Τετάρτη 21 Μαΐου 2014

ΜΗΝΑΙΟ ΜΑΪ. (17)



ΜΑΪΟΥ
ΤΗ ΙΖ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας.
  
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
 Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τῶν Ἀποστόλων γ'.
 Στιχηρὰ τῶν Ἀποστόλων
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
Λόγῳ τὴν ἄλογον ἔπαυσας, τῆς ἀθεΐας φθοράν, ὡς τοῦ Λόγου ὑπήκοος, καὶ κλεινὸς διάκονος, καὶ φωστὴρ διαυγέστατος, τῆς οἰκουμένης, θεομακάριστε· διὸ σε λόγοις, θείοις δοξάζομεν, καὶ τὴν ἁγίαν σου, μνήμην ἑορτάζομεν, περιχαρῶς, αἴνεσιν προσάγοντες, τῷ Παντοκράτορι.
Παῦλος ὁ θεῖος Ἀπόστολος, θείοις ἐπαίνοις ἡμᾶς, ἐκθειάζων λαμπρότατα, τοῖς πιστοῖς παρίστησι, τὴν ὑμῶν γενναιότητα, πρὸ τούτου λέγων, ἀποδειχθῆναι ἡμᾶς, Θεοῦ τοῦ Λόγου, μαθητὰς πάνσοφοι, καὶ συγγενεῖς αὐτοῦ, Ἰουνία πάνσοφε, ὡς ἀληθῶς, μάκαρ τε Ἀνδρόνικε, Θεοῦ θεράποντες.
Πᾶσαν ἱερῷ κηρύγματι, φωταγωγοῦντες τὴν γῆν, τὴν ἀχλὺν ἀπελάσατε, τὴν τῆς ματαιότητος, καὶ πρὸς φῶς ὡδηγήσατε, θεογνωσίας, τοὺς ἐνυπάρχοντας, ἐν σκότει πάλαι, τῆς ἀθεότητος, θεῖοι Ἀπόστολοι, ὁδηγοὶ σωτήριοι, καὶ πρεσβευταί, πάντων τῶν πιστῶς ὑμᾶς, τιμώντων πάντοτε.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς.
 Ἀπολυτίκιον  Ἦχος γ'
πόστολοι Ἅγιοι, πρεσβεύσετε τῷ ἐλεήμονι Θεῷ ἵνα πταισμάτων ἄφεσιν, παράσχῃ ταῖς ψυχαῖς ἡμῶν.
 Καὶ τῆς Ἑορτῆς
Καὶ Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες τῆς Ἑορτῆς καὶ τῶν Ἁγίων.
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.

Αἶνον προσοίσω τῷ σοφῷ Ἀνδρονίκῳ.
Ποίημα Ἰωσήφ.
Ὠδὴ α' Ἦχος πλ. δ'
Ἄσωμεν τῷ Κυρίῳ
Αἶνον Θεῷ προσάγει ἐν τῇ παναγίᾳ Μάκαρ μνήμη σου, ἡ σεπτὴ Ἐκκλησία, τοὺς ἀγῶνάς σου πίστει δοξάζουσα.
θυνας τοῦ νοός σου, πάσας τὰς κινήσεις ἱερώτατε, πρὸς Θεοῦ θελημάτων, ἀποπλήρωσιν χαίρων, Ἀνδρόνικε.
Νόσους ἀποκαθαίρειν, πνεύματα διώκειν πονηρότατα, ἐκ Θεοῦ θείαν χάριν, ἐκομίσω θεόφρον Ἀνδρόνικε.
Θεοτοκίον
μβρισὸν μοι Παρθένε, πάντων τῶν πταισμάτων ἀπολύτρωσιν, καὶ διόρθωσιν βίου, τῇ ἐν σοὶ μεσιτείᾳ καὶ χάριτι.
Ὠδὴ γ'
Οὐκ ἔστιν Ἅγιος
Νεκρώσας τὰ μέλη σου ἀγωνίσμασι, τὴν ζωὴν κατηξίωσαι, τῶν ζώντων θεάσασθαι, ἐπὶ γῆς σαρκοφόρον, Χριστὸν τὸν Θεὸν ἡμῶν, Ἀνδρόνικε Ἀπόστολε.
Πυρίπνοος γέγονας θείου Πνεύματος, καθαρᾷ διανοίᾳ σου, τὴν θέρμην Ἀπόστολε, περιφέρων καὶ φλέγων, τῆς πλάνης τὴν ἄκανθαν, Ἀνδρόνικε πανεύφημε.
ημάτων ὁ φθόγγος σου καὶ ἡ δύναμις, τῶν θαυμάτων ἐπέδραμε, τοῦ κόσμου τὰ πέρατα, μαθητὰ τοῦ Κυρίου, πιστοὺς ἐκδιδάσκουσα χάριν τὴν σωτήριον
Θεοτοκίον
Οὐκ ἔστιν ἄχραντος πλήν σου Δέσποινα, καὶ οὐκ ἔστιν ἄμεμπτος πλήν σου πανάμωμε· τοῦ Θεοῦ γὰρ τῶν ὅλων, χωρίον μόνη ἐχρημάτισας.
Ὁ Εἱρμὸς
Οὐκ ἔστιν, Ἅγιος ὡς ὁ Κύριος καὶ οὐκ ἔστι δίκαιος ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα Κτίσις, οὐκ ἔστι δίκαιος πλήν σου Κύριε.
Κάθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε
θεῖος Ἀνδρόνικος, φωτοειδὴς πεφυκώς, καρδίας ἐφώτισε, θεογνωσίας φωτί, Κυρίῳ προσέρχεσθαι· ὅθεν καὶ μετὰ τέλος, ἀναβλύζει ἰάσεις, πίστει τοῖς προσιοῦσι, τῷ σεπτῷ αὐτοῦ οἴκῳ, καὶ πᾶσιν ἐξαιτεῖται πιστοῖς τὸ μέγα ἔλεος.
Καὶ τῆς Ἑορτῆς 
Ὠδὴ δ'
Ἐξ ὄρους κατασκίου
Σὲ ὡς συγγενῆ, ἀσπάζεται ὁ Παῦλος, ἔναντι πιστῶν, τοὺς θείους σου ἐπαίνους, ἀνακηρύττων Ἀνδρόνικε θεορρῆμον, φωταγωγὲ τῶν εὐφημούντων σε.
Οἶκος γεγονώς, Τριάδος παναγίας, οἴκους καὶ βωμούς, κατέστρεψας τῆς πλάνης, καὶ ἐδομήσω Πανεύφημε ἐκκλησίας, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
σχυσας Θεοῦ, τὸ σθένος περιφέρων, τὰ τοῦ δυνατοῦ, ἁρπάσαι σκεύη μάκαρ, καὶ ἐκτελέσαι τοῦ Πνεύματος τοῦ Ἁγίου, κατοικητήριον Ἀνδρόνικε.
Θεοτοκίον
Σὲ διὰ παντός, Παρθένε Θεοτόκε, πάντες οἱ πιστοί, συμφώνως ἀνυμνοῦμεν, ὡς ἀσφαλῆ καὶ ὑπέρμαχον προστασίαν, καὶ τῶν ψυχῶν ἡμῶν τὴν λύτρωσιν.
Ὠδὴ ε'
Ὁ ἐκ νυκτὸς ἀγνοίας
ς συγγενῆ σε Παύλου, καὶ πρὸ αὐτοῦ μαθητὴν χρηματίσαντα, σὺν αὐτῷ νῦν τιμῶμεν, πίστει συνελθόντες Ἀνδρόνικε.
Τοὺς φωταυγεῖς ἀστέρας, καὶ ἱεροὺς Ἀποστόλους τιμήσωμεν, Ἰουνίαν ἐνθέως, καὶ τὸν θεοφόρον Ἀνδρόνικον.
ς ἐπισήμους ὄντως, ἐν Ἀποστόλοις ὑμᾶς ὁ μακάριος, Παῦλος ἀνακηρύττει, ἐν τῇ Ἐκκλησίᾳ μακάριοι.
Θεοτοκίον
Σὲ παναγία Κόρη, τῶν Προφητῶν ὁ χορὸς προεχάραξεν, ἱεροῖς ἐν συμβόλοις, ἔσεσθαι Κυρίου λοχεύτριαν. 
Ὠδὴ ς'
Χιτῶνά μοι παράσχου
οἶκός σου ἰάσεων πηγάς, τοῖς πόθῳ προστρέχουσι, πηγάζει Ἀπόστολε, ἀποπλύνων ψυχικὰ ἀρρωστήματα.
Φθαρεῖσαν ἀθεΐᾳ τὴν πληθύν, ἐθνῶν ἀνεκαίνισας, νοστίμοις σου δόγμασι, τοῦ ἀφθάρτου Ἰησοῦ φίλε γνήσιε.
ς ἥλιος ἐπέδραμες τὴν γῆν, Ἀνδρόνικε πάνσοφε, τρισήλιον ἄκτιστον, καταγγέλλων τοῖς πιστοῖς φῶς Θεότητος.
Θεοτοκίον
Αἱ θεῖαι τοῦ Δεσπότου ἐπὶ σοί, πορεῖαι ἐγνώσθησαν, τοῦ σάρκα πτωχεύσαντος, καὶ πλουτίσαντος πιστοὺς Ἀπειρόγαμε.
Ὁ Εἱρμὸς
Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος, φῶς ὥσπερ ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.
Κοντάκιον. Τῆς Ἑορτῆς 
Συναξάριον
Τῇ ΙΖ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Ἀποστόλων Ἀνδρονίκου καὶ Ἰουνίας.
Στίχοι
θνη διδάξας Ἀνδρόνικος μυρία,
Πρὸς Χριστὸν ἦλθεν, ὃς καλεῖ πρὸς φῶς ἔθνη.
ουνία τέθνηκε μηνὶ Μαΐῳ,
ς πρῶτός ἐστιν εἰσιὼν Ἰουνίου,
βδομάτῃ δεκάτῃ θάν' Ἰουνίη Ἀνδρόνικός τε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Σολόχωνος, καὶ τῶν σὺν αὐτῷ, Παμφαμὴρ καὶ Παμφυλών.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Ὁ ἐν ἀρχῇ τὴν γῆν
Νόσους δεινὰς καὶ πάσας μαλακίας, ἐκ τῶν ψυχῶν ὁμοῦ καὶ τῶν σωμάτων, ἀποδιώκεις τῶν προστρεχόντων, ἐν τῷ οἴκῳ σου σοφὲ Μαθητὰ τοῦ Χριστοῦ.
Δαιμονικὰς ἐφόδους ἀπελαύνων, πάθη δεινὰ καθαίρεις τῶν ἀνθρώπων, ἐν συμπαθείᾳ Χριστοῦ αὐτόπτα· διὰ τοῦτό σε πιστῶς μακαρίζομεν.
ητορικὴν Σοφὲ ἀδολεσχίαν, καταβαλὼν ἁπλότητι δογμάτων, Θεὸν κηρύττεις σαρκὸς ἐν εἴδει, ὁμιλήσαντα βροτοῖς ἀγαθότητι.
Θεοτοκίον
ἐν γαστρὶ τῆς Παρθένου οἰκήσας, καὶ ἐν αὐτῇ τὸν Ἀδὰμ ἀναπλάσας, εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὠδὴ η'
Τον ἐν ὄρει ἁγίῳ
Νεμομένην κακίας σηπεδόνα, τῶν ἀνθρώπων Ἀνδρόνικε καρδίας, ἅλατι θείῳ ἔστησας δογμάτων σου, καὶ τῷ κενωθέντι, Λόγῳ σῳζομένας, παρέστησας τρισμάκαρ.
ερεύς τε καὶ θύτης καὶ θυσία, τῷ τυθέντι δι' οἶκτον ἐγνωρίσθης, καὶ πρὸς αὐτὸν ἀνέδραμες Ἀνδρόνικε, στέφος ἀφθαρσίας, καὶ δικαιοσύνης, πρὸς τούτου δεδεγμένος.
Κήρυξ θεῖος Ἀπόστολος θεόπτης, καθαιρέτης ξοάνων ἀπωλείας, καὶ πλουτιστὴς ἀπόρων ὤφθης ἔνδοξε, καὶ Σιὼν τῆς ἄνω, μέγιστος οἰκήτωρ, Ἀνδρόνικε θεόφρον.
Θεοτοκίον
ς λαβίδι χερσὶν ἄνθρακα φέρεις, δρόσον θεῖον πηγάζοντα Παρθένε, τοῖς τῷ φλογμῷ τῆς πλάνης κινδυνεύουσι, φλέγοντα δὲ πάθη, τῶν ὑμνολογούντων, αὐτοῦ τήν βασιλείαν.
Ὁ Εἱρμὸς
Τὸν ἐν ὄρει ἁγίῳ δοξασθέντα, καὶ ἐν βάτῳ πυρὶ τὸ τῆς Ἀειπάρθενου, τῷ Μωϋσῇ Μυστήριον γνωρίσαντα, Κύριον ὑμνεῖτε, καὶ δοξολογεῖτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ'
Τὸν προδηλωθέντα
να τῆς ἐκεῖθεν ζωῆς ὀφθῇς κληρονόμος, τοὺς νενεκρωμένους τὸ πρίν, δαιμόνων ἐπηρείαις, ἀνεζώωσας ζωηφόρῳ σου λόγῳ, ἀξιομακάριστε Ἀνδρόνικε.
ς τῆς ἀληθοὺς γεγονὼς ἀμπέλου παμμάκαρ, κλῆμα εὐφορώτατον, οἶνον ἀθανασίας, ἐναπέσταξας, καὶ ἀνθρώπων καρδίας, εὔφρανας πανεύφημε Ἀνδρόνικε.
Σὲ τὸν ἀστραπαῖς φλέξαντα δογμάτων τὴν ὕλην, τῆς πολυθεΐας σαφῶς, καὶ φῶς θεογνωσίας, καταλάμψαντα τοῖς ἐν σκότει τοῦ βίου, πάντες μακαρίζομεν Ἀπόστολε.
ἱερωτάτη σου μνήμη ἐφαπλουμένη, εἰς τὰ πέρατα σήμερον, φωτίζει τὰς καρδίας, τῶν ἐν ταύτῃ σε ἱερῶς ἀνυμνούντων, ἀξιομακάριστε Ἀνδρόνικε.
Θεοτοκίον
Φωτισμὸν ἡμῖν αἴτησαι ἡ τὸ φῶς τεκοῦσα, καὶ ἁμαρτιῶν ἄφεσιν, καὶ ψυχῶν σωτηρίαν, τοῖς εἰδόσι σε ἀληθῆ Θεοτόκον, ἄχραντε Παρθένε παναμώμητε.
Ὁ Εἱρμὸς
Τὸν προδηλωθέντα ἐν ὄρει τῷ νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.

Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Εἰς τὸν Στίχον τῶν Αἴνων, Στιχηρὰ τῆς Ἑορτῆς.
Καὶ τὰ λοιπά, ὡς σύνηθες
Καὶ Ἀπόλυσις


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου