Δευτέρα 19 Μαΐου 2014

ΜΗΝΑΙΟΝ ΣΕΠ. (19)



ΣΕΠΤΕΜΒΡΙΟΥ
ΤΗ ΙΘ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου, Σαββατίου, καὶ Δορυμέδοντος.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ες τ, Κριε κκραξα, στμεν Στχους ς’ κα ψλλομεν Στιχηρ τς ορτς γ’.
χος πλ. Δ’
το παραδξου θαματος.
τοῦ παραδόξου θαύματος! τὸ ζωηφόρον φυτόν, ὁ Σταυρὸς ὁ πανάγιος, εἰς ὕψος αἱρόμενος, ἐμφανίζεται σήμερον· δοξολογοῦσι, πάντα τὰ πέρατα· ἐκδειματοῦνται, δαίμονες ἅπαντες· Ὢ οἷον δώρημα, τοῖς βροτοῖς κεχάρισται! δι᾽ οὗ Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
τοῦ παραδόξου θαύματος! ὡς βότρυν πλήρη ζωῆς, ὁ βαστάσας τὸν ὕψιστον, ἀπὸ γῆς ὑψούμενος, Σταυρὸς ὁρᾶται σήμερον, δι᾽ οὗ πρὸς Θεόν, πάντες εἱλκύσθημεν, καὶ κατεπόθη, εἰς τέλος θάνατος, Ὢ ξύλον ἄχραντον! ὑφ᾽ οὗ ἀπολαύομεν τῆς ἐν Ἐδέμ, ἀθανάτου βρώσεως, Χριστὸν δοξάζοντες.
τοῦ παραδόξου θαύματος! εὖρος καὶ μῆκος Σταυροῦ, οὐρανοῦ ἰσοστάσιον, ὅτι θείᾳ χάριτι, ἁγιάζει τὰ σύμπαντα· ἐν τούτῳ ἔθνη, βάρβαρα ἥτηνται· ἐν τούτῳ σκῆπτρα, ἀνάκτων ἥδρασται. Ὢ θείας κλίμακος! δι᾽ ἧς ἀνατρέχομεν εἰς οὐρανούς, ὑψοῦντες ἐν ᾄσμασι, Χριστὸν τὸν Κύριον.
Κα τν γων γ’ 
χος ατς.
Ο Μρτυρς σου Κριε.
Τρυφὴν τὴν ἀδαπάνητον, ποθῶν κληρώσασθαι, Τρόφιμε Μάρτυς, πόνοις τοῦ σώματος, σὺ ἐνετρύφας· καὶ δὴ μετέστης ἐκ φθορᾶς, πρὸς τὴν ἀφθαρσίαν ἀγαλλόμενος, καὶ τῷ μαρτυρίῳ ἐγκοσμούμενος· διὸ ταῖς σαῖς πρεσβείαις, αἴτησαι πᾶσι μάκαρ τὸ μέγα ἔλεος.
Σαββάτιος ὁ ἔνδοξος, πολλαῖς κολάσεσιν ἐγκαρτερήσας, νῦν ἐσαββάτισεν εἰς τὰς ἐπαύλεις, τῶν οὐρανῶν περιχαρῶς, γέρα τῶν ἀγώνων κομιζόμενος, δήμοις τῶν Ἀγγέλων ἀριθμούμενος· αὐτοῦ Χριστὲ πρεσβείαις, δώρησαι τῷ λαῷ σου τὸ μέγα ἔλεος.
θέων βουλευτήριον, ἀποκρουσάμενος βουλαῖς ἐνθέοις, τὸν νοῦν ὠχύρωσεν ὁ Δορυμέδων, καὶ προσεχώρησε στερρῶς, πρὸς τὰ τῶν βασάνων πειρατήρια· νίκης τε βραβεῖα κομισάμενος, Χριστῷ συμβασιλεύει, πάντοτε ὑπὲρ πάντων ἡμῶν δεομενος.
Δξα... Κα νν... χος πλ. Δ’
φωνὴ τοῦ Προφήτου σου Μωϋσέως, ὁ Θεὸς πεπλήρωται, ἡ λέγουσα· Ὄψεσθε τὴν ζωὴν ὑμῶν κρεμαμένην, ἀπέναντι τῶν ὀφθαλμῶν ὑμῶν. Σήμερον Σταυρὸς ὑψοῦται, καὶ κόσμος ἐκ πλάνης ἠλευθέρωται. Σήμερον τοῦ Χριστοῦ ἡ ἀνάστασις ἐγκαινίζεται, καὶ τὰ πέρατα τῆς γῆς ἀγάλλονται, ἐν κυμβάλοις Δαυϊτικοῖς, ὕμνον σοι προσφέροντα καὶ λέγοντα· Εἰργάσω σωτηρίαν ἐν μέσῳ τῆς γῆς ὁ Θεός, Σταυρὸν καὶ τὴν ἀνάστασιν, δι' ὧν ἡμᾶς ἔσωσας ἀγαθὲ καὶ φιλάνθρωπε, Παντοδύναμε Κύριε, δόξα σοι.
πστιχα Στιχηρὰ.
χος πλ. Β’
Τριμερος νστης.
Οὗ ἔστησαν οἱ πόδες Χριστοῦ, τὸν τύπον προσκυνήσωμεν, ἀνυψοῦντες τὸν τρισόλβιον Σταυρον, ἐν ᾧ κατεκενώθη, τὸ αἷμα τοῦ Δεσπότου, τὸ βλύσαν κόσμῳ τὴν ἀνάστασιν.
Στχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Νεκρώσαντες τὰ πάθη σαρκός, καὶ πνεύματος θεόφρονες, ἐπειχθῶμεν, ὑψωθῆναι ἀπὸ γῆς, οὐράνιον πρὸς λῆξιν, Σταυροῦ τῇ ἀνυψώσει, συσταυρωθέντες τῷ Δεσπότῃ Χριστῷ.
Στχ. δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
Ζωήρυτος ἐκ θείας πλευρᾶς, πηγὴ σαφῶς ἐξέβλυσε, τοῦ Σωτῆρος καταρδεύουσα ψυχάς, τῶν πίστει προσκυνούντων, τὸ θεῖον πάθος τούτου, καὶ τὸν Σταυρὸν καὶ τήν Ἀνάστασιν.
Δξα... Κα νν... χος πλ. Β’
τετραπέρατος κόσμος σήμερον ἁγιάζεται, τοῦ τετραμεροῦς ὑψουμένου σου Σταυροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν, καὶ κέρας τῶν πιστῶν συνυψοῦται Bασιλέων ἡμῶν, συντριβόντων ἐν αὐτῷ τῶν δυσμενῶν τὰ κέρατα. Μέγας εἶ Κύριε, καὶ θαυμαστὸς ἐν τοῖς ἔργοις σου! δόξα σοι.
πολυτκιον.  χος α’
Σῶσον Κύριε τὸν λαόν σου καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοῖς Βασιλεῦσι κατὰ βαρβάρων δωρούμενος καὶ τὸ σὸν φυλάττων διὰ τοῦ Σταυροῦ σου πολίτευμα.
Καὶ Ἀπλυσις.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
 Μετ τν α’ Στιχολογαν
Κθισμα  χος α’
Το λθου σφραγισθντος.
Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν Φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων. Παράδεισον ἠνέωξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Ληστῇ, καὶ τρυφῆς κατηξιώθη, ὁμολογῶν σοι, Μνήσθητί μου Κύριε. Δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας· Ἡμάρτομεν, πάντες τῇ εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς. 
Δξα... Κα νν... Τ ατὸ.
 Μετ τν β’ Στιχολογαν.
Κθισμα  χος α’
Τν τφον σου Σωτρ.
πλώσας ἐν Σταυρῷ, τὰς παλάμας Οἰκτίρμον, τὰ ἔθνη τὰ μακράν, ἀπὸ σοῦ γεγονότα, συνήγαγες δοξάζειν σου, τὴν πολλὴν ἀγαθότητα, ἀλλ᾽ ἐπίβλεψον, ἐπὶ τὴν σήν κληρουχίαν, καὶ κατάβαλε, τοὺς καθ᾽ ἡμῶν πολεμίους, Σταυρῷ τῷ τιμίῳ σου.
Δξα... Κα νν... Τ ατὸ.
  Κανν τς ορτς, κα τν γων, ο κροστιχς.
Τρίφωτον ὑμνῶ Μαρτυρων διαυγίαν. Ἰωσήφ.
δ α’  χος πλ. δ’
ρματηλτην Φαραὼ.
Ταῖς ὑπερφώτοις ἀστραπαῖς τοῦ Πνεύματος, καταλαμπόμενοι, τὰ σκοτεινὰ νέφη, τῆς ψυχῆς μου λύσατε, τὸν νοῦν μου καταυγάσατε, καὶ τὰ χείλη πρὸς ὕμνον, ὑμᾶς γεραίρειν ἀνοίξατε, Μάρτυρες Χριστοῦ μεγαλώνυμοι.
ωμαλεότητι φρενῶν ἀντέστητε, τῷ ματαιόφρονι, νέμειν θεοῖς σέβας, Μάρτυρες ἀλλόκοτον, ὑμᾶς καταναγκάζοντι, καὶ θυσίᾳ τελείᾳ, διὰ ποικίλων κολάσεων, τῷ Παμβασιλεῖ προσηνέχθητε.
σχὺς ὑμῖν παρὰ Θεοῦ δεδώρηται, τοῦ παντοκράτορος, καταβαλεῖν πᾶσαν, τὴν ἰσχὺν τοῦ δράκοντος, σεπτοὶ Μεγαλομάρτυρες, τῆς Τριάδος ὁπλῖται, Σαββάτιε ἀξιάγαστε, θεῖε Δορυμέδον καὶ Τρόφιμε.
Θεοτοκον.
Φωτιστικαῖς σου πηγαζούσαις χάρισι, θεοχαρίτωτε, πύλη φωτὸς μόνη, οἱ γενναῖοι Μάρτυρες, φαιδρῶς καταυγαζόμενον, τὸ βαθύτατον σκότος, τῶν ἀνυποίστων κολάσεων, σὲ ὑμνολογοῦντες παρέδραμον.
δ γ’
στερεσας κατ' ρχς.
ραιοτάτῳ λογισμῷ καὶ σταθερᾷ διανοίᾳ, πρὸς βασάνων ἐχωρήσατε πεῖραν, αἰκιζόμενοι σφοδρῶς, καὶ μάστιξι ξεόμενοι, καὶ ἀηττήτῳ γνώμῃ, ἀπαρασάλευτοι μένοντες.
Ταῖς τῶν αἱμάτων προχοαῖς, ἱερωτάτην πορφύραν, ἐπιχρώσαντες γενναῖοι ὁπλῖται, ἀθανάτῳ Βασιλεῖ, Κυρίῳ νῦν παρίστασθε, ὑπὲρ ἡμῶν πρεσβείαν, ἀκαταπαύστως ποιούμενοι.
Οὐκ ἐξηρνήσασθε Χριστόν, προσομιλοῦντες βασάνοις καὶ ξεόμενοι τὸ σῶμα ποικίλως, καὶ τεινόμενοι δεινῶς, καὶ τοῖς θηρσὶ διδόμενοι, πανευκλεεῖς ὁπλῖται, Ἅγιοι Μεγαλομάρτυρες.
Θεοτοκον.
Νομοθεσίαις τοῦ ἐκ σοῦ, σεσαρκωμένου Δεσπότου, πειθαρχοῦντες παναμώμητε Κόρη, οἱ γενναῖοι Ἀθληταί, ἀνόμους ἐτροπώσαντο, σὲ συνεργὸν ὡς σχόντες, τὴν σῴζουσαν τὰς ψυχὰς ἡμῶν.
Ερμς.
στερεώσας κατ᾽ ἀρχάς, τοὺς οὐρανοὺς ἐν συνέσει, καὶ τὴν γῆν ἐπὶ ὑδάτων ἑδράσας, ἐν τῇ πέτρᾳ με Χριστέ, τῶν ἐντολῶν σου στήριξον, ὅτι οὐκ ἔστι πλήν σου, ἅγιος μόνε φιλάνθρωπε.
Κθισμα τν Μαρτρων.
χος α'  Τν τφον σου Σωτρ.
Βασάνων ἀνδρικῶς, ὑπομείναντες πόνους, τὴν ἄπονον ζωήν, ἐκομίσασθε ἅμα, Δορυμέδον καὶ Τρόφιμε, καὶ Σαββάτιε πάνσοφε· ὅθεν σήμερον, ἡ τοῦ Χριστοῦ Ἐκκλησία, ἑορτάζουσα, τὴν ἱερὰν ὑμῶν μνήμην, ἐνθέως ἀγάλλεται.
Δξα... Κα νν... τς Eορτς.
ἄνω ὡς Θεός, οὐρανὸν θρόνον ἔχων, καὶ γῆν Χριστὲ Σωτήρ, ὑποπόδιον φέρων, Σταυρὸν ἡμῖν ὑπέδειξας, σῶν ποδῶν ὑποπόδιον. Τοῦτον ἅπαντες, δαυϊτικῶς προσκυνοῦμεν. Τοῦτον φύλακα, καὶ βοηθὸν ἐξαιτοῦμεν, καὶ πίστει δοξάζομεν.
δ δ’
Σ μου σχς, Κριε.
πομονῇ, τῶν αἰκισμῶν λαμπρυνόμενοι, ἐπὶ ξύλου, Μάρτυρες ἠρτήθητε, καὶ σιδηροῖς ὄνυξι πλευράς, ἔνδοξοι ξεσθέντες, τῇ ἀπεκδύσει τοῦ σώματος, τὴν θείαν ἀφθαρσίαν, ἐνεδύσασθε θρόνῳ, τῆς Τριάδος ἀεὶ παριστάμενοι.
Μαστιγωθείς, διὰ Χριστὸν Μάρτυς Τρόφιμε, ἐνετρύφας, πόνοις ὑπερβάλλουσιν, ἀποσκοπῶν τὰς ἐν οὐρανοῖς, θείας ἀντιδόσεις, καὶ τὴν τρυφὴν τὴν ἀδάπανον· ἧς νῦν κατηξιώθης, τὸν ἀγῶνα τελέσας, καὶ τρυφῇ τῷ Δεσπότῃ γενόμενος.
Νεανικῶς, ἐγκαρτερήσας Σαββάτιε, ταῖς βασάνοις, χαίρων ἐναπέδωκας, Θεοῦ εἰς χεῖρας τὴν σὴν ψυχήν, καὶ πρὸς οὐρανίους, μονὰς καλῶς ἐσαββάτισας, νικήσας τόν ἐκεῖθεν, ἐκριφθέντα ἀθλίως, καὶ βραβεῖα τῆς νίκης δεξάμενος.
Θεοτοκον.
ς καθαρόν, τοῦ Βασιλέως παλάτιον, σὲ Μαρτύρων, σύστημα τρισάριθμον, ἐπικαλούμενοι βοηθόν, ἄχραντε Παρθένε, ναοὺς δαιμόνων ἠδάφισαν, καὶ πρὸς ναὸν ἄνω, μετετέθησαν δόξης, ἐν αἰνέσει ἀεὶ σε γεραίροντες.
δ ε’
να τ μ πσω.
Μακρυνθέντες φιλίας, σώματος Πανεύφημοι προσῳκειώθητε, διὰ πλείστων πόνων, καὶ μεγίστων Θεῷ πανοικτίρμονι, τῷ ὑμᾶς δι᾽ οἶκτον, πεφιληκότι καὶ τὰ πάθη, τοῖς αὐτοῦ ἀποκτείναντι πάθεσιν. 
Αἱ πορεῖαι σου Μάρτυς, Τρόφιμε γεγόνασι κατευθυνόμεναι, πρὸς ὁδοὺς πανσόφους, μαρτυρίου, ἐν αἷς καλλυνόμενος, σιδηραῖς κρηπῖσι, καθηλωμένος τοῦ Βελίαρ, κεφαλὴν καὶ τὰ κέντρα συνέτριψας.
ητορεύων τὰ θεῖα, Τρόφιμε πολύαθλε, τυράννους ᾔσχυνας· καὶ τοῖς αἵμασί σου, βηματίζων τὴν γῆν καθηγίασας, ἐμπεριπατεῖς δέ, χαρμονικῶς τῷ Παραδείσῳ, σωτηρίαν ἡμῖν ἐξαιτούμενος.
Θεοτοκον.
Τὴν ἁγίαν Παρθένον, τὴν θεοχαρίτωτον καὶ παναμώμητον, οἱ στερροὶ ὁπλῖται, εἰς βοήθειαν ἐπικαλούμενοι, τῶν βασάνων ὄγκον, καὶ τῶν δεινῶν τὴν τρικυμίαν, ἀκλονήτῳ διῆλθον φρονήματι.
δ ς’
λσθητ μοι Σωτρ.
πέπλευσαν γαληνῶς, τῇ κυβερνήσει τοῦ Πνεύματος, οἱ εὐκλεεῖς, Ἀθληταί, βασάνων τὸ πέλαγος, καὶ πρὸς τὸν ἀκύμαντον, σωτηρίας ὅρμον, ἱερῶς ἐγκαθωρμίσθησαν.
αινόμενα καθορῶν, εἰς γῆν τὰ μέλη σου Τρόφιμε, καὶ ὄξος κατὰ τῶν σῶν, μυκτήρων δεχόμενος, εὐώδους ὀσφρήσεως, ἀντελάβου πλέον, τοῦ Χριστοῦ τῆς ἀγαπήσεως.
ς βουλευτὴς τῶν Χριστοῦ, δικαιωμάτων γενόμενος, βουλὰς ἀθέων ἐχθρῶν, τελείως ἐξέκλινας, καὶ σαυτὸν παρέδωκας, Δορυμέδον Mάρτυς, ταῖς βασάνοις μαστιζόμενος.
Θεοτοκον.
Νευρούμενοι ταῖς ἐκ σοῦ, ἐκπεμπομέναις δυνάμεσιν, οἱ Ἀθλοφόροι Χριστέ, νομίμως ἐνήθλησαν, τὴν ἁγνὴν Μητέρα σου, ἀνυμνολογοῦντες, ἀπορρήτως σε κυήσασαν.
Ερμς.
λασθητὶ μοὶ Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου· καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
Κοντκιον.  χος δ’
ς παρχς.
ς ἀθλητῶν ἑδραίωμα, καὶ εὐσεβείας ἔρεισμα, ἡ Ἐκκλησία τιμᾷ καὶ γεραίρει σου, τὴν φωτοφόρον ἄθλησιν· παναοίδιμε μάκαρ, ἀθλητὰ γενναιόφρον, ἔνδοξε Τρόφιμε, σὺν τοῖς συνάθλοις σου, ἱλασμὸν τοῖς ὑμνοῦσί σε αἴτησαι, ὡς ἀήττητος.
Οκος.
Τῶν Ἁγίων Μαρτυρων τὰ ἔπαθλα, οὐρανῶν αἱ Δυνάμεις ἐθαύμασαν, ὅτι σῶμα θνητὸν περικείμενοι, ἀσωμάτους ἐχθροὺς ἐτροπώσαντο, Σταυροῦ τῇ ἰσχὺϊ κρατυνόμενοι· ὅθεν μακαρίζονται εἰς αἰῶνας, ἱλασμὸν τῶν πταισμάτων αἰτούμενοι ὑπὲρ πάντων ἡμῶν· καὶ γὰρ τιμῶνται αὐτοί, ὡς ἀήττητοι.
Συναξάριον.
Τῇ ΙΘ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Τροφίμου, Σαββατίου καὶ Δορυμέδοντος.
Στχοι
Πνέοντες ἓν Τρόφιμε καὶ Δορυμέδον,
ν ἐκ ξίφους δέχεσθε καὶ βίου τέλος.
 Ξεσθεὶς σιδηροῖς Σαββάτιος ὀξέσιν,
Εἰς σαββατισμὸν θεῖον ὡς Μάρτυς φθάνει.
ννεαδεκάτῃ Τρόφιμον τάμον, ἠδὲ συνάθλους.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
δ ζ’
Θεο συγκατβασιν.
Διόλου ταῖς νεύσεσι, ταῖς πρὸς τὸ θεῖον καλλωπιζόμενος, ὀβελίσκοις τε μάκαρ, πυρακτωθεῖσι καταφλεγόμενος, καὶ τὰς πλευράς σου ἀδίκως ξεόμενος, ὦ Δορυμέδον, στερρῶς ἐνεκαρτέρησας.
δεῖν ἀφιέμενος, Θεοῦ τὴν δόξαν τὴν ἀνεκλάλητον, ὀφθαλμοὺς ἐπηρώθης, πυρακτωθεῖσι σιδήροις Τρόφιμε, καὶ εὐχαρίστως Κυρίῳ ἐκραύγαζες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
γάπῃ φλεγόμενοι, σεπτῆς Τριάδος οἱ τρεῖς ἠνύσατε, τοὺς μεγίστους ἀγῶνας, καὶ μυριάσι νῦν συναγάλλεσθε, ἐπουρανίαις· μεθ᾽ ὧν ἡμῶν μέμνησθε, λύσιν πταισμάτων ἀεὶ ἡμῖν αἰτούμενοι.
Θεοτοκον.
πάρχουσα Δέσποινα, καθαρωτέρα πάσης τῆς κτίσεως, ὑπεδέξω τὸν Λόγον, ἐκ σοῦ ἀρρήτως ἀποτικτόμενον· ὃν οἱ γενναῖοι ποθήσαντες Μάρτυρες, τῇ τῶν βασάνων πυρᾷ ἐνεκαρτέρησαν.
δ η’
πταπλασως κμινον.
Γεγυμνωμένοις σώμασιν, αἰκισμοῖς προσπαλαίοντες, τὸν τῆς ἀφθαρσίας, στολισμὸν ἐδέξασθε, αἰσχύνην ἐνδύσαντες τὸν δυσμενῆ αἰώνιον, καὶ στεφανηφόροι, μεταβάντες πρὸς λῆξιν, τὴν θείαν ἐκβοᾶτε· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
χνηλατοῦντες Μάρτυρες, τοῦ Χριστοῦ τὰ παθήματα, ξύλοις προσδεθέντες, πειρασμοὺς ἠνέγκατε, γενναίῳ φρονήματι· καὶ ταῖς ῥοαῖς τοῦ αἵματος, πνίξαντες δαιμόνων, πονηρότατα στίφη, ἐνθέως μελῳδεῖτε· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, Xριστὸν εἰς τοὺς αἰῶνας. 
νευφημείσθω Τρόφιμος, δοξαζέσθω Σαββάτιος, καὶ μεγαλυνέσθω, Δορυμέδων σήμερον· οἱ στῦλοι οἱ ἄσειστοι, τὰ τῶν πιστῶν προπύργια, οἱ φωτοειδεῖς, τῆς Ἐκκλησίας φωστῆρες, οἱ ταύτην ταῖς ἀκτῖσι, τῶν μεγίστων ἀγώνων, σεπτῶς φωταγωγοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκον.
Νέον βρέφος τέτοκας, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, ἄχραντε Παρθένε, συμφυῶς νοούμενον, Χριστὸν τὸν Θεὸν ἡμῶν, ὃν οἱ γενναῖοι Μάρτυρες, καθομολογοῦντες, ἱερῶς ἐναθλοῦσι· μεθ᾽ ὧν σε Παναγία, μακαρίζουσι πίστει, λαοὶ φυλαὶ καὶ γλῶσσαι, εἰς πάντας τοὺς αἰῶνας.
Ερμς.
πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβὲσιν ἐμμανῶς ἐξέκαυσε· δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, Τὸν Δημιουργὸν καὶ Λυτρωτήν, ἀνεβόα, οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
δ θ’
ξστη π τοτῳ.
σχὺϊ τοῦ τῶν ὅλων Δημιουργοῦ, τῶν θηρῶν τὰς ὁρμὰς ἐπεδήσατε, καὶ ἀβλαβεῖς, Μάρτυρες ἐμείνατε ἐξ αὐτῶν, μεγάλως θαυμαζόμενοι, ταῖς ἀμετατρέπτοις μεταβολαῖς· διὸ ταῖς τῶν Μαρτύρων, ἀγέλαις συναφθέντες· ὑπὲρ ἡμῶν ἀεὶ πρεσβεύσατε.
ς θύματα τραπέζῃ τῇ λογικῇ, προσηνέχθητε ξίφει τεμνόμενοι, πανευκλεῶς, καὶ τῶν πρωτοτόκων νῦν ἐν σκηναῖς, περιχαρῶς αὐλίζεσθε, βλέποντες τὴν δόξαν τήν τοῦ Θεοῦ, καὶ τὰς ἐπικαρπίας, δεχόμενοι τῶν πόνων, καὶ τὰ βραβεῖα τῆς ἀθλήσεως.
Συμφώνως συνελθόντες δεῦτε πιστοί, Δορυμέδοντα νῦν καὶ Σαββάτιον, καὶ τὸν κλεινόν, Τρόφιμον δοξάσωμεν τοὺς στερρούς, τῆς ἀληθείας Μάρτυρας, βότρυας ἀμπέλου τῆς νοητῆς, ἐξ ὧν ἡμῖν ὁ οἶνος, τῆς ὄντως εὐφροσύνης, ἐναποστάζει θείᾳ χάριτι.
μνήμη ἡ πανέορτος τῶν σοφῶν, Ἀθλητῶν ἀνατείλασα σήμερον, ὡς ἀληθῶς, ὑπὲρ τὰς αὐγὰς τὰς ἡλιακάς, καταφωτίζει ἅπαντας, σκότος ἀπελαύνουσα τῶν παθῶν, καὶ νέφη ῥαθυμίας· ὧν Λόγε ταῖς πρεσβείαις, παράσχου πᾶσι τὰ ἐλέη σου.
Θεοτοκον.
Φυλάξας σε Παρθένον ὁ ἐκ τῶν σῶν, ἀνατείλας λαγόνων ἀνέσπερος, ὡς ἀληθῶς, Ἥλιος Παρθένε τοὺς ἀθλητάς, περιφανῶς ἐλάμπρυνε, διηγωνισμένους καρτερικῶς, μεθ᾽ ὧν αὐτὸν δυσώπει, ἡμᾶς κατοικτειρῆσαι, τοὺς εὐσεβῶς σε μακαρίζοντας.
Ερμς.
ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ ἡ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.
ξαποστειλριον τν γων.
ορανν τος στροις.
οὐρανὸν τοῖς ἄστροις, κατακοσμήσας ὡς Θεός, καὶ διὰ τῶν σῶν Ἁγίων, πᾶσαν τὴν γῆν φωταγωγῶν, Δημιουργὲ τῶν ἁπάντων, τοὺς ἀνυμνοῦντάς σε σῷζε.
Κα τς ορτς.
χος β’
Τν μαθητν ρντων σε.
Σταυρός, ὁ φύλαξ πάσης τῆς οἰκουμένης, Σταυρός, ἡ ὡραιότης τῆς Ἐκκλησίας, Σταυρός, Βασιλέων τὸ κραταίωμα, Σταυρός, Πιστῶν τὸ στήριγμα Σταυρός, Ἀγγέλων ἡ δόξα, καὶ τῶν δαιμόνων τὸ τραῦμα.
πστιχα Στιχηρὰ. 
χος β’
Οκος το φραθᾶ.
λην φθοροποιόν, ἐξαίρει ἁμαρτίας, τὸ τοῦ Σταυροῦ σου ξύλον, ὑψούμενον Σωτήρ μου, λαμπρύνει δὲ τὰ σύμπαντα.
Στχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Λύσιν τῶν δυσχερῶν, καὶ κτῆσιν τῶν ἀρίστων, ὑψούμενος βραβεύει, τῷ γένει τῶν ἀνθρώπων, Σταυρὸς Χριστοῦ ὁ ἅγιος.
Στχ. δὲ Θεὸς Βασιλεὺς ἡμῶν πρὸ αἰῶνος εἰργάσατο σωτηρίαν ἐν μέσῳ τῆς γῆς.
 τε τὸν Ἀμαλήκ, Μωσῆς κατετροποῦτο, Χριστοῦ προλέγων πάθη, Σταυρὸν προδιετύπου, τὸν θεῖον καὶ πανάχραντον.
Δξα... Κα νν... μοιον.
Δεῦτε χαρμονικῶς, ἀσπασώμεθα πάντες, τὸ σωτήριον Ξύλον, ἐν ᾧ ἐξετανύθη, Χριστὸς ἡ ἀπολύτρωσις.
Κα τ λοιπ, ς σνηθες, κα πλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου