ΙΟΥΝΙΟΥ
ΤΗ ΚΔ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Τὸ
Γενέσιον τοῦ τιμίου ἐνδόξου Προφήτου Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια
τὰ ἑξῆς τρία, δευτεροῦντες τὸ α'.
Ἦχος δ'
Ὁ ἐξ ὑψίστου κληθεὶς
Ἐκ στειρευούσης γεγέννηται νηδύος, ὁ λύσας τὴν στείρωσιν
τῶν καρδιῶν ἡμῶν, καὶ εὐτεκνίαν ἐν πίστει τε καὶ ἀληθείᾳ, ψυχαῖς ἀκάρποις λόγον
δωρούμενος, ὁ ἔνδοξος Πρόδρομος τῆς παρουσίας Χριστοῦ, φωνὴ τοῦ Λόγου ἡ
εὔσημος, τῆς μετανοίας, ὁ προσημάντωρ ὁ μεγαλόφωνος, καὶ Παλαιᾶς τε καὶ τῆς
Νέας, θεῖος μεσίτης σαφῶς γνωριζόμενος, οὗ τὴν γέννησιν πόθῳ, ἑορτάσωμεν
γηθόμενοι.
Ὁ σιτευτὸς νῦν τῆς ἐγκρατείας μόσχος, ἐκ στείρας
γεγέννηται, ὑποδεικνύων ἡμῖν, τὸν ἐκ Παρθένου νεάνιδος, ἀμνὸν τεχθέντα, καὶ τὰ
τοῦ κόσμου αἴροντα πταίσματα, τρυγὼν ἡ φιλέρημος, σαφῶς ἐπέφανε, τὸ θεῖον ἔαρ
μηνύουσα, δι' οὗ ἐπαύθη, τῆς ἀθεΐας χειμὼν βαρύτατος, καὶ τοῦ νυμφίου φίλος
γνήσιος, περιφανῶς ἐπεδήμησεν, Ἰωάννης πρεσβεύων, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ κατὰ θείαν τεχθεὶς ἐπαγγελίαν, ὅτε ὁ παμμέγιστος θεῖος,
Ἀρχάγγελος, ἐν τῷ ναῷ τῷ γεννήτορι, σοῦ δεομένῳ, εὐηγγελίσατο τὴν σὴν γέννησιν,
τότε ἀπιστήσαντι καὶ ἀντιλέξαντι, τῷ Ἱερεῖ καθὼς γέγραπται, τὴν ἀφωνίαν, ὁ
Γαβριὴλ ἐπήγαγε καὶ τὴν κώφευσιν, ἄχρι τοῦ τόκου, σὺ δὲ Πρόδρομε, τὸν πατέρα
τεχθεὶς τῶν τῆς γλώττης δεσμῶν, ἠλευθέρωσας μάκαρ, καὶ πρεσβεύεις ὑπὲρ πάντων
ἡμῶν.
Δόξα... Ἦχος πλ. δ'
Πρέπει τῷ Ἰωάννῃ ἡ εὐωδία, πρέπει τῷ Βαπτιστῇ, τῶν ᾀσμάτων
ἡ τερπνότης· οὗτος γὰρ ἐκήρυξε τὴν ἀπαρχὴν τῆς ἡμῶν σωτηρίας, ὁ σκιρτῶν ἐν
κοιλίᾳ, καὶ βοῶν ἐν ἐρήμῳ, Μετανοεῖτε, τοῦ Βασιλέως ὁ στρατιώτης, ὁ Πρόδρομος
τῆς χάριτος, ὁ τὸν ἀμνὸν προμηνύων, καὶ τὸν Σωτῆρα πρεσβεύων, ὑπὲρ τῶν ψυχῶν
ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. δ'
Δέσποινα πρόσδεξαι, τὰς δεήσεις τῶν δούλων σου, καὶ
λύτρωσαι ἡμᾶς, ἀπὸ πάσης ἀνάγκης καὶ θλίψεως.
Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β'
Οἶκος τοῦ Ἐφραθᾶ
Τράνωσόν σου λαμπρῶς, τὴν γλῶσσαν Ζαχαρία, Προφήτης τὸ
παιδίον, Ὑψίστου ἔσται λέγων, καὶ Θεοῦ Λόγου Πρόδρομος.
Στίχ. Εὐλογητὸς
Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ, ὁ ποιῶν θαυμάσια μόνος.
Ὤφθης ἐκ μητρικῶν, λαγόνων Ἰωάννη, Θεῷ ἡγιασμένος·
ἐγήγερται γὰρ μείζων, βροτῶν οὐδείς σου πώποτε.
Στίχ. Καὶ σὺ παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ.
Λύεις τὴν τοῦ πατρός, Παμμάκαρ ἀφωνίαν, ὡς ἀπαιδίας
κλεῖθρα, διέλυσας τεκούσης, τεχθεὶς ἐκ θείας χάριτος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μόνη Χριστιανῶν, ἐλπὶς καὶ προστασία, Ἁγνὴ σὺν τῷ
Προδρόμῳ, δυσώπει τὸν Υἱόν σου, ὑπὲρ οἰκείων δούλων σου.
Ἀπολυτίκιον Ἦχος δ'
Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως
εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης,
καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις
Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύτεται.
Δόξα... Καὶ νῦν...
Ἦχος δ' Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστύριον·
διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται· Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,
καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος, δι' οὗ ἀναστήσας τὸν
Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Στιχολογοῦμεν τὴν α' στάσιν τοῦ, Μακάριος ἀνήρ. Εἰς δὲ τό, Κύριε ἐκέκραξα,
ἱστῶμεν Στίχους η' καὶ ψάλλομεν Στιχηρὰ Ἰδιόμελα τὰ ἑξῆς, δευτεροῦντες τὸ α'.
Ἦχος δ'
Ἰωάννου Μοναχοῦ
Λύει τοῦ Ζαχαρίου τὴν σιωπήν, γεννηθεὶς ὁ Ἰωάννης· καὶ γὰρ
οὐδὲ ἔπρεπε τὸν πατέρα σιωπᾶν, προελθούσης τῆς φωνῆς, ἀλλ' ὥσπερ ἀπιστηθεῖσαν,
πρώην τὴν γλῶτταν ἔδησεν, οὕτω φανερωθεῖσαν, δοῦναι τῷ πατρὶ τὴν ἐλευθερίαν, ᾧ
καὶ εὐηγγελίσθη, καὶ ἐγεννήθη φωνὴ τοῦ Λόγου, καὶ φωτὸς Πρόδρομος, πρεσβεύων
ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Ὁ αὐτὸς
Σήμερον ἡ φωνὴ τοῦ Λόγου, τὴν φωνὴν δι' ἀπιστίαν
κρατουμένην, λύει τὴν πατρικήν, καὶ τῆς Ἐκκλησίας ἐμφαίνει τὴν εὐτεκνίαν, δεσμὰ
τῆς στειρώσεως λύουσα μητρικά, ὁ λύχνος τοῦ φωτὸς προέρχεται, ἡ αὐγὴ τοῦ ἡλίου
τῆς δικαιοσύνης, μηνύει τὴν ἔλευσιν, εἰς ἀνάπλασιν πάντων, καὶ σωτηρίαν τῶν
ψυχῶν ἡμῶν.
Ἀνατολίου
Ὁ αὐτὸς
Θεοῦ Λόγου μέλλοντος ἐκ Παρθένου τίκτεσθαι, Ἄγγελος ἐκ
στειρωτικῶν ὠδίνων προέρχεται, ὁ μέγας ἐν γεννητοῖς γυναικῶν, καὶ Προφήτου
περισσότερος· ἔδει γάρ θείων πραγμάτων, παραδόξους εἶναι τὰς ἀρχάς, παρ'
ἡλικίαν τὸ γόνιμον, καὶ ἄνευ σπορᾶς σύλληψις, ὁ ποιῶν θαυμάσια, εἰς σωτηρίαν
ἡμῶν δόξα σοι.
Ἀνδρέου Κρήτης
Ὁ αὐτὸς
Ἐπέφανε σήμερον ὁ μέγας Πρόδρομος, ἐξ ἀγόνων λαγόνων, τῆς
Ἐλισάβετ προελθών, ὁ μείζων πάντων τῶν Προφητῶν Προφήτης, οὗ ἕτερος οὐκ ἔστιν,
οὐδὲ ἐγήγερται· ὅτι τῷ Προδρόμῳ λύχνῳ, τὸ φῶς ἀκολουθεῖ τὸ ὑπέρλαμπρον καὶ τῇ
φωνῇ ὁ Λόγος, καὶ τῷ νυμφαγωγῷ ὁ νυμφίος, κατασκευάζοντι Κυρίῳ λαὸν περιούσιον,
καὶ προκαθαίροντι ἐπὶ τὸ Πνεῦμα διὰ τοῦ ὕδατος, τοῦ Ζαχαρίου ὁ βλαστός, καὶ τῆς
ἐρήμου τὸ κάλλιστον θρέμμα, τῆς μετανοίας ὁ κήρυξ, ἡ κάθαρσις τῶν ἀμπλακημάτων,
ὁ τοῖς ἐν ᾍδῃ εὐαγγελιζόμενος, τὴν ἐκ νεκρῶν Ἀνάστασιν, καὶ πρεσβεύων ὑπὲρ τῶν
ψυχῶν ἡμῶν.
Ὁ αὐτὸς
Προφήτης καὶ Πρόδρομος, ἀπὸ γαστρὸς ἀνεδείχθης τοῦ Χριστοῦ
Ἰωάννη, σκιρτῶν καὶ ἀγαλλόμενος, ἐν τῇ νηδύϊ τῆς μητρός, ὁρῶν τὴν Βασιλίδα
ἐλθοῦσαν πρὸς τήν δούλην, φέρουσαν τὸν ἄχρονον, καὶ ἐκ Πατρὸς ἀμήτορα, πρὸς σὲ
τὸν ἐκ στείρας, καὶ τοῦ πρεσβύτου κατ' ἐπαγγελίαν ἀνατείλαντα. Αὐτὸν ἱκέτευε,
ἐλεηθῆναι τάς ψυχὰς ἡμῶν.
Ὁ αὐτὸς
Ὢ τοῦ παραδόξου θαύματος, ὁ τῷ λόγῳ τοῦ Ἀγγέλου μὴ
πεισθείς, λέγοντος· Ὅτι συλλήψεται ἡ Ἐλισάβετ, καὶ τέξεται υἱόν, ὁ λέγων· Πῶς
αὕτη τέξεται; ὅτι κἀγὼ προέβην, κἀκείνης τὰ μέλη νενέκρωται, ὁ καταδικασθεὶς
σιωπᾶν διὰ τὴν ἀπιστίαν, σήμερον ὁρᾷ τικτόμενον το ἐπαγγελθέν, καὶ σιωπῆς
λυθείς, εὐφροσύνην εἰσοικίζει. Εὐλογητὸς βοῶν Κύριος, ὁ Θεὸς τοῦ Ἰσραήλ, ὅτι
ἐπεσκέψατο, καὶ ἐποίησε λύτρωσιν τῷ λαῷ αὐτοῦ, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα
ἔλεος.
Ὁ αὐτὸς
Ἰωάννη πανεύφημε, καὶ οἰκουμενικὲ Ἀπόστολε, τὸ τοῦ Γαβριὴλ
εὐαγγέλιον, καὶ τῆς στείρας τὸ βλάστημα, καὶ τῆς ἐρήμου τὸ κάλλιστον θρέμμα,
καὶ γνήσιε φίλε τοῦ νυμφίου Χριστοῦ, αὐτὸν ἱκέτευε, ἐλεηθῆναι τὰς ψυχὰς ἤμων.
Δόξα... Ἦχος πλ. β'
Τοῦ Βυζαντίου
Σήμερον τοῦ φωτὸς ὁ λύχνος, προοδοποιεῖται τὴν ἔλευσιν
Θεοῦ τοῦ Λόγου ὡς ἀστὴρ φαεινός. Σήμερον Ζαχαρίας γλῶτταν ἐτράνωσε, σιωπὴν
ἐξασκήσας, Ἀγγέλου προστάξαντος· ἔπρεπε γὰρ οὕτω, τὸν πατέρα τῆς φωνῆς, μὴ
σιωπὴν φυλάττειν, προελθούσης ἐκ γαστρὸς στειρωτικῆς, καὶ παντὸς τοῦ κόσμου τὴν
λύτρωσιν εὐαγγελιζομένης, ἐν παρρησίᾳ πολλῇ.
Καὶ νῦν... Ὁ αὐτὸς
Ἡ Ἐλισάβετ συνέλαβε τὸν Πρόδρομον τῆς χάριτος, ἡ δὲ
Παρθένος τὸν Κύριον τῆς δόξης. Ἠσπάσαντο ἀλλήλας αἱ μητέρες, καὶ τὸ βρέφος
ἐσκίρτησεν· ἔνδοθεν γὰρ ὁ δοῦλος ᾔνει τὸν Δεσπότην, θαυμάσασα ἡ μήτηρ τοῦ
Προδρόμου, ἤρξατο βοᾶν· Πόθεν μοι τοῦτο, ἵνα ἡ Μήτηρ τοῦ Κυρίου μου ἔλθῃ πρὸς
με; ἵνα σώσῃ λαὸν ἀπεγνωσμένον. Ὁ ἔχων τὸ μέγα ἔλεος, δόξα σοι.
Εἴσοδος. Τὸ Προκείμενον τῆς ἡμέρας, καὶ τὰ Ἀναγνώσματα.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. 17,15-17,19 & 18,11-14 & 21,1-2,4-8)
Εἶπε Κύριος ὁ Θεὸς τῷ Ἀβραάμ. Σάρα ἡ γυνή σου, οὐ
κληθήσεται τὸ ὄνομα αὐτῆς Σάρα, ἀλλὰ Σάρρα ἔσται τὸ ὄνομα αὐτῆς. Εὐλογήσω δὲ
αὐτήν, καὶ δώσω σοι ἐξ αὐτῆς τέκνον, καὶ εὐλογησω αὐτό, καὶ ἔσται εἰς ἔθνη, καὶ
βασιλεῖς ἐθνῶν ἐξ αὐτοῦ ἐξελεύσονται. Καὶ ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον αὐτοῦ, καὶ
ἐγέλασε, καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ, λέγων. Εἰ τῷ ἑκατονταετεῖ γεννήσεται
υἱός; καὶ εἰ ἡ Σάρρα ἐννενήκοντα ἐτῶν οὖσα τέξεται; Εἶπε δὲ ὁ Θεὸς τῷ Ἀβραάμ.
Ναί, Ἰδοὺ Σάρρα ἡ γυνὴ σου τέξεταί σοι υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ,
καὶ στήσω τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, Ἀβραὰμ δὲ καὶ Σάρρα
πρεσβύτεροι προβεβηκότες ἡμερῶν. Ἐγέλασε δὲ Σάρρα ἐν ἑαυτῇ λέγουσα· Οὔπω μὲν
μοι γέγονεν ἕως τοῦ νῦν, ὁ δὲ κύριός μου πρεσβύτερος. Καὶ εἶπε Κύριος ὁ Θεὸς τῷ
Ἀβραάμ. Τὶ ὅτι ἐγέλασε Σάρρα ἐν ἑαυτῇ λέγουσα· Ἆρά γε ἀληθῶς τέξομαι; ἐγὼ δὲ
γεγήρακα, μὴ ἀδυνατήσῃ παρὰ τῷ Θεῷ πᾶν ῥῆμα; Καὶ Κύριος ἐπεσκέψατο τὴν Σάρραν,
καθὰ ἐλάλησε, καὶ συλλαβοῦσα, ἔτεκε τῷ Ἀβραὰμ υἱὸν εἰς τὸ γῆρας, εἰς τὸν
καιρόν, καθὰ ἐλάλησεν αὐτῷ Κύριος. Περιέτεμε δὲ αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόη, καθὰ
ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός. Καὶ Ἀβραὰμ ἦν ἐτῶν ἑκατόν, ἡνίκα ἐγένετο αὐτῷ Ἰσαὰκ
ὁ υἱὸς αὐτοῦ. Εἶπε δὲ Σάρρα· Γέλωτά μοι ἐποίησε Κύριος· ὃς γὰρ ἂν ἀκούσῃ
συγχαρεῖταί μοι. Καὶ εἶπε. Τὶς ἀναγγελεῖ τῷ Ἀβραάμ, ὅτι θηλάζει παιδίον Σάρρα,
ὅτι ἔτεκον υἱὸν ἐν τῷ γήρᾳ μου; Καὶ ηὐξήθη τὸ παιδίον, καὶ ἀπεγαλακτίσθη· καὶ
ἐποίησεν Ἀβραὰμ δοχήν μεγάλην, ᾗ ἡμέρα ἀπεγαλακτίσθη Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ.
Κριτῶν
τὸ Ἀνάγνωσμα
(Κεφ. 13, 2-8, 13-14, 17-18, 21)
Ἐν
ταῖς ἡμέραις ἐκείναις, ἐγένετο ἀνὴρ ἐκ τῆς φυλῆς τοῦ Δάν, καὶ ὄνομα αὐτῷ Μανωέ, καὶ ἡ γυνὴ αὐτοῦ στεῖρα, καὶ οὐκ ἔτικτε. Καὶ ὤφθη Ἄγγελος Κυρίου πρός τὴν γυναῖκα καὶ εἶπε πρὸς αὐτήν· Ἰδοὺ σὺ στεῖρα, καὶ οὐ τέτοκας, καὶ συλλήψῃ υἱόν. Καὶ νῦν φύλαξαι δή, καὶ μὴ πίῃς οἶνον καὶ σίκερα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον. Ὅτι ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱόν, καὶ σίδηρος οὐκ ἀναβήσεται ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὅτι Ναζηραῖον τῷ Θεῷ ἔσται τὸ παιδάριον ἀπό τῆς γαστρός. Καὶ ἦλθεν ἡ γυνή, καὶ εἶπε τῷ ἀνδρὶ αὐτῆς, λέγουσα· Ἄνθρωπος τοῦ Θεοῦ ἦλθε πρὸς με, καὶ ἡ ὅρασις αὐτοῦ ὡς ὅρασις Ἀγγέλου τοῦ Θεοῦ, ἐπιφανὴς σφόδρα, καὶ εἶπεν· Ἰδοὺ σὺ ἐν γαστρὶ ἕξεις, καὶ τέξῃ υἱόν, καὶ νῦν φύλαξαι, καὶ μὴ πίῃς οἶνον καὶ σίκερα, καὶ μὴ φάγῃς πᾶν ἀκάθαρτον, ὅτι Ναζηραῖον Θεοῦ ἔσται τὸ παιδάριον ἀπὸ γαστρός, ἕως ἡμέρας θανάτου αὐτοῦ. Καὶ ἐδεήθη Μανωὲ τοῦ Κυρίου, καὶ εἶπεν· Ἐν ἐμοί, Κύριε, ὁ ἄνθρωπος τοῦ Θεοῦ, ὃν ἀπέστειλας, ἐλθέτω δὴ ἔτι πρὸς ἡμᾶς, καὶ φωτισάτω ἡμᾶς, τὶ ποιήσωμεν τῷ παιδαρίῳ τῷ τικτομένῳ. Ἦλθε δὲ ὁ Ἄγγελος πρὸς Μανωὲ καὶ εἶπεν· Ἀπὸ πάντων ὧν εἶπον πρὸς τὴν γυναῖκά σου, φυλαξάσθω. Ἀπὸ παντός, ὃ ἐκπορεύεται ἐξ ἀμπέλου, οὐ φάγεται, καὶ οἶνον καὶ σίκερα μὴ πιέτω. Καὶ εἶπε Μανωὲ πρὸς τὸν Ἄγγελον Κυρίου. Τὶ ὄνομά σοι; ἵνα ὅταν ἔλθῃ τὸ ῥῆμά σου, δοξάσωμέν σε. Καὶ εἶπεν αὐτῷ ὁ Ἄγγελος Κυρίου. Ἴνα τὶ ἐρωτᾷς τὸ ὄνομά μου; καὶ αὐτὸ ἐστι θαυμαστόν. Καὶ οὐ προσέθηκεν ἔτι ὁ Ἄγγελος Κυρίου ὀφθῆναι πρὸς Μανωέ, καὶ πρὸς τὴν γυναῖκα αὐτοῦ.
Προφητείας
Ἡσαΐου τὸ Ἀνάγνωσμα
(Κεφ. 40,1-5, 9 & 41,17-18 & 45,8 & 48,20-21 & 54,1)
Τάδε
λέγει Κύριος· Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου λέγει ὁ Θεός. Οἱ Ἱερεῖς λαλήσατε εἰς τὴν καρδίαν Ἱερουσαλήμ, παρακαλέσατε αὐτήν, ὅτι ἐπλήσθη ἡ Ταπείνωσις αὐτῆς· λέλυται γὰρ αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς. Φωνὴ βοῶντος ἐν τῇ ἐρήμω. Ἑτοιμάσατε τὴν ὁδὸν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ, πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὄρος καὶ βουνὸς ταπεινωθήσεται, καὶ ἔσται τὰ σκολιὰ εἰς εὐθεῖαν, καὶ αἱ τραχεῖαι εἰς ὁδοὺς λείας, καὶ ὄψεται πᾶσα σάρξ τὸ σωτήριον τοῦ Θεοῦ. Ἐπ' ὅρους ὑψηλοῦ ἀνάβηθι ὁ εὐαγγελιζόμενος Σιών, ὕψωσον ἐν ἰσχὺϊ τὴν φωνήν σου, ὁ εὐαγγελιζόμενος Ἱερουσαλήμ, ὑψώσατε, μὴ φοβεῖσθε. Ἐγὼ Κύριος ὁ Θεός, ἐγὼ ἐπακούσομαι, ὁ Θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς. Ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμούς, καὶ μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην, ἀνατειλάτω ἡ γῆ, καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀνατειλάτω ἅμα. Φωνὴν εὐφροσύνης ἀναγγείλατε ἕως ἐσχάτου τῆς γῆς, καὶ ἀκουστὸν γενέσθω τοῦτο. Λέγετε, ὅτι ἐρρύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ. Καὶ ἐὰν διψήσωσι δι' ἐρήμου, ἐξάξει αὐτοῖς ὕδωρ ἐκ πέτρας. Εὐφράνθητι στεῖρα ἡ οὐ τίκτουσα, ῥῆξον καὶ βόησον ἡ οὐκ ὠδίνουσα, ὅτι πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον ἢ τῆς ἐχούσης τὸν ἄνδρα.
Εἰς τὴν Λιτήν, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος
α'
Σταλάξατε
τὰ ὄρη γλυκασμόν, καὶ οἱ βουνοὶ ὡς ἀρνία σκιρτήσατε, ὅτι ἐτέχθη ἐκ τῆς Ἐλισάβετ, ὁ μέλλων ἐφ' ἡμᾶς αὐλίζεσθαι, ὁ τοῦ Κυρίου Πρόδρομος, ὁ λύσας ἐν τῷ τίκτεσθαι, τοῦ πατρὸς τὴν ἀφωνίαν· διὸ καὶ ἡμεῖς βοῶμεν αὐτῷ· Βαπτιστὰ τοῦ Χριστοῦ, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ὁ αὐτὸς
Ἡ
θεοσήμαντος φωνή, τοῦ φωτὸς ὁ λύχνος, ὁ τοῦ Κυρίου Πρόδρομος, ὁ χριστομαρτύρητος πρῶτος τῶν Προφητῶν, τὰς ὑπὲρ τοῦ κόσμου πρεσβείας ποιούμενος, ἐξαιρέτως τὴν ποίμνην σου, ἱκέτευε τοῦ σῴζεσθαι ἄτρωτον.
Ὁ αὐτὸς
Κήρυξ
γέγονας τοῦ ἀμνοῦ τοῦ Θεοῦ καὶ Λόγου, Ἰωάννη Προφῆτα καὶ Πρόδρομε. Προφητεύεις τὰ μέλλοντα, καὶ προλέγεις τοῖς πέρασιν. Ἴδε ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τοῦ κόσμου τὴν ἁμαρτίαν, καὶ παρέχων τοῖς πᾶσι τὸ μέγα ἔλεος.
Δόξα... Ἦχος πλ. α'
Ἀνδρέου Κρήτης
Τὸν
ἐν Προφήταις ὅρον, καὶ ἀρχὴν Ἀποστόλων, τὸν ἐπίγειον ἄγγελον, καὶ οὐράνιον ἄνθρωπον, τὴν φωνὴν τοῦ Λόγου, τὸν στρατιώτην καὶ Πρόδρομον Χριστοῦ, τόν ἐξ ἐπαγγελίας προσκιρτήσαντα, καὶ προκηρύξαντα πρὸ τόκου τὸν ἥλιον τῆς δικαιοσυνης, σήμερον ἡ Ἐλισάβετ τίκτει καὶ χαίρει, καὶ θαυμάζεται Ζαχαρίας παρὰ τῆς γερουσίας, τὴν σιωπὴν ὡς κλοιὸν ὑποθέμενος, καὶ ὡς γεννήτωρ τῆς φωνῆς προφητεύει σαφέστατα· Σὺ γάρ, παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ, καὶ προπορεύσῃ ὁδούς ἑτοιμάσαι αὐτῷ. Διὸ Ἄγγελε, Προφῆτα, Ἀπόστολε, Στρατιῶτα, Πρόδρομε, Βαπτιστά, καὶ Κήρυξ τῆς μετανοίας, καὶ ὁδηγὲ τοῦ φωτός, ὡς φωνὴ τοῦ Λόγου, ἀπαύστως πρέσβευε ὑπὲρ ἡμῶν, τῶν πιστῶς σου τελούντων τὸ μνημόσυνον.
Καὶ νῦν... Θεοτοκίον
Μακαρίζομέν
σε,
Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄρρηκτον, τὴν ἀρραγῆ προστασίαν, καὶ καταφυγήν τῶν ψυχῶν ἡμῶν.
Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος
β'
Τὸν
ἐκ Προφήτου Προφήτην, καὶ τῆς στείρας τὸ βλάστημα, τὸν ἐν γεννητοῖς γυναικῶν ὑπὲρ ἅπαντας, τὸν τῆς ἐρήμου πολίτην, Ἰωάννην τὸν ἔνδοξον, ψαλμοῖς καὶ ὕμνοις, καὶ ᾠδαῖς πνευματικαῖς εὐφημήσωμεν, βοῶντες πρὸς αὐτόν· Βαπτιστὰ τοῦ Σωτῆρος καὶ Πρόδρομε, ὡς ἔχων παρρησίαν, ἐν τῇ σεπτῇ σου γεννήσει, δυσώπησον Χριστόν, δωρηθῆναι εἰρήνην τῷ κόσμῳ καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Στίχ. Εὐλογητὸς Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ.
Ἤλθεν
ἡ φωνὴ τῆς χάριτος τοῦ Λόγου, ὁ τοῦ ἡλίου κήρυξ, γεννηθεὶς σήμερον, ἐκ στείρας τῆς ἀγόνου ἐξ ἐπαγγελίας, Ἰωάννης ὁ Πρόδρομος, λαοὶ ἀγαλλιᾶσθε. Ἦλθεν εὐτρεπίσαι τὴν ὁδὸν ἡμῖν τῆς σωτηρίας· ὃν καὶ σκιρτήσας προσεκύνησεν, ἐν τῇ νηδύϊ ὄντα τῆς μητρός, τὸν ἀμνὸν τὸν αἴροντα, τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἡμῖν τὸ μέγα ἔλεος.
Στίχ. Καὶ σὺ παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ.
Ὁ
ἐκ κοιλίας μητρὸς ἁγιασθείς, καὶ τῆς προφητείας δεξάμενος τὸ πλήρωμα, σήμερον ἐκ στείρας γεγέννηται, τοῦ Κυρίου τὴν ἔλευσιν κηρύττων τρανῶς· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Δόξα... Ἦχος πλ. δ'
Κασσίας Μοναχῆς
Ἡσαΐου νῦν τοῦ Προφήτου ἡ φωνή, σήμερον ἐν τῇ τοῦ μείζονος
Προφητῶν κυήσει Ἰωάννου πεπλήρωται. Ἰδοὺ γὰρ φησιν ἀποστελῶ τὸν Ἄγγελόν μου πρὸ
προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου. Οὗτος οὖν ὁ τοῦ ἐπουρανίου Βασιλέως
στρατιώτης προδραμών, ὡς ἀληθῶς εὐθείας ἐποίει, τὰς τρίβους τοῦ Θεοῦ ἡμῶν,
ἄνθρωπος μέν τῇ φύσει, Ἄγγελος δὲ τὸν βίον ὑπάρχων· ἁγνείαν γὰρ παντελῆ, καὶ
σωφροσύνην ἀσπασάμενος, εἶχε μὲν τὸ κατὰ φύσιν, ἔφυγε δὲ τὸ παρὰ φύσιν, ὑπὲρ
φύσιν ἀγωνισάμενος· Αὐτὸν ἅπαντες πιστοί, ἐν ἀρεταῖς μιμούμενοι, πρεσβεύειν
ὑπὲρ ἡμῶν δυσωπήσωμεν, εἰς τὸ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Ὁ αὐτὸς
Βλέπε τὴν Ἐλισάβετ, πρὸς τὴν Παρθένον Μαριὰμ διαλεγομένην·
Τὶ παραγέγονας πρὸς με, ἡ Μήτηρ τοῦ Κυρίου μου; σὺ Βασιλέα βαστάζεις, κἀγὼ
στρατιώτην, σὺ τόν νομοδότην, κἀγὼ τὸν νομοθέτην, σὺ τὸν Λόγον, κἀγὼ τὴν φωνήν,
τὴν κηρύξασαν τὴν βασιλείαν τῶν οὐρανῶν.
Ἀπολυτίκιον Ἦχος δ'
Προφῆτα καὶ Πρόδρομε, τῆς παρουσίας Χριστοῦ, ἀξίως
εὐφημῆσαί σε οὐκ εὐποροῦμεν ἡμεῖς, οἱ πόθῳ τιμῶντές σε· στείρωσις γὰρ τεκούσης,
καὶ πατρὸς ἀφωνία, λέλυνται τῇ ἐνδόξῳ, καὶ σεπτῇ σου γεννήσει, καὶ σάρκωσις
Υἱοῦ τοῦ Θεοῦ, κόσμῳ κηρύττεται.
Δόξα... Καὶ νῦν...
Ἦχος δ' Θεοτοκίον
Τὸ ἀπ' αἰῶνος ἀπόκρυφον, καὶ ἀγγέλοις ἄγνωστον Μυστήριον·
διὰ σοῦ Θεοτόκε τοῖς ἐπὶ γῆς πεφανέρωται, Θεὸς ἐν ἀσυγχύτῳ ἑνώσει σαρκούμενος,
καὶ Σταυρὸν ἑκουσίως ὑπὲρ ἡμῶν καταδεξάμενος· δι' οὗ ἀναστήσας τὸν
Πρωτόπλαστον, ἔσωσεν ἐκ θανάτου τὰς ψυχὰς ἡμῶν.
καὶ Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν α' Στιχολογίαν
Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Νῦν ἐβλάστησεν ἡμῖν, τοῦ Ζαχαρίου ὁ βλαστός, καὶ εὐφραίνει
νοητῶς, τὰς διανοίας τῶν πιστῶν, τὸ τῆς ἐρήμου καλλώπισμα, καὶ Προφητῶν ἡ
κρηπίς· ὅθεν τοῦ Χριστοῦ ἐδείχθη Πρόδρομος, καὶ Μάρτυς ἀψευδής, τῆς παρουσίας
αὐτοῦ· Πνευματικοῖς οὖν ᾄσμασι, συμφώνως τῷ Βαπτιστῇ ἐκβοήσωμεν· Προφῆτα Κήρυξ,
τῆς ἀληθείας, πρέσβευε τοῦ σωθῆναι ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγη Ἰωσήφ, τὸ ὑπὲρ φύσιν θεωρῶν, καὶ ἐλάμβανεν εἰς
νοῦν, τὸν ἐπὶ πόκον ὑετόν, ἐν τῇ ἀσπόρῳ συλλήψει σου Θεοτόκε, βάτον ἐν πυρὶ
ἀκατάφλεκτον, ῥάβδον Ἀαρὼν τὴν βλαστήσασαν, καὶ μαρτυρῶν ὁ Μνήστωρ σου καὶ
φύλαξ τοῖς ἱερεῦσιν ἐκραύγαζε· Παρθένος τίκτει, καὶ μετὰ τόκον, πάλιν μένει
Παρθένος.
Μετὰ τὴν β' Στιχολογίαν
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Τῆς Χριστοῦ παρουσίας ἡ ἀπαρχή, παραδόξως ἐτέχθης ὡς
ἀληθῶς, Ἰωάννη πανεύφημε, τῶν Προφητῶν τὸ κεφάλαιον, καὶ ὡς φωνὴ τοῦ Λόγου,
ὑπάρχων ἐκραύγαζες· Μετανοεῖτε, ἤγγικεν, οὐρανῶν τὸ Βασίλειον· ὅθεν ἑτοιμάσας,
τὴν ὁδὸν τοῦ Κυρίου, τῆς χάριτος Πρόδρομος, ἀνεδείχθης τοῖς πέρασι, Βαπτιστὰ
καὶ Ἀπόστολε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς
ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Παναγία Παρθένε Μήτηρ Θεοῦ, τῆς ψυχῆς μου τὰ πάθη τὰ
χαλεπά, ἴασαι δέομαι, καὶ συγγνώμην παράσχου μοι τῶν ἐμῶν πταισμάτων, ἀφρόνως
ὧν ἔπραξα, τὴν ψυχήν καὶ τὸ σῶμα, μολύνας ὁ ἄθλιος· Οἴμοι! τὶ ποιήσω, ἐν ἐκείνῃ
τῇ ὥρᾳ, ἡνίκα οἱ Ἄγγελοι, τὴν ψυχήν μου χωρίζουσιν, ἐκ τοῦ ἀθλίου μου σώματος;
τότε Δέσποινα βοήθειά μοι γενοῦ, καὶ προστάτις θερμότατος· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ
ἀνάξιος δοῦλός σου.
Μετὰ τὸν Πολυέλεον
Κάθισμα Ἦχος πλ. δ'
Τὸ προσταχθὲν μυστικῶς
Ἀγαλλιάσθω ὁ πατήρ, μήτηρ εὐφραίνου, ὅτι Προφήτην ἐπὶ γῆς,
ἔτεκες σήμερον, τὸν θεόκλητον Πρόδρομον ἐξ ἐπαγγελίας. Ἡ στεῖρα βρέφος θηλάζει
τὸν Βαπτιστήν, καὶ χαίρει ὁ Ζαχαρίας τῷ τοκετῷ, λέγων· Γλῶσσά μου λέλυται, τῇ
σῇ προόδῳ ἐν γῇ, Λύχνε τοῦ μεγάλου φωτός. Ὄντως θαῦμα παράδοξον!
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Τὸ προσταχθὲν μυστικῶς λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ
Ἰωσὴφ σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ· Ὁ κλίνας τῇ καταβάσει τοὺς
οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί, ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα
δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι· Χαῖρε Νύμφη ἀνύμφευτε.
Οἱ Ἀναβαθμοί, τὸ α’ Ἀντίφωνον τοῦ δ’ Ἤχου.
Ἐκ νεότητός μου πολλὰ πολεμεῖ με πάθη, ἀλλ᾿ αὐτὸς
ἀντιλαβοῦ, καὶ σῶσον Σωτήρ μου. (δίς)
Οἱ μισοῦντες Σιών, αἰσχύνθητε ἀπὸ τοῦ Κυρίου· ὡς χόρτος
γάρ, πυρὶ ἔσεσθε ἀπεξηραμμένοι. (δίς)
Δόξα...
Ἁγίῳ Πνεύματι πᾶσα ψυχὴ ζωοῦται, καὶ καθάρσει ὑψοῦται
λαμπρύνεται, τῇ τριαδικῇ Μονάδι ἱεροκρυφίως.
Καὶ νῦν...
Ἁγίῳ Πνεύματι, ἀναβλύζει τὰ τῆς χάριτος ῥεῖθρα, ἀρδεύοντα
ἅπασαν τὴν κτίσιν, πρὸς ζωογονίαν.
Προκείμενον Ἦχος δ'
Καὶ σύ, Παιδίον, Προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ
πρὸ προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ.
Στίχ. Εὐλογητὸς
Κύριος ὁ Θεὸς τοῦ Ἰσραήλ.
Τό, Πᾶσα πνοή.
Εὐαγγέλιον
Ἐκ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 1:24-25, 57-68, 76, 80
Τῷ καιρῷ ἐκείνῳ, συνέλαβεν ᾿Ελισάβετ ἡ γυνὴ Ζαχαρίου, καὶ
περιέκρυβεν ἑαυτὴν μῆνας πέντε, λέγουσα· ὅτι οὕτω μοι πεποίηκεν ὁ Κύριος, ἐν
ἡμέραις αἷς ἐπεῖδεν ἀφελεῖν τὸ ὄνειδός μου ἐν ἀνθρώποις. Τῇ δὲ ᾿Ελισάβετ
ἐπλήσθη ὁ χρόνος τοῦ τεκεῖν αὐτήν· καὶ ἐγέννησεν υἱόν. Καὶ ἤκουσαν οἱ περίοικοι
καὶ οἱ συγγενεῖς αὐτῆς, ὅτι ἐμεγάλυνε Κύριος τὸ ἔλεος αὐτοῦ μετ᾿ αὐτῆς, καὶ
συνέχαιρον αὐτῇ· καὶ ἐγένετο ἐν τῇ ὀγδόῃ ἡμέρᾳ ἦλθον περιτεμεῖν τὸ παιδίον, καὶ
ἐκάλουν αὐτὸ ἐπὶ τῷ ὀνόματι τοῦ πατρὸς αὐτοῦ Ζαχαρίαν. Καὶ ἀποκριθεῖσα ἡ μήτηρ
αὐτοῦ, εἶπεν· Οὐχί, ἀλλὰ κληθήσεται ᾿Ιωάννης. Καὶ εἶπον πρὸς αὐτὴν· ὅτι οὐδείς
ἐστιν ἐν τῇ συγγενείᾳ σου, ὃς καλεῖται τῷ ὀνόματι τούτῳ. Ἐνένευον δὲ τῷ πατρὶ
αὐτοῦ, τὸ τί ἂν θέλοι καλεῖσθαι αὐτόν. Καὶ αἰτήσας πινακίδιον ἔγραψε, λέγων·
᾿Ιωάννης ἔσται τὸ ὄνομα αὐτοῦ. Καὶ ἐθαύμασαν πάντες. Ἀνεῴχθη δὲ τὸ στόμα αὐτοῦ
παραχρῆμα, καὶ ἡ γλῶσσα αὐτοῦ, καὶ ἐλάλει, εὐλογῶν τὸν Θεόν. Καὶ ἐγένετο ἐπὶ
πάντας φόβος τοὺς περιοικοῦντας αὐτούς· καὶ ἐν ὅλῃ τῇ ὀρεινῇ τῆς ᾿Ιουδαίας διελαλεῖτο
πάντα τὰ ῥήματα ταῦτα. Καὶ ἔθεντο πάντες οἱ ἀκούσαντες ἐν τῇ καρδίᾳ αὐτῶν,
λέγοντες· Τί ἄρα τὸ παιδίον τοῦτο ἔσται; καὶ χεὶρ Κυρίου ἦν μετ᾿ αὐτοῦ. Καὶ
Ζαχαρίας ὁ πατὴρ αὐτοῦ ἐπλήσθη Πνεύματος ῾Αγίου, καὶ προεφήτευσε λέγων·
Εὐλογητὸς Κύριος, ὁ Θεὸς τοῦ ᾿Ισραήλ, ὅτι ἐπεσκέψατο καὶ ἐποίησε λύτρωσιν τῷ
λαῷ αὐτοῦ. Καὶ σύ, παιδίον, προφήτης Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ πρὸ
προσώπου Κυρίου, ἑτοιμάσαι ὁδοὺς αὐτοῦ. Τὸ δὲ παιδίον ηὔξανε, καὶ ἐκραταιοῦτο
πνεύματι· καὶ ἦν ἐν ταῖς ἐρήμοις, ἕως ἡμέρας ἀναδείξεως αὐτοῦ πρὸς τὸν ᾿Ισραήλ.
Ν’ Ψαλμός χύμα.
Ἐλέησόν με, ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός σου καὶ κατὰ τὸ
πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου· ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς
ἀνομίας μου καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. Ὅτι τὴν ἀνομίαν μου ἐγὼ
γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μού ἐστι διαπαντός. Σοὶ μόνῳ ἥμαρτον καὶ τὸ
πονηρὸν ἐνώπιόν σου ἐποίησα, ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς
ἐν τῷ κρίνεσθαί σε. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ
με ἡ μήτηρ μου. Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας, τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας
σου ἐδήλωσάς μοι. Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι, πλυνεῖς με, καὶ ὑπὲρ
χιόνα λευκανθήσομαι. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην, ἀγαλλιάσονται
ὀστέα τεταπεινωμένα. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας
τὰς ἀνομίας μου ἐξάλειψον. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοί, ὁ Θεός, καὶ πνεῦμα
εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου. Μὴ ἀποῤῥίψῃς με ἀπὸ τοῦ προσώπου σου καὶ
τὸ πνεῦμά σου τὸ ἅγιον μὴ ἀντανέλῃς ἀπ᾿ ἐμοῦ. Ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ
σωτηρίου σου καὶ πνεύματι ἡγεμονικῷ στήριξόν με. Διδάξω ἀνόμους τὰς ὁδούς σου, καὶ
ἀσεβεῖς ἐπὶ σὲ ἐπιστρέψουσι. Ῥῦσαί με ἐξ αἱμάτων, ὁ Θεὸς ὁ Θεὸς τῆς σωτηρίας
μου· ἀγαλλιάσεται ἡ γλῶσσά μου τὴν δικαιοσύνην σου. Κύριε, τὰ χείλη μου
ἀνοίξεις, καὶ τὸ στόμα μου ἀναγγελεῖ τὴν αἴνεσίν σου. Ὅτι εἰ ἠθέλησας θυσίαν, ἔδωκα
ἄν· ὁλοκαυτώματα οὐκ εὐδοκήσεις. Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον, καρδίαν
συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει. Ἀγάθυνον, Κύριε, ἐν
τῇ εὐδοκίᾳ σου τὴν Σιών, καὶ οἰκοδομηθήτω τὰ τείχη Ἱερουσαλήμ· τότε εὐδοκήσεις
θυσίαν δικαιοσύνης, ἀναφορὰν καὶ ὁλοκαυτώματα· τότε ἀνοίσουσιν ἐπὶ τὸ
θυσιαστήριόν σου μόσχους.
Δόξα... Ταῖς τοῦ
σοῦ Προδρόμου...
Καὶ νῦν... Ταῖς τῆς
Θεοτόκου...
Στίχ. Ἐλέησόν με ὁ Θεός...
Στιχηρὸν Ἦχος β'
Ὁ ἐκ κοιλίας μητρὸς ἁγιασθείς, καὶ τῆς προφητείας
δεξάμενος τὸ πλήρωμα, σήμερον ἐκ στείρας γεγέννηται, τοῦ Κυρίου τὴν ἔλευσιν
κηρύττων τρανῶς· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
Ὁ παρών, ποίημα Ἰωάννου τοῦ Δαμασκηνοῦ, φέρων Ἀκροστιχίδα.
Τῷ Προδρόμου γέγηθα νῦν Γενεθλίῳ.
Ὠδὴ α' Ἦχος δ'
Ὁ Εἱρμὸς
Τριστάτας κραταιούς, ὁ τεχθεὶς ἐκ Παρθένου, ἀπαθείας ἐν
βυθῷ, ψυχῆς τὸ τριμερές, καταπόντισον δέομαι, ὅπως σοὶ ὡς ἐν τυμπάνῳ, τῇ
νεκρώσει τοῦ σώματος, ἐπινίκιον ᾄσω μελῴδημα.
Ὡς ὄρθρος εὐπρεπής, τοῦ ἡλίου προτρέχων, στειρευούσης ὁ
βλαστός, κηρύττει ἐμφανῶς, τῆς Παρθένου τὸ κύημα, πάση νῦν τῇ οἰκουμένῃ,
ἀναλάμπειν τοῖς πέρασι, φωτισμὸν εὐσεβείας καὶ χάριτος.
Προφήτης ἀληθῶς, τοῦ Ὑψίστου κληθήσῃ· προπορεύσῃ γὰρ
Χριστοῦ, βοᾷ σοι τῷ υἱῷ, Ἰωάννη πανεύφημε, Πνεύματι ὁ Ζαχαρίας, παναγίῳ
φερόμενος, τὴν ὁδὸν ἑτοιμάσαι τοῦ κτίσαντος.
Ῥημάτων Γαβριήλ, Ζαχαρίας ἀκούσας, ἀγγελίας θεϊκῆς,
ἐδείχθη ἀπειθής, καὶ σιγὴν κατακρίνεται, λύεται δὲ ἄφνω ταύτης· ἡ φωνὴ γὰρ
γεγέννηται, Ἰωάννης τοῦ Λόγου ὁ Πρόδρομος.
Θεοτοκίον
Ἡ πόλις τοῦ Θεοῦ, τὸ τοῦ παμβασιλέως, θεοδόχον εὐαγές,
κειμήλιον σεπτόν, Θεοτόκε πανάμωμε, φρούρησον σὴν κληρουχίαν, τὴν ἀεὶ
εὐφημοῦσάν σε, καὶ γεραίρουσαν πίστει τὸν τόκον σου.
Ἕτερος. Κανών. Ἦχος ὁ αὐτός, οὗ ἡ Ἀκροστιχίς.
Κοινῆς χαρὰς Πρόδρομον εὐφημῶ πόθῳ.
Ἐν δὲ τοῖς Θεοτοκίοις.
Γεωργίου.
Ὠδὴ α' Ἦχος δ'
Ἀνοίξω τὸ στόμα μου
Κοσμεῖται τὴν χάριν νῦν, ἡ Ἐκκλησία τοῦ Πνεύματος, καὶ
καταφαιδρύνεται καὶ ὡραΐζεται, τὴν γενέθλιον, ἡμέραν τοῦ Προδρόμου, εὐφροσύνως
ἄγουσα, καὶ ἀναμέλπουσα.
Ὁ Κήρυξ τῆς χάριτος, καὶ ἑωσφόρου φαιδρότερος, τῆς δόξης
τὸν Ἥλιον, μηνύει σήμερον, καὶ τὴν ἔλλαμψιν, αὐτοῦ νῦν προκηρύττει, ἐν πᾶσι
τοῖς πέρασιν, αὐγάζειν μέλλουσαν.
Νὺξ τῆς ἀθεότητος, ἐν τῇ γεννήσει σου Πρόδρομε, ἐκ γῆς
ἀπελαύνεται, καὶ αἱ τῆς χάριτος, ἐν τοῖς πέρασιν, ἀκτῖνες ἐφαπλοῦνται· σὺ γὰρ
τὸν ἀνέσπερον, μηνύεις ἥλιον.
Θεοτοκίον
Γνῶσιν τῆς συλλήψεως, τῆς σῆς δεικνύει ἡ κύησις, τῆς
στείρας Πανάχραντε, προκαταγγέλλουσα, καὶ μηνύουσα, τὸν ἄσπορόν σου τόκον·
καρπὸν ἐξ ἀκάρπου γάρ, νηδύος ἤνεγκε.
Καταβασία
Ἀνοίξω τὸ στομα μου, καὶ πληρωθήσεται Πνεύματος, καὶ λόγον
ἐρεύξομαι, τῇ Βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω
γηθόμενος, ταύτης τὰ θαύματα.
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν
σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Θεοῦ· οὐ γὰρ ἐστιν Ἅγιος, πλήν σου
φιλάνθρωπε.
Δεσποτικὴ μέν, ἐκ Παρθένου τελεῖται ἡ γέννησις, ἀλλ'
οἰκέτου προσφιλοῦς, ἐκ γηραλέας καὶ στείρας μητρός· εἰκότως προτρέχει γάρ,
θαῦμα τοῦ θαύματος.
Ῥυσσὴ καὶ στεῖρα, τὴν Παρθένον μητέρα ἀσπάζεται, ἐπιγνοῦσα
ἀψευδῶς, τῷ ταύτης τόκῳ ὡς λέλυται, δεσμὰ τῆς στειρώσεως, θείῳ βουλήματι.
Θεοτοκίον
Ἀπειρογάμως, ἡ Θεὸν σαρκωθέντα κυήσασα, τῶν παθῶν ταῖς
προσβολαῖς, κλονούμενόν με στερέωσον· οὐ γὰρ ἐστιν Ἄχραντε, πλήν σου βοήθεια.
Ἕτερος
Τοὺς σοὺς ὑμνολόγους
Ἦχος τῆς ἐκ στείρας σου προόδου, δεσμὰ διαλύσας πατρικῆς,
φωνῆς κηρύττει Ἔνδοξε, λαμπρῶς τῆς ὑπὲρ ἔννοιαν, Χριστοῦ συγκαταβάσεως, τὰ θεῖα
νῦν προμηνύματα.
Στείρας ἐξ ἀκάρπου ἐκβλαστήσας, ὁ τῆς εὐκαρπίας μηνυτής,
τῆς ἐν Χριστῷ ἐξέτεμε, τὴν ἄγονον καὶ ἄκαρπον, ἀξίνῃ τοῦ κηρύγματος,
ἀγνωμοσύνην Ἰουδαίων λαοῦ.
Χάριτος τῆς νέας αἱ ἀκτῖνες, ἐξέλαμψαν σήμερον φαιδρῶς, τῇ
σῇ γεννήσει Πρόδρομε, καὶ παλαιὰ αἰνίγματα, καὶ οἱ σκιώδεις γράμματος,
μεταχωρεῖν τύποι ἀπήρξαντο.
Θεοτοκίον
Ἔλυσεν ὁ τόκος σου Παρθένε, δεσμὰ καταδίκης τῶν βροτῶν, καὶ
ἑαυτῷ συνέδησεν, ἡμᾶς διὰ τῆς χάριτος, ἐπευλογήσας ἅπαντας, τοὺς Θεοτόκον σε
γεραίροντας.
Καταβασία
Τοὺς σοὺς ὑμνολόγους, Θεοτόκε, ἡ ζῶσα καὶ ἄφθονος πηγή,
θίασον συγκροτήσαντας πνευματικόν, στερέωσον· καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων
δόξης ἀξίωσον.
Κάθισμα Ἦχος δ'
Κατεπλάγη Ἰωσὴφ
Ὥσπερ ἥλιος φαιδρός, τῆς Ἐλισάβετ ἐκ γαστρός, ἐξανέτειλεν
ἡμῖν, τοῦ Ζαχαρίου ὁ υἱός, καὶ τοῦ Πατρὸς διαλύει τὴν ἀφωνίαν, καὶ πᾶσι τοῖς
λαοῖς, ἐν παρρησίᾳ πολλῇ· Εὐθύνατε βοᾷ, τὰς τοῦ Κυρίου ὁδούς· καὶ γὰρ αὐτὸς
ἐλεύσεται καὶ σώσει, τοὺς πρὸς αὐτὸν ἐπιστρέφοντας, ὃν προκηρύξας ὦ Ἰωάννη,
ἱκέτευε τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Κατεπλάγησαν Ἁγνή, πάντες Ἀγγέλων οἱ χοροί, τὸ μυστήριον
τῆς σῆς, κυοφορίας τὸ φρικτόν, πῶς ὁ τὰ πάντα συνέχων νεύματι μόνῳ, ἀγκάλαις ὡς
βροτός, ταῖς σαῖς συνέχεται, καὶ δέχεται ἀρχὴν ὁ Προαιώνιος, καὶ γαλουχεῖται,
σύμπασαν, ὁ τρέφων πνοὴν ἀφάτῳ χρηστότητι! καὶ σὲ ὡς ὄντως, Θεοῦ Μητέρα,
εὐφημοῦντες δοξάζουσι.
Ὠδὴ δ' Ὁ Εἱρμὸς
Ὁ καθήμενος ἐν δόξῃ, ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφη,
ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα
Χριστὲ τῇ δυνάμει σου.
Μυστηρίων ἀπορρήτων, προοδεύει μυστήριον, τῇ καινοτομίᾳ,
τῆς θεσμοθεσίας τῆς φύσεως, τῆς ἀρρωστίας ἡ λύσις προμηνύουσα, τὴν διόρθωσιν,
ταύτης Χριστὲ καὶ τὴν θέωσιν.
Ὁ Ἡσαΐας πατρόθεν, τῷ Υἱῷ προεφήτευσε, σαρκωθησομένῳ,
Ἄγγελον βροτὸν τὸν Ἰσάγγελον· Ἰδοὺ ἐγὼ ἀποστέλλω πρὸ προσώπου σου,
προκραυγάζοντα· Δόξα Χριστὲ τῇ δυνάμει σου.
Ὑπηρετῆσαι ὡς δοῦλος τῷ Δεσπότῃ γεγέννημαι· εἰς αὐτὸ γὰρ
ἥκω, τούτου καταγγεῖλαι τὴν ἔλευσιν, ὡς τῆς Παρθένου τὸν τόκον προπιστώσηται,
παραδόξως στειρεύουσα, γραῦς ἐκβλαστήσασα.
Θεοτοκίον
Ἡ Ἁγία Θεοτόκος, ἣν οἰκῆσαι ηὐδόκησεν, ὡς εὐώδη οἶκον,
Λόγος τοῦ Πατρὸς ὁ ὑπέρθεος, οὐ διεφθάρη τὴν μήτραν, οὐκ ὠδίνησε· καὶ γὰρ
τέτοκεν, Ἐμμανουὴλ τόν Θεάνθρωπον.
Ἕτερος
Τὴν ἀνεξιχνίαστον
Ῥεῖθρα ἑτοιμάζουσιν οἱ ποταμοί, καὶ ὁ Ἰορδάνης τὰ νάματα,
προευτρεπίζει, τῷ Δεσπότῃ ἑαυτοῦ, τὸν Βαπτιστὴν θεώμενος, τοῦτον νῦν ἐκ στείρας
τικτόμενον.
Αἱ τῆς ἀγαθότητος τοῦ Ποιητοῦ, δωρεαὶ προκύπτουσιν ἄνωθεν,
τοῦ ἑωσφόρου, διανίσχοντος ἐν γῆ, καὶ τὴν αὐτοῦ ἐπίλαμψιν, καὶ ἐπιδημίαν
κηρύττοντος.
Σάλπιγξ μεγαλόφωνος ἐπὶ τῆς γῆς, σήμερον ἐκ στείρας
προέρχεται ὁ Ἰωάννης, καὶ μηνύει τοῖς βροτοῖς, τὸν Βασιλέα Κύριον, ἐξ ἁγνῆς
ἀφράστως τικτόμενον.
Θεοτοκίον
Ὡς οὖσαν ἐκπλήρωμα τῶν ἐν σκιᾷ, τύπων καὶ συμβόλων
Πανάχραντε, πάντες Προφῆται, σὲ ἀνύμνησαν φωναῖς, προμηνυούσαις ἅπασι τὰ σὰ
μεγαλεῖα καὶ θαύματα.
Καταβασία
Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, τῆς ἐκ τῆς Παρθένου
σαρκώσεως, σοῦ τοῦ Ὑψίστου, ὁ Προφήτης, Ἀββακούμ, κατανοῶν ἐκραύγαζε· Δόξα τῇ
δυνάμει σου Κύριε.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Νῦν ἀναστήσομαι, προφητικῶς ἔφη ὁ Θεός, νῦν ὑψωθήσομαι,
νῦν δοξασθήσομαι, τὸν πεσόντα προσλαβὼν ἐκ τῆς Παρθένου, καὶ πρὸς φῶς τὸ
θαυμαστόν, ἀνυψῶν τῆς ἐμῆς Θεότητος.
Γῆ ἐξανέτειλε, παναληθῆ κήρυκα, φωνὴν πᾶσι κηρύττουσαν,
γλώσσῃ τοῦ Πνεύματος, τῆς Παρθένου τὸν Υἱόν, δικαιοσύνην οὐρανόθεν ἐφ' ἡμᾶς,
διακύπτουσαν ὕλῃ σώματος.
Ἔθετο Κύριος, παναληθῆ λύχνον σε Χριστοῦ, πάντας
φωτίζοντα, μόνους ἐνδύοντα, τοὺς ἐχθραίνοντας αὐτῷ ὡς διπλοΐδα, τὴν αἰσχύνην
ἀψευδῶς, Θεοῦ Λόγον Υἱόν κηρύττοντα.
Γήθεται ἅπασα, κτίσις τῷ σῶ τόκῳ θεϊκῶς· σὺ γὰρ ἐπίγειος,
ἄγγελος Πρόδρομε, καὶ οὐράνιος βροτὸς ἀναδειχθήσῃ, τὸν οὐράνιον Θεόν, προμηνύων
ἡμῖν σαρκούμενον.
Θεοτοκίον
Σοῦ τὰ θαυμάσια, προφητικαὶ ἔφησαν φωναί, ὄρος καλοῦντές
σε, καὶ πύλην ἄχραντε, καὶ λυχνίαν φαεινήν, ἐξ ἧς τὸ φέγγος ἀληθῶς τὸ θαυμαστὸν
φρυκτωρεῖ, Ἁγνὴ κόσμον ἅπαντα.
Ἕτερος
Ἐξέστη τὰ σύμπαντα
Ῥώννυται ἡ πρότερον, φύσις ἐξασθενήσασα, πρὸς τὴν τῶν
καλῶν καρπογονίαν, ἐκ τῆς ἀκάρπου μήτρας τεχθέντος σου, καὶ βροτοῖς, κηρύττεται
ζωή, ἐν τῇ ἀποτέξει σου, παναοίδιμε Πρόδρομε.
Ὁ λύχνος ὁ ἄσβεστος, ἐκ στείρας προερχόμενος, μηνύει τὸν
ἥλιον τῆς δόξης, ἐκ τῆς Παρθένου ἐξανατέλλοντα, πάντας τοὺς ἀνθρώπους τῷ φωτί,
τῆς συγκαταβάσεως, καταυγάζοντα χάριτι.
Δεσμοῦνται πολύφθογγοι, γλῶσσαι τῆς ἀθεότητος, καὶ χείλη
πλατύνονται εἰς δόξαν, τῆς παρουσίας τοῦ τῶν ἁπάντων Θεοῦ, τοῦ Προδρόμου ταύτην
ἐν τῇ γῇ, σήμερον μηνύοντος, καὶ τρανῶς προκηρύττοντος.
Θεοτοκίον
Ῥήμασι τὴν δόξαν σου, ἡ Ἐλισάβετ Ἄχραντε, τοῖς προφητικοῖς
δοξολογοῦσα, τὰ μεγαλεῖα τοῦ θείου τόκου σου, χαίρουσα ἐκήρυττε τρανῶς· σὺ
ὑπάρχεις πάντων γάρ, εὐφροσύνη καὶ καύχημα.
Καταβασία
Ἐξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γὰρ
ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον
Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
Ἦλθον εἰς τὰ βάθη τῆς θαλάσσης, καὶ κατεπόντισέ με,
καταιγὶς πολλῶν ἁμαρτημάτων, ἀλλ' ὡς Θεός, ἐκ φθορᾶς ἀνάγαγε, τὴν ζωήν μου ὡς
φιλάνθρωπος.
Θεὸν Λόγον ἔγνως ὡς Προφήτης, ἐν μητρικῇ νηδύϊ, καὶ τῇ
ταύτης χρησάμενος γλώττῃ, θεολογεῖς, σκοτεινῷ θεώμενος, ἐν θαλάμῳ φῶς
ἀπρόσιτον.
Ἀσιγήτως ὡς φωνὴ βοῶντος, τὸν Λυτρωτὴν τοῦ κόσμου
Βαπτιστά, ἱκετεύων μὴ παύσῃ, τὴν ψυχικὴν διαλῦσαι στείρωσιν, τῶν ὑμνούντων σου
τὴν γέννησιν.
Θεοτοκίον
Ἀστέκτου Θεότητος χωρίον, ἡ καθαρὰ νηδύς σου, ἀναδέδεικται
ὦ Θεοτόκε, ᾗ ἀδεῶς, οὐρανῶν τὰ τάγματα, ἀτενίζειν οὐ δεδύνηνται.
Ἕτερος
Τὴν θείαν ταύτην
Ῥομφαίαν Πρόδρομε δίστομον, τὴν γέννησιν τὴν σὴν ὁ
πολέμιος, ἐχθρὸς ἐδέξατο· σὺ γὰρ τὴν τούτου ἀναίρεσιν, καὶ τὴν ἀνθρώπων ζώωσιν
ἀνεκήρυξας.
Ὁ θεῖος πλοῦτος διέκυψεν, ἐξ ὕψους θεϊκοῦ εἰς τὰ σύμπαντα,
τῆς τῶν βροτῶν ἐμφανῶς, υἱοθεσίας καὶ χάριτος, τοῦ ταύτης τικτομένου σήμερον
κήρυκος.
Μύρα εὐώδη ἡ ἔρημος, ἐκβλύζει νοητῶς τὰ μηνύματα, ἐν τῇ
γεννήσει σου, τῇ ἐκ τῆς στείρας Πανεύφημε, τοῦ ἀκενώτου μύρου εἰσδεχομένη
Χριστοῦ.
Θεοτοκίον
Γνωρίσας μόνην σε Δέσποινα, Μητέρα τοῦ Θεοῦ προεσκίρτησεν,
ὁ θεῖος Πρόδρομος, ἐν τῇ μητρῴᾳ νηδύϊ Ἁγνή, καὶ τὰ σὰ μεγαλεῖα προανεκήρυξε.
Καταβασία
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ
θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα
Θεὸν δοξάζοντες.
Κοντάκιον Ἦχος γ'
Ἡ Παρθένος
Ἡ πρὶν στεῖρα σήμερον, Χριστοῦ τὸν Πρόδρομον τίκτει, καὶ
αὐτὸς τὸ πλήρωμα, πάσης τῆς προφητείας· ὄνπερ γάρ, προανεκήρυξαν οἱ Προφῆται,
τοῦτον δή, ἐν Ἰορδάνῃ χειροθετήσας, ἀνεδείχθη Θεοῦ Λόγου, Προφήτης Κήρυξ ὁμοῦ
καὶ Πρόδρομος.
Ὁ Οἶκος
Εὐφημήσωμεν νῦν τὸν τοῦ Κυρίου Πρόδρομον, ὃν περ τῷ ἱερεῖ
ἡ Ἐλισάβετ ἔτεκεν, ἐκ μήτρας ἀκάρπου, ἀλλ' οὐχὶ ἀσπόρου· Χριστὸς γὰρ μόνος
χώραν διώδευσεν ἀδιόδευτον, ἄσπορον, τὸν Ἰωάννην στεῖρα ἐγέννησεν, ἄνευ δὲ
ἀνδρὸς τοῦτον οὐκ ἔτεκε, τὸν δὲ Ἰησοῦν ἐπισκιάσει Πατρὸς καὶ Πνεύματος θείου,
Παρθένος ἔτεκεν ἁγνή, ἀλλὰ τοῦ ἐκ Παρθένου ἀνεδείχθη ὁ ἐκ στείρας, Προφήτης
Κήρυξ ὁμοῦ καὶ Πρόδρομος.
Συναξάριον
Τῇ ΚΔ' τοῦ αὐτοῦ μηνός, τὸ Γενέθλιον ἑορτάζομεν τοῦ τιμίου
καὶ ἐνδόξου Προφήτου, Προδρόμου καὶ Βαπτιστοῦ Ἰωάννου.
Στίχοι
Ζαχαρία,
χόρευε σὺν τῇ συζύγῳ
Οὐ πολλὰ
μὲν τίκτοντες, ἓν δὲ καὶ μέγα.
Πρόδρομον
ἀμφὶ τετάρτην εἰκάδα γείνατο μήτηρ.
Ταῖς αὐτοῦ Ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
Νέοι τρεῖς ἐν Βαβυλῶνι, πρόσταγμα τυραννικόν, εἰς φλήναφον
θέμενοι, ἐν μέσῳ πυρὸς ἀνεβόων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὑπῆρχε τὸ πρὶν ἐσκοτισμένη, ἅπασα τῶν γηγενῶν, ἡ φύσις ὦ
Πρόδρομε, ἀλλ' ὄρθρος βοῶν ἀνεφάνης· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων
ἡμῶν.
Νοσοῦσαν ἰάσατο τὴν φύσιν, ἅπασαν ἡ εὐκλεής, ἐκ στείρας
σου γέννησις, διδάξασα Πρόδρομε μέλπειν· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν
Πατέρων ἡμῶν.
Γεγέννησαι Πρόδρομε ἐκ στείρας· ἦλθε γὰρ παναληθῶς, τοῦ
νόμου στειρεύοντος, ἡ χάρις Χριστῷ μελῳδοῦσα· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν
Πατέρων ἡμῶν.
Θεοτοκίον
Παρθένε ἁγνὴ εὐλογημένη, πρέσβευε ὑπὲρ ἡμῶν, τῶν
ἱκετευόντων σε· εἰς σὲ γὰρ ἐλπίζομεν πάντες, καὶ σοὶ βοῶμεν· Δέσποινα μὴ
παρίδῃς τοὺς δούλους σου.
Ἕτερος
Οὐκ ἐλάτρευσαν τῇ κτίσει
Ὁ ποιῶν πάντα τῷ Πνεύματι ὡς Κύριος, καὶ Ποιητὴς τοῦ
παντός, ἐκ στειρευούσης καρπόν, παρήγαγε σήμερον, μητρὸς τὸν Πρόδρομον,
προμηνύοντα, καρποφορεῖν τήν ἄκαρπον, τῶν βροτῶν φύσιν τὰ θεῖα.
Νεκρωθεῖσαν τὴν μητρῴαν ὡς ἐζώωσε, μήτραν τῷ τόκῳ σου, ὁ
ζωοδότης Χριστός, διὰ τοῦ κηρύγματος τοῦ σοῦ ἀνέστησε, καὶ ἀνέρρωσε,
νενεκρωμένας Πρόδρομε, τῶν βροτῶν τὰς προσδοκίας.
Ὑπὲρ ἥλιον ἡ ἔρημος φωστῆρά σε, θεῖον Πανεύφημε,
εἰσδεχομένη τερπνῶς, διὰ σοῦ φαιδρύνεται καὶ ὡραΐζεται, καὶ σὺν ἅπασιν, ὑμνολογεῖ
τὸν Κύριον, καὶ Θεόν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἰδεῖν ἄχραντε τὴν δόξαν σου οἱ Δίκαιοι, πάλαι ἐζήτησαν, ἣν
καθορῶμεν ἡμεῖς, καὶ πιστῶς γεραίρομέν σε καὶ κραυγάζομεν· Ὑπερένδοξε,
εὐλογημένος Δέσποινα, ὁ καρπὸς τῆς σῆς κοιλίας.
Καταβασία
Οὐκ ἐλάτρευσαν τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν Κτίσαντα,
ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν
Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Εὐεργέτα Χριστὲ Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς
εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα,
εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Νομοθέτης οἰκέτης ὑπῆρχε Μωσῆς, Ἰησοῦς δὲ Θεὸς Διαθήκης
Καινῆς· νῦν δὲ ἀμφοῖν ὁ Πρόδρομος, μελῳδεῖ ὡς μεσίτης· Πάντα τὰ ἔργα, εὐλογεῖτε
ὑμνεῖτε τὸν Κύριον.
Ἐξ ἐρήμου γαστρὸς τρυγὼν πάρεστιν, ἣν θεόφυτον νῦν ἄλσος
ἤγαγε, τῇ Ἐκκλησίᾳ Πρόδρομος, τοῦ Χριστοῦ καὶ ἐπᾴδει· πάντα τὰ ἔργα, εὐλογεῖτε
ὑμνεῖτε τὸν Κύριον.
Θεοφόρος λαὸς ἔθνος ἅγιον, τὴν τρυγόνα Χριστοῦ
ἐκμιμήσασθε, καὶ μελιρρύτως ᾄσατε, σωφροσύνῃ συζῶντες· Πάντα τὰ ἔργα, εὐλογεῖτε
ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Τὴν Ἁγνὴν καὶ Παρθένον τιμήσωμεν, τὴν τὸν ἄναρχον Λόγον
καὶ ἄκτιστον, ὑπερφυῶς κυήσασαν, εἰς ἡμῶν σωτηρίαν, ᾧ καὶ βοῶμεν· Εὐλογεῖτε τὰ
ἔργα τὸν Κύριον.
Ἕτερος
Παῖδας εὐαγεῖς
Φίλος καὶ Ἀπόστολος τοῦ Κτίστου καὶ κήρυξ καὶ Βαπτιστὴς
καὶ θεῖος Πρόδρομος, μάρτυς καὶ διδάσκαλος, μεσίτης καὶ ἄγγελος, καὶ λειτουργὸς
καὶ πρεσβευτὴς ἡμῶν πανεύφημε, ὑπάρχων, ἐκ τῆς στείρας προῆλθες, ταῦτα
προμηνύων, ἐν λόγοις τε καὶ ἔργοις.
Ἤνοικται ταμεῖα τῶν χαρίτων, τῆς Νέας τε Διαθήκης Χριστοῦ
Πρόδρομε, καὶ θυσιῶν ἔθιμα, ἐν τῇ ἀποτέξει σου, τῶν παλαιῶν ἐκλείσθησαν καὶ
ἀπεπαύθησαν· ὁ νέος δὲ λαὸς ἀναμέλπει, καὶ ὑπερυψοῖ τὸν Χριστὸν εἰς τοὺς
αἰῶνας.
Ὡς ἄνθη τερπνὰ τοῦ θείου λόγου, συμπλέξαντες ἐγκωμίων σοι
τὸν στέφανον, σήμερον προσάγομεν, Πρόδρομε πανεύφημε, καὶ εὐχαρίστως κράζομεν
τῷ στεφοδότη Χριστῷ· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς
αἰῶνας.
Θεοτοκίον
Ὁ πρώην δεσμὸς τῆς ἀφωνίας, ἐλύθη Παρθένε τῇ κυήσει σου,
καὶ χείλη ἠνοίγησαν, εἰς αἶνον τοῦ τόκου σου, αὐτίκα τῶν ποθούντων σε, καὶ
ἐκβοώντων αὐτῷ· Τόν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε εἰς πάντας τοὺς
αἰῶνας.
Καταβασία
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνω, ὁ τόκος τῆς Θεοτόκου
διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν,
ἀγείρει ψάλλουσαν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς
αἰῶνας.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Λόγου Θεοῦ ἄφραστον ἐν σοὶ τελεῖται, ἐμφανῶς Μυστήριον,
Παρθένε ἄχραντε· καὶ γὰρ Θεός, ἐκ σοῦ σεσωμάτωται δι' εὐσπλαγχνίαν· διὸ σε ὡς
Θεοτόκον μεγαλύνομεν.
Ἰδοὺ φωνὴ πρόδρομος ταῖς στειρευούσαις, καὶ ἐρήμοις
πάρεστι καρδίαις μέλπουσα· Ὁδὸν Χριστοῦ νυνὶ ἑτοιμάσατε, ὅτι ἐν δόξῃ ἔρχεται, ᾧ
πειθαρχοῦντες μεγαλύνομεν.
Ὡς πάλαι ἐν Πνεύματι τῷ παναγίῳ, ἐμφανῶς ἐκήρυξας τὸν Υἱὸν
Πρόδρομε, ἀμνὸν Θεοῦ, τοῦ κόσμου τὸν αἴροντα τὴν ἁμαρτίαν, τῇ ποίμνῃ σου τῶν
πταισμάτων λύσιν αἴτησαι.
Θεοτοκίον
Ἡ πάντων δεσπόζουσα τῶν ποιημάτων, τῷ λαῷ σου δώρησαι τὰ
νίκης τρόπαια, τὸν δυσμενῆ τιθεῖσα ὑπόσπονδον τῇ Ἐκκλησίᾳ, ἵνα σε ὡς Θεοτόκον
μεγαλύνωμεν.
Ἕτερος
Ἅπας γηγενὴς
Πύλαι τοῦ φωτός, τοῦ θείου ἀνοίγεσθαι, σήμερον ἄρχονται,
καὶ ἐναποκλείεσθαι, ταμεῖα σκότους προκαταγγέλλεται· ὁ κήρυξ γὰρ καὶ Πρόδρομος
Χριστοῦ εἰς φῶς προελθών, τὸ τοῦ βίου, ταῦτα ἀνεκήρυξε, καὶ πατρῴᾳ φωνῇ
ἐβεβαίωσεν.
Ὄμβρος νοητός, ἀνίκμου νεφέλης δέ, ῥαγεὶς ὁ Πρόδρομος,
ῥεῖθρον τὸ οὐράνιον, τοῦ τῆς εἰρήνης πᾶσιν ἐκήρυξε, ποταμοῦ παραγίνεσθαι εἰς
ἀνακαίνισιν, τῆς ἀνθρώπων, φύσεως ἐν Πνεύματι, τοὺς καρποὺς πληθυνούσης τῆς
χάριτος.
Ὥσπερ οὐρανός, ἄστροις καταυγάζεται καὶ ὡραΐζεται, τοῦ
Προδρόμου σήμερον, ἡ Ἐκκλησία ταῖς θείαις χάρισι, καὶ εὐφημεῖ τὴν γέννησιν
αὐτοῦ δοξάζουσα, καὶ αἰνοῦσα, τὸν τῶν ὅλων Κύριον, δωρεῶν τῶν κρειττόνων ὡς
πρόξενον.
Θεοτοκίον
Ὕδωρ τῆς ζωῆς, ἐκ σοῦ Θεονύμφευτε βλύσαν ὁ Κύριος, ἔπλυνεν
ἡγίασεν, ἡμᾶς τοὺς πίστει εἰσδεξαμένους αὐτόν, καὶ κληρονόμους ἔδειξε τῆς
βασιλείας αὐτοῦ, ἀνυμνοῦντας, τὴν αὐτοῦ χρηστότητα, καὶ σὲ πόθῳ θερμῶς
μεγαλύνοντας.
Καταβασία
Ἅπας γηγενής, σκιρτάτω τῷ πνεύματι λαμπαδουχούμενος,
πανηγυριζέτω δέ, ἀΰλων Νόων φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς
Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνὴ ἀειπάρθενε.
Ἐξαποστειλάριον
Γυναῖκες ἀκουτίσθητε
Τὸ τοῦ Προδρόμου σήμερον, χαροποιὸν Γενέθλιον, τὸ
σκυθρωπὸν διαλύει, τῆς τοῦ πατρὸς ἀφωνίας, καὶ τῆς τεκούσης στείρωσιν, μηνύει
δὲ τὴν μέλλουσαν, χαράν καὶ ἀγαλλίασιν· διὸ καὶ πᾶσα ἡ κτίσις, αὐτὸ φαιδρῶς
ἑορτάζει.
Θεοτοκίον
Προφῆται προεκήρυξαν, Ἀπόστολοι ἐδίδαξαν, καὶ Μάρτυρες
θεοφρόνως, τὸν σὸν Υἱὸν Θεοτόκε, τρανῶς καθωμολόγησαν, Θεὸν τῶν ὅλων πάναγνε,
μεθ' ὧν σε μεγαλύνομεν, οἱ διὰ σοῦ λυτρωθέντες, τῆς παλαιᾶς καταδίκης.
Εἰς τοὺς Αἴνους, Στίχ. Προσόμοια.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
Ὢ τοῦ παραδόξου θαύματος! ἐκ γηραλέας μητρός, Θεοῦ Λόγου
προάγγελος, Ἰωάννης σήμερον, προελθεῖν κατεπείγεται, τὴν δεσμευθεῖσαν γλῶσσαν
τρανότατα, διὰ τοῦ τόκου εὔλαλον δείκνυσιν. Ὢ τῆς ἀφάτου σου, προμηθείας Δέσποτα!
δι' ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος εὔσπλαγχνος.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν γεννητοῖς γυναικῶν, Προφητῶν
τε ὑπέρτερος, μητρικῆς στειρώσεως, διαλύει τὸ ἔγκλημα, ὁ ἐν πνεύματι, καὶ
δυνάμει ἐλθὼν Ἠλιού, ὁδὸν Κυρίου ἑτοιμαζόμενος. Ὢ τῆς ἀφράστου σου,
εὐσπλαγχνίας Δέσποτα! δι' ἧς Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς μόνος
εὔσπλαγχνος.
Ὢ τοῦ παραδόξου θαύματος! ὁ προκηρύξας Χριστοῦ, πρὸς
ἀνθρώπους τὴν κένωσιν, ὑπεράνω δείκνυται, πάντων αὐτοῦ τῇ φωνῇ· Καὶ τῇ τεκούσῃ
λύει τὴν στείρωσιν, δυνάμει θείᾳ καὶ Ζαχαρίου φωνήν· ὢ τῶν μεγάλων σου,
θαυμασίων Δέσποτα! δι' ὧν Χριστέ, σῶσον τοὺς τιμῶντάς σου, τὸν μέγαν Πρόδρομον.
Ὢ τοῦ παραδόξου θαύματος! ἐν γεννητοῖς γυναικῶν, ὁ
Προφήτης καὶ Πρόδρομος, ὑπεράνω δείκνυται, Προφητῶν τε ὑπέρτερος, καὶ παρουσίας
Χριστοῦ προάγγελος, ὁ προσκιρτήσας ἐν τῇ νηδύϊ μητρός. Ὢ τῶν μεγίστων σου,
δωρεῶν φιλάνθρωπε! δι' ὧν Χριστέ, σῶσον τὰς ψυχὰς ἡμῶν, ὡς παντοδύναμος.
Δόξα... Ἦχος πλ. β'
Ἀνατολίου
Ἀστὴρ ἀστέρων Πρόδρομος, στειρωτικῆς ἐκ νηδύος, ἐπὶ γῆς
τίκτεται σήμερον, Ἰωάννης ὁ θεοπόθητος, καὶ Χριστοῦ ἐπιφαίνει τὴν αὐγὴν
ἀνατολὴν τὴν ἐξ ὕψους, εἰς εὐθεῖαν πιστοῖς διάβασιν.
Καὶ νῦν... Θεοτοκίον
Ἦχος πλ. β'
Θεοτόκε, σὺ εἶ ἡ ἄμπελος ἡ ἀληθινή, ἡ βλαστήσασα τὸν
καρπὸν τῆς ζωῆς. Σὲ ἱκετεύομεν, πρέσβευε, Δέσποινα, μετὰ τῶν Ἀποστόλων, καὶ
πάντων τῶν Ἁγίων, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Δοξολογία μεγάλη, καὶ Ἀπόλυσις
Δίδοται καὶ ἅγιον ἔλαιον τοῖς ἀδελφοίς.
Εἰς τὴν Λειτουργίαν, Τυπικά, καὶ ἐκ τῶν Κανόνων τοῦ Ἁγίου, Ὠδὴ γ' καὶ ς'.
Κοινωνικὸν
Εἰς μνημόσυνον αἰώνιον ἔσται Δίκαιος. Ἀλληλούια.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου