Δευτέρα 19 Μαΐου 2014

ΜΗΝΑΙΟ ΣΕΠ. (20)



ΣΕΠΤΕΜΒΡΙΟΥ
ΤΗ Κ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
 Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου καὶ τῆς συνοδίας αὐτοῦ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ες το, Κριε κκραξα, στμεν Στχους ς’ κα ψλλομεν Στιχηρ τς ορτς γ’.
χος β’
τε κ το ξλου σε νεκρν.
φιν, ἀνεστήλωσε χαλκοῦν, πάλαι Μωϋσῆς ὁ θεόπτης, πρὸς τὴν ἀναίρεσιν, τῶν δακνόντων ὄφεων, αὐτὸς δὲ ὅλον σαυτόν, ἐπὶ ξύλου ἀνύψωσας, Σωτήρ μου ζωώσας, πάντας ἐν τῷ θείῳ σου, καὶ ζωηφόρῳ Σταυρῷ· ὃς νῦν, ἀνυψούμενος φλέγει, φάλαγγας δαιμόνων, καὶ τρέπει, τῶν βαρβάρων φῦλα καὶ φρυάγματα.
Σύ μου, τὸ φθαρτόν τε καὶ θνητόν, Σῶτερ ἐκ Παρθένου φορέσας, καὶ Θεομήτορος, ἄφθαρτον ἀπέδειξας, καὶ πρὸς ζωὴν καὶ τρυφήν, ἀτελεύτητον εἵλκυσας, πρὸς ἥν ἐπανάγεις, πάντας τοὺς ὑμνοῦντάς σε, Λόγε Χριστὲ ὁ Θεός, ὅπλον κραταιὸν ἐν πολέμοις, Δέσποτα τὸν θεῖον Σταυρόν σου, τῷ πιστῷ σου Ἄνακτι δωρούμενος.
Λάμψον, φῶς ἀπρόσιτον ἡμῖν· ἔργον γὰρ ἐσμὲν τῶν χειρῶν σου, πάντες Χριστὲ ὁ Θεός, ὅπλῳ δὲ στεφάνωσον, τοὺς εὐσεβεῖς Βασιλεῖς, νίκας τούτοις δωρούμενος, κατὰ πολεμίων, τεῖχος καὶ ὀχύρωμα, ἰσχὺν καὶ ἄσυλον, ὄλβον, τὸν Σταυρόν σου πλουτοῦσιν, Ὕψιστε ὁ ἄφθορον μήτραν, Σῶτερ ὑποδὺς τῆς Θεομήτορος.
Κα τν γων γ’
χος δ’
δωκας σημεωσιν.
νωθεν ἡ κλῆσίς σου, οὐκ ἀπ' ἀνθρώπων Εὐστάθιε, ἀλλ' αὐτὸς σοι ὀπτάνεται, Χριστὸς ὁ φιλάνθρωπος, καὶ ἀγρεύει μάκαρ, πίστεως δικτύοις, καὶ τῷ Βαπτίσματι αὐτοῦ, ἀποκαθάρας τὰς ἁμαρτίας σου, πρὸς βίου πειρατήριον, ὑπομονὴν σοι προτείνεται, ὁ Δεσπότης καὶ δείκνυσι, νικητὴν διαβόητον.
Χαίρων ἐν νεότητι, τῆς ἀρετῆς τὸ γυμνάσιον, ὑπεδέξω Εὐστάθιε, τῶν παίδων στερούμενος, καὶ τῆς σῆς συζύγου, τὴν αἰχμαλωσίαν, ὑπενεγκὼν καρτερικῶς, καὶ ὑπομείνας θητείαν ἄτιμoν· ἀλλὰ σε παναοίδιμε, ἡ ἐν πολέμοις ἀνδρία σου, ποθητὸν κατεστήσατο, καὶ λαμπρῶς ἐπανήγαγε.
Θεῖον ὡς θυμίαμα, διὰ πυρὸς εὐωδέστατον, καὶ τερπνὸν ὁλοκαύτωμα, θυσία εὐπρόσδεκτος, προσφορά τε ζῶσα, καὶ τελειοτάτη, σὺ προσηνέχθης τῷ Θεῷ, πανοικεσίᾳ καρποφορούμενος· διὸ σε ἡ οὐράνιος, νῦν κατοικία Εὐστάθιε, σὺν τοῖς σοῖς εἰσεδέξατο, καὶ Ἁγίων στρατεύματα.
Δξα... χος β’
φραμ Καρας.
δεύτερος Ἰὼβ Εὐστάθιος, τὸν βίον τοὺς ἄθλους καὶ τοὺς στεφάνους, εἰς προτροπὴν ἀρετῶν, ἑαυτὸν ἡμῖν προέθηκε, καὶ στήλην καρτερίας, ὑπερβὰς ἀληθῶς τόν, Ἰώβ, τῇ ἀρετῇ, σὺν τῇ συζύγῳ καὶ τοῖς τέκνοις, ὁ πιστὸς ἐν βίῳ, καὶ ἀκράδαντος ἐν πειρασμοῖς, καὶ ἐν ἀθλήσει νικηφόρος, ὃν προσάξωμεν εἰς πρεσβείαν Xριστῷ, τοῦ δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν φωτισμόν, καὶ ἱλασμὸν τῶν πλημμελημάτων.
Κα νν... χος ατς.
Θεῖος θησαυρὸς ἐν γῇ κρυπτόμενος, τοῦ Ζωοδότου ὁ Σταυρός, ἐν οὐρανοῖς ἐδείκνυτο Βασιλεῖ εὐσεβεῖ, νίκης κατ' ἐχθρῶν ὑπογραμμὸν δηλῶν νοερόν· ὃν γεγηθὼς πίστει καὶ πόθῳ, θεόθεν ἀναδραμὼν πρὸς θεωρίας ὕψωσιν, σπουδῇ μεγίστῃ ἐκ γῆς λαγόνων ἀνέφηνεν, εἰς κόσμου λύτρον, καὶ σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
πστιχα Στιχηρὰ.
χος πλ. Β’
Τριμερος.
απίσματα ὑπήνεγκας, καὶ σταύρωσιν Μακρόθυμε, καὶ ὀνείδη, θέλων πάντας ἐκ χειρός, λυτρώσασθαι τοῦ πλάνου, ὁ μόνος ζωοδότης, καὶ πανοικτίρμων καὶ φιλάνθρωπος.
Στχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Τιμῶ σου τὸν Σταυρὸν ἀγαθέ, τοὺς ἥλους καὶ τὴν λόγχην Σωτήρ, δι' ὧν πάντας, ἐλυτρώσω τῆς φθορᾶς, ὡς μόνος ζωοδότης, καὶ πάντων εὐεργέτης, μόνε φιλάνθρωπε Σωτὴρ ἡμῶν.
Στχ. δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Σταυρῷ προσηλωθεὶς δι' ἐμέ, Σωτήρ μου ὑπεράγαθε, ἐρραπίσθης, καὶ ὑβρίσθης Λυτρωτά, καὶ ὄξος ἐποτίσθης, καὶ λόγχῃ ἐκεντήθης, καὶ πάντα φέρεις ἀναμάρτητε.
Δξα... χος πλ. β’
φραμ Καρας.
δαμάντινε τὴν ψυχήν, πῶς σε κατ' ἀξίαν ἐπαινέσωμεν; τὴν γὰρ φύσιν ὑπερέβης, χρημάτων καὶ παίδων, καὶ τῆς συμβίου στερούμενος, τὴν μακαρίαν ἐκείνην, καὶ ἀοίδιμον φωνὴν τοῦ Ἰὼβ ἐξεβόησας, ὁ Κύριος ἔδωκεν, ὁ Κύριος ἀφείλετο, ὡς τῷ Κυρίῳ ἔδοξεν. Οὕτω καὶ ἐγένετο. Ἀλλ' ὃν ἠγάπησας Θεόν, καὶ ὃν θερμῶς ἐπεπόθησας, πάλιν σοι τοὺς φιλτάτους ἐδωρήσατο, συναθλητὰς γενέσθαι σοι προμηθευσάμενος, μεθ' ὧν διὰ ποικίλων βασάνων, τὸ μακάριον τέλος διήνυσας, αὐτοὺς καὶ συμπρεσβευτάς σου λαβόμενος, καρτερόψυχε Εὐστάθιε, δυσώπησον λυτρωθῆναι ἡμᾶς, τῶν ἀνομιῶν ἡμῶν.
Κα νν... ατς.
Σήμερον προέρχεται ὁ Σταυρὸς τοῦ Κυρίου, καὶ πιστοὶ εἰσδέχονται αὐτὸν ἐκ πόθου, καὶ λαμβάνουσιν ἰάματα, ψυχῆς τε καὶ σώματος, καὶ πάσης μαλακίας, αὐτόν ἀσπασώμεθα τῇ χαρᾷ καὶ τῷ φόβῳ, φόβῳ διὰ τὴν ἁμαρτίαν, ὡς ἀνάξιοι ὄντες· χαρᾷ δὲ διὰ τὴν σωτηρίαν, ἣν παρέχει τῷ κόσμῳ, ὁ ἐν αὐτῷ προσπαγεὶς Χριστὸς ὁ Κύριος, ὁ ἔχων τὸ μέγα ἔλεος.
πολυτκιον τν γων.
χος δ’
Οἱ Μάρτυρές σου Κύριε, ἐν τῇ ἀθλήσει αὐτῶν, στεφάνους ἐκομίσαντο τῆς ἀφθαρσίας, ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· σχόντες γὰρ τὴν ἰσχύν σου, τοὺς τυράννους καθεῖλον, ἔθραυσαν καὶ δαιμόνων, τὰ ἀνίσχυρα θράση. Αὐτῶν ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
πολυτκιον τς ορτς. χος α’
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεύσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Καὶ Ἀπλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
 Mετ τν α’Στιχολογαν.
Κθισμα  χος πλ. δ’
νστης κ νεκρν.
ν μέσῳ τῆς Ἐδέμ, ξύλον ἤνεγκε θάνατον, ἐν μέσῳ δὲ τῆς γῆς, ξύλον ζωῆς ἐβλάστησε· γευσάμενοι γὰρ τοῦ πρώτου, ἄφθαρτοι ὄντες, φθαρτοὶ γεγόναμεν, τυχόντες δὲ τοῦ δευτέρου, τῆς ἀφθαρσίας κατετρυφήσαμεν· διὰ Σταυροῦ γὰρ σῴζει ὁ Θεός, τὸ γένος τῶν ἀνθρώπων. ς)
Μετ τν β’ Στιχολογαν.
Κθισμα  χος πλ. δ’
Τ προσταχθν.
Προδιετύπου μυστικῶς πάλαι τῷ χρόνῳ, ὁ Ἰησοῦς ὁ τοῦ Ναυῆ Σταυροῦ τὸν τύπον, ὡς τὰς χεῖρας ἐξέτεινε, σταυροφανῶς Σωτήρ μου· καὶ ἔστη ὁ ἥλιος ἕως ἐχθρούς, ἀνεῖλεν ἀνθισταμένους σοι τῷ Θεῷ· νῦν δὲ οὗτος ἐσκότισται, ἐπὶ Σταυροῦ σε ὁρῶν, θανάτου κράτος λύοντα, καὶ τὸν ᾍδην σκυλεύοντα. ς)
  Κανν τς ορτς, κα τν γων, ο κροστιχς.
Τῆς εὐσταθείας τῷ φερωνύμῳ κρότος.
Θεοφνους. 
δ α’  χος δ’
Θαλσσης τ ρυθραον.
Τῷ λόγῳ, τὸ τῶν παθῶν μου σκίρτημα, ταῖς ἱκεσίαις σου, καθυποτάξας Μάρτυς τοῦ Χριστοῦ, εὐφημεῖν παρασκεύασον, τὴν ἱερὰν πανήγυριν, τῶν σῶν ἀγώνων παμμακάριστε.
κλῆσις, οὐκ ἀπ' ἀνθρώπων γέγονεν, ἡ σὴ Πανάριστε, ἀλλ' οὐρανόθεν Παῦλον ὡς τὸ πρίν, ὁ Χριστὸς σε ἐκάλεσεν, ἐπιφανεὶς ὡς ἔλαφος, τῶν ἰοβόλων ἐκλυτρούμενος.
Σοφίας, τῆς ἀνωτάτω ἔμπλεως, Μάρτυς γενόμενος, τοῦ φθειρομένου πλούτου καὶ τρυφῆς, οὐρανῶν τὴν ἀπόλαυσιν, πανευσεβῶς προέκρινας, πανοικεσίᾳ στεφανούμενος.
Θεοτοκον.
Εὑρών σε, καθαρωτέραν Πάναγνε, πάσης, τῆς κτίσεως ὁ τῶν ἁπάντων Κτίστης καὶ Θεός, σαρκωθῆναι ηὐδόκησεν, ἐκ σοῦ σαρκὶ τὸν ἄνθρωπον, ἀναμορφῶσαι προμηθούμενος.
δ γ’
Εφρανεται π σοὶ.
πέφερες πειρασμῶν, τὰς τρικυμίας καρτερῶς ἔνδοξε, Μάρτυς Χριστοῦ Εὐστάθιε, τέκνων γυναικός τε στερούμενος.
Σωθέντες παρὰ Θεοῦ, τῆς τῶν θηρῶν διαρπαγῆς παῖδές σου, Μάρτυς Χριστοῦ Εὐστάθιε, θήρας νοητοὺς ἐτροπώσαντο.
Τὸν βίον διαπερῶν, ὡς ποταμὸν τοῖς πειρασμοῖς Ἔνδοξε, σοῦ τῆς ψυχῆς διέσωσας, τὸ θεοειδὲς ἀταπείνωτον.
Θεοτοκον.
γνείας τὸ καθαρόν, καὶ παρθενίας τὸ σεπτὸν σκήνωμα, δεῦτε πιστοὶ ὑμνήσωμεν, ἐν χαρμονικοῖς μελῳδήμασιν.
Ερμς.
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
Κθισμα  χος πλ. δ’
Τν Σοφαν κα Λγον.
Εὐσεβείας τοῖς τρόποις ἀνδραγαθῶν, καρτερίας τοῖς πόνοις ὑπεραθλῶν, νέος ἀνηγόρευσαι, Ἰὼβ Μάρτυς πανένδοξε· τῶν γὰρ τερπνῶν τοῦ βίου, παθῶν τὴν ἀφαίρεσιν, σὺν γυναικὶ καὶ τέκνοις, Θεῷ ηὐχαρίστησας· ὅθεν ἐπὶ τέλει, τῶν ἀγώνων ὡς νίκης, βραβεῖον παρέσχε σοι, τὴν τοῦ αἵματος πρόσχυσιν, Ἀθλοφόρε Εὐστάθιε· πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων, ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δξα... Κα νν...
τς ορτς, μοιον.
Τὸν Σταυρὸν τοῦ Σωτῆρος ὑπὸ τὴν γῆν, κεκρυμμένον ἀνείλετο ἡ σεμνή, Ἑλένη, καὶ πίμπλησι, χαρᾶς κόσμου τὸ πλήρωμα, καὶ τεμένη θεσπίζει, ὑψοῦσθαι ἐν πνεύματι, καὶ τὸ σκῆπτρον κομίζει, ἐπὶ τὰ βασίλεια· ὅπερ καὶ δεικνῦσα, τῷ υἱῷ ἀνεβόα· Ὑφάπλωσον Δέσποτα, τὰς σὰς χεῖρας καὶ πρόσδεξαι, τὸν δεικνύμενον ἅπασι, κράτος σου, καὶ νίκας σοφέ, καὶ τὰ ἔθνη δίδαξον ἐν χάριτι, τοῦ προσκυνεῖν μετὰ πόθου, Σταυρὸν καὶ τὰ πάθη Χριστοῦ.
δ δ’
  παρθντα σε δοσα.
Θείᾳ παλάμῃ σωθεῖσα τῆς τυραννίδος, τῆς τοῦ ἐχθροῦ διέμεινε, τὰ τῆς σωφροσύνης, σῴζουσα ἡ σύμβιος, ἡ σὴ ἀνακράζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.
πειράσθης καὶ ποικίλως ἐδοκιμάσθης, Μάρτυς Χριστοῦ Εὐστάθιε, καὶ τοῦ μαρτυρίου, ἔδραμες τὸ στάδιον, βοῶν τῷ Δεσπότῃ σου· Δόξα τῇ δυνάμει σου Κύριε.
θυνόμενος προστάγματι τοῦ Δεσπότου, μαρτυρικοῖς ἐν αἵμασι, καθωραϊσμένος, ὤφθης παναοίδιμε, Εὐστάθιε ἔνδοξε, σὺν γυναικὶ καὶ τοῖς τέκνοις σου.
Θεοτοκον.
πειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
δ ε’
Σ Κρι μου φς.
Σὺ οἷά περ Ἰώβ, ἀνεφάνης Εὐστάθιε, σὺ ἄμεμπτος εὐσεβής τε, μακροθύμως τὸν βίον, εὑρέθης περαιούμενος.
Τὶς μάκαρ ἀνυμνεῖν, τοὺς σοὺς πόνους δυνήσεται, Εὐστάθιε, οὓς ὑπέστης, τὴν ὁμόζυγον Μάρτυς, καὶ παῖδας ἀφαιρούμενος;
Θεοτοκον.
Μῆτερ τοῦ Θεοῦ, τῆς ψυχῆς μου τὴν κάκωσιν, θεράπευσον ἡ τεκοῦσα, τὸν πανάγαθον Λόγον, τὸν πάντας ἀγαθύνοντα.
δ ς’
Θσω σοι, μετ φωνς.
Φανέντα, σὺ τὸν Χριστὸν ἐπόθησας ἔνδοξε, καὶ συνεκράθης τῷ πόθῳ, ὡς φανῆναι Μάρτυς ὡραϊσμένος, πορφυρίδι, τῶν σῶν αἱμάτων καλλωπιζόμενος.
δραμες, ἀκολουθῶν Χριστοῦ θείοις ἴχνεσι, καὶ κοινωνὸς ἀνεδείχθης, τῶν παθῶν τῶν τούτου καὶ βασιλείας, ὁλοκλήρως, πανοικεσίᾳ Μάρτυς στεφόμενος.
Θεοτοκον.
ήμασι, τοῦ Γαβριὴλ Παρθένε πανάμωμε, νῦν κεχρημένοι βοῶμεν· Χαῖρε μόνη Μήτηρ εὐλογημένη, χαῖρε πύλη, δικαιοσύνης Ἥλιον ἔχουσα.
Ερμς.
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Κοντκιον.  χος β’
Τ νω ζητν.
Τὰ πάθη Χριστοῦ, σαφῶς μιμησάμενος, καὶ τούτου πιών, πιστῶς τὸ ποτήριον, κοινωνὸς Εὐστάθιε, καὶ τῆς δόξης σύγκληρος γέγονας, παρ' αὐτοῦ τοῦ πάντων Θεοῦ, λαμβάνων ἐξ ὕψους θείαν ἄφεσιν.
Οκος.
μνον μοι δώρησαι ὁ Θεός μου, ἀνυμνῆσαι καὶ λέγειν νυνὶ τοὺς ἀγῶνας τοῦ Ἀθλοφόρου σου Κύριε, ὅπως εὐρύθμως ἐγκωμιάσω τὸν γενναῖον ἐν τοῖς ἄθλοις Εὐστάθιον, τὸν νικητὴν ἐν πολέμοις ἐχθρῶν γεγονότα ἀεί, τὸν μέγαν ἐν εὐσεβείᾳ, καὶ χορῷ τῶν Μαρτύρων ἐκλάμψαντα· σὺν τούτοις γὰρ ψάλλει ἀπαύστως σοι, μετ' Ἀγγέλων ὁ πάνσοφος, λαμβάνων ἐξ ὕψους θείαν ἄφεσιν.
Συναξάριον.
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μεγαλομάρτυρος Εὐσταθίου, καὶ Θεοπίστης, συμβίου αὐτοῦ, καὶ τῶν δύο υἱῶν αὐτῶν, Ἀγαπίου καὶ Θεοπίστου.
Στχοι
Εὐστάθιον βοῦς παγγενῆ χαλκοῦς φλέγει,
Καὶ παγγενῆ σὺ τοῦ Θεοῦ σῴζεις Λόγε.
Εἰκάδι Εὐστάθιος γενεῇ ἅμα βοῒ καύθη.
 Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Πατέρων ἡμῶν καὶ Ὁμολογητῶν, Ὑπατίου Ἐπισκόπου, καὶ Ἀνδρέου Πρεσβυτέρου.
Στχοι
πὲρ πανάγνων Ὑπάτιον εἰκόνων,
Σὺν Ἀνδρέᾳ σφάττουσιν ἄνδρες αἱμάτων.
Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων, Μαρτίνου Πάπα Ῥώμης, Μαξίμου, καὶ τῶν σὺν αὐτοῖς.
 Τῇ αὐτῇ ἡμέρα, Μνήμη τῶν Ἁγίων Μαρτύρων Ἀρτεμιδώρου καὶ Θαλοῦ.
Στχοι
ρτεμίδωρον καὶ Θαλὸν κτείνει ξίφος,
Μὴ προσκυνοῦντας Ἄρτεμιν ξενοκτονον.
 Τῇ αὐτῇ ἡμέρα, Μνήμη τοῦ Ὁσίου Πατρος ἡμῶν Μελετίου, Ἐπισκόπου Κύπρου.
Στχοι
Ζωῆς ῥεούσης οὐ μέλει Μελετίῳ·
θεν τελευτᾶν, πῶς ἂν εἴποις; ἠγάπα.
 Καὶ Μνήμη τοῦ ἐν Ὁμολογηταῖς μεγίστου Ἰωάννου τοῦ Αἰγυπτίου.
  ἅγιος νέος ὁσιομάρτυς Ἱλαρίων ὁ Κρής, ὁ ἐν Κωνσταντινουπόλει μαρτυρήσας κατὰ τὸ 1804, ξίφει τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
δ ζ’
ν τῇ καμίνῳ, Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε. 
ς ἐν καμίνῳ, τῷ πυρωθέντι χαλκουργήματι, ἔνδον καθειργμένοι Μάρτυρες τοῦ Χριστοῦ, εὐχαρίστως ἐκραυγάζετε· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
Νόμῳ φιλίας, ὡς ἡνωμένοι καὶ τῆς φύσεως, μίαν καρτερίαν Μάρτυρες εὐκλεεῖς, ἐναθλοῦντες ἐπεδείξασθε· Εὐλογημένος εἶ, ὁ Θεὸς ἐκβοῶντες καὶ Κύριος.
Θεοτοκον.
ψηλοτέρα, τῶν οὐρανίων θείων Δυνάμεων, μόνη ἐξ αἰώνων πέφηνας ἀληθῶς· τὸν γὰρ Κτίστην τούτων τέτοκας, ἀνερμηνεύτως σύ, Θεογεννῆτορ πάναγνε Δέσποινα.

δ η’
Χερας κπετσας Δανιλ.
Μαρτύρων χορείαν ἀψευδῶν, συγκροτουμένην λαμπρῶς, θεσμοῖς τῆς φύσεως, καὶ λόγῳ πίστεως, ἅπαντες, εὐσεβῶς νῦν εὐφημήσωμεν, ὡς εὐσεβείας ἐραστάς, καὶ πίστει μέλψωμεν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
ραίως ἡνώθητε σεπτοί, διαιρεθέντες πρίν, προνοίᾳ μείζονι, οἰκείοις αἵμασι βάψαντες, τὴν πορφύραν τῆς νυμφεύσεως, καὶ πρὸς οὐράνιον θερμῶς, παστάδα σπεύδοντες, καὶ βοῶντες· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Καρπὸν τῆς κοιλίας εὐσεβῶς, Θεῷ προσήγαγες, μάκαρ Εὐστάθιε, καὶ τὴν ὁμόζυγον χαίρουσαν· κοινωνοὺς γὰρ τῆς ἀθλήσεως, τοὺς ἐκ τῆς φύσεως Χριστῷ, ψάλλοντας εἴληφας· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Θεοτοκον.
άβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, Παρθένος πέφηνας, ἄνθος βλαστήσασα, τὸν παντοδύναμον Κύριον, τὸν ἡμᾶς εὐωδιάσαντα, καὶ τὴν ὀσμὴν τὴν ἑαυτοῦ, πᾶσι παρέχοντα, τοῖς βοῶσι· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ερμς.
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί· Παῖδες κραυγάζοντες· Εὐλογεῖτε πάντα, τὰ ἔργα Κυρίου τὸν Κύριον.
δ θ’
Λθος χειρτμητος.
λῳ τῷ φωτὶ τῆς Τριάδος, μέτ' εὐφροσύνης προσχωρήσας, ταῖς ἀγγελικαῖς στρατηγίαις, νῦν συναγάλλῃ Μάρτυς Εὐστάθιε, μεθ' ὧν ἀπαύστως πρέσβευε, πάντας σωθῆναι τοὺς ὑμνοῦντάς σε.
Τοὺς ἐπὶ τῆς γῆς σου ἀγῶνας, καὶ τὰς ποικίλας περιστάσεις, ἡ ἐν οὐρανοῖς εὐφροσύνη, μετὰ Δικαίων νῦν διεδέξατο· ἧς ἀπολαύειν Ἔνδοξε, τοὺς σὲ ὑμνοῦντας καταξίωσον. 
λον ἐμαυτὸν σοι προσφέρω, Μάρτυς Εὐστάθιε προθύμως, ἵνα σε πλουτήσω προστάτην, πρὸς τὸν Δεσπότην σῴζειν δυνάμενον, ἐκ πάσης περιστάσεως, καὶ σωτηρίας θείας πρόξενον.
Θεοτοκον.
Σὲ τὴν ἀπειράνδρως τεκοῦσαν, τὸν ζωοδότην καὶ Σωτῆρα, πάντες δυσωποῦμεν ἐκτενῶς, οἱ Θεοτόκον ὁμολογοῦντές σε, ῥυσθῆναι πάσης θλίψεως, σαῖς ἱκεσίαις Μητροπάρθενε.
Ερμς.
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
ξαποστειλριον τν γων.
ν Πνεματι τ ερῷ.
Τῆς ἀθανάτου δόξης τε, καὶ ζωῆς τῆς ἀλήκτου, ἐπέτυχες καταλιπών, τὰ τοῦ κόσμου ἡδέα, σὺν παισὶ θεόφροσι, καὶ γυναικὶ πανολβίῳ· διὰ τοῦτό σου πόθῳ, τὴν πανίερον καὶ θείαν, ἑορτάζομεν μνήμην.
Σταυροθεοτοκον, μοιον.
μεῖς ἐν σοὶ θαρροῦντες τῇ Θεοτόκῳ, ἐχθροὺς διπλοῦς τροπούμεθα κατὰ κράτος, τὸν Σταυρὸν κατέχοντες τοῦ Υἱοῦ σου, ὅπλον ἡμῖν καὶ τρόπαιον, ἀσπίδα ξίφος καὶ δόρυ, καὶ βέλος κατὰ Βελίαρ.
Ες τος Ανους, στμεν Στχους δ’ κα ψλλομεν Στιχηρ διμελα τν γων.
χος δ’
νδρου Πυροῦ.
Τὶς μὴ μακαρίσει σου, τὸν πανόλβιον τρόπον Εὐστάθιε; ὅτι γενναίως ὑπήνεγκας, τοῦ ἀρχεκάκου ἐχθροῦ τὰς προσβολάς· τῆς γὰρ συζύγου καὶ τῶν τέκνων, τὴν στέρησιν οὐκ ἐδυσφόρησας, ἀλλ' ἐβόας τὴν εὐχάριστον φωνὴν τοῦ Ἰώβ· Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι πρὸς τὸν μόνον Δημιουργόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν. ς)
χος πλ. β’
φθόρου τόκου Μαρίας, ὑπάρχων Μάρτυς καταγώγιον, ἀλήκτως τε πέλων ἐν φωτὶ ἀΰλῳ, καὶ ἡμῖν εὐνίζου Τριάδα τὴν ἄκτιστον.
χος πλ. δ’
Τῷ ἀδύτῳ γνόφῳ εἰσδύς, καὶ τῷ τῆς δικαιοσύνης Ἡλίῳ οἰκειωθείς, τῇ ἐξ ὕψους νοητῶς φανείσῃ διὰ ζώου εἰκόνι, θείως προσψαύσας, ἔμπνους εἰκὼν ὑπῆρξας, παμμάκαρ Εὐστάθιε· ὅθεν τὴν ἐκ Πνεύματος καὶ ὕδατος ἐσχηκὼς ἐνέργειαν, τῷ μαρτυρικῷ τε λουσάμενος αἵματι, ταῖς οὐρανίαις κατηξίωσαι συγχορεύειν, τῶν Ἀγγέλων ὁμηγύρεσιν, ἐν ᾧ καὶ ἡμᾶς προσοικείωσον, τῷ Σωτῆρι Χριστῷ καὶ Θεῷ ἡμῶν.
Δξα... χος πλ. β’
Γερμανο
Τὴν στρατοπεδαρχίαν τῆς κάτω βασιλείας ἀποβαλόμενος, καὶ διὰ ζώου ὀφθέντος σοι ἐν εἰκόνι, τοῦ Σωτῆρος ἡμῶν γενόμενος ἐραστής, νῦν συγχορεύεις τοῖς ἄνω σύν γυναικί σου καὶ τέκνοις, παμμάκαρ Εὐστάθιε· διὸ δυσωποῦμέν σε, τῷ Κυρίῳ πρεσβεύειν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Κα νν... ατς.
νπερ πάλαι Μωϋσῆς, προτυπώσας ἐν ἑαυτῷ, τὸν Ἀμαλὴκ καταβαλὼν ἐτροπώσατο, καὶ Δαυῒδ ὁ Μελῳδός, ὑποπόδιόν σοι βοῶν, προσκυνεῖσθαι διετάξατο, τίμιον Σταυρόν σου Χριστὲ ὁ Θεός, σήμερον ἁμαρτωλοὶ προσκυνοῦντες, χείλεσιν ἀναξίοις, σὲ τὸν καταξιώσαντα παγῆναι ἐν αὐτῷ, ἀνυμνοῦντες δεόμεθα· Κύριε, σὺν τῷ Ληστῇ τῆς βασιλείας σου ἀξίωσον ἡμᾶς.
 Ες τν Στχον Στιχηρ Προσμοια.
χος β’
Οκος το φραθᾶ.
Ξύλον τὸ τοῦ Σταυροῦ, ὑψούμενον ὁρῶντες, μεγαλωσύνην δῶμεν Θεῷ τῷ σταυρωθέντι, σαρκὶ δι' ἀγαθότητα.
Στχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
δατι θεουργῷ, καὶ αἵματί σου Λόγε, λαμπρῶς ἡ Ἐκκλησία, στολίζεται ὡς νύμφη, Σταυροῦ τὴν δόξαν μέλπουσα.
Στχ. δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
λην φθοροποιόν, ἐξαίρει ἁμαρτίας, τὸ τοῦ Σταυροῦ σου ξύλον, ὑψούμενον Σωτήρ μου, λαμπρύνει δὲ τὰ σύμπαντα.
Δξα... χος πλ. δ’
σπερ Παῦλος τὴν κλῆσιν, οὐκ ἐξ ἀνθρώπων δεξάμενος, Μάρτυς Εὐστάθιε, καὶ αὐξάνων ἐν Θεῷ τῇ τοῦ Σταυροῦ πεποιθήσει, τῶν τυράννων τὸ δυσσεβές, καὶ τῶν βασάνων τὸ ἀπηνὲς ἀνδρείως κατῄσχυνας· διὸ καὶ μέχρις αἵματος, ἀντικατέστης πρὸς τὴν ἁμαρτίαν, πρὸς ἀοράτους ἐχθροὺς ἀνταγωνισάμενος, καὶ πρεσβεύεις ἀπαύστως τῷ Βασιλεῖ καὶ Θεῷ, δωρηθῆναι τῇ οἰκουμένῃ εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Κα νν... ατς.
φωνὴ τοῦ Προφήτου σου Μωϋσέως ὁ Θεός, πεπλήρωται ἡ λέγουσα· Ὄψεσθε τὴν ζωὴν ἡμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ ἡ ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα καὶ λέγοντα· Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν ἀνάστασιν, δι' ὧν ἡμᾶς ἔσωσας, ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε Κύριε, δόξα σοι.
 Ες τν Λειτουργαν, Τυπικ, κα κ το Καννος τς ορτς κα τν γων.
 Προκείμενον. Ἦχος δ' [Ψαλμός 15]
Στίχ. Τοῖς ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Στίχ. Προωρώμην τὸν Κύριον ἐνώπιόν μου διαπαντός.
Πρὸς Ἐφεσίους Ἐπιστολῆς Παύλου τὸ Ἀναγνωσμα.
Κεφ. 6:10-17

δελφοί, ἐνδυναμοῦσθε ἐν Κυρίῳ καὶ ἐν τῷ κράτει τῆς ἰσχύος αὐτοῦ. Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ πρὸς τὸ δύνασθαι ὑμᾶς στῆναι πρὸς τὰς μεθοδείας τοῦ διαβόλου· ὅτι οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχάς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τοῦ αἰῶνος τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις. Διὰ τοῦτο ἀναλάβετε τὴν πανοπλίαν τοῦ Θεοῦ, ἵνα δυνηθῆτε ἀντιστῆναι ἐν τῇ ἡμέρᾳ τῇ πονηρᾷ καὶ ἅπαντα κατεργασάμενοι στῆναι. Στῆτε οὖν περιζωσάμενοι τὴν ὀσφὺν ὑμῶν ἐν ἀληθείᾳ, καὶ ἐνδυσάμενοι τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησάμενοι τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου τῆς εἰρήνης, ἐπὶ πᾶσιν ἀναλαβόντες τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾧ δυνήσεσθε πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι· καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου δέξασθε, καὶ τὴν μάχαιραν τοῦ Πνεύματος, ὅ ἐστι βῆμα Θεοῦ.
λληλούϊα [γ΄].  χος δ΄ [Ψαλμός λγ΄ 33]

Στίχ. κέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν.
Στίχ. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος.
Εαγγλιον.
κ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 21: 12-19
 Εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ Μαθηταῖς· Προσέχετε ἀπό τῶν ἀνθρώπων· ἐπιβαλοῦσι γὰρ ἐφ᾿ ὑμᾶς τὰς χεῖρας αὐτῶν, καὶ διώξουσι, παραδιδόντες εἰς συναγωγὰς καὶ φυλακάς, ἀγομένους ἐπὶ βασιλεῖς καὶ ἡγεμόνας, ἕνεκεν τοῦ ὀνόματός μου· ἀποβήσεται δὲ ὑμῖν εἰς μαρτύριον. Θέσθε οὖν εἰς τὰς καρδίας ὑμῶν, μὴ προμελετᾶν ἀπολογηθῆναι· ἐγὼ γὰρ δώσω ὑμῖν στόμα καὶ σοφίαν, ᾗ οὐ δυνήσονται ἀντειπεῖν οὐδὲ ἀντιστῆναι πάντες οἱ ἀντικείμενοι ὑμῖν. Παραδοθήσεσθε δὲ καὶ ὑπὸ γονέων, καὶ συγγενῶν, καὶ φίλων, καὶ ἀδελφῶν· καὶ θανατώσουσιν ἐξ ὑμῶν, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· καὶ θρὶξ ἐκ τῆς κεφαλῆς ὑμῶν οὐ μὴ ἀπόληται· ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Κοινωνικν
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου