Παρασκευή 23 Μαΐου 2014

ΜΗΝΑΙΟ ΙΟΥΛ. (13)



ΙΟΥΛΙΟΥ
ΤΗ ΙΓ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
 Ἡ Σύναξις τοῦ Ἀρχαγγέλου Γαβριήλ, καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ προσόμοια ἀμφοτέρων ἀνὰ γ'.
Στιχηρὰ τοῦ Ἀρχαγγέλου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες
Γαβριὴλ ὁ μέγιστος ὁ νοῦς, ὁ θεοειδέστατος, ὁ φωταυγὴς καὶ σωτήριος, φῶς τὸ τρισήλιον, καθορᾷ καὶ μέλπει, σὺν ταῖς ἄνω τάξεσι, τὸ θεῖον καὶ φρικῶδες μελῴδημα, καθικετεύει τε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Τὸ μέγα μυστήριον τὸ πρίν, τοῖς Ἀγγέλοις ἄγνωστον, καὶ πρὸ αἰώνων τηρούμενον, μόνος πεπίστευσαι, Γαβριὴλ καὶ τοῦτο, τῇ μόνῃ τεθάρρηκας, Ἁγνη εἰς Ναζαρέτ ἀφικόμενος, μεθ' ἧς ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Φωτὸς ὢν ἀνάπλεως ἀεί, καὶ ποιῶν τὸ θέλημα, καὶ ἐκτελῶν τὰ προστάγματα, τοῦ Παντοκράτορος, ἀρχηγὲ Ἀγγέλων, Γαβριὴλ πανάριστε, τοὺς πόθῳ σε τιμῶντας περίσῳζε, ἀεὶ αἰτούμενος, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Στιχηρὰ τοῦ Ὁσίου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου
Πάτερ θεοφόρε Στέφανε, θείᾳ φρονήσει τὸν νοῦν, ὀχυρώσας λαμπρότατα, τὸν θυμὸν ἀνδρείᾳ τε, σωφροσύνῃ τὴν ἔφεσιν, δικαιοσύνῃ ἅπασαν δύναμιν, ψυχῆς ἰθύνας φιλοσοφώτατα, ἅρμα τερπνότατον, ἀρετῶν συνήρμοσας, οὗ ἐπιβάς, χαίρων ἀνελήλυθας, πρὸς ὕψος ἔνδοξε.
Πάτερ θεηγόρε Στέφανε, θεολογίᾳ τὸν νοῦν, κατελάμπρυνας Ὅσιε, δορυφόρον οἷὰ πέρ, τὸν θυμὸν προτεινόμενος, κατὰ βλασφήμων μάκαρ αἱρέσεων, ἐπιθυμίᾳ τρυφῆς τῆς ἄνωθεν, ἧς κατηξίωσε, μετασχεῖν θεσπέσιε, παρεστηκώς, θρόνῳ τοῦ Παντάνακτος, καὶ Παντοκράτορος.
Πάτερ θεορρῆμον Στέφανε, δι' ἐγκρατείας τὸν νοῦν, πιεζόμενος πάντοθεν, πρὸς τὸ πρῶτον αἴτιον, ἀνατρέχειν ἀνέπεισας, καὶ κατευνάσας, κόσμου τὸν τάραχον, καὶ τοὺς θορύβους ἀποσεισάμενος, νοῦ καθαρότητι, συνεκράθης πάντοτε, πρὸς ἐφετῶν, ὄντως τὸ ἀκρότατον, θεόφρον Ὅσιε.
Τῆς Ἁγίας Μάρτυρος
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
στρον ἡμῖν φαεινότατον, ἐκ τῆς Περσίδος σεμνή, Γολινδοὺχ ἐξανέτειλας, ἀρετῶν λαμπρότησι, καὶ τῶν ἄθλων φαιδρότησι, τὴν οἰκουμένην, περιαυγάζουσα, καὶ ἀθεΐας νύκτα διώκουσα· ὅθεν τὴν μνήμην σου, τὴν φωσφόρον σήμερον, περιχαρῶς, πίστει ἑορτάζοντες, ὑμνολογοῦμέν σε.
Θείαις σεμνὴ εἰσηγήσεσιν, ἔγνως Χριστὸν τὸν Θεόν, τοῖς ἐν γῇ ἐνδημήσαντα· καὶ τῆς διανοίας σου, φωτισθεῖσα τὰ ὄμματα, πρὸς πᾶσαν πάλην, τομῶς ἐχώρησας, τῶν ἀοράτων, ἐχθρῶν καὶ ὤλεσας, τούτων τὸ φρύαγμα· ὅθεν διαδήμασι, νικητικοῖς, ἔστεψέ σε Κύριος, ὁ ὑπεράγαθος.
πληγον τὸν νοῦν ἐτήρησας, ἐν τῷ πληγαῖς ὁμιλεῖν, καὶ χρονίαις καθείρξεσιν, Ἀθληφόρε ἔνδοξε, κατωτάτῳ ἐν λάκκῳ δέ, ἀπορριφεῖσα, ἡμέραις πλείοσι, τροφήν ἐτρέφου, μὴ διαρρέουσαν, δράκοντα δόλιον, κεκτημένη σύνοικον, ἐκ τῆς αὐτοῦ, βλάβης ἀνενόχλητος, Μάρτυς προσμείνασα.
Δόξα... Ἦχος πλ. β'
Συγχάρητε ἡμῖν ἅπασαι αἱ τῶν Ἀγγέλων ταξιαρχίαι· ὁ πρωτοστάτης γὰρ ὑμῶν, καὶ ἡμέτερος προστάτης, ὁ μέγας Ἀρχιστράτηγος, τὴν σήμερον ἡμέραν, ἐν τῷ σεπτῷ αὐτοῦ τεμένει, παραδόξως ἐποπτανόμενος ἁγιάζει. Ὅθεν κατὰ χρέος ἀνυμνοῦντες αὐτὸν βοήσωμεν· Σκέπασον ἡμᾶς ἐν τῇ σκέπῃ τῶν πτερύγων σου, μέγιστε Γαβριήλ Ἀρχάγγελε.
Καὶ νῦν... Θεοτοκίον
Οὐδεὶς προστρέχων ἐπὶ σοί, κατῃσχυμμένος ἀπὸ σοῦ ἐκπορεύεται, ἁγνὴ Παρθένε Θεοτόκε, ἀλλ' αἰτεῖται τὴν χάριν, καὶ λαμβάνει τὸ δώρημα, πρὸς τὸ συμφέρον τῆς αἰτήσεως.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια τοῦ Ἀρχαγγέλου.
Ἦχος δ'
Ἔδωκας σημείωσιν
Νοῦς ὁ προαιώνιος, φῶς ὑπεστήσατο δεύτερον, Γαβριὴλ σε μεθέξεσιν, ἐνθέοις φωτίζοντα, πᾶσαν οἰκουμένην, καὶ τὸ ἀπ' αἰῶνος, ἀνακαλύπτοντα ἡμῖν, θεῖον καὶ μέγα ὄντως μυστήριον, ἐν μήτρᾳ σωματούμενον, παρθενικῇ τὸν ἀσώματον, καὶ γενόμενον ἄνθρωπον, εἰς τὸ σῶσαι τὸν ἄνθρωπον.
Στίχ. ποιῶν τοὺς Ἀγγέλους αὐτοῦ πνεύματα, καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.
Θρόνῳ παριστάμενος, τῆς τρισηλίου Θεότητος, καὶ πλουσίως λαμπόμενος, ταῖς θείαις λαμπρότησι, ταῖς ἐκπεμπομέναις, ἀπαύστως ἐκεῖθεν, τοὺς ἐπὶ γῆς χαρμονικῶς, χοροστατοῦντας καὶ εὐφημοῦντάς σε, παθῶν ἀχλύος λύτρωσαι, καὶ φωτισμῷ καταλάμπρυνον, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Στίχ. Εὐλόγει ἡ ψυχή μου, τὸν Κύριον, Κύριε ὁ Θεός μου ἐμεγαλύνθης σφόδρα.
Θραῦσον τὰ φρυάγματα, τῶν ἐκ τῆς Ἄγαρ τῇ ποίμνῃ σου, συνεχῶς ἐπερχόμενα. Κόπασον τὰ σχίσματα, τὰ τῆς Ἐκκλησίας. Πράϋνον τὸν σάλον, τῶν ἀμετρήτων πειρασμῶν. Ῥῦσαι κινδύνων καὶ περιστάσεων, τοὺς πόθῳ σε γεραίροντας, καὶ σοῦ τῇ σκέπῃ προστρέχοντας, Γαβριὴλ Ἀρχιστράτηγε, πρεσβευτὰ τῶν ψυχῶν ἡμῶν.
Δόξα... Καὶ νῦν... Ἦχος πλ. δ'
ς Ταξιάρχης καὶ πρόμαχος, καὶ τῶν Ἀγγέλων ἀρχηγὸς Ἀρχιστράτηγε, πάσης ἀνάγκης καὶ θλίψεως, νόσων καὶ δεινῶν ἁμαρτημάτων ἐλευθέρωσον, τοὺς εἰλικρινῶς ἀνυμνοῦντας, καὶ αἰτουμένους σε ἔνδοξε, ἐναργῶς ὡς ἄϋλος τὸν ἄϋλον καθορῶν, καὶ τῷ ἀπροσίτῳ φωτὶ τῆς τοῦ Δεσπότου δόξης καταλαμπόμενος· Αὐτὸς γὰρ φιλανθρώπως, σάρκα δι' ἡμᾶς ἐκ Παρθένου προσείληφε, σῶσαι βουληθεὶς τὸ ἀνθρώπινον.
Ἀπολυτίκιον Ἦχος δ'
Τῶν οὐρανίων στρατιῶν Ἀρχιστράτηγε, δυσωποῦμέν σε ἀεὶ ἡμεῖς οἱ ἀνάξιοι, ἵνα ταῖς σαῖς δεήσεσι τειχίσῃς ἡμᾶς, σκέπῃ τῶν πτερύγων τῆς ἀΰλου σου δόξης, φρουρῶν ἡμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοῶντας· Ἐκ τῶν κινδύνων λύτρωσαι ἡμᾶς, ὡς ταξιάρχης τῶν ἄνω Δυνάμεων.
Δόξα... Καὶ νῦν... Θεοτοκίον

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες τοῦ Ἀρχαγγέλου, καὶ τοῦ Ὁσίου.
Ὁ Κανων τοῦ Ἀρχαγγέλου, οὗ ἡ Ἀκροστιχίς.
Ὡς παμμέγιστον τὸν Γαβριὴλ αἰνέσω. Ἰωσήφ.
Ὠδὴ α' Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου
ς φῶς χρηματίζοντα, ταῖς πρὸς τὸ φῶς τὸ ἀκρότατον, ἀΰλοις μεθέξεσι, θεῖον καὶ ἄϋλον, ἱκετεύω σε, Ἀρχάγγελε τὸν νοῦν μου, φωτίσαι πρεσβείαις σου, ὅπως ὑμνήσω σε.
Στησώμεθα σήμερον, χοροὺς ἐνθέους γηθόμενοι, τὸν πρῶτον γεραίροντες, τῶν ἀσωμάτων Νοῶν, τὸν τὴν ἄρρητον, χαρὰν μεμηνυκότα, ἐν κόσμῳ φοιτήσασαν, δι' ἀγαθότητα.
Προστάτην σε μέγιστον, καὶ πρὸς Θεὸν ἀντιλήπτορα, καὶ τεῖχος καὶ στήριγμα, Γαβριὴλ ἔχοντες, οἱ ποθοῦντές σε, ῥυόμεθα κινδύνων, καὶ βλάβης τοῦ ὄφεως, ἀνευφημοῦντές σε.
Θεοτοκίον
γνὴν σὲ πανάμωμε, ὁ Γαβριὴλ ὡς ἑώρακε, τὸ Χαῖρε σοι Δέσποινα, λαμπρῶς ἐβόησεν, ἀπειρόγαμε, βροτῶν ἡ σωτηρία, Ἀγγέλων τὸ καύχημα, καὶ σεμνολόγημα.
Ὁ Κανὼν τοῦ Ὁσίου, οὗ ἡ Ἀκροστιχίς.
Σοὶ Στέφανε στέφανόν σοι ὁμώνυμον οἴσομεν ὕμνον.
Θεοφάνους.
Ἦχος β'
Ἐν βυθῷ κατέστρωσε
Σοὶ τῆς σῆς Παμμάκαρ διδαχῆς, χρέος προσκομίζοντες, τὴν ἀμοιβὴν ἀποτείνομεν στέφανον, ἐγκωμίων πλέκοντες, σὺ δὲ ἵλεως δεδεγμένος πανόλβιε, ταῖς σαῖς ἱκεσίαις, χάριν μοι παράσχου τὴν τοῦ Πνεύματος.
λεθρίων ὅρμημα παθῶν, Πάτερ κατεμάρανας, ὡς λογισμὸν κεκτημένος θεόφρονα· εὐμενὴς γὰρ γέγονας, εὐπροσήγορος, προσηνής τε καὶ κόσμιος, λόγῳ τῆς σοφίας, Στέφανε καὶ γνώσεως στεφόμενος.
ερῶς ἐκόσμησας σαυτόν, Πάτερ διὰ γνώσεως, καὶ πρακτικῆς ἐνεργείας χαρίσματος, θεορρῆμον Στέφανε, ἐφιέμενος, τῶν στεφάνων τῆς δόξης Χριστοῦ· ὅθεν τῆς ἐλπίδος, ἄριστα παμμάκαρ οὐ διήμαρτες.
Θεοτοκίον
Τῶν κτισμάτων σὺ ὡς ἀληθῶς, ὑπερτέρα πέφηνας, τῶν ὁρατῶν καὶ ἀοράτων Πάναγνε· τὸν γὰρ Κτίστην τέτοκας ὡς ηὐδόκησε, σαρκωθῆναι ἐν μήτρᾳ σου, ᾧ σὺν παρρησίᾳ, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ Κανών, οὗ ἡ Ἀκροστιχίς.
Χαίροις Γολινδούχ, Μάρτυς ὡραϊσμένη. Ἰωσήφ.
Ὠδὴ α' Ἦχος πλ. β'
Ὡς ἐν ἠπείρῳ
Χαρμονικῶς τῷ Δεσπότῃ ἐν οὐρανῷ παρεστῶσα ἔνδοξε καὶ ταῖς θείαις ἀστραπαῖς, λαμπομένη πάντοτε ἡμᾶς εὐπροσδέκτοις σου εὐχαῖς, Μάρτυς καταύγασον.
ποφυγοῦσα τὸ σκότος τὸ περσικὸν ὡς ἀστὴρ ἀνέλαμψας, εὐσεβείας φαεινός, καὶ πολλῶν ἐφώτισας ψυχὰς ἐπιγνώσει θεϊκῇ, θεομακάριστε.
χνηλατοῦσα τὸ πάθος τοῦ ἀπαθοῦς, Γολινδοὺχ πανεύφημε, μαρτυρίου καλλοναῖς, σεαυτὴν ὡράΐσας καὶ νῦν, εἰς νυμφῶνα νοητὸν εἰσῆλθες χαίρουσα.
Θεοτοκίον
ύπου κακίας τὴν φύσιν ὁ πλαστουργός, τὴν ἡμῶν βουλόμενος, ἐκκάθαραι ἐκ τῆς σῆς, καθαρᾶς σεσάρκωται γαστρός, Θεοτόκε· διὸ πάντες σε δοξάζομεν.
Τοῦ Ἀρχαγγέλου
 Ὠδὴ γ'
Τοὺς σοὺς ὑμνολόγους
Μεθέξει φωτὸς ἀϋλοτάτου, ὡς ἄϋλος ὄντως Γαβριήλ, ἀΰλως φωτιζόμενος, φῶς καθορᾶσαι δεύτερον, τοὺς ὑλικοὺς ἑκάστοτε, βροτοὺς φωτίζων ὑμνοῦντάς σε.
Μεγίστης εὐκλείας ἠξιώθης, τὸ μέγα μυστήριον ἡμῖν, ἀνακαλύψας μέγιστε, Ἀγγέλων δι' οὗ ἤρθημεν, οἱ ἀπὸ γῆς πρὸς μέγιστον, ὕψος μεγάλως τιμῶντές σε.
πίφανον πᾶσιν οὐρανόθεν, τοῖς πόθῳ ζητοῦσί σε ἀεί, καὶ παῦσον τὸ κλυδώνιον, τὸ καθ' ἡμῶν κινούμενον, τῶν πειρασμῶν καὶ θλίψεων, ὦ Γαβριὴλ Ἀρχιστράτηγε.
Θεοτοκίον
Γνωρίζων τὸ πάλαι κεκρυμμένον, μυστήριον Κόρη σοι ποτέ, ὁ Γαβριὴλ ἐκραύγαζε· Χαῖρε Θεοῦ παλάτιον, ἐν ᾧ οἰκήσας ἅπαντας, βροτοὺς θεώσει ὡς εὔσπλαγχνος.
Τοῦ Ὁσίου
Ἐξήνθησεν ἡ ἔρημος
ξέλαμψεν ὁ βίος σου, θεοφόρε Στέφανε, ὁλολαμπὴς ὡς ἥλιος, ἐν τῷ κόσμῳ καὶ κατεφώτισε, τοὺς σοὶ πίστει καὶ πόθῳ προσανέχοντας.
Φωτίζονται τὰ πέρατα, διδαχαῖς σου Ὅσιε· ὡς γὰρ φωστὴρ ἐξέλαμψας, θεοφόρε τῇ Ἐκκλησίᾳ Χριστοῦ, ἐν ᾗ ἐστερεώθη ἡ καρδία σου.
δούλωτον ἐτήρησας, τὴν ψυχήν σου πάθεσι, καὶ ἡδοναῖς τοῦ σώματος, θεοφόρε Στέφανε τίμιε· διὸ νῦν ἐπαξίως εὐφημοῦμέν σε.
Θεοτοκίον
φάνης καθαρότητι, ὡσεὶ κρίνον Δέσποινα, τῶν ἀκανθῶν ἐκλάμψασα, λαμπηδόσι τῆς παρθενίας σου, ἐν μέσῳ Θεοτόκε πανσεβάσμιε.
Ὁ Εἱρμὸς
ξήνθησεν ἡ ἔρημος, ὡσεὶ κρίνον Κύριε, ἡ τῶν Ἐθνῶν στειρεύουσα, Ἐκκλησία τῇ παρουσίᾳ σου, ἐν ᾗ ἐστερεώθη ἡ καρδία μου.
Τῆς Ἁγίας Μάρτυρος
Ὠδὴ γ'
Οὐκ ἔστιν Ἅγιος ὡς σὺ
νοῦς σου νεύσει πρὸς Θεόν, ὅλως πεφωτισμένος, ἐμυήθη τὰ θεῖα, Γολινδοὺχ καὶ ἀσφαλῶς, βεβαιωθεὶς ἐν αὐτοῖς, ἀπιστίας, σκότος ἀπεκρούσατο.
σχὺν θεμένη τὸν Χριστόν, τῇ θεογενεσίᾳ προσεχώρησας Μάρτυς, καὶ τὴν κλῆσιν εὐσεβῶς, ὥσπερ τὴν πίστιν τὴν σὴν ἐνηλλάξω, θείαις ἐπινεύσεσι.
Σοφῶν λογίων ἱεραῖς, ἀναπτύξεσι πίστει, ἐπιμένουσα Μάρτυς, ἐμυήθης ἐν αὐτοῖς, τὴν πρὸς ἡμᾶς τοῦ Χριστοῦ παραδόξως, θείαν ἐπιφάνειαν.
Θεοτοκίον
Γνωστῶς κατείδομεν Θεόν, σαρκωθέντα Παρθένε, ἐξ ἀγνῶν σου αἱμάτων, δι' οἶκτον νῦν τὴν ἡμῶν, ἀναλαβόντα μορφήν· διὰ τοῦτο, πίστει σε δοξάζομεν.
Κάθισμα Ἦχος α'
Τὸν Τάφον σου Σωτὴρ
μέγας Γαβριήλ, ἀρχηγὸς τῶν Ἀγγέλων, δεικνύμενος ἀεί, σὺν αὐτοῖς ἀνακράζει, τὸ θεῖον μελῴδημα, τῇ Τριάδι γηθόμενος. Τοῦτον ἅπαντες, μεγαλοφώνως ἐν πίστει, ἀνυμνήσωμεν, καὶ καθαρᾷ διανοίᾳ, αἰσίως δοξάσωμεν.
Δόξα... Τοῦ Ὁσίου
Τὸ αἷμά σου σοφέ, μυστικῶς ἀνεβόα, ἐκ γῆς πρὸς τὸν Θεόν, ὡς τοῦ Ἄβελ θεόφρον· τρανῶς γὰρ ἐκήρυξας, τὴν Τριάδα τὴν ἄκτιστον· ὅθεν Ὅσιε, ποιμαντικῶς διαπρέψας, ἀπεδίωξας, τοὺς τῆς αἱρέσεως λύκους, σφενδόνῃ τοῦ Πνεύματος.
Καὶ νῦν... Θεοτοκίον
νύμφευτε ἁγνή, Θεοτόκε Παρθένε, ἡ μόνη τῶν πιστῶν, προστασία καὶ σκέπη, κινδύνων καὶ θλίψεων, καὶ δεινῶν περιστάσεων, πάντας λύτρωσαι, τοὺς ἐπὶ σοὶ τάς ἐλπίδας, Κόρη ἔχοντας, καὶ τὰς ψυχὰς ἡμῶν σῶσον, ταῖς θείαις πρεσβείαις σου.
Τοῦ Ἀρχαγγέλου
Ὠδὴ δ'
Τὴν ἀνεξιχνίαστον
στατο μεθέξεσι θεαρχικαῖς, πάλαι Γαβριὴλ ἀξιάγαστε, καταφαιδρύνων, τὸν Προφήτην Δανιήλ, καὶ ἐντιθεὶς τὴν δήλωσιν, τῶν ἀγνοουμένων ἐν πνεύματι.
Στόμασι πηλίνοις σε χαρμονικῶς, πύρινον τὴν φύσιν ὑπάρχοντα, ἀνευφημοῦμεν, ἐξελοῦ ἡμᾶς πυρός, διηνεκῶς φλογίζοντος, θείαις Γαβριὴλ μεσιτείαις σου.
Τὴν ὑπὲρ τὸν ἥλιον θείαν στολήν, δόξῃ ἀπροσίτῳ ἀστράπτουσαν, ἠμφιεσμένος, στρατηγὲ τῶν Λειτουργῶν, τῷ Βασιλεῖ παρίστασαι, τῷ ἐπουρανίῳ γηθόμενος.
Θεοτοκίον
λην σε τῷ Πνεύματι ὁ Γαβριήλ, περιηγνισμένην Πανάμωμε, κατανοήσας, ἐκβοᾷ σοι ἐμφανῶς· Χαῖρε ἀρᾶς ἡ λύτρωσις, καὶ τῶν προπατόρων ἀνάκλησις.
Τοῦ Ὁσίου
Ἐλήλυθας, ἐκ Παρθένου
Σὺ Στέφανε, μοναζόντων ἐγένου στεφάνωμα, ὡς λίθον πολύτιμον, τὴν ἀρετὴν περικείμενος· ὤφθης γὰρ μακάριε, θεοχαρίτωτον ὄντως ἐγκαλλώπισμα.
Τὴν ἔνθεον, θεοφόρε σοφίαν τετίμηκας· διὸ τῶν χαρίτων σε, αὕτη στεφάνοις ἐλάμπρυνε, δόξαν τὴν αἰώνιον, σοὶ προξενήσασα Πάτερ πανσεβάσμιε.
μάραντον, ὁ Δεσπότης Παμμάκαρ σοι στέφανον, ὡς δίκαιος ἔπλεξε, τῆς ἀρετῆς ἀμειβόμενος, Σάββα τοῦ θεόφρονος· σὺ μαθητὴς γὰρ ἐγένου γνησιώτατος.
Θεοτοκίον
Νεκρώσεως τὸν καρπὸν μοι ἡ Εὔα προσήνεγκε, ζωὴν δὲ γεννήσασα, τὴν ἐνυπόστατον Πάναγνε, αὖθίς με ἀνώρθωσας· διὸ κραυγάζω σοι· Χαῖρε ἀειπάρθενε Δέσποινα.
Τῆς Ἁγίας Μάρτυρος
Ὠδὴ δ'
Χριστός μου δύναμις
Οἱ σοὶ πανεύφημε, κατευθυνόμενοι, πρὸς τὸν Κύριον βρόχοις τοῖς τοῦ ἐχθροῦ, πόδες οὐ κεκώλυνται, ὑποσκελίζοντες αὐτοῦ, τὰς πορείας θείῳ Πνεύματι.
Λυθῆναι σπεύδουσα, παθῶν συγχύσεως καὶ δολίας ἀπάτης Μάρτυς δεσμοῖς, χαίρουσα ὡμίλησας, καταδεσμοῦσα ἐν αὐτοῖς, πᾶσαν πλάνην τοῦ ἀλάστορος.
σχὺν σοι δίδωσι, Χριστὸς ὁ Κύριος, ὑπομεῖναι βασάνους καὶ πονηράς, στρέβλας ἀξιάγαστε, δι' ὧν κατήργησας ἐχθροῦ, πάντα Κόρη μηχανήματα.
Θεοτοκίον
Δεσμὸν διέλυσας, τῆς παραβάσεως, τῶν καλῶν τὸν δοτῆρα ὑπερβολῇ, τέξασα χρηστότητος, Παρθενομῆτορ, οἱ πιστοί· διὰ τοῦτό σε δοξάζομεν.
Τοῦ Ἀρχαγγέλου
Ὠδὴ ε'
Ἐξέστη τὰ σύμπαντα
Νοὸς κατὰ μέθεξιν, τοῦ πρώτου φωτιζόμενος, δεύτερον ὡράθης φῶς κραυγάζων, σὺν ταῖς ἀπείροις Ἀγγέλων τάξεσιν, Ἅγιος Πατὴρ ὁ παντουργός, ὁ Υἱὸς συνάναρχος, καὶ τὸ Πνεῦμα τὸ σύνθρονον.
Τὸ εἶδός σου πύρινον, τὸ κάλλος ὑπερθαύμαστον, ἅπασαν διάνοιαν ἐκπλῆττον, μέγα τὸ κλέος Γαβριὴλ μέγιστε, θείων Ἀσωμάτων ἀρχηγέ, πάντων ἐγκαλλώπισμα, τῶν πιστῶς ἀνυμνούντων σε.
θεῖος ὡς εἶδὲ σε, καιρῷ τοῦ θυμιάματος, πάλαι συνεστῶτα Ζαχαρίας, μένει κωφεύων· οὐ γὰρ ἐπίστευσε, σοῦ τῇ ἀγγελίᾳ τῇ φρικτῇ, ἥπερ ἐξεφώνησας, Γαβριήλ, Ἀρχιστράτηγε.
Θεοτοκίον
Ναὸς ἁγιάσματος, ὑπάρχουσα Πανάμωμε, φωνῇ Γαβριὴλ τοῦ Ἀρχαγγέλου, τὸν ἐν Ἁγίοις ἀναπαυόμενον, τέτοκας πανάγιον Θεόν, πάντας ἁγιάζοντα, καὶ δεινῶν ἐξαιρούμενον.
Τοῦ Ὁσίου
Μεσίτης Θεοῦ
ρμὴν τῶν παθῶν, ἀπαθείας ἔρωτι, κατέσβεσας, θεοφόρε Στέφανε, καὶ ταῖς θεωρίαις τε καὶ πράξεσι, κατελάμπρυνας Πάτερ, τὴν τῆς ψυχῆς κατάστασιν.
Νοῒ καθαρῷ, ταῖς γραφαῖς ὡμίλησας τοῦ Πνεύματος, θεορρῆμον Στέφανε, καὶ τῆς θεωρίας καὶ τῆς πράξεως, συνελέξω τὸν πλοῦτον, θεόφρον Πάτερ Ὅσιε.
Σοφίας βυθόν, ἐρευνήσας Στέφανε κατέλαβες, εὑρεῖν ὅσον χρήσιμον, καὶ τὸν μαργαρίτην τὸν πολύτιμον, διὰ πόνων ἐκτήσω, παμμάκαρ τὸν τῆς γνώσεως.
Θεοτοκίον
δοὺ ἐν γαστρί, Θεοτόκε πάναγνε Χριστὸν τὸν Θεόν, ὑπὲρ λόγον ἔσχηκας, ὥσπερ Ἡσαΐας προηγόρευσεν, ὑπὲρ φύσιν τε τοῦτον, Θεογεννῆτορ τέτοκας.
Τῆς Ἁγίας Μάρτυρος
Ὠδὴ ε'
Τῷ θείῳ φέγγει σου Ἀγαθὲ
χυρωθεῖσα τὸν λογισμόν, ἐν ὀχυρωτάταις φυλακαῖς, χρόνον πολὺν ἐκαρτέρησας, φύλαξ δεικνυμένη διαταγμάτων Χριστοῦ, ἀγλάϊσμα Μαρτύρων, Μάρτυς πανεύφημε.
πὸ Ἀγγέλου φωτοειδοῦς, τῶν περικειμένων σοι δεσμῶν, ἀπολυθεῖσα ἐξέδραμες, πρὸς ἁγιωτάτου ἀνδρὸς ἀπάντησιν, πρὸς σὲ παρὰ Κυρίου σταλέντος Ἔνδοξε.
Χαίρουσα ᾤκησας σκοτεινόν, λάκκον καὶ βαθύτατον Σεμνή, ὡς Δανιὴλ ὁ θαυμάσιος, δράκοντι συνοῦσα, ὅστις ᾐδέσθη σε, Χριστοῦ τῶν παθημάτων ἐπιγνοὺς μάρτυρα.
Θεοτοκίον
Μεμολυσμένος τὸν λογισμόν, καὶ ἠχρειωμένος ταῖς πολλαῖς, Μήτηρ Θεοῦ παραβάσεσι, σὲ καθικετεύω μόνη ἀμόλυντε, οἰκτῖραί με καὶ σῶσαι τῇ μεσιτείᾳ σου.
Τοῦ Ἀρχαγγέλου
Ὠδὴ ς'
Τὴν θείαν ταύτην
Γεώδεις γλῶσσαι γεραίρειν σε, τὸν νοῦν τὸν φωταυγῆ καὶ οὐράνιον, οὐκ ἐξισχύουσι, περιφανῶς λαμπρυνόμενον, ταῖς ὑπὲρ νοῦν καὶ λόγον, θείαις λαμπρότησιν.
κτὶς ἡλίου πολύφωτε, πυρίνων Λειτουργῶν Ἀρχιστράτηγε, ταῖς σελασφόροις σου, πρὸς τὸν Δεσπότην δεήσεσι, τοὺς ὑμνητάς σου σκότους, παθῶν ἐξάρπασον.
Βουλὰς ἐθνῶν διασκέδασον, τὴν πίστιν τὴν ὀρθόδοξον κράτυνον, παῦσον τὰ σχίσματα, τῆς Ἐκκλησίας Ἀρχάγγελε, ταῖς πρὸς τὸν Κτίστην πάντων, σοῦ παρακλήσεσι.
Θεοτοκίον
ημάτων θείων ὑπήκοος, Ἁγνὴ τοῦ Γαβριὴλ ἐχρημάτισας, καὶ τὸν προάναρχον, Λόγον σαρκὶ ἀπεκύησας, τῆς ἀλογίας κόσμον, ἀπολυτρούμενον.
Τοῦ Ὁσίου
Ἐν ἀβύσσῳ πταισμάτων
Οἰκουμένης φωστὴρ φαεινότατος, Πάτερ ἀναδέδειξαι λόγων λαμπρότησι, καταφωτίζων Στέφανε, τοὺς σοὶ πίστει καὶ πόθῳ προστρέχοντας.
Μακαρίως τὸν βίον διέδραμες· μύσας τὰς αἰσθήσεις γὰρ ἔξω γεγένησαι, τῆς κοσμικῆς συγχύσεως, καὶ Θεῷ προσωμίλησας Στέφανε.
ς καλὸς ὡς ὡραῖος ὁ στέφανος, ᾧ νῦν ἐστεφάνωσαι πάνσοφε Στέφανε, ταῖς ἀρεταῖς στεφόμενος, καὶ παθῶν βασιλεύσας πανάριστε.
Θεοτοκίον
πὲρ φύσιν Παρθένε ἐκύησας, καὶ διαιωνίζεις Παρθένος ἐμφαίνουσα, τῆς ἀληθοῦς Θεότητος, τοῦ Υἱοῦ καὶ Θεοῦ σου τὰ σύμβολα.
Ὁ Εἱρμὸς
ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον της εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Τῆς Ἁγίας Μάρτυρος
Ὠδὴ ς'
Τοῦ βίου τὴν θάλασσαν
πέρριψαν λάκκῳ σε, κατωτάτῳ δυσμενεῖς, ἐν ᾧ ἡμέραις πλείοσι, βρῶσιν οὐδόλως εἴληφας ἐκ χειρός, ἀνθρώπων· ἐτρέφου γάρ, θείῳ ἄρτῳ, τὸν Κτίστην μεγαλύνουσα.
ημάτων ὑπάρχουσα, φύλαξ Μάρτυς θεϊκῶν, πολυχρονίαν κάθειρξιν, κατεδικάσθης πάσαις ἀσκητικαῖς, τὸ σῶμα συντρίβουσα, ἀγωγαῖς καὶ τὰ πάθη ὑποτάττουσα.
Τελείως ἠλόγησας, τῆς ἁγίας σου σαρκός, ἐν τῷ ῥοπάλοις τύπτεσθαι, καὶ τὰ ὀστᾶ συντρίβεσθαι ἀφειδῶς, τοῖς λίθοις Πανεύφημε· θεϊκὸς γὰρ σε πόθος ἐπερρώννυεν.
Θεοτοκίον
φάνας ὁ Ὕψιστος, ἑαυτῷ περιβολήν, ἐκ τῶν ἁγνῶν αἱμάτων σου, τοὺς γυμνωθέντας θείαις καταστολαῖς, ἐφαίδρυνεν Ἄχραντε· διὰ τοῦτό σε πόθῳ μακαρίζομεν.
Κοντάκιον Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
Τῶν ἀσωμάτων Λειτουργῶν ὡς πρωτεύων, τὸ πρὸ αἰώνων ὁρισθὲν ὄντως μέγα, σὺ Γαβριὴλ πεπίστευσαι μυστήριον, τόκον τὸν ἀπόρρητον, τῆς Ἁγίας Παρθένου· Χαῖρε προσφωνῶν αὐτῇ, ἡ κεχαριτωμένη. Χρεωστικῶς σε ὅθεν οἱ πιστοί, ἐν εὐφροσύνῃ ἀεὶ μακαρίζομεν.
Συναξάριον
Τῇ ΙΓ' τοῦ αὐτοῦ μηνός, ἡ Σύναξις τελεῖται τοῦ Ἀρχαγγέλου Γαβριήλ.
Στίχοι
Τῶν σῶν ἀγαθῶν ὥσπερ οὐκ ἔχω κόρον,
ς οὐδ' ἑορτῶν, Γαβριὴλ Ἄρχων Νόων.
Τῇ δεκάτῃ δὲ τρίτῃ συναγήοχεν ὧδε Γαβριήλ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Στεφάνου τοῦ Σαββαΐτου.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Γολινδούχ, τῆς μετονομασθείσης Μαρίας.
Στίχοι
Σκηνοῖς Γολινδοὺχ εἰς Ἐδέμ, σκηναὶ δὲ σοι,
Τὸ τοῦ Βαλαάμ, ὡς σκιάζουσαι νάπαι.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ Ἀρχαγγέλου
Ὠδὴ ζ'
Οὐκ ἐλάτρευσαν
ωάννου τόκον ἔνδοξε ἐμήνυσας, τῷ Ζαχαρίᾳ ποτέ, ἔνδον τοῦ θείου ναοῦ, ἑστῶτι καὶ ψάλλοντι, τῷ Λυτρωτῇ καὶ Θεῷ· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεός εὐλογητὸς εἶ.
περίδοξος τοῦ οἴκου σου εὐπρέπεια, περιφανῶς Γαβριήλ, καθαγιάζει ψυχάς, πιστῶν καὶ προτρέπεται, μεγαλοφώνως βοᾶν· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Λαμπρυνόμενος μεθέξει Ἀρχιστράτηγε, πρώτου φωτὸς μυστικῶς, δεύτερον φῶς ἀληθῶς, ὡράθης τοὺς μέλποντας, φωτίζων πάντοτε· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
πεστάλη Γαβριὴλ ὁ Ἀρχιστράτηγος, χαρὰν μηνύων σοι, Παρθενομῆτορ ἁγνή, δι' ἧς λύπη πέπαυται, καὶ ἡ ἀρὰ ἀληθῶς, ἀπεστείρωται, καὶ εὐλογία ἤνθησε, τοῖς πιστοῖς εἰς τοὺς αἰῶνας.
Τοῦ Ὁσίου
Ἀντίθεον πρόσταγμα
Μυρίζουσιν Ὅσιε, τῶν σῶν δογμάτων, οἱ λόγοι τῇ χάριτι, τοῦ Πνεύματος λαμπόμενοι· Θεότητα μίαν γάρ, σέβων ἐν προσώποις τρισί, Λόγου τε τὴν σάρκωσιν ὑμνῶν, εὐωδιάζεις ἡμᾶς πανόλβιε.
βίος τῷ λόγῳ σου, συνδραμὼν Πάτερ, διπλοῦν σοι τὸν στέφανον, παμμάκαρ προεξένησε· σοφίας γὰρ ὄργανον, Πάτερ πανέντιμε, γέγονας τῷ Κτίστῃ σου βοῶν· Εὐλογητός εἶ καὶ ὑπερένδοξος.
Νοὸς καθαρότητι, καὶ διανοίας, θεόφρον λαμπρότητι, τὸν βίον διελήλυθας, ἁγνείᾳ τε σώματος, καὶ παρθενίᾳ σεπτῇ, ἄριστον ἀνάθημα φανείς, τῷ παντεπόπτῃ καὶ παντοκράτορι.
Θεοτοκίον
θύνουσα Πάνσεμνε τὸν ἐμὸν βίον, πρὸς τὸν σὸν πανεύδιον, λιμένα καθοδήγησον, Θεὸν ἡ κυήσασα, τῶν ἀγαθῶν τὴν πηγήν, τὸν πᾶσι παρέχοντα πιστοῖς, τὴν ἀφθονίαν τῆς ἀγαθότητος.
Τῆς Ἁγίας Μάρτυρος
Ὠδὴ ζ'
Δροσοβόλον μὲν
Σὲ γυμνοῦντες περιέφερον οἱ ἄφρονες, παικτικῶς πόλιν ἅπασαν, ὁρωμένης δέ, οὐδαμῶς ἐφρόντισας Σεμνή, αἰσχύνης· τὴν δόξαν τὴν ἐκεῖ· ἀποκειμένην γὰρ νοὸς ὄμμασιν ἔβλεπες.
σπερ ἄσαρκος ὑπήνεγκας τὰς μάστιγας, Μάρτυς θεομακάριστε· ἐδυνάμου γάρ, ὁ Χριστὸς σε σάρκα δι' ἡμᾶς, φορέσας συνὼν σοι καὶ τηρῶν, τὴν σὴν καρδίαν Γολινδούχ, ἄτρεπτον θείᾳ στοργῇ.
ωμαλέως τὴν χρονίαν ἐκαρτέρησα, κάθειρξιν ἀξιάγαστε· ὥσπερ κόσμον δέ, τὰ κλοιὰ προσφέρουσα σεπτῶν, Χριστοῦ παθημάτων κοινωνός, ὡς καὶ τῆς δόξης τῆς αὐτοῦ, Γολινδοὺχ γέγονας.
ναγέννησιν κομίζεται δι' ὕδατος, καὶ πνεύματος Πανεύφημε, ἡ τεκοῦσά σε, νουθεσίαις εἴξασα ταῖς σαῖς, Θεοῦ καταυγάσαντος αὐτῆς, ἀποκαλύψεσι φρικταῖς, τόν λογισμὸν ἐμφανῶς.
Θεοτοκίον
λαστήριον κεκτήμεθα Πανάμωμε, πρὸς τὸν Θεὸν σε πάντοτε. Ἐξελοῦ, ἡμᾶς τῶν ἐκεῖ βασάνων φοβερῶν, καὶ λύτρωσαι πάσης ἀπειλῆς, ἐπιβουλῆς τὲ ὁρατῶν, καὶ ἀοράτων ἐχθρῶν.
Τοῦ Ἀρχαγγέλου
Ὠδὴ η'
Παῖδας εὐαγεῖς
ερολογίαις ἱεραῖς σε, λαὸς ἱερὸς ὑμνεῖ γηθόμενος· σὺ γὰρ τὸν παναίτιον, Λόγον σωματούμενον, τὸ καθ' ἡμᾶς, Ἀρχάγγελε, τῇ ἐξ ἡμῶν προσφωνεῖς, Παρθένῳ ὑπέρ νοήν τε καὶ λόγον· ὅθεν σε τιμῶμεν, εἰς πάντας τοὺς αἰῶνας. 
Νοῒ τῷ μεγάλῳ τε καὶ πρώτῳ, ἀΰλως Ἀρχάγγελε ἑνούμενος, στόματι πυρίνῳ σου, μέλπεις τὸ μελῴδημα, τὸ φοβερὸν ὃ μέλπουσι, πάντες Ἀγγέλων χοροί· Τὸν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Εὐκλείαις σαφῶς πεποικιλμένος, ταῖς θείαις διέρχῃ τὰ οὐράνια, εἶτα τὰ ἐπίγεια, ἀποπεραιούμενος, τὰ ἱερὰ θελήματα, Χριστοῦ τοῦ πάντων Θεοῦ, Ἀγγέλων Γαβριήλ ἀρχηγέτα, κλέος τῶν ἐν πίστει ἀεὶ σε εὐφημούντων.
Σαρκὶ καθ' ὑπόστασιν ὁ Λόγος, ἀνθρώποις προσομιλῆσαι προελόμενος, ἔσχε σε προτρέχοντα, καὶ προασπιζόμενον, τὸ ἱερὸν παλάτιον, ὦ Ἱερὲ Γαβριήλ, καὶ Κύριον ὑμνεῖτε βοῶντα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
ς θρόνον τερπνὸν τοῦ Βασιλέως, ὡς πάντων τῶν ποιημάτων ὑπερέχουσαν, ὡς τὸν ὑπερούσιον, μόνην οὐσιώσασαν, καὶ τοῖς βροτοῖς ἑνώσασαν, ἑνώσει κρείττονι, γεννήσεως ἀρρήτου καὶ ξένης, τὴν εὐλογημένην, ὑμνήσωμεν Παρθένον.
Τοῦ Ὁσίου
Κάμινος ποτὲ
Στέφος εὐπρεπές, Χριστὸς ὁ ζωοδότης, τῇ κορυφῇ σου ἐπιτέθεικε, φερώνυμε Στέφανε, τῶν σῶν ἱδρώτων ἕνεκα, τῶν ἀπείρων τε καμάτων σου, οὓς χαίρων ἠγωνίσω, τῷ τούτου πόθῳ πυρούμενος.
λην ὑπερβάς, τὴν αἴσθησιν παμμάκαρ, νοῒ τῷ πρώτῳ προσωμίλησας, ψυχῆς καθαρότητι, πολιτείας τε σεμνότητι, στεφανηφόρε Στέφανε, κράζων· Ὑπερυψοῦτε, πάντα τὰ ἔργα τὸν Κύριον.
ρωτι σφοδρῷ, παμμάκαρ κατιχνεύσας, τοῦ θεοφόρου Σάββα Στέφανε, τὸν βίον τὸν ἔνθεον, πολιτείας τε σεμνότητι, ἐζήλωσας πανεύφημε, γέγονας ἐκμαγεῖον· τούτου γὰρ ὄντως πανάριστον.
Θεοτοκίον
Νοῦς ὁ ἀπαθής, ἐν μήτρᾳ σου ἑνοῦται, τῷ ἀνθρωπίνῳ νοῒ Πάναγνε, σαρκός τε παχύτητι, ὑπὸ χρόνον τε γενόμενος, αἰώνων ὁ ὑπέρτερος· ὅθεν σε Θεοτόκον, πίστει καὶ πόθῳ δοξάζομεν.
Ὁ Εἱρμὸς
Κάμινος ποτέ, πυρὸς ἐν Βαβυλῶνι, τὰς ἐνεργείας διεμέριζε, τῷ θείῳ, προστάγματι, τοὺς Χαλδαίους καταφλέγουσα, τοὺς δὲ πιστοὺς δροσίζουσα, ψάλλοντας· Εὐλογεῖτε, πάντα τὰ ἔργα τὸν Κύριον.
Τῆς Ἁγίας Μάρτυρος
Ὠδὴ η'
Ἐκ φλογὸς τοῖς Ὁσίοις
Σὲ μεγίστοις ἀγῶσιν ἐγκαρτερήσασαν, καὶ χρονίᾳ καθείρξει δεσμῶν ἀπέλυσε, θείᾳ προτροπῇ, δυσμενὴς πονηρότατος, Μάρτυς ἀθληφόρε, φαιδρῶς δεδοξασμένη.
Μετὰ πόνους μυρίους τῆς ἐναθλήσεως, ἀκροτάτῃ ἀσκήσει σαυτήν ἐκδέδωκας, Θέκλαν ἀληθῶς, τὴν σεπτὴν Πρωτομάρτυρα, μάρτυς μιμουμένη, μεθ' ἧς σε εὐφημοῦμεν.
πτερώθης τῷ πόθῳ τοῦ Παντοκράτορος, καὶ τὰ θήρατρα πάντα τοῦ πολεμήτορος, ὡς περιστερὰ τοῦ Χριστοῦ ἀξιάγαστε, Μάρτυς ὑπερέβης, καὶ τῷ Θεῷ ἡνώθης.
Νοερῶς ἑνουμένη τῷ θείῳ ἔρωτι, τὰς ἐκεῖθεν πλουσίας αὐγὰς εἰσδέδεξαι, αἷς καὶ νῦν ἡμᾶς, καταυγάζεσθαι πρέσβευε, Μάρτυς τοὺς τελοῦντας, τὴν σὴν ἁγίαν μνήμην.
Θεοτοκίον
τῷ τόκῳ σου πᾶσαν ἀποστειρώσασα, τὴν κακίαν τοῦ πλάνου, πάσης στειρεύουσαν, πράξεως Ἁγνή, ἀγαθῆς τὴν καρδίαν μου, δεῖξον καρποφόρον, Θεὸν ἱλεουμένη.
Τοῦ Ἀρχαγγέλου
Ὠδὴ θ'
Ἅπας γηγενὴς
σταται φρικτῶς, τῷ θρόνῳ τῆς χάριτος, διακονούμενος, καὶ καταστραπτόμενος, φωτοχυσίαις ταῖς ὑπὲρ ἔννοιαν, καὶ ἱερῶς θεούμενος, καὶ φῶς ὁρώμενος, καὶ φωτίζων, πίστει τοὺς τιμῶντάς σε, ἱερὲ Γαβριὴλ Ἀρχιστράτηγε.
σπερ οὐρανός, ὁρᾶσαι κατάστερος, θείαις λαμπρότησιν, ὥσπερ στρατηγέτης δέ, χερσὶ κατέχεις σκῆπτρον ὑπέρλαμπρον, καὶ διαθέεις ἅπασαν, τὴν γῆν τὸ βούλημα τοῦ Δεσπότου, πάντοτε ποιούμενος, καὶ δεινῶν τοὺς πιστοὺς ἐξαιρούμενος.
Στῆσον τὸ δεινόν, βαρβάρων κλυδώνιον, ἐπεγειρόμενον, πάντοτε τοῖς δούλοις σου, τῆς Ἐκκλησίας παῦσον τὰ σχίσματα, τοῖς ὑμνηταῖς σου βράβευσον, πταισμάτων λύτρωσιν, βασιλεῖ τε δώρησαι τὰ τρόπαια, Γαβριὴλ τῇ θερμῇ προστασίᾳ σου.
περικαλής, δυὰς καὶ περίδοξος, Μιχαὴλ καὶ Γαβριήλ, θρόνῳ παριστάμενοι, τῆς θείας δόξης πᾶσιν αἰτήσασθε, ἁμαρτιῶν συγχώρησιν, ἀπαλλαγὴν τῶν δεινῶν, ὡς προστάται, ὡς τὴν ἀγαθότητα, τοῦ Δεσπότου ἐν πᾶσι μιμούμενοι.
Θεοτοκίον
Φέγγος ἀστραπῆς, τοῦ τόκου σου ἔλαμψε, καὶ κατεφαίδρυνε, πᾶσαν τὴν ὑφήλιον, καὶ τὸν προστάτην τοῦ σκότους ὤλεσε, Θεογεννῆτορ πάναγνε, Ἀγγέλων καύχημα, καὶ ἀνθρώπων, πάντων τὸ διάσωσμα, τῶν ἀπαύστοις φωναῖς ἀνυμνούντων σε.
Τοῦ Ὁσίου
Ἀνάρχου Γεννήτορος
πέρτιμε Στέφανε, νῦν καθαρῶς ἡδόμενος, καὶ τρυφῆς ἀπολαύων τῆς ὑπὲρ ἔννοιαν, ἔνθα τῶν Ἁγίων οἱ δῆμοι, περὶ Θεόν, χορεύουσι μάκαρ, τοὺς σὲ νῦν γεραίροντας, μεσιτεύων πρὸς σὲ ἕλκυσον.
Μετέστης γηθόμενος, πρὸς ἐφετῶν τὸ ἀκρότατον, πρὸς τὸ μόνον τῷ ὄντι σαφῶς μακάριον, πρὸς τὸ πανυπέρτατον κάλλος, πρὸς τὴν ζωὴν τὴν ὄντως ἀγήρω, πρὸς φῶς τὸ ἀνέσπερον, θεοφόρε Πάτερ Στέφανε.
ς ἥλιος ἔλαμψας, ἐν μοναστῶν συστήμασιν, ἁπαλῶν ἐξ ὀνύχων καθιερούμενος, καὶ ὥσπερ ἀκτῖνας ἐκπέμπων, τὰς ἀρετάς, τῆς σῆς πολιτείας, γλυκύτατε Στέφανε, θεοφόρε Πάτερ Ὅσιε.
Θεοτοκίον
Νοήσαντες πόρρωθεν, προφητικοῖς ἐν ὄμμασιν, οἱ προφῆταί σε πάντες προανεφώνησαν, μέλλουσαν φανεῖσθαι Μητέρα, τοῦ παντουργοῦ, καὶ πάντων Δεσπότου· διὸ σε πανύμνητε, Θεοτόκον καταγγέλλομεν.
Ὁ Εἱρμὸς
νάρχου Γεννήτορος, Υἱὸς Θεὸς καὶ Κύριος, σαρκωθεὶς ἐκ Παρθένου ἡμῖν ἐπέφανε, τὰ ἐσκοτισμένα φωτίσαι, συναγαγεῖν τὰ ἐσκορπισμένα· διὸ τὴν πανύμνητον, Θεοτόκον μεγαλύνομεν.
Τῆς Ἁγίας Μάρτυρος
Ὠδὴ θ'
Θεὸν ἀνθρώποις
δεῖν θεόφρον νοὸς λαμπρότητι, τὰ ἀγαθὰ τὰ μένοντα ἐκεῖσε ἠξίωσαι, ἐνδημοῦσα εἰσέτι τῷ σώματι, ὧν νῦν ἐν μετουσίᾳ, θείᾳ ὑπάρχουσα, τούτων καὶ ἡμᾶς, ἐπιτυχεῖν Κυρίῳ πρέσβευε.
ς φῶς, ὡς ἥλιος ἐναπήστραψεν, ἡ καρτερὰ καὶ θεία καὶ γενναία σου ἄθλησις, καὶ πιστῶν τὰς καρδίας ἐφώτισε, φέγγει θεογνωσίας, καὶ ἀπεμείωσε, πάντα τὸν τῆς πλάνης, σκοτασμὸν θεομακάριστε.
Σαυτὴν ἐνδύμασι περιέστειλας, σῶν ἱερῶν αἱμάτων βεβαμμένοις λαμπρότησι, τὸ δὲ σὸν ᾑμαγμένον ἱμάτιον, Μάρτυς, πηγὴν θαυμάτων, ἔδειξας χάριτι, τοῖς καθαρωτάτῳ λογισμῷ τούτου προσψαύουσιν.
σὴ δεδόξασται θεία κοίμησις, ἀγγελικῶν ταγμάτων σε λαβόντων πρὸς Κύριον· διὰ τοῦτο τελοῦμεν τὴν μνήμην σου, πάντες ἐν εὐφροσύνῃ, πανηγυρίζοντες, Μάρτυς ἀθληφόρε τοῦ Χριστοῦ ἀξιοθαύμαστε.
Θεοτοκίον
Φωνῇ Ἀγγέλου Ἁγνὴ συνέλαβες, Λόγον Πατρὸς ἡμῖν ὁμοιωθῆναι θελήσαντα, ὃν δυσώπει εὑρεῖν ἡμᾶς ἔλεος, καὶ τῶν ἁμαρτημάτων, λύσιν πανάμωμε· ὅθεν εὐχαρίστοις σε φωναῖς ἀεὶ δοξαζομεν.
Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
ρρήτως πυρσευόμενος, ταῖς θεϊκαῖς ἐλλάμψεσι, τῆς ὑπερφώτου τριάδος, διέρχῃ πᾶσαν τὴν κτίσιν, ὡς ἀστραπὴ Ἀρχάγγελε, πληρῶν τὸ θεῖον πρόσταγμα, Γαβριὴλ ἀστραπόμορφε, φρουρῶν φυλάττων καὶ σκέπων, τοὺς σὲ φαιδρῶς ἀνυμνοῦντας.
Θεοτοκίον
Εἰκόνος ἧς μετέλαβον, θεουργικῶς τῆς κρείττονος, ἐξώσθην, οἴμοι! ὁ τάλας, δι' ἀκρασίας τῆς πάλαι· σὺ δὲ Χριστὲ ὡς εὔσπλαγχνος, ἀρρήτως κοινωνήσας μοι, τοῦ χείρονος μετείληφας, καινοποιήσας με Λόγε, παρθενικῶν ἐξ αἱμάτων.
Εἰς τοὺς Αἴνους ψάλλομεν Στιχηρὰ προσόμοια τοῦ Ἀρχαγγέλου τρία, δευτεροῦντες τὸ πρῶτον.
Ἦχος α'
Πανεύφημοι μάρτυρες
Γαβριὴλ Ἀρχάγγελε Θεοῦ, θεῖος Ἀρχιστράτηγος, καὶ ὑπουργὸς ἀνεδέδειξαι, καὶ ταῖς λαμπρότησι, καὶ ταῖς φρυκτωρίαις, τούτου αὐγαζόμενος, ἀμέσως κατὰ μέθεξιν δεύτερον, φῶς ἐχρημάτησας, καὶ φωτίζεις τὴν περίγειον, ἐξαστράπτων, τῷ κάλλει τῆς δόξης αὐτοῦ.
Γαβριὴλ πρωτάγγελε τὸ σόν, κλέος περιβόητον, καὶ θαυμαστή σου ἡ δύναμις, ἡ χάρις ἔνθεος, ἡ μορφὴ ὡραία, τὸ εἶδος σου πύρινον, ἡ τάξις ὑψηλὴ καὶ ὑπέρτιμος, ἡ φαῦσις ἄϋλος· ἡ ῥοπὴ ἀμετακίνητος, πρὸς τὸ χεῖρον, τῇ νεύσει τοῦ κρείττονος.
Γαβριὴλ Ταξίαρχε χαρᾶς, μυστικῆς προάγγελε, ὁ νυμφοστόλος ὁ ἔνδοξος, τῆς Θεομήτορος, σὺν αὐτῇ τῷ Κτίστη, πάντων καθικέτευε, λυτροῦσθαι τῶν δεινῶν καὶ τῶν θλίψεων, τοὺς σὲ γεραίροντας, καὶ τὰ θεῖα Εὐαγγέλια, σοῦ ἐν πίστει δεχομένους πάντοτε.
Δόξα... Ἦχος πλ. α'
που ἐπισκιάσει ἡ χάρις σου Ἀρχάγγελε, ἐκεῖθεν τοῦ διαβόλου διώκεται ἡ δύναμις· οὐ φέρει γὰρ τῷ φωτί σου προσμένειν, ὁ πεσὼν Ἑωσφόρος. Διὸ αἰτοῦμέν σε, τὰ πυρφόρα αὐτοῦ βέλη, τὰ καθ' ἡμῶν κινούμενα ἀπόσβεσον, τῇ μεσιτείᾳ σου λυτρούμενος ἡμᾶς, ἐκ τῶν σκανδάλων αὐτοῦ, ἀξιύμνητε, Γαβριὴλ Ἀρχάγγελε.
Καὶ νῦν... Θεοτοκίον
Σὲ δυσωποῦμεν ὡς Θεοῦ Μητέρα εὐλογημένη, πρέσβευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰ βούλει, ποίησον Δοξολογίαν Μεγάλην. Ειδ' οὐ, εἰς τὸν Στίχον τὰ τῆς Ὀκτωήχου.
Εἰς δὲ τὴν Λειτουργίαν, ζήτει ἅπαντα Σεπτεμβρίου ς' 

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου