ΙΟΥΝΙΟΥ
ΤΗ Κ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ
Ἁγίου Ἱερομάρτυρος Μεθοδίου, Ἐπισκόπου Πατάρων.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ἔδωκας σημείωσιν
Μέθοδον ἡ μνήμη σου, ἡμῖν σωτήριον φέρουσα, Ἱεράρχα
Μεθόδιε, λαμπρῶς ἐπεδήμησεν, ἐν αὐτῇ· διὸ σε, ἀνυμνολογοῦμεν, ἀνακηρύττοντες
τοὺς σούς, φαιδροὺς ἀγῶνας καὶ τὰ παλαίσματα· δι' ὧν τὸ πολυμήχανον, καὶ
πονηρὸν κατεπάλαισας, καὶ τῆς νίκης διάδημα, ἀνεπλέξω γηθόμενος.
Λόγοις κατεφώτισας, τῆς Ἐκκλησίας τὸ πλήρωμα, θεοφάντορ
Μεθόδιε, ἄθλων δὲ λαμπρότητι, τῆς πολυθεΐας, ἐμείωσας ζόφον, καὶ μεταβέβηκας
πρὸς φῶς, Ἱεροφάντα νῦν τὸ ἀνέσπερον· διό σου τὴν πανέορτον, καὶ φωτοφόρον
πανήγυριν, ἑορτάζομεν σήμερον, εὐσεβείᾳ λαμπόμενοι.
Αἵμασιν ἐπέχρωσας, τὴν Ἱερὰν διπλοΐδα σου, θεοφάντορ Μεθόδιε,
μεθ' ἧς εἰς τὰ ἅγια, τῶν ἁγίων μάκαρ, ἐχώρησας χαίρων, καὶ κατοπτεύεις
τηλαυγῶς, τὴν τῆς Τριάδος θείαν λαμπρότητα, μυούμενος τρανότερον, τὰ ὑπὲρ νοῦν
καὶ διάνοιαν, καὶ θεούμενος ἄριστα, Ἱεράρχα πανόλβιε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Σὲ τὸ καθαρώτατον, τοῦ Βασιλέως παλάτιον, δυσωπῶ
πολύΰμνητε. Τὸν νοῦν μου καθάρισον, τὸν ἐσπιλωμένον, πάσαις ἁμαρτίαις, καὶ
καταγώγιον τερπνόν, τῆς ὑπερθέου Τριάδος ποίησον, ὅπως τὴν δυναστείαν σου, καὶ
τὸ ἀμέτρητον ἔλεος, μεγαλύνω σῳζόμενος, ὁ ἀχρεῖος οἰκέτης σου.
Ἢ Σταυροθεοτοκίον
Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ
λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου; τὶ
σοι ἀχάριστος λαός, ἀνταποδίδωσιν ὧν πεποίηκας, καλῶν αὐτοῖς, καὶ σπεύδεις με,
ἀτεκνωθῆναι παμφίλτατε; Καταπλήττομαι ἔνδοξε, σὴν ἑκούσιον σταύρωσιν.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου οὗτος, οὗ
ἡ Ἀκροστιχίς.
Τῆς ἀρετῆς
μέθοδόν με, πανόλβιε μύστα, δίδαξον.
Θεοφάνους.
Ὠδὴ α' Ἦχος βαρὺς
Νεύσει σου πρὸς γεώδη
Τρίβου συντονωτάτης, πρὸς τὸν Θεὸν με φερούσης, δεικνύων
τὴν μέθοδον, Ἱερομύστα δίδαξον, ὅπως τῆς ἀτελευτήτου, τύχοιμι ζωῆς, ταῖς
πρεσβείαις σου πάνσοφε.
Ἤστραψας φωτοφόρος, ἐν τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ, διτταῖς
λαμπρυνόμενος, Ἱεροφάντα χάρισιν· ὅθεν διπλοῖς σε στεφάνοις, ἱεροπρεπῶς ὁ
Χριστὸς ἐστεφάνωσε.
Στέφει τοῦ μαρτυρίου, Ἱερωσύνης τε μύρῳ, Παμμάκαρ
κοσμούμενος, δι’ ἀμφοτέρων ἤστραψας· ὅθεν τῆς ἀληθεστάτης, καὶ θεοειδοῦς
κληρουχίας τετύχηκας.
Ἄμωμος ὡς θυσία, καὶ Ἱερὰ τῷ Δεσπότη, καὶ ζῶσα καὶ
ἔμψυχος, ἱερουργήθης ἔνδοξε· ὅθεν θυσιαστηρίῳ, τῷ ἐν οὐρανοῖς προσεδέχθης
Μεθόδιε.
Θεοτοκίον
Ῥύστην βροτείου γένους, καὶ λυτρωτὴν καὶ Σωτῆρα, Χριστὸν
ἡμῖν τέτοκας, Παρθενομῆτορ ἄχραντε· ὅθεν σαφῶς σε εἰδότες, πρόξενον ζωῆς
αἰωνίου δοξάζομεν.
Ὠδὴ γ'
Ὁ κατ' ἀρχὰς τοὺς οὐρανοὺς
Ἐπιπολάζουσαν ἰδών, τὴν τοῦ Ὠριγένους ἀπάτην, ὡς ὑπάρχων
ἄριστος ποιμήν, τῷ θείῳ πυρὶ συντόμως ἔφλεξας, πᾶσαν ἐκείνου τὴν ἀχλύν, τὴν
ἀπαστράπτουσαν αἴγλην, ἅψας τῆς σοφίας θεόληπτε.
Τῆς παρθενίας τὸ σεπτόν, καὶ τῆς ἁγνείας τὸ κάλλος, διὰ
πείρας, Ἔνδοξε μαθών, σοφίᾳ τῇ σῇ καὶ λόγων χάριτι, πᾶσι τὴν τούτων καλλονήν,
ὑποδεικνύεις θεόφρον, καὶ τὴν αἰωνίζουσαν φαιδρότητα.
Ἡ τῶν σῶν λόγων ἀστραπή, καὶ ἡ τῆς γνώσεως σάλπιγξ, καὶ
δογμάτων εὔσημος φθογγή, εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν Ὅσιε, πάντας καλοῦσα τοὺς
πιστούς, πρὸς μετουσίαν παμμάκαρ, τῶν ἐπουρανίων ἀπολαύσεων.
Στερεωτέρας ἐδωδῆς, πνευματικῶν συμποσίων, οἱ πλησθέντες
Πάνσοφε τῶν σῶν, τὴν ὄντως τρυφὴν ἐκεῖθεν τρέφονται, τὴν διαμένουσαν ἀεί,
συμφυομένην ἀρρεύστως, καὶ συναυξουμένην τοῖς μετέχουσι.
Θεοτοκίον
Μετὰ τοῦ θείου Γαβριήλ, εὐλογημένη τὸ Χαῖρε, σοὶ Παρθένε
κράζομεν ἀεί· χαρᾶς γὰρ ἡμῖν αἰτία γέγονας, καὶ εὐφροσύνης ἀληθοῦς, τὸν
Λυτρωτὴν καὶ Σωτῆρα, πάντων μετὰ σώματος κυήσασα.
Ὁ Εἱρμὸς
Ὁ κατ' ἀρχὰς τοὺς οὐρανούς, παντοδυνάμῳ σου λόγῳ,
στερεώσας Κύριε Σωτήρ, καὶ τῷ παντουργῷ καὶ θείῳ Πνεύματι, πᾶσαν τὴν δύναμιν
αὐτῶν, ἐν ἀσαλεύτῳ με πέτρᾳ, τῆς ὁμολογίας σου στερέωσον.
Κάθισμα Ἦχος δ'
Ὁ ὑψωθεὶς
Θυσιαστήριον τερπνὸν τὴν καρδίαν, ἀποτελέσας ἐν αὐτῷ
ἀναιμάκτους, Ἱερουργὲ προσήγαγες θυσίας Θεῷ, ἀθλήσας δὲ στερρότατα, καὶ τυθεὶς
προσηνέχθης, θυσία ὦ Μεθόδιε, δι' ἡμᾶς τῷ τυθέντι, ὃν ἐκτενῶς ἱκέτευε ἀεί,
πάντας σωθῆναι, τοὺς πόθῳ ὑμνοῦντάς σε.
Θεοτοκίον
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ
ταπεινοί, καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες, ἐκ βάθους ψυχῆς· Δέσποινα
βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων,
μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην, ἐλπίδα κεκτήμεθα.
Ἢ Σταυροθεοτοκίον
Ἡ παναμώμητος ἀμνὰς καὶ Παρθένος, ὃν ἀπεκύησεν Υἱὸν
ἡπλωμένον, ἐπὶ Σταυροῦ ὡς ἔβλεψεν ὀδύναις τὴν ψυχήν, καιρίαις κατεπλήττετο, καὶ
ἐβόα θρηνοῦσα· Ποῦ σου τέκνον φίλτατον, δωρεῶν καὶ θαυμάτων, μνήμη ὧν
ἀπήλαυσεν, ὁ ἀχάριστος δῆμος; ἀλλ' εἰς τὸ σῶσαι γένος τῶν βροτῶν, ταῦτα νῦν
πάσχεις· Ὑμνῶ σου τὸ εὔσπλαγχνον.
Ὠδὴ δ'
Ὁ πατρικοὺς κόλπους
Εἰς ἀρετῶν σὺ περιωπήν, μαρτυρικῶς τελειωθεὶς διέδραμες,
μεγαλόδωρον ἀντίδοσιν, τῆς ἱερουργίας σου, κομισάμενος Παμμακάριστε.
Θρόνον λαχὼν ἱεραρχικόν (ἱερωτάτην γὰρ ζωὴν ἐκέκτησο), τὴν
ὀρθόδοξον ἐκήρυξας, πίστιν Πανσεβάσμιε, καὶ ἐδίδαξας σοῦ τὸ ποίμνιον.
Ὁ γλυκασμὸς ὁ ψυχωφελής, τῶν σῶν δογμάτων ὡς πηγὴ
προέρχεται, τοὺς μετέχοντας εὐφραίνουσα, καὶ καταγλυκαίνουσα, τὰ τῆς ψυχῆς ἡμῶν
αἰσθητήρια.
Διαφανὲς ὡς ἔσοπτρον Θεοῦ, θείας ἐμφάσεις ἀπλανῶς
δεχόμενος, ἀναδέδειξαι Μεθόδιε· δι' εὐτονωτέρας γάρ, σεαυτὸν σπουδῆς
ἀπεστίλβωοας.
Ὁ πατρικοὺς κόλπους μὴ λιπών, καὶ ἐκ Παρθένου σαρκωθείς,
Χριστὸς ὁ Θεός, διαφύλαξον τὴν ποίμνην σου, τῆς οἰκονομίας σου, προσκυνοῦσαν τὰ
θεῖα σύμβολα.
Ὠδὴ ε'
Κύριε ὁ Θεός μου
Νέκρωσιν ζωηφόρον, ἐνεδύσω Πάτερ πρὸ τελευτῆς σου, καὶ
ξίφει τεμνόμενος, τῷ τοῦ μαρτυρίου σου, πρὸς ζωὴν ἀπειροπλασίως, μετετέθης
ἔνδοξε κρείττονα.
Μύστα τῶν ἀπορρήτων, κοινωνὲ τῆς ἄνω χοροστασίας, τοὺς
πόθῳ τιμῶντάς σε, σῶσον Παναοίδιμε, πειρασμῶν δεινῶν τὰς ἐφόδους, διαλύων ταῖς
ἱκεσίαις σου.
Ἔχων πρὸς τὸν Δεσπότην, παρρησίαν Πάτερ, οὗ καὶ τὸ πάθος,
προθύμως ἐζήλωσας, διὰ τῶν ἀγώνων σου, τοῖς πιστοῖς τὴν θείαν εἰρήνην, καὶ
γαλήνην αἴτησαι πάνσοφε.
Πρῶτον ἱερουργήσας, τὸν ἀμνὸν Θεοῦ τὸν τὰς ἁμαρτίας, τοῦ
κόσμου καθαίροντα, ὕστερον θυόμενος, λογικὴ καὶ ζῶσα θυσία, προσηνέχθης τούτῳ
Μεθόδιε.
Θεοτοκίον
Ἄχραντε Θεοτόκε, τὴν ἐμὴν ψυχὴν τὴν ἐσκοτισμένην, δοχεῖον
ὑπάρξασα, τοῦ ἀκαταλήπτου φωτός, καὶ ναὸς τῆς θείας ἀκτῖνος, τῷ φωτί σου
λάμπρυνον δέομαι.
Ὠδὴ ς'
Ναυτιῶν τῷ σάλῳ
Νυσταγμὸν βλεφάροις, καὶ τοῖς ὀφθαλμοὶς δέ σου ὕπνον,
Παμμάκαρ οὐκ ἔδωκας ἕως πάντων, τῶν παθημάτων σαυτὸν ἠλευθέρωσας καὶ χωρητικὸν
ναὸν εἰργάσω, τῆς ἀκτινοβόλου ἀστραπῆς τοῦ Πνεύματος.
Ὁλικῶς τῇ θείᾳ, καὶ θεοειδεῖ λαμπηδόνι, θεόφρον ἑνούμενος
τῆς ἐνθέου, Ἱερωσύνης κανὼν ἐχρημάτισας, καὶ πρὸς τὸν Θεὸν μεσίτης, ὤφθης,
πάσης Ἐκκλησίας τῶν πιστῶν Μεθόδιε.
Λαμπροτάτῳ βίῳ, ἡ φωτιστικὴ συνελθοῦσα, τῶν ὄντων
κατάληψις θεορρῆμον, φωτὸς λαμπτῆρα τῷ κόσμῳ σε ἔδειξε, τὴν αἱρετικὴν
ἀδολεσχίαν, καὶ τῆς ἀθεΐας τὴν ἀχλύν διώκοντα.
Θεοτοκίον
Βασιλίδα πάντων, σὲ τῶν γεγονότων εἰδότες, Θεὸν ὡς
γεννήσασαν, Θεομῆτορ τὸν ἐκ μὴ ὄντων, τὰ πάντα ποιήσαντα, τὴν χαρμονικὴν
ὑμνολογίαν, μετὰ τοῦ ἀγγέλου Γαβριὴλ σοι κράζομεν.
Ὁ Εἱρμὸς
Ναυτιῶν τῷ σάλῳ, τῶν βιωτικῶν μελημάτων, συμπλόοις
ποντούμενον ἁμαρτίαις, καὶ ψυχοφθόρῳ θηρὶ προσριπτούμενον, ὡς ὁ Ἰωνᾶς Χριστὲ
βοῶ σοι· Ἐκ θανατηφόρου με βυθοῦ ἀνάγαγε.
Συναξάριον
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος
Μεθοδίου, Ἐπισκόπου Πατάρων.
Στίχοι
Μέθοδον
Μεθόδιος βίου πρὸς βίον,
Μεθεὶς
ὁδεύει, οὗ μέθοδος οὐ πέλει.
Εἰκάδι
ἀρχιθύτην Μεθόδιον ἄορ κατέπεφνεν.
Ταῖς αὐτοῦ ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Οἱ ἐν καμίνῳ τοῦ πυρὸς
Ἱερωμένος θεόφρον, καὶ Μαρτύρων τῆς ἀληθείας, φαιδρῶς
ἐκλάμπων ἐν αἵματι, σὺν αὐτοῖς τῷ Δεσπότῃ μέλπεις ἀπαύστως· Εὐλογητὸς εἶ Κύριε,
ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ἐστηριγμένος τῇ πίστει, τῶν εἰδώλων ἔσβεσας φλόγα, ῥοαῖς
ἁγίων αἱμάτων σου, διὰ τῆς μαρτυρίας οὕτω κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς
ὁ τῶν Πατέρων ἡμῶν.
Μεμυημένος τὰ θεῖα, θεωρίᾳ τῇ ἀνωτάτῃ, τὸν νοῦν πανσόφως
ἐτράνωσας, τοῖς πιστῶς μελῳδοῦσι συνανακράζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν
Πατέρων ἡμῶν.
Θεοτοκίον
Ὑμνολογίαις δοξάζει, τὸν σὸν τόκον πᾶσα κτίσις, Θεὸν
Παρθένε γινώσκουσα, καὶ σεπτῶς προσκυνοῦσα τούτῳ κραυγάζει· Εὐλογητὸς εἶ Κύριε,
ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Ὠδὴ η'
Τὸν μόνον ἄναρχον
Σὲ τὸν ἀόρατον, ὡς ὁρῶν ἐκαρτέρει, τοὺς τῶν τυράννων
αἰκισμοὺς ὁ θεόφρων, καὶ στέφανον ἀνεδήσατο μέλπων· Ὑμνεῖτε ἱερεῖς, λαὸς
ὑπερυψοῦτε, αὐτὸν εἰς τούς αἰῶνας.
Τὴν ἀδιάδοχον, τοῦ Χριστοῦ βασιλείαν, εἰλικρινῶς ἐπιποθῶν
Ἱεράρχα, τὴν ταύτην σοι προξενοῦσαν ὁδεύεις τρίβον, κραυγάζων τῷ Χριστῷ· Λαὸς
ὑπερυψοῦτε, αὐτόν εἰς τοὺς αἰῶνας.
Ἀπειροπλάσιον, ὁ Χριστὸς σοι παρέσχε, τῶν σῶν καμάτων τὸν
μισθὸν θεοφόρε, διάνοιαν ὑπερβαίνοντα πᾶσαν, ὑμνοῦντι εὐσεβῶς, αὐτοῦ τὴν
βασιλείαν, εἰς πάντας τοὺς αἰῶνας.
Δογμάτων πέλαγος, καὶ πυξίον δογμάτων, καὶ θεωρίας ὑψηλὸν
θησαυρὸν σε, γινώσκομεν καὶ αἰσθήσεως θρόνον, ὑμνοῦντες εὐσεβῶς· Λαὸς
ὑπερυψοῦτε, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Ἱκέτης Πάναγνε, σοὶ προσέρχομαι πίστει, τῇ συλλαβούσῃ τὸν
τῶν ὅλων Δεσπότην, Νῦν σῶσόν με διωγμῶν καὶ κινδύνων, ὑμνοῦντα εὐσεβῶς, Θεὸν
τὸν σαρκωθέντα, ἐκ σοῦ ἀνερμηνεύτως.
Ὁ Εἱρμὸς
Τὸν μόνον
ἄναρχον, Βασιλέα τῆς δόξης, ὃν εὐλογοῦσιν οὐρανῶν αἱ Δυνάμεις, καὶ φρίττουσι
τῶν Ἀγγέλων αἱ τάξεις· ὑμνεῖτε Ἱερεῖς, λαὸς ὑπερυψοῦτε, αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ'
Μήτηρ Θεοῦ καὶ Παρθένος
Διαπαντὸς τὸν Χριστὸν ἱκέτευε, θεομακάριστε Πάτερ, τῶν
αἱρέσεων παῦσαι, τὰ καθ᾽ ἡμῶν μηχανουργήματα, καὶ τὸν νῦν ζόφον ἐκ μέσου
ποιῆσαι· ὡς γὰρ Ἱεράρχης, δυνατὸς πρέσβυς πέφηνας.
Ἀπὸ τῆς γῆς πρὸς τὴν ἐπουράνιον, διαγωγὴν μετετέθης,
λειτουργίας γέρας, τοῦτο λαβών, καὶ τῆς ἀθλήσεως, ἔνθα ζωῆς ἀκηράτου μετέχων,
συνδιαιωνίζειν τῷ Χριστῷ κατηξίωσαι.
Ξύλου ζωῆς τὸν καρπὸν ἐτρύγησας, τῆς ἀθανάτου Παμμάκαρ,
τῆς ζωῆς τῶν ἀνθρώπων, τὸν ἀρχηγὸν ἐμπορευσάμενος, οὗ τῆς χαρᾶς ἀπολαύων
πλουσίως, ὑπὲρ τῶν ὑμνούντων σε, πιστῶς ἐκδυσώπησον.
Ὅλον τὸν νοῦν ἀνατείνων Ὅσιε, διὰ χρηστότητος βίου, τῆς
Χριστοῦ θεωρίας, καὶ τῆς τερπνῆς ἀγαλλιάσεως, κατηξιώθης ὡς Ἱερομάρτυς, ὡς
ὑφηγητὴς τῆς εὐσεβείας καὶ πρόμαχος.
Θεοτοκίον
Νόμου καινοῦ κιβωτὸν καλοῦμέν σε, καὶ θεοχάρακτον πλάκα,
ἐν ᾗ ὁ Λόγος ἐγράφη, ὁ τοῦ Θεοῦ βροτὸς γενόμενος, διὰ τὸ σῶσαι τὸν κόσμον ἐκ
πλάνης, κεχαριτωμένη Θεοτόκε πανύμνητε.
Ὁ Εἱρμὸς
Μήτηρ Θεοῦ καὶ Παρθένος τεκοῦσα, καὶ παρθενεύουσα πάλιν,
οὐχὶ φύσεως ἔργον, ἀλλὰ Θεοῦ συγκαταβάσεως· ὅθεν ὡς μόνην τῶν θείων θαυμάτων,
καταξιωθεῖσάν σε ἀεὶ μεγαλύνομεν.
Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου