Παρασκευή 23 Μαΐου 2014

ΜΗΝΑΙΟ ΙΟΥΛ. (15)



ΙΟΥΛΙΟΥ
ΤΗ ΙΕ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Κηρύκου καὶ Ἰουλίττης τῆς μητρὸς αὐτοῦ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσι
Νηπιόφρονα τύραννον, ἐν τελείῳ φρονήματι, ἀτελεῖ τε σώματι, μάρτυς Κήρυκε, ἀνδρειοφρόνως κατῄσχυνας· διὸ πρὸ βημάτων σε, ἀπηνῶς δικαστικῶν, καταβάλλει θανάτῳ σε, μνηστευόμενος, τὴν ζωὴν τὴν ἀγήρω, ἧς ἐπέβης, ἐν ἀτμίζοντι εἰσέτι, περιρρεόμενος αἵματι.
ς κατάκαρπος ἄμπελος, ταῖς ἀρδείαις τοῦ Πνεύματος, Ἰουλίττα ἔνδοξε, τὸν ἐκ σπλάγχνων σου, ἀναβλαστήσαντα Κήρυκον, προσάγεις θυόμενον, καὶ ληνοῖς μαρτυρικοῖς, ἀληθῶς ἐκθλιβόμενον, μεθ' οὗ βλύσασα, κατανύξεως οἶνον, τὰς καρδίας κατευφραίνετε τῶν πίστει, ἐπιτελούντων τὴν μνήμην ὑμῶν.
Αἰκισμοῖς ὁμιλήσασα, καὶ ποικίλαις κολάσεσιν, ἀνδρικῶς ὑπέμεινας Ἀξιάγαστε, τοῖς ὀφθαλμοῖς ἐνορῶσα δέ, υἱοῦ τὴν τελείωσιν, τὸ μαρτύριον διπλοῦν, Ἰουλίττα διήνυσας· ὅθεν νέμει σοι, καὶ διπλοῦς τοὺς στεφάνους, ἀθλοθέτης, ὁ τὴν νίκην τοῖς ἀθλοῦσιν, παντοδυνάμως δωρούμενος.
Δόξα... Ἦχος πλ. β'
Δεῦτε καὶ θεάσασθε ἅπαντες ξένον θέαμα καὶ παράδοξον· Τὶς ἑώρακε νήπιον, τριετῆ ὄντα, τύραννον αἰσχύναντα; ὢ τοῦ θαύματος! Μητέρα ἐθήλαζε, καὶ τιθηνούμενος τῇ γαλουχῷ ἐβόα· Μὴ πτοοῦ μῆτέρ μου, τὰς ἀπειλὰς τοῦ δεινοῦ κοσμοκράτορος· Χριστὸς γὰρ ἐστιν ἡ ἐλπὶς τῶν πιστευόντων εἰς αὐτόν.
Καὶ νῦν... Θεοτοκίον
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἢ Σταυροθεοτοκίον
Τριήμερος ἀνέστης Χριστὲ 
ν ξύλῳ τὴν ζωὴν ἡμῶν, ὁρῶσα ἡ πανάμωμος, Θεοτόκος, κρεμαμένην μητρικῶς, ὠδύρετο βοῶσα· Υἱέ μου καὶ Θεέ μου, σῶσον τοὺς πόθῳ ἀνυμνοῦντάς σε.
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα... Ἦχος πλ. δ'
τριετὴς τὴν Τριάδα ἐκήρυττε, καὶ γαλουχῶν τὴν μητέρα ἐστήριζε. Παῦσον ὦ μῆτέρ μου, τὸν ὀδυρμὸν τῶν δακρύων, ἄνωθεν ὁ Κτίστης βλέπει, καὶ σῴζει τὰς ψυχάς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Ἢ Σταυροθεοτοκίον
Οἱ Μάρτυρές σου Κύριε 
δάμαλις ἡ ἄσπιλος, τὸν μόσχον βλέπουσα ἐπὶ τοῦ ξύλου, προσαναρτώμενον ὑπὸ ἀνόμων, ὀδυρομένη γοερῶς· Οἴμοι! ἀνεβόα ποθεινότατον, τέκνον, τὶ σοι δῆμος ἀνταπέδωκεν, ἀχάριστος Ἑβραίων, θέλων με ἀτεκνῶσαι, ἐκ σοῦ παμφίλτατε;
Ἀπολυτίκιον
Ποίημα Πατριάρχου Κωνσταντινουπόλεως Κυρίλλου ς'.
Ἦχος δ'
Ὁ ὑψωθεὶς ἐν τῷ Σταυρῷ
λογικὴ Χριστοῦ ἀμνάς, Ἰουλίττα, σὺν τριετεῖ ἀμνῷ αὐτῆς τῷ Κηρύκῳ, δικαστικοῦ πρὸ βήματος παρέστησαν, εὐθαρσῶς κηρύττοντες, τὴν Χριστώνυμον κλήσιν, οὐδόλως ἐπτοήθησαν ἀπειλὰς τῶν τυράννων, καὶ στεφηφόροι νῦν ἐν οὐρανοῖς, ἀγγαλιῶνται Χριστῷ παριστάμενοι.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.
Κήρυκον ὑμνῶ σὺν τῇ τεκούσῃ προφρόνως. Ἰωσήφ.
Ὠδὴ α'  Ἦχος πλ. δ'
Ὑγρὰν διοδεύσας
Κηρύξαντες Λόγον τὸν ἐκ Πατρός, σαφῶς γεννηθέντα, σαρκωθέντα τε ἐκ μητρός, μάρτυρες τῶν τούτου παθημάτων, διὰ παθῶν καὶ θανάτου γεγόνατε.
ἔνθεος Μάρτυς ὡς φωταυγής, σελήνη συνοῦσα, τῷ Ἡλίῳ τῷ ἐξ αὐτῆς, τεχθέντι Κηρύκῳ πᾶσαν κτίσιν, ταῖς τῶν θαυμάτων ἀκτῖσι φωτίζουσι.
εόντων ἠλλάξω τὰ μηδαμῶς, κινούμενα Μάρτυς, καὶ ἀγκάλαις τὸν σὸν υἱόν, φέρουσα σὺν τούτῳ τῶν ἀνόμων, καὶ διαβόλου τὴν πλάνην ἠμαύρωσας.
πάρχουσα γένους περιφανοῦς, διὰ μαρτυρίου, καὶ βασάνων πολυειδῶν, μάρτυς Ἰουλίττα Βασιλέως, τοῦ ἀθανάτου θυγάτηρ γεγένησαι.
Θεοτοκίον
Κατήργηται θάνατος διὰ σοῦ, καὶ ᾍδου τὸ κέντρον, ἠφανίσθη Μήτηρ ἁγνή· σὺ γὰρ τὸν ἀθάνατον Δεσπότην, θανατωθέντα σαρκὶ ἀπεκύησας.
Ὠδὴ γ'
Οὐρανίας ἁψῖδος
Οὐρανίων θαλάμων, καὶ φωταυγοῦς λήξεως, διαιωνιζούσης τε δόξης κατηξιώθητε, Μάρτυρες ἔνδοξοι, τοῦ διαβόλου τὰ κέντρα, πόνοις τῆς ἀθλήσεως, ἐξαφανίσαντες.
Νεοττὸς ὡς ὡραῖος, περιστερᾶς σώφρονος, ταύτην ἐμιμήσω, τῷ πλάνῳ ἀντιταττόμενος, ἔνδοξε Κήρυκε, θωπευτικῶς προσελθόντι, καὶ συλῆσαι σπεύδοντι, σὲ τὸν ἀήττητον.
περήφανον ὄφιν, εἰς οὐρανοὺς θέμενον, στόμα καὶ τὴν γῆν ἐξαλείφειν κατακαυχώμενον, νήπιον ἄκακον, τῇ τοῦ Σταυροῦ πανοπλίᾳ, παντελῶς ἠδάφισε, καὶ ἐξηφάνισε.
Θεοτοκίον
Μὴ κενώσας τοὺς κόλπους τοὺς πατρικούς, Ἄχραντε, Λόγος ὁ τὸ πᾶν οὐσιώσας, σοῦ τὴν πανάμωμον, γαστέρα ᾤκησε, καὶ σάρξ ἀτρέπτως ὡράθη, καὶ βροτοὺς ἐθέωσεν, ὁ ὑπερούσιος.
Ὁ Εἱρμὸς
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
Κάθισμα  Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Φιλομάρτυρες δεῦτε τοὺς νοητούς, μαργαρίτας Κυρίου καὶ ἀθλητάς, Κήρυκον ὑμνήσωμεν, καὶ τὴν τούτου μητέρα· τῇ τριετεῖ γὰρ τοῦτον ἐκθρέψασα γάλακτι, τῷ Θεῷ θυσίαν, προσήγαγεν ἄμωμον· ὅθεν καὶ τῆς νίκης, σὺν αὐτῷ τοὺς στεφάνους, ἐδέξατο ἄνωθεν, καὶ Χριστῷ συναγάλλονται, πρὸς οὓς πίστει βοήσωμεν· Πρεσβεύσατε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην ὑμῶν.
Θεοτοκίον
Πειρασμοῖς πολυπλόκοις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι, τῶν ἀμέτρων πταισμάτων μου, καὶ ὡς θερμὴν ἀντίληψιν, καὶ σκέπην γινώσκων σε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος· ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, πρεσβεύουσα αὐτῷ ἐκτενῶς, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἐν πίστει, τὸν ἄχραντον τόκον σου.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἐκβοῶσα· ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἥνπερ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους· Μακρόθυμε Κύριε, τοῦ ἐλέους ἡ ἄβυσσος, καὶ πηγὴ ἀγαθότητος, σπλαγχνίσθητι καὶ δώρησαι οὖν, τῶν πταισμάτων ἄφεσιν τοῖς δούλοις σου, τοῖς ἀνυμνοῦσί σου πίστει, τὰ θεῖα παθήματα.
Ὠδὴ δ'
Εἰσακήκοα Κύριε
Νηπιάζοντι σώματι, καὶ τελειοτάτῳ Μάρτυς φρονήματι, τὸν ἀρχέκακον κατέβαλες, τὸν τὴν πονηρίαν κακουργήσαντα.
ς κατάκαρπος ἄμπελος, μάρτυς, Ἰουλίττα βότρυν ἐξήνθησας, τὸν γενναῖον ὄντως Κήρυκον, μαρτυρίου γλεῦκος ἀποστάζοντα.
Συμπαθῶς ἐνητένιζες, οἷὰ περ ἀμνὰς ἀρνίῳ τῷ Μάρτυρι, Ἰουλίττα ἀξιάγαστε, σφαγιαζομένη μάρτυς ἔνδοξε.
περήφανον τύραννον, θείᾳ ταπεινώσει περιφραττόμενοι, Ἀθλοφόροι κατεβάλετε, καὶ στεφάνους νίκης ἐκομίσασθε.
Θεοτοκίον
Νόμοι φύσεως Πάναγνε, ἐν τῇ ὑπὲρ φύσιν κυοφορίᾳ σου· ἐναλλάττονται, τὸν Πλάστην γάρ, ὑπὲρ νοῦν λόγον ἀπεκύησας.
Ὠδὴ ε'
Ἵνα τὶ με ἀπώσω
Τεινομένη θεόφρον, μάστιξι τὸ σῶμά σου δαπανωμένη τε, τῆς φθορᾶς τὸ πάχος ἐξεδύσω, στολὴν ἐνεδύσω δέ, ἣν ὁ ἐκ Παρθένου, Μονογενὴς σάρκα φορέσας, τοὺς ἀνθρώπους θεώσας ἐνέδυσεν.
γυμνώθης τὸ σῶμα, Μάρτυς παναοίδιμε καταφρονήσασα, σαρκικῆς αἰσχύνης, καὶ ἐχθρὸν τὸν τὴν Εὔαν γυμνώσαντα, Ἰουλίττα πάλαι, καρτερικῶς ἀνδρισαμένη, αἰωνίαν αἰσχύνην ἐνέδυσας.
Κεφαλὴν ἐκτμηθεῖσα, κάραν τὴν τοῦ ὄφεως Μάρτυς συνέθλασας, στερηθεῖσα πλούτου, τὸν οὐράνιον ὄλβον κεκλήρωσαι, μὴ σαλευομένην, παραλαβοῦσα βασιλείαν, μετὰ πάντων Μαρτύρων Πανεύφημε.
Θεοτοκίον
Θεοῦ Θεὸς Λόγος, σάρκα ἀνελάβετο ἔννουν καὶ ἔμψυχον, ἐκ σοῦ Παναγία, καὶ δι' οἶκτον ἐγένετο ἄνθρωπος, καὶ ἐθέωσέ με, τὸν παραβάσει ἀπωσθέντα, ὃν ἱκέτευε σῶσαι τὰ σύμπαντα.
Ὠδὴ ς'
Τὴν δέησιν ἐκχεῶ
πέπλευσαν τῶν ἀπείρων βασάνων, οἱ πανεύφημοι τὸ ἄστατον ὕδωρ, τῇ τοῦ Σταυροῦ, κυβερνήσει καὶ ὅρμῳ, γαληνοτάτῳ σαφῶς προσωρμίσθησαν, βυθίσαντες τὸν Φαραώ, τὸν ἀόρατον αἵματος ῥεύμασι.
Σκιρτᾷ σε, Ἰκονιέων ἡ πόλις, θρεψαμένη, καὶ κομπάζει τῇ μνήμῃ, σοῦ τῇ σεπτῇ, ἡ Ταραὸς Ἰουλίττα· τοῦ μαρτυρίου ἐν ταύτῃ γὰρ ἤνυσας, τὸ στάδιον σὺν τῷ υἱῷ, καὶ στέφανων τῆς νίκης ἠξίωσαι.
λόγησας πολυπλόκων βασάνων, καὶ τρυγὼν ὡραιοτάτη ἐδείχθης, σὺν νεοττῷ, ἀναπτᾶσα καὶ πάντων, ὑπεραρθεῖσα παγίδων τοῦ ὄφεως, Πανεύφημε καὶ εἰς μονάς, οὐρανίους πανσόφως κατέπαυσας.
Θεοτοκίον
Προρρίζους τῷ τμητικῷ σου δρεπάνῳ τῆς πρεσβείας ἐναπόκοψον Κόρη, τοὺς πονηρούς, λογισμοὺς τῆς ψυχῆς μου, καὶ καρποφόρον ἀνάδειξον δέομαι· ἁπάντων γὰρ τόν φυτουργόν, τὸν Θεὸν καὶ Σωτῆρα ἐκύησας.
Ὁ Εἱρμὸς
Τὴν δέησιν ἐκχεῶ πρὸς Κύριον, καὶ αὐτῷ ἀπαγγελῶ μου τὰς θλίψεις, ὅτι κακῶν, ἡ ψυχή μου ἐπλήσθη, καὶ ἡ ζωή μου τῷ ᾍδῃ προσήγγισε, καὶ δέομαι ὡς Ἰωνᾶς· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Κοντάκιον  Ἦχος δ'
Ἐπεφάνης σήμερον 
ν ἀγκάλαις φέρουσα, ἡ χριστομάρτυς, Ἰουλίττα Κήρυκον, ἐν τῷ σταδίῳ μητρικῶς, ἀγαλλομένη ἐκραύγαζε· Σὺ τῶν Μαρτύρων, Χριστὲ τὸ κραταίωμα.
Ὁ Οἶκος
Τὸν νοῦν μου φώτισον, Χριστὲ φωτὶ τῶν ἐντολῶν σου, ὅπως ἐπαξίως ἐξισχύσω ὑμνῆσαι τοὺς Ἁγίους σου, καὶ τοὺς ἀγῶνας ἐξειπεῖν· Ποία δὲ γλῶσσα ἐκλαλῆσαι δυνήσεται τοὺς ἄθλους, οὓς ὑπέμειναν, καὶ τὰ ἔπαθλα; Διὸ οὖν σοι προσπίπτω φιλάνθρωπε· Ἄνεσιν παράσχου τῇ ἀθλίᾳ νῦν ψυχῇ μου, δωρούμενός μοι καιρὸν μετανοίας· εἰς τοῦτο γὰρ ἑκὼν ἔλαβες σάρκα, ἵνα πάντας πρὸς ζωὴν ἐπαναγάγῃς, ἧς οἱ Ἀθληταὶ τυχόντες, ἀπαύστως μέλπουσι· Σὺ τῶν μαρτύρων Χριστὲ τὸ κραταίωμα.
Συναξάριον
Τῇ ΙΕ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων Κηρύκου καὶ Ἰουλίττης.
Στίχοι
ουλίττα σύναθλος υἱῷ Κηρύκῳ,
λαιμότμητος τῷ κάραν τεθλασμένῳ, Πέμπτῃ.
ουλίτταν δεκάτῃ τάμον, υἷα δ' ἔαξαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου μάρτυρος Λολλιανοῦ.
Στίχοι
Ποσὶ προθύμοις ἔδραμε τρίβον τέλους.
Λολλιανός, οὗ ποσίκρουστον τέλους,
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ἀβουδίμου.
Στίχοι
βουδίμῳ μάχαιρα πρόξενος τέλους,
Αὕτη δὲ τούτῳ πρόξενος καὶ τοῦ στέφους.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Παῖδες Ἑβραίων 
άβδοις συντρίβων σου τὸ σῶμα, ὁ παράνομος θεόφρον Ἰουλίττα, λογισμοῦ τὸ στερρόν, ἐσάλευσεν οὐδόλως· ῥάβδον καὶ γὰρ δυνάμεως, τὸν Σταυρὸν Χριστοῦ κατεῖχες.
μβροις αἱμάτων ἐκχυθεῖσιν, ἐγκατέσβεσαν τὸ πῦρ τῆς ἀθεΐας, οἱ Χριστοῦ Ἀθληταί, κραυγάζοντες προθύμως· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Φέρουσα Μάρτυς ἐν ἀγκάλαις, ὃν ἐκύησας ἐπέστης τῷ σταδίῳ, καὶ διπλοῦν τὸν καλόν, ἐτέλεσας ἀγῶνα, ἀναβοῶσα, Κύριε· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
ήμασι σοῖς ἀκολουθοῦντες, μακαρίζομεν γενεαὶ πᾶσαι Κόρη, μακαρίου Θεοῦ, Μητέρα σε δειχθεῖσαν, τοὺς εἰς αὐτὸν πιστεύοντας, μακαρίους ἐκτελοῦντα.
Ὠδὴ η'
Νικηταὶ τυράννου
Οἱ φαιδροὶ ἀστέρες, ἐν τῷ στερεώματι τῆς Ἐκκλησίας, ἀπλανῶς πηχθέντες, καὶ τὴν γῆν τοῖς θαύμασι φωταγωγοῦντες, εὐσεβῶς τιμῶνται, ὑπὸ πάντων σήμερον, τῶν ὑμνολογούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Νέον ὥσπερ κλάδον, ῥίζα θεοφύτευτος οὖσα θεόφρον, τὸν σεπτόν σου γόνον, φέρουσα, ἐμάρανας τῆς ἀσεβείας, τὰ φυτὰ βοῶσα, σὺν αὐτῷ καὶ λέγουσα· Σὲ ὑπερυψοῦμεν, Χριστὲ εἰς τοὺς αἰῶνας.
σπερ μόσχον νέον, δάμαλις ὑπάρχουσα ὡραιοτάτη, Ἰουλίττα φέρεις, Κήρυκον τὸν ἔνδοξον θυσίαν ζῶσαν, τῷ ἐκ τῆς Παρθένου ἀμνῷ ἀνατείλαντι, καὶ σφαγιασθέντι, δι' ἄκραν εὐσπλαγχνίαν.
Θεοτοκίον
Σαρκωθεὶς ὁ Λόγος, ἐκ τῶν Παναχράντων σου αἱμάτων Κόρη, τοὺς προνενευκότας, πρὸς τὰ ἀλογώτατα τῆς σαρκὸς πάθη, ἐπιγνώσει θείᾳ, ἐθέωσεν ἄχραντε· Ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς 
Νικηταὶ τυράννου, καὶ φλογὸς τῇ χάριτί σου γεγονότες, οἱ τῶν ἐντολῶν σου, σφόδρα ἀντεχόμενοι, Παῖδες ἐβόων· Εὐλογεῖτε πάντα τὰ ἔργα τὸν Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'
Ἔφριξε πᾶσα ἀκοὴ
αμα φέρει ἡ σορός, τῶν ἐνδόξων, Ἀθλοφόρων τῇ χάριτι, τοῦ θείου Πνεύματος, ἐπαρδομένη, δεῦτε ἀρύσασθε, καὶ ἁγιάσθητε ψυχάς, καὶ νόσων καθάρθητε, οἱ φιλομάρτυρες, τὸν δοτῆρα τῶν καλῶν μεγαλύνοντες.
ς ῥόδα ταῖς μαρτυρικαῖς, ἐξηνθήσατε κοιλάσι Μακάριοι, ὡς κρίνα εὔοσμα, ὡς Παραδείσου θεῖα βλαστήματα, μυρεψικὴν ὡς ἀληθῶς, στάζοντα τερπνότητα, καὶ τῶν πιστῶν τὰς ψυχάς, εὐωδίᾳ μυστικῇ κατευφραίνοντα.
Στίγμασι τοῖς μαρτυρικοῖς, ὡραιώθητε καλλίνικοι Μάρτυρες, καὶ τοῖς Ἀγγέλοις σαφῶς, ὁμοιωθέντες Θεῷ παρίστασθε, νίκης διάδημα τερπνόν, λαμπρῶς περικείμενοι, καὶ τοῖς τιμῶσιν ὑμᾶς, ἱλασμὸν ἁμαρτιῶν ἐξαιτούμενοι.
Μάρτυς οἷά περ ἀμνάς, ὥσπερ ἄρνα τὸν υἱὸν αὐτῆς φέρουσα, λύκων ἀνάλωτος, μέσον διῆλθε, καὶ εἰς οὐράνιον, μάνδραν ἐσκήνωσεν ἀεί. Τούτων παρακλήσεσι, Κύριε σῶσον ἡμᾶς, τοὺς αὐτῶν τὴν ἱερὰν μνήμην σέβοντας.
Θεοτοκίον
Φώτισον πύλη τοῦ φωτός, τὴν τυφλώττουσαν ψυχήν μου τοῖς πάθεσι, καὶ πονηροῖς λογισμοῖς, ἀμαυρωθεῖσαν καὶ κινδυνεύουσαν, καὶ ἐξελοῦ με πειρασμῶν, κινδύνων καὶ θλίψεων, ἵνα δοξάζω σε, τὴν ἐλπίδα τῶν πιστῶν καὶ κραταίωμα.
Ὁ Εἱρμὸς
φριξε πᾶσα ἀκοή, τὴν ἀπόρρητόν Θεοῦ συγκατάβασιν, ὅπως ὁ ὕψιστος ἑκών, κατῆλθε μέχρι καὶ σώματος, Παρθενικῆς ἀπὸ γαστρός, γενόμενος ἄνθρωπος· διὸ τήν ἄχραντον Θεοτόκον οἱ πιστοὶ μεγαλύνομεν.
Ἐξαποστειλάριον
Ἐν πνεύματι τῷ Ἱερῷ 
Τὴν ἡλικίαν ἀτελής, ἐν φρονήσει τελείᾳ, ὑπῆρξας θαυμαστότατα, Κήρυκε Ἀθλοφόρε, σὺν μητρί τε γαλουχῷ, Ἰουλίττῃ ἤρασθε, τὸ τῆς ἀθλήσεως στέφος, μετὰ πάντων Ἁγίων, ὧν ταῖς πρεσβείαις καὶ ἡμεῖς, τύχοιμεν τοῦ ἐλέους.
Θεοτοκίον
Χαῖρε παλάτιον τερπνόν, Χαῖρε θρόνε Κυρίου, Χαῖρε σκῆπτρον πανθαύμαστον, Χαῖρε κούφη νεφέλη, χρυσοῦν θυμιατήριον, Χαῖρε Μήτηρ ἄχραντε, τοῦ Βασιλέως καθέδρα, Χαῖρε εὔδιε λιμήν, καὶ προστάτις ἁπάντων, Θεοκυῆτορ Παρθένε.
Εἰς τοὺς Αἴνους, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρά. Ἰδιόμελα γ', δευτεροῦντες τὸ α'.
Ἦχος α'  Γερμανοῦ
Τὸν γενναῖον Ἀθλητήν, καὶ κήρυκα τῆς πίστεως, σὺν μητρὶ θεόφρονι, ἐπαξίως μακαρίσωμεν· οὗτοι γὰρ καρτερῶς ἐναθλήσαντες, τὸν ἀρχέκακον ἐχθρόν, τῇ δυνάμει τοῦ Σταυροῦ, ἀνδρείως κατέβαλον. Διὸ στεφάνους ἔλαβον παρὰ τοῦ ἀθλοθέτου Θεοῦ, καὶ πρεσβεύουσιν αὐτῷ, ἐν παρρησίᾳ ἀκαταπαύστως, σωθῆναι τοὺς ἐν πίστει ἀνυμνοῦντας, τὴν ἱερὰν αὐτῶν ἄθλησιν. (Δίς)
Ἦχος β'  Βυζαντίου
Δεῦτε πιστοί, τοῖς ἐπαίνοις συνελθόντες, στέψωμεν δυάδα παναγίαν, Τριάδος σέβας κατέχουσαν· τῶν γὰρ εἰδώλων τὴν πλάνην, καὶ τῶν τυράννων τὴν ἀπόνοιαν, τοῖς ἑαυτῶν ποσὶ κατεπάτησαν. Τούτους ἀνευφημοῦντες ἀνακράξωμεν, λέγοντες· Χαίροις Ἰουλίττα πανσεβάσμιε, ἡ τὴν γυναικείαν ἀσθένειαν ἀπορριψαμένη, καὶ ἀνδρικῶς ἀγωνισαμένη. Χαίροις Κήρυκε παμμακάριστε, ὁ τριετὴς τῇ ἡλικίᾳ, καὶ τὸν πολυμήχανον ἐχθρὸν καταβαλών. Χαίρετε το ἡμέτερον κλέος καὶ καύχημα, τῶν ἐν πίστει ἑορταζόντων τὴν ἱερὰν ὑμῶν ἄθλησιν, οὓς ἱκετεύομεν πρεσβεύειν ἀεὶ τὸν τῶν ὅλων Κύριον, τῷ κόσμῳ δωρηθῆναι εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Ὁ αὐτὸς
Τοῦ Μαυρολέοντος
ἐκ σπαργάνων πεπληρωμένος χάριτος, καὶ ἐσχηκὼς πεπολιωμένον φρόνημα, ἐν τῇ νίκῃ τῶν ἀγώνων σου μάρτυς Κήρυκε, αἴτησαι σὺν τῇ μητρί σου Χριστὸν τὸν Θεόν, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ, ὡς τῆς Τριάδος μέγας ὁμολογητής.
Δόξα... Ἦχος ὁ αὐτὸς
Τοῦ αὐτοῦ
Νήπιος ἀνεφάνης ἐν Μάρτυσι, τέλειος ἐδείχθης τῷ φρονήματι, ἀφ' οὗ τὸν ἄναρχον Λόγον ἐδέξω Πανεύφημε, τὸ πῦρ οὐκ ἐδειλίασας τῶν παρανόμων. Σὺν τῇ μητρὶ σου τὸν Κτίστην ἱκέτευε, ἵνα σώσῃ ὡς Σωτὴρ τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Τὴν πᾶσαν ἐλπίδα μου, εἰς σὲ ἀνατίθημι, Μήτηρ τοῦ Θεοῦ, φύλαξόν με ὑπὸ τὴν σκέπην σου.
Ἢ Σταυροθεοτοκίον
Ὅτε, ἐκ τοῦ ξύλου 
τε, ἡ ἀμίαντος ἀμνάς, ἔβλεψε τὸν ἴδιον ἄρνα, ἐπὶ σφαγὴν ὡς βροτόν, θέλοντα ἑλκόμενον, θρηνοῦσα ἔλεγεν· Ἀτεκνῶσαι νῦν σπεύδεις με, Χριστὲ τὴν τεκοῦσαν, τὶ τοῦτο πεποίηκας, ὁ λυτρωτὴς τοῦ παντός; Ὅμως, ἀνυμνῶ καὶ δοξάζω, σοῦ τὴν ὑπὲρ νοῦν τε καὶ λόγον, ἄκραν ἀγαθότητα φιλάνθρωπε.
Εἰς τὸν Στίχον, τῆς Ὀκτωήχου.
Δόξα... Ἦχος δ'
Ἀνατολίου
γάλλου τέρπου καὶ εὐφραίνου, Ἰκονιέων ἡ πόλις, ὅτι ἐκ σοῦ ἀνεβλάστησε καρπὸς εὐκλεής, Ἰουλίττα ἡ πανεύφημος καὶ καλλίνικος μάρτυς, καὶ ἐξ αὐτῆς ὁ τίμιος παῖς, Κήρυκος ὁ φερώνυμος· πᾶσαν γὰρ μηχανήν, τοῦ τυράννου Βελίαρ, ἀνδρικῶς καταπατήσαντες, τοὺς στεφάνους τῆς νίκης ἀξίως ἐκομίσαντο, κηρύξαντες λαοῖς, σέβεσθαι καὶ προσκυνεῖν τὴν Ἁγίαν Τριάδα. Ὅθεν καὶ ἡμεῖς παρρησίᾳ βοῶμεν, τῷ τούτους δοξάσαντι Χριστῷ τῷ Θεῷ ἡμῶν, εἰρηνεῦσαι τὸν κόσμον, καὶ σῶσαι τάς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
κ παντοίων κινδύνων τους δούλους σου φύλαττε, εὐλογημενη Θεοτόκε, ἵνα σε δοξάζωμεν, τὴν ἐλπίδα τῶν ψυχῶν ἡμῶν.
Ἢ Σταυροθεοτοκίον
Ἔδωκας σημείωσιν 
φερες Πανάμωμε, ἐν τῇ καρδίᾳ σου δίστομον, Συμεὼν σοι ὡς ἔφησε, ῥομφαίαν καὶ τέτρωσαι, ἐν αὐτῇ τὰ σπλάγχνα, καὶ τὰς διαθέσεις, ὡς ἐθεάσω σὸν Υἱόν, ἐπὶ τοῦ ξύλου σεμνὴ κρεμάμενον· διὸ καὶ ἀνεκραύγαζες· Τέκνον ἐμὸν μὴ παρίδῃς με, ἀλλὰ σπεῦσον ἀνάστηθι, ὡς προέφης μακρόθυμε.
Καὶ ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Εἰς τὴν Λειτουργίαν. Οἱ Μακαρισμοὶ τῆς Ὀκτωήχου, καὶ ἐκ τοῦ Κανόνος τῶν Ἁγίων ἡ ς' Ὠδή.
Ὁ Ἀπόστολος
Πρὸς Κορινθίους α' Ἐπιστολῆς
Ἀδελφοί, ὅτε ἤμην νήπιος...

Εὐαγγέλιον κατὰ Λουκᾶν
Ζήτει Σάββατον ι'

Κοινωνικὸν
γαλλιᾶσθε δίκαιοι ἐν Κυρίῳ, τοῖς εὐθέσι πρέπει αἴνεσις. Ἀλληλούϊα.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου