οἱ ἀγῶνές σου Σεμνὴ καὶ ὁ στέφανος, οἱ ἱδρῶτές σου ἁγνὴ καὶ τὰ θαύματα, τοῦ διαβόλου ᾔσχυναν τὰ τρόπαια· Χριστὸν γὰρ τὸν νυμφίον σου, ἐκ καρδίας ποθοῦσα, οὐ μάστιγας οὐ θανατον, δι᾽ αὐτὸν ἐπτοήθης· ἀλλ᾽ ἀνετέθης ὅλῃ τῷ Θεῷ, τῆς εὐσεβείας φοροῦσα τὸν στέφανον.
Δόξα...
Καὶ νῦν...
Τῆς Ἑορτῆς.
Ἐν παραδείσῳ με δεινῶς πεπτωκότα, τοῦ βροτοκτόνου τῇ πικρᾷ συμβουλίᾳ, ἐν τῷ κρανίῳ πάλαι ἐξανέστησας Χριστέ, ξύλῳ ἰασάμενος, τὴν τοῦ ξύλου κατάραν, κτείνας τὸν ἀπάτῃ με, θανατώσαντα ὄφιν, καὶ ἐδωρήσω θείαν μοι ζωήν. Δόξα τῇ θείᾳ Σταυρώσει σου Κύριε.
Εἰς τὸν ναὸν τῆς Ἁγίας ψάλλεται
τὸ παρὸν
Πεντηκοστάριον.
Ἦχος δ’
Πρὸς τό, Ἀναστὰς ὁ Ἰησοῦς.
Εὐφημεῖν σε τὴν σεμνήν, κόρην πανεύφημε Εὐφημία, δίδου μοι ἰσχύν, ἱκετεύουσα Χριστὸν τοῦ ἐλεῆσαί με.
Ὁ Κανὼν τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.
Ἐγκωμιάζω τὴν πανεύφημον κόρην.
Ἄνευ τῶν Θεοτοκίων.
Ἰωάννου Μοναχοῦ.
Ὠδὴ α’ Ἦχος πλ. δ’
Ἄσωμεν τῷ Κυρίῳ.
Ἕλκει πρὸς ὑμνωδίαν, τῶν ὑπερκοσμίων τὰ συστήματα, τῶν βροτῶν τὰς χορείας, ἡ πανεύφημος Κόρη τοῖς θαύμασιν.
Γένος ὑπεριδοῦσα, καὶ τὴν ἐκ τοῦ πλούτου περιφάνειαν, ἡ σεπτὴ Εὐφημία, ἀντὶ πάντων Xριστὸν ἐπεκτήσατο.
Κάλλος ἐπιθυμήσας, τῆς ὡραιοτάτης σου πανεύφημε, ὁ Δεσπότης καρδίας, οὐρανίων θαλάμων ἠξίωσεν.
Θεοτοκίον.
Ἄχραντε Θεοτόκε, ἡ σεσαρκωμένον τὸν ἀΐδιον, καὶ ὑπέρθεον Λόγον, ὑπὲρ φύσιν τεκοῦσα, ὑμνοῦμέν σε.
Ὠδὴ γ’
Σὺ εἶ τὸ στερέωμα.
Ὤφθης ἐπὶ βήματος, ἀρρενωπὸν ψυχὴν φέρουσα, καὶ τὸν ἐχθρόν, ἀνδρικοῖς ἐν ἄθλοις, ἐτροπώσω Πανεύφημε.
Μῶμος ἐν τῷ κάλλει σου, οὐδὲ ῥυτὶς ψυχῆς πέφυκε· καὶ σὲ Χριστός, νύμφην ἀκηράτοις, ἐν νυμφῶσι προσήκατο.
Ἴασαι πανεύφημε, τοὺς τῆς ἐμῆς ψυχῆς μώλωπας, Μάρτυς Χριστοῦ, θραῦσον σαῖς πρεσβείαις, τοῦ ἐχθροῦ τὰ σοφίσματα.
Θεοτοκίον.
Σὲ πάντες κεκτήμεθα, καταφυγὴν καὶ σκέπην ἡμῶν, Χριστιανοί, σὲ δοξολογοῦμεν, ἀσιγήτως Θεόνυμφε.
Ὁ Εἱρμὸς.
Σὺ εἶ τὸ στερέωμα, τῶν προστρεχόντων σοι Κύριε· σὺ εἶ τὸ φῶς τῶν ἐσκοτισμένων, καὶ ὑμνεῖ σε τὸ πνεῦμά μου.
Κάθισμα Ἦχος
πλ. δ’
Τὴν Σοφίαν καὶ Λόγον.
Τῶν αἱμάτων σου ῥείθροις Μάρτυς Χριστοῦ, ποντισμὸν ἀσεβείας διηνεκῶς, ἐργάζῃ πανεύφημε· ἐπομβρίαις δὲ χάριτος, λογικὰς ἀρούρας, ἀρδεύουσα πάνσεμνε, ἐν αὐταῖς αὐξάνεις, τὸν στάχυν τῆς πίστεως· ὅθεν παραδόξως μετὰ θάνατον ὤφθης, νεφέλη πηγάζουσα, τῆς ζωῆς τὸ μαρτύριον, Ἀθλοφόρε πανεύφημε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ τὴν ἁγίαν μνήμην σου.
Δόξα...
Καὶ νῦν...
Τῆς Ἑορτῆς.
Τὸν Σταυρὸν τοῦ Σωτῆρος ἀπὸ τῆς γῆς, κεκρυμμένον ἀνείλετο ἐν σπουδῇ, χαρᾶς τε ἐμπίπλησιν, οἰκουμένης τὰ πέρατα, καὶ τεμένη θεσπίζει, ὑψοῦσθαι ἐν Πνεύματι, καὶ τὸ σκῆπτρον κομίζει, ἐπὶ τὰ βασίλεια, ἡ σεπτὴ Ἑλένη, τῷ υἱῷ ἐκβοῶσα· Ὑφάπλωσον Δέσποτα, τὰς σὰς χεῖρας καὶ πρόσδεξαι, τὸν δεικνύμενον ἅπασι, κράτος σου καὶ νίκας σοφέ, καὶ τὰ ἔθνη δίδαξον ἐν χάριτι, προσκυνεῖν τὸν Σταυρὸν καὶ τὰ πάθη Χριστοῦ.
Ὠδὴ δ’
Εἰσακήκοα Κύριε.
Ἀκηλίδωτον ἔσοπτρον, θείων ἐννοιῶν σαυτὴν καταστήσασα, ὡς φωστὴρ ἀριπρεπέστατος, ἀθλητῶν ἐν μέσῳ, Μάρτυς ἔλαμψας.
Ζοφερῷ οὐ προσήνεγκας, δαίμονι θυσίαν, Mάρτυς ἀήττητε· ζωηφόρον γὰρ ἠγάπησας, ὑπὲρ εὐσεβείας σπεῖσαι θάνατον.
Ὡς ἀνάλγητον φέρουσα, σὺν τοῖς ἀθλοφόροις σῶμα ἡ Ἄμεμπτος, ταῖς αἰκείαις ἀνεπαίσθητος, διετέλει θείας στοργῆς ἔρωτι.
Τληπαθοῦν σου τὸ πρόσωπον, Μάρτυς ταῖς βολαῖς λαμπρῶς ἐφαιδρύνετο, ἀστραπῇ δὲ θείου Πνεύματος, τῶν ἐχθρῶν ἠμαύρου τὴν διάνοιαν.
Θεοτοκίον.
Ἱλασμὸν ἡμῖν δώρησαι, τῶν ἀγνοημάτων ὡς ἀναμάρτητος, καὶ εἰρήνευσον τὸν κόσμον σου, ὁ Θεὸς πρεσβείαις τῆς τεκούσης σε.
Ὠδὴ ε’
Ὀρθρίζοντες βοῶμέν σοι.’
Ἡμέρας καὶ εἰρήνης ἀντίθετον, ἐπιγνοῦσα, στέργειν οὐκ ἠξίωσας τὸν φιλοπόλεμον δαίμονα.
Νομίσας σου ἐκλύειν τὸν ἔνθεον, Μάρτυς τόνον, γέλως ἀπεδείκνυτο, ταῖς μηχαναῖς ὁ παμπόνηρος.
Παράσχου φωτισμὸν μοι Πανεύφημε, καὶ εἰρήνην, λύουσα πρεσβείαις σου, τὴν πολυτάραχον ἄγνοιαν.
Θεοτοκίον.
Παρθένον μετὰ τόκον ὑμνοῦμέν σε, Θεοτόκε· σὺ γὰρ τὸν Θεὸν Λόγον, σαρκὶ τῷ κόσμῳ ἐκύησας.
Ὠδὴ ς’
Χιτῶνά μοι παράσχου.
Ἀνδρεῖον ἐν θηλείᾳ τῇ σαρκί, τῆς ψυχῆς τὸ φρόνημα, φέρουσα Ἔνδοξε, τῶν ἐν ὕδασι θηρῶν κατεφρόνησας.
Νενίκηκας τυράννων τὴν ὀφρύν, ἀσινὴς ἐν ὕδασι, Μάρτυς ἀήττητε, σὺν θηρσὶν ὡς Ἰωνᾶς διαμείνασα.
Θεοτοκίον.
Ἐρρύσατο θηρῶν διαφθορᾶς, ἐπακούσας Κύριος, σοῦ τῆς δεήσεως, ὡς ἐκ λάκκου Δανιήλ, σὲ Πανεύφημε.
Ἡ μόνη διὰ λόγου ἐν σαρκί, τὸν Λόγον κυήσασα, ῥῦσαι δεόμεθα, τῶν παγίδων τοῦ ἐχθροῦ, τὰς ψυχὰς ἡμῶν.
Ὁ Εἱρμὸς.
Χιτῶνα μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος, φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.
Κοντάκιον Ἦχος δ’
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ.
Ἐν τῇ ἀθλήσει σου καλῶς ἠγωνίσω, καὶ μετὰ θάνατον ἡμᾶς ἁγιάζεις, ταῖς τῶν θαυμάτων βλύσεσι Πανεύφημε· ὅθεν σου τὴν κοίμησιν, τὴν ἁγίαν τιμῶμεν, πίστει παριστάμενοι, τῷ σεπτῷ σου λειψάνῳ, ἵνα ῥυσθῶμεν νόσων ψυχικῶν, καὶ τῶν θαυμάτων τὴν χάριν ἀντλήσωμεν.
Ὁ Οἶκος.
Τῆς πανευφήμου ὁ ναός, Παράδεισος ἐδείχθη, ἐν μέσῳ κεκτημένος, φυτὸν ἀθανασίας, τὸ σῶμα ταύτης τὸ σεπτόν. Τούτου οἱ τρυγῶντες καρποὺς τοὺς εὐθαλεῖς, συντόμως ἁγιάζονται· ὁρῶντες δὲ θαυμάζουσιν, ὅτι πῶς τὸ νεκρὸν σῶμα, ὥσπερ ζῶν, ἀναβλυστάνει τὰ αἵματα, μυρίζοντα πάντας. Διὸ μετὰ σπουδῆς δεῦτε πάντες σὺν ἐμοὶ τῷ ταπεινῷ· καὶ καθαρθέντες μολυσμοῦ παντός, περιπτυξώμεθα τοῦτο, καὶ τῶν θαυμάτων τὴν χάριν ἀντλήσωμεν.
Συναξάριον.
Τῇ ΙΣΤ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῆς Ἁγίας Μεγαλομάρτυρος καὶ πανευφήμου Εὐφημίας.
Στίχοι
Ὑπὲρ Θεοῦ κτανθεῖσαν ἄρκτου ταῖς μύλαις,
Εὐφημίαις σε χρὴ στέφειν Εὐφημία.
Τῇ ἐκκαιδεκάτῃ Εὐφημίαν ἔκτανεν ἄρκτος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Μελιτηνῆς.
Στίχοι
Μελιτηνή, τμηθεῖσα τὴν κάραν ξίφει,
Αἷμα προσῆγεν ὡς γλυκὺ Χριστῷ μέλι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ’
Οἱ ἐκ τῆς Ἰουδαίας.
Ὑπὲρ ἔννοιαν ὤφθη, τὰ τῶν θείων Μαρτύρων ἀνδραγαθήματα· ὁ Κτίστης γὰρ τῶν ὅλων, τὴν κτίσιν ὑποτάττει, τοῖς ἐν ἄθλοις κραυγάζουσιν· ὁ τῶν Πατέρων ἡμῶν, Θεος εὐλογητὸς εἶ.
Φληναφοῦντα ἐμφράττει, ἡ ἀοίδιμος Κόρη τυράννων στόματα, τερθρείαις παρανόμοις, ἐν πνεύματι Ἁγίῳ, θεϊκῶς ἀντιμέλπουσα. Ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Ἡ τριὰς τῶν Ὁσίων, τοὺς ἐκκαύσαντας πάλαι φλέγει τὴν κάμινον· νυνὶ δὲ ἡ θεόφρων, Τριάδα ἀνυμνοῦσα, ὑπηρέτας ἐζώγρησε, τὸν τῶν Πατέρων Θεόν, ὑμνοῦντας εἰς αἰῶνας.
Μυστικῶς ὁ νυμφίος, πρὸς τὴν πάναγνον νύμφην, ἐν τῇ καμίνῳ μολών, τοῦ Πνεύματος τῇ δρόσῳ, Πατρὸς εὐδοκία, διεσώσατο ψάλλουσαν· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
Θεοτοκίον.
Τὴν ἡμῶν σωτηρίαν, ὡς ἠθέλησας Σῶτερ οἰκονομήσασθαι, ἐν μήτρᾳ τῆς Παρθένου, κατῴκησας τῷ κόσμῳ, ἣν προστάτιν ἀνέδειξας· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Ὠδὴ η’
Τὸν
Βασιλέα.
Ὀλβιωτάτη ἐν γυναιξὶ τοῦ Ὑψίστου, ἀντὶ φερνῆς ἔχουσα τὴν χάριν, ἔψαλλες ὑμνοῦσα, Χριστὸν εἰς τοὺς αἰῶνας.
Νενευρωμένη τὸν λογισμὸν τοῦ νυμφίου, τῷ ἀΰλῳ ἔρωτι τὸ σῶμα, δέδωκας θανάτῳ, καὶ ζῇς εἰς τοὺς αἰῶνας.
Κατὰ τῆς πλάνης ὥσπερ θηρὸς ὁπλισθεῖσα, τῷ ἁγίῳ Πνεύματι ἡ Μάρτυς, ἤρατο βραβεῖα, εἰς πάντας τοὺς αἰῶνας.
Οὐ ψυχοφθόρον μόρον εἵλου, εὐθαρσῶς δέ, τοῦ θηρὸς τῷ δήγματι ἀγήρω, ἄμεμπτε ἠλλάξω, ζωὴν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον.
Τοὺς βοηθείας τῆς παρὰ σοῦ δεομένους, μὴ παρίδῃς Παρθένε ὑμνοῦντας, καὶ ὑπερυψοῦντάς σε Κόρη εἰς αἰῶνας.
Ὁ Εἱρμὸς.
Τὸν Βασιλέα τῶν οὐρανῶν ὃν ὑμνοῦσι, στρατιαὶ τῶν Ἀγγέλων ὑμνεῖτε, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’
Σὲ τὴν ἀπειρόγαμον.
Ῥύσις ζῶντος αἵματος, τεκμήριον τῆς ἀκηράτου, σοὶ δεδωρημένης ἄνωθεν, ζωῆς Μάρτυς πανεύφημε· τῶν γὰρ ἰαμάτων, θησαυρὸς ἀδιάλειπτος, τοῖς ἐν πίστει ἀρυομένοις ἀναδέδειξαι.
Ἥψατό σου θάνατος, θεόφρον φύσεως τῷ νόμῳ· τὴν δὲ ζωηφόρον νέκρωσιν, ἀπαθῶς ἀμφιέννυσαι, ᾗ ὡς ψυχικόν σου σῶμα θεῖσα τὸ πάναγνον, ζῇς ἀφθάρτως, καὶ μαρτυρεῖ σου τὰ αἱμόρρυτα.
Νόμοις τῆς ἀθλήσεως, στεφθεῖσα Μάρτυς χριστοκήρυξ, τόμον εὐσεβῶς πεπίστευσαι, Εὐφημία δογμάτων σεπτῶν· ὃν ἐκ χειρῶν Συνοδικῶν, στήλη κατέχουσα, ὥσπερ ζῶσα, ὀρθοδοξίας ἐπιδείκνυσαι.
Θεοτοκίον.
Νύμφη ἀπειρόγαμε, τὸ σκεῦος τὸ τῆς εὐωδίας, σὲ ὡς ἀληθῆ καὶ ἄμωμον, καὶ ἀΰλου νεφέλην φωτός, τὴν εἰσδεξαμένην τὸν οὐράνιον ὄμβρον ἐν τῇ νηδύϊ, Παρθενομῆτορ μεγαλύνομεν.
Ὁ Εἱρμὸς.
Σὲ τὴν ἀπειρόγαμον, Θεοῦ Μητέρα τοῦ Ὑψίστου, σὲ τὴν ὑπὲρ νοῦν κυήσασαν, διὰ λόγου τὸν ὄντως Θεόν, τὴν ὑψηλοτέραν τῶν ἀχράντων Δυνάμεων, ἀσιγήτοις δοξολογίαις μεγαλύνομεν.
Ἐξαποστειλάριον.
Τῶν
Μαθητῶν.
Τῆς πανευφήμου Μάρτυρος Εὐφημίας, τὴν μνήμην συνελθόντες ἀνευφημοῦμεν· αὕτη γὰρ τὸν ὅρον ὀρθοδοξίας, ἐκ τῶν Πατέρων εἴληφε, καὶ τοῦτον διατηροῦσα, τούς ὀρθοδόξους λαμπρύνει.
Τοῦ
Σταυροῦ ὅμοιον.
Σταυρός, τοῦ κόσμου πέφυκε σωτηρία· Σταυρός, Ἁγίων πάντων ἡ βακτηρία, Σταυρός, Bασιλέων τὸ στερέωμα· Σταυρός, πιστῶν ὀχύρωμα, Σταυρός, ἀνθρώπων ἡ ῥῶσις, Σταυρός, δαιμόνων ἡ πτῶσις.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ’ καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα τῆς Ἁγίας.
Ἦχος γ’
Ἀθλητικὴν πανήγυριν πιστοί, θεοφρόνως τελουμένην θεώμενοι, τῷ θαυμαστῷ ἐν βουλαῖς Θεῷ ἡμῶν, εὐχαριστήριον ὕμνον μελῳδήσωμεν· τὸ γὰρ ἀόρατον κράτος, τῆς ἐναντίας δυνάμεως, ἐν γυναικείᾳ φύσει κατηγωνίσατο, τὴν θεῖαν ἑαυτοῦ δύναμιν ἐν ἀσθενείᾳ, τελειώσας τῆς Καλλιμάρτυρος. Ταῖς αὐτῆς πρεσβείαις, σῶσον τάς ψυχὰς ἡμῶν. (Δίς)
Ὁ αὐτὸς.
Ἀληθείας κρατῆρα, ἐξ οἰκείων αἱμάτων ἀθλητικῶν, ἡ πανεύφημος Μάρτυς Χριστοῦ κερασαμένη, καὶ τοῦτον ἀενάως τῇ Ἐκκλησίᾳ προτιθεμένη, ἐν αὐτῇ τοὺς τῆς εὐσεβείας τροφίμους, σοφίας φωνῇ προτρέπεται λέγουσα· Ἀρύσασθε πόμα, τῆς ἀναστάσεως μαρτύριον, παθῶν καθαρτήριον, εὐσεβῶν δὲ ψυχῶν φυλακτήριον, τῷ Σωτῆρι κράζοντες· ὁ ποτίσας ἡμᾶς τὸν χειμάρρουν τῆς τρυφῆς τοῦ πνεύματος, σῶσον τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτὸς.
Οἱ τῷ αἵματι Χριστοῦ τὰς ψυχὰς σφραγισθέντες, εἰς ἡμέραν ἀπολυτρώσεως, αἷμα ἅγιον, ἐκ μαρτυρικῆς πηγῆς ἀναβλύζον ἡμῖν, μετ᾿ εὐφροσύνης πνευματικῆς προφητικῶς ἀντλήσωμεν, τῶν ζωηρύτων παθημάτων τοῦ Σωτῆρος, καὶ τῆς ἀϊδίου δόξης μορφωτικόν· διὸ αὐτῷ βοήσωμεν· ὁ ἐνδοξαζόμενος ἐν τοῖς Ἁγίοις σου Κύριε, ταῖς τῆς πανευφήμου σου Ἀθληφόρου πρεσβείαις, σῶσον τὰς ψυχὰς ἡμῶν.
Δόξα...
Ἦχος πλ. β’
Ἰωάννου Μοναχοῦ.
Ἐκ δεξιῶν τοῦ Σωτῆρος, παρέστη ἡ παρθένος καὶ ἀθληφόρος καὶ Μάρτυς,
περιβεβλημένη ταῖς ἀρεταῖς τὸ ἀήττητον, καὶ πεποικιλμένη ἐλαίῳ τῆς ἁγνείας, καὶ τῷ αἵματι τῆς ἀθλήσεως, καὶ βοῶσα πρὸς αὐτὸν ἐν ἀγαλλιάσει, τὴν λαμπάδα κατέχουσα· Εἰς ὀσμὴν μύρου σου ἔδραμον, Χριστὲ ὁ Θεός, ὅτι τέτρωμαι τῆς σῆς ἀγάπης ἐγώ, μὴ χωρίσῃς με νυμφίε ἐπουράνιε. Αὐτῆς ταῖς ἱκεσίαις κατάπεμψον ἡμῖν, παντοδύναμε Σωτὴρ τὰ ἐλέη σου.
Καὶ νῦν... ὁ αὐτὸς.
Σήμερον τὸ φυτὸν τῆς ζωῆς, ἐκ τῶν τῆς γῆς ἀδύτων ἀνιστάμενον, τοῦ ἐν αὐτῷ παγέντος Χριστοῦ, πιστοῦται τὴν ἀνάστασιν· καὶ ἀνυψούμενον χερσὶν ἱεραῖς, τήν αὐτοῦ πρὸς οὐρανοὺς καταγγέλλει ἀνύψωσιν· δι᾽ ἧς τὸ ἡμέτερον φύραμα, ἐκ τῆς εἰς γῆν καταπτώσεως, εἰς οὐρανοὺς πολιτεύεται· διὸ εὐχαρίστως βοήσωμεν· Κύριε, ὁ ὑψωθεὶς ἐν αὐτῷ, καὶ δι᾿ αὐτοῦ συνανυψώσας ἡμᾶς, τῆς οὐρανίου χαρᾶς ἀξίωσον τοὺς ὑμνοῦντάς σε.
Ἀπόστιχα Στιχηρὰ.
Ἦχος πλ. β’
Τριήμερος
ἀνέστης.
Οὗ ἔστησαν οἱ πόδες Χριστοῦ, τὸν τόπον προσκυνήσωμεν, ἀνυψοῦντες, τὸν τρισόλβιον Σταυρόν, ἐν ᾧ κατεκενώθῃ, τὸ αἷμα τοῦ Δεσπότου, τὸ βλύσαν κόσμῳ τὴν ἀνάστασιν.
Στίχ. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Νεκρώσαντες τὰ πάθη σαρκός, καὶ πνεύματος θεόφρονες, ἐπειχθῶμεν, ὑψωθῆναι ἀπὸ γῆς, οὐράνιον πρὸς λῆξιν, Σταυροῦ τῇ ἀνυψώσει, συσταυρωθέντες τῷ Δεσπότῃ Χριστῷ.
Στίχ. Ὁ δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ζωήρυτος ἐκ θείας πλευρᾶς, πηγὴ σαφῶς ἐξέβλυσε, τοῦ Σωτῆρος, καταρδεύουσα ψυχάς, τῶν πίστει προσκυνούντων, τὸ θεῖον πάθος τούτου, καὶ τὸν Σταυρὸν καὶ τήν ἀνάστασιν.
Δόξα...
Ἦχος α’
Βυζαντίου.
Σήμερον χοροὶ Πατέρων Πανεύφημε,
συναθροισθέντες διὰ Χριστόν, τὸν τόμον σοι προσάγουσι τῆς ὀρθοδόξου πίστεως· ὃν περ λαβοῦσα ἐν ταῖς τιμίαις σου χερσί, φυλάττεις μέχρι τέλους· ὅθεν καὶ βροτῶν χοροστασίαι συνελθόντες, τὴν σὴν ἄθλησιν γεραίρομεν, βοῶντες εὐσεβῶς· Χαίροις πανεύφημε, ἡ τὴν ὀρθόδοξον καὶ Πατροπαράδοτον πίστιν, ἄτρωτον φυλάξασα, χαίροις ἡ πρεσβεύουσα ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Καὶ νῦν... τῆς Ἑορτῆς.
Ἦχος ὁ αὐτὸς.
Ἀνδρέου Ἱεροσολυμίτου.
Σήμερον ὡς ἀληθῶς, ἡ ἁγιόφθογγος ῥῆσις τοῦ Δαυῒδ πέρας εἴληφεν· ἰδοὺ γὰρ ἐμφανῶς τὸ τῶν ἀχράντων ποδῶν σου προσκυνοῦμεν ὑποπόδιον· καὶ ἐν τῇ τῶν πτερύγων σου ἐλπίζοντες σκιᾷ, πανοικτίρμον βοῶμέν σοι· Σημειωθήτω ἐφ᾽ ἡμᾶς τὸ φῶς τοῦ προσώπου σου, καὶ ἀνύψωσον τοῦ ὀρθοδόξου λαοῦ σου τὸ κέρας, τῇ τοῦ τιμίου Σταυροῦ σου ἀνυψώσει, Χριστὲ πολυέλεε.
Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τῶν Κανόνων τῆς Ἑορτῆς, καὶ τῆς Ἁγίας.
Προκείμενον. Ἦχος δ’ [Ψαλμός 67]
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Στίχ.
Ἐν Ἐκκλησίαις εὐλογεῖτε τὸν Θεόν.
Πρὸς Κορινθίους
Β’ Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.
Κεφ. 6:1-10
Ἀδελφοί, συνεργοῦντες παρακαλοῦμεν μὴ εἰς κενὸν τὴν χάριν τοῦ Θεοῦ δέξασθαι ὑμᾶς - λέγει γὰρ· «Καιρῷ δεκτῷ ἐπήκουσά σου καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι»· ἰδοὺ νῦν «καιρὸς εὐπρόσδεκτος», ἰδοὺ νῦν «ἡμέρα σωτηρίας» - μηδεμίαν ἐν μηδενὶ διδόντες προσκοπήν, ἵνα μὴ μωμηθῇ ἡ διακονία, ἀλλ᾿ ἐν παντὶ συνιστῶντες ἑαυτοὺς ὡς Θεοῦ διάκονοι, ἐν ὑπομονῇ πολλῇ, ἐν θλίψεσιν, ἐν ἀνάγκαις, ἐν στενοχωρίαις, ἐν πληγαῖς, ἐν φυλακαῖς, ἐν ἀκαταστασίαις, ἐν κόποις, ἐν ἀγρυπνίαις, ἐν νηστείαις, ἐν ἁγνότητι, ἐν γνώσει, ἐν μακροθυμίᾳ, ἐν χρηστότητι, ἐν Πνεύματι ῾Αγίῳ, ἐν ἀγάπῃ ἀνυποκρίτῳ, ἐν λόγῳ ἀληθείας, ἐν δυνάμει Θεοῦ, διὰ τῶν ὅπλων τῆς δικαιοσύνης τῶν δεξιῶν καὶ ἀριστερῶν, διὰ δόξης καὶ ἀτιμίας, διὰ δυσφημίας καὶ εὐφημίας, ὡς πλάνοι καὶ ἀληθεῖς, ὡς ἀγνοούμενοι καὶ ἐπιγινωσκόμενοι, ὡς ἀποθνήσκοντες καὶ ἰδοὺ ζῶμεν, ὡς παιδευόμενοι καὶ μὴ θανατούμενοι, ὡς λυπούμενοι ἀεὶ δὲ χαίροντες, ὡς πτωχοὶ πολλοὺς δὲ πλουτίζοντες, ὡς μηδὲν ἔχοντες καὶ πάντα κατέχοντες.
Ἀλληλούϊα [γ΄]. Ἦχος
δ΄ [Ψαλμός 39]
Στίχ.
Ὑπομένων ὑπέμεινα τὸν Κύριον.
Στίχ.
Καὶ ἔστησεν ἐπὶ πέτραν τοὺς πόδας μου.
Εὐαγγέλιον.
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 7: 36-50
Τῷ καιρῷ ἐκείνῳ, ἠρώτα
τις τῶν Φαρισαίων τὸν ᾿Ιησοῦν, ἵνα φάγῃ μετ᾿ αὐτοῦ· καὶ εἰσελθὼν εἰς τὴν οἰκίαν
τοῦ Φαρισαίου ἀνεκλίθη. Καὶ ἰδοὺ, γυνὴ ἐν τῇ πόλει, ἥτις ἦν ἁμαρτωλός, καὶ ἐπιγνοῦσα
ὅτι ἀνάκειται ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου, καὶ στᾶσα
παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι,
καὶ ταῖς θριξί τῆς κεφαλῆς αὐτῆς ἐξέμασσε, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφε
τῷ μύρῳ. Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν, εἶπεν ἐν ἑαυτῷ, λέγων· Οὗτος, εἰ ἦν
προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ, ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός
ἐστι. Καὶ ἀποκριθεὶς ὁ ᾿Ιησοῦς, εἶπε πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ
φησι· Διδάσκαλε, εἰπέ. Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινι· εἷς ὤφειλε δηνάρια
πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. Μὴ ἐχόντων δὲ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο.
Τίς οὖν αὐτῶν, εἰπέ, πλεῖον αὐτὸν ἀγαπήσει; Ἀποκριθεὶς δὲ ὁ Σίμων, εἶπεν· Ὑπολαμβάνω,
ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας. Καὶ στραφείς πρὸς τὴν
γυναῖκα, τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν,
ὕδωρ ἐπὶ τοὺς πόδας μου οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέ μου τοὺς πόδας,
καὶ ταῖς θριξὶ τῆς κέφαλῆς αὐτῆς ἐξέμαξε. Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ, ἀφ᾿ ἦς
εἰσῆλθεν οὐ διέλιπε καταφιλοῦσά μου τοὺς πόδας. Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας·
αὕτη δὲ μύρῳ ἤλειψέ μου τοὺς πόδας. Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς
αἱ πολλαί, ὅτι ἠγάπησε πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. Εἶπε δὲ αὐτῇ· Ἀφέωνταί
σου αἱ ἁμαρτίαι. Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν,
ὃς καὶ ἁμαρτίας ἀφίησιν; Εἶπε δὲ πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέ σε· πορεύου
εἰς εἰρήνην.
Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου