Τετάρτη 21 Μαΐου 2014

ΜΗΝΑΙΟ ΑΠΡ. (20)



ΑΠΡΙΛΙΟΥ
ΤΗ Κ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
 Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Τριχινᾶ.

 ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
σιε Πάτερ Θεόδωρε, δῶρον Θεοῦ ἐκλεκτόν, σεαυτὸν προσενήνοχας, ἀγρυπνίαν πάννυχον, καὶ ἀγάπην στησάμενος, μελέτην θείαν, ἄκραν ταπείνωσιν, ἐλπίδα, πίστιν καὶ καθαρότητα, ἄκραν συμπάθειαν, ἀληθῆ ἐγκράτειαν, καὶ προσευχήν, στῦλον σε δεικνύουσαν, φωτοειδέστατον.
Πάτερ θεόφρον Θεόδωρε, καταστολὴν ἀληθῆ, καὶ σωτήριον ἔνδυμα, εὐσεβεῖ φρονήματι, ἐκζητῶν ἐπενδύσασθαι, τῷ ἐκ τριχίνων ῥακίῳ πάντοτε, σοῦ τὸ σαρκίον, σκέπειν οὐκ ἔλιπες, καὶ ἀπεγύμνωσας, τοῦ ἡμᾶς γυμνώσαντος, τὰς μηχανάς, σθένει δυναμούμενος, τοῦ θείου Πνεύματος.
Τῷ σαρκωθέντι Θεῷ ἡμῶν, ἐκ παναμώμου Μητρός, δι' ἡμᾶς τε πτωχεύσαντι, ὡς πτωχὸν τῷ πνεύματι, σεαυτὸν προσενήνοχας, θυσίαν ζῶσαν, καὶ ὁλοκάρπωμα, σεπτόν παμμάκαρ, καὶ δῶρον τίμιον· ὅθεν καὶ ἔλαβες, οὐρανῶν ἀπόλαυσιν, πρὸς ὃν ἀεί, πρέσβευε δεόμεθα, τοῦ ἐλεῆσαι ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ποίοις ὀφθαλμοῖς θεάσωμαι, ἁγίαν ὄψιν τὴν σήν, ὁ μολύνας τοῖς πάθεσι, τῆς σαρκὸς τὰ ὄμματα; ἢ πῶς πάλιν ἀσπάσωμαι, τὴν σὴν εἰκόνα, τὴν θεοτύπωτον, βέβηλα χείλη, ἔχων ὁ ἄθλιος; πῶς δὲ ἐκτείνω μου, πρὸς τὴν θείαν χάριν σου, ὁ ἐναγής, χεῖρας ἃς ἠχρείωσα; Δέσποινα σῶσόν με.
Ἢ Σταυροθεοτοκίον
λιος ἰδών σε ἔφριξεν, ἐπὶ Σταυροῦ Ἰησοῦ, ἡπλωμένον θελήματι, ἡ δὲ γῆ ἐσείετο, καὶ πέτραι διερρήγνυντο, καὶ τὰ μνημεῖα φόβῳ ἠνοίγοντο, καὶ αἱ Δυνάμεις πᾶσαι ἐξίσταντο, ἡ δὲ τεκοῦσά σε, ἀπειράνδρως βλέπουσα, μετ' οἰμωγῆς· Οἴμοι! ἀνεκραύγαζε, τὶ τὸ ὁρώμενον;
Ἀπολυτίκιον Ἦχος πλ. δ'
ν σοὶ Πάτερ ἀκριβῶς διεσώθη τὸ κατ' εἰκόνα· λαβὼν γὰρ τὸν Σταυρόν, ἠκολούθησας τῷ Χριστῷ, καὶ πράττων ἐδίδασκες, ὑπερορᾶν μὲν σαρκός, παρέρχεται γάρ· ἐπιμελεῖσθαι δὲ ψυχῆς, πράγματος ἀθανάτου· διὸ καὶ μετὰ Ἀγγέλων συναγάλλεται, Ὅσιε Ἰωάννη τὸ πνεῦμά σου.
Καὶ Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες τῆς ἡμέρας, καὶ τοῦ Ἁγίου ὁ παρών.
Ὠδὴ α' Ἦχος δ' Ὁ Εἱρμὸς
Θαλάσσης, τὸ ἐρυθραῖον πέλαγος, ἀβρόχοις ἴχνεσιν, ὁ παλαιὸς πεζεύσας Ἰσραήλ, σταυροτύποις Μωσέως χερσί, τοῦ Ἀμαλὴκ τὴν δύναμιν, ἐν τῇ ἐρήμῳ ἐτροπώσατο.
Τὰ ἄνθη τῶν ἀρετῶν προβάλλεται, ἡ μνήμη σήμερον, τοῦ θεοφόρου πᾶσι τοῖς πιστοίς, εὐωδίαν ἐκπέμποντα, τὴν μυστικὴν τοῦ Πνεύματος, καὶ τῶν θαυμάτων τὰ παράδοξα.
ομφαίᾳ, τῇ νοητῇ Θεόδωρε, τὰς τῶν παθῶν προσβολάς, σὺ διακόψας ἦρας κατ αὐτῶν, νικητήρια Ὅσιε· ὅθεν θαυμάτων χάρισι, καὶ ἰαμάτων ἐστεφάνωσαι.
Ποθήσας, τὴν τοῦ Κυρίου Ὅσιε, πτωχείαν ἅπασαν, τὴν γεηρὰν καὶ πρόσκαιρον σαφῶς, ἐβδελύξω Θεόδωρε, δόξαν· διὸ καὶ ἔτυχες, δόξης ἀφθάρτου καὶ φαιδρότητος.
Θεοτοκίον
σπόρως, τῷ τοῦ Πατρὸς βουλήματι, ἐκ θείου Πνεύματος, τὸν τοῦ Θεοῦ συνείληφας Υἱόν, καὶ σαρκὶ ἀπεκύησας, τὸν ἐκ Πατρὸς ἀμήτορα, καὶ δι' ἡμᾶς ἐκ σοῦ ἀπάτορα.
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Εὐφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
Τοὺς θῆρας τοὺς τῆς σαρκός, δι' ἐγκρατείας ἐνεργοὺς ἔκτεινας, καὶ τῆς ψυχῆς Ὅσιε, πάσας τὰς δυνάμεις ἐτράνωσας.
Οἱ πόνοι σου ἐν κλαυθμῷ, κατασπειρόμενοι Σοφὲ ἔδωκαν, ὄντως καρπὸν εὔσταχυν, τῷ Παμβασιλεῖ προσφερόμενον.
Οὐκ ἔδωκας νυσταγμόν, τοῖς σοῖς βλεφάροις ἀληθῶς Ὅσιε, ἕως Θεοῦ σκήνωμα, μάκαρ σεαυτὸν ἀπετέλεσας.
Θεοτοκίον
Σὺ μόνη τοῖς ἐπὶ γῆς, τῶν ὑπὲρ φύσιν ἀγαθῶν πρόξενος, Μήτηρ Θεοῦ γέγονας· ὅθεν σοι τὸ Χαῖρε προσάγομεν.
Κάθισμα Ἦχος δ' Ὁ ὑψωθεὶς
ς καθαρὸς τῷ καθαρῷ προσπελάσας, διὰ συντόνου προσευχῆς καὶ ἁγνείας, καθηγιάσθης Πνεύματι Θεόδωρε· ὅθεν σὺν Ἀγγέλοις νῦν, αὐλιζόμενος μέλπεις, ὕμνον τόν τρισάγιον, τῷ τῶν ὅλων Δεσπότῃ, πρὸς ὃν δυσώπει Ὅσιε ἀεί, τοῦ ἐλεῆσαι τοὺς πόθῳ ὑμνοῦντάς σε.
Θεοτοκίον
Τῇ Θεοτόκῳ ἐκτενῶς νῦν προσδράμωμεν, ἁμαρτωλοὶ καὶ ταπεινοὶ καὶ προσπέσωμεν, ἐν μετανοίᾳ κράζοντες ἐκ βάθους ψυχῆς· Δέσποινα βοήθησον, ἐφ' ἡμῖν σπλαγχνισθεῖσα, σπεῦσον ἀπολλύμεθα, ὑπὸ πλήθους πταισμάτων, μὴ ἀποστρέψῃς σοὺς δούλους κενούς· σὲ γὰρ καὶ μόνην ἐλπίδα κεκτήμεθα.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἐξ ἀνάρχου τοῦ Πατρὸς γεννηθέντα, ἡ ἐπ' ἐσχάτων σε σαρκὶ τετοκυῖα, ἐπὶ σταυροῦ κρεμάμενον ὁρῶσα Χριστέ· Οἴμοι! ἀνεκραύγαζε, ποθεινότατον Τέκνον, τὶ σοι ἀνταπέδωκε, τῶν Ἑβραίων ὁ δῆμος; Ἀλλὰ ἀνάστηθι καὶ σῷζε τοὺς εἰς σέ, πεπιστευκότας ὡς μόνος φιλάνθρωπος.
Ὠδὴ δ' Ὁ Εἱρμὸς
παρθέντα σε ἰδοῦσα ἡ Ἐκκλησία, ἐπὶ Σταυροῦ τὸν Ἥλιον τῆς δικαιοσύνης, ἔστη ἐν τῇ τάξει αὐτῆς, εἰκότως κραυγάζουσα· Δόξα τῇ δυνάμει σου Κύριε.
Συνηυξήθησαν τῷ σώματί σου θεόφρον, τῶν ἀρετῶν τὰ κάλλη· ὅθεν ὥσπερ φοίνιξ, ἤνθησας Θεόδωρε, καρποὺς προβαλλόμενος, γλυκασμὸν τῇ ποίμνῃ σου βρύοντας.
πενέκρωσας τὰ πάθη δι' ἐγκρατείας, καὶ τοῦ Ἁγίου Πνεύματος, ὤφθης θεοφόρε, θεῖον οἰκητήριον, δι' οὗ πᾶσιν ἔβλυσας, τὰ τῶν ἰαμάτων χαρίσματα.
ν πτωχείᾳ τῇ τοῦ πνεύματος καὶ στενώσει, Πάτερ ἀεὶ διάγων, ῥάκεσι τὸ σῶμα, τριχίνοις ἐκάλυπτες, πρὸς πλοῦτον τὸν ἄφθαρτον μόνον ἀφορῶν καὶ ἀΐδιον.
Θεοτοκίον
πειρογάμως ἐκύησας ὦ Παρθένε, καὶ μετὰ τόκον ὤφθης, παρθενεύουσα πάλιν· ὅθεν ἀσιγήτοις φωναῖς, τὸ Χαῖρέ σοι Δέσποινα, πίστει ἀδιστάκτῳ κραυγάζομεν.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Σὺ Κύριέ μου φῶς, εἰς τὸν κόσμον ἐλήλυθας, φῶς ἅγιον ἐπιστρέφον, ἐκ ζοφώδους ἀγνοίας τοὺς πίστει ἀνυμνοῦντάς σε.
Σὺ Κύριε τὸν σόν, ἀσκητὴν ἐκραταίωσας, σὺ δύναμιν καὶ ἀνδρείαν, περιέζωσας τοῦτον, κατὰ τοῦ πολεμήτορος.
Σὲ Κύριε ποθῶν, ἐν ἀσκήσει ὁ Ὅσιος, σοὶ ἄμωμον ὥσπερ θῦμα, ἑαυτὸν ἐγκρατείας, πυρὶ σαφῶς προσήγαγεν.
ν δίψει καὶ λιμῷ, ἐκζητήσας τὸν Κύριον, Θεόδωρε τοῦ χειμάρρου, τῆς τρυφῆς ἀπολαύεις, Ὁσίων σὺν τοῖς τάγμασι.
Θεοτοκίον
Σὲ ὅπλον ἀρραγές, κατ᾽ ἐχθρῶν προβαλλόμεθα, σὲ ἄγκυραν καὶ ἐλπίδα, τῆς ἡμῶν σωτηρίας, Θεόνυμφε κεκτήμεθα.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Τὰ βέλη, τὰ τοῦ ἐχθροῦ συνέτριψας Ὅσιε, τῆς ταπεινώσεως ὅπλοις, κατ' αὐτοῦ χρησάμενος, καὶ τὴν νίκην, συνεργείᾳ, τοῦ Χριστοῦ ἐκομίσω Θεόδωρε.
Τὰ πάθη, τῶν πειρασμῶν ὡς κύματα Ὅσιε, τῆς ἐγκρατείας ἱδρῶτι ἐν τῇ καρτερίᾳ Πάτερ αἰσίως, ἀπεκρούσω, τῇ γαλήνῃ Χριστοῦ κυβερνώμενος.
ληστον, τὴν τοῦ θανάτου ὥραν ποιούμενος, ἐν στεναγμοῖς καὶ δακρύοις, διετέλεις Πάτερ λούων τὴν κλίνην, καὶ ἐν φόβῳ, τῷ Κυρίῳ δουλεύων ἑκάστοτε.
Θεοτοκίον
θαῦμα, τῶν ἁπάντων θαυμάτων καινότερον! ὅτι Παρθένος ἐν μήτρᾳ, τὸν τὰ σύμπαντα περιέποντα, ἀπειράνδρως συλλαβοῦσα, οὐκ ἐστενοχώρησεν.
Συναξάριον
Τῇ Κ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοδώρου τοῦ Τριχινᾶ.
Στίχοι
Θνῄσκεις, ὁ πλήξας τριχίνῃ στολῇ Πάτερ,
Τὸν ἐνδύσαντα τοὺς γενάρχας φυλλίνην.
Εἰκάδι σός, Θεόδωρε, λίπ' ὀστέα θυμὸς ἀγήνωρ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Βίκτωρος, Ζωτικοῦ, Ζήνωνος, Ἀκινδύνου, Καισαρίου, Σεβηριανοῦ, Χριστοφόρου, Θεωνᾶ καὶ Ἀντωνίνου.
Στίχοι
Σὺν Ἀκινδύνῳ τέσσαρας κτείνει ξίφος,
Τὸν ἐκ πλάνης κίνδυνον ἐκπεφευγότας.
Καμινιαίας αἰθάλης πεπλησμένοι,
Χριστῷ προσῆλθον οἱ περὶ Χριστοφόρον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου Πατρὸς ἡμῶν Ἰωάννου τοῦ Παλαιολαυρίτου.
Στίχοι
Νέον τι κέρδος, τὸν Παλαιολαυρίτην,
ωάννην, χαίρουσιν εὑρόντες νόες.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἀναστασίου Ἀντιοχείας.
Στίχοι
ναστάσιε, σοῦ δὲ τί γράψω χάριν,
Χριστοῦ χάριν σπεύδοντος ἐκθανεῖν ξίφει;
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἀποστόλου Ζακχαίου.
Στίχοι
Οὐχὶ κατάβα, ἀλλ' ἀνάβα σοι λέγει,
Ζακχαῖε, Χριστὸς προσκαλῶν σε εἰς πόλον.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
ν τῇ καμίνῳ Ἀβραμιαῖοι Παῖδες τῇ Περσικῇ πόθῳ εὐσεβείας μᾶλλον ἢ τῇ φλογί, πυρπολούμενοι ἐκραύγαζον· Εὐλογημένος εἶ, ἐν τῷ ναῷ τῆς δόξης σου Κύριε.
θεία χάρις, ἡ ἐν καμίνῳ πάλαι δρόσον Παισί, δοῦσα, αὕτη Πάτερ τὴν τῶν παθῶν, κατεμάρανέ σοι κάμινον, ὡς νεφέλη σοι, ἀναψύξεως ὄμβρον ἐκχέασα.
ν τοῖς ἱδρῶσι, τὰ τῶν δακρύων Πάτερ ῥεῖθρα σοφέ, μίξας, κολυμβήθραν χάριτι τοῦ Χριστοῦ, ἀπειργάσω ταῦτα Ὅσιε, ἐν ᾗ λουσάμενος, τῶν παθῶν τὰς κηλῖδας ἀπέσμηξας
ν τῇ καμίνῳ τῇ τῶν δακρύων πάθη φλέξας σαρκός, ὅλος καθαρὸς ὑπέρλαμπρος ὡς χρυσός, ἀνεδείχθης θείαις χάρισι, Πάτερ Θεόδωρε, ἀποστίλβων εἰς δόξαν Θεοῦ ἡμῶν.
Θεοτοκίον
Τὸ τοῦ Ὑψίστου, ἡγιασμένον θεῖον σκήνωμα, χαῖρε· διὰ σοῦ γὰρ δέδοται ἡ χαρά, Θεοτόκε τοῖς κραυγάζουσιν· Εὐλογημένη σύ, ἐν γυναιξὶ πανάμωμε Δέσποινα.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Χεῖρας ἐκπετάσας Δανιήλ, λεόντων χάσματα, ἐν λάκκῳ ἔφραξε, πυρὸς δὲ δύναμιν ἔσβεσαν, ἀρετὴν περιζωσάμενοι, οἱ εὐσεβείας ἐρασταί, Παῖδες κραυγάζοντες· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
νθεσι κοσμούμενος σοφέ, τῶν ἀρετῶν νοητῶς, τὴν εὐωδίαν αὐτῶν, ἐν κόσμῳ ἔπνευσας Ὅσιε· καὶ τὰ μύρα τῶν θαυμάτων σου, πᾶσιν ἐκπέμπεις τοῖς πιστοῖς, Χριστῷ κραυγάζουσιν· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
Χεῖρας ἐκπετάσας πρὸς Θεόν, τοὺς θῆρας Ὅσιε, τοὺς νοητοὺς προσευχαῖς, κατὰ σοῦ αἴροντας στόματα, ἀπεφίμωσας καὶ ἔψαλλες, ἐν διανοίᾳ καθαρᾷ, Πάτερ γηθόμενος· Εὐλογεῖτε, πάντα τὰ ἔργα Κυρίου τὸν Κύριον.
ρθης ἀπὸ γῆς πρὸς οὐρανόν, Πάτερ Θεόδωρε, ἀντὶ στενώσεως, πρὸς πλάτος ἄπειρον Ὅσιε, ἐν Ἁγίων τοῖς σκηνώμασιν, ἀντὶ ῥακίων εὐτελῶν, βύσσῳ κοσμούμενος, καὶ κραυγάζων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεοτοκίον
Σὺ μόνη ἐν πάσαις γενεαῖς, Παρθένε ἄχραντε, Μήτηρ ἐδείχθης Θεοῦ, σὺ τῆς Θεότητος γέγονας, ἐνδιαίτημα πανάμωμε, μὴ φλογισθεῖσα τῷ πυρί, τοῦ ἀπροσίτου φωτός· ὅθεν πάντες, σὲ εὐλογοῦμεν, Μαρία Θεόνυμφε.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.
νω τὸ πολίτευμα ἔχειν, ἐν οὐρανοῖς ἐπιποθήσας, κλίμακι καθάπερ ἐχρήσω, ταῖς ἀρεταῖς σου Πάτερ Θεόδωρε, δι' ὧν ἐκεῖσε ἔφθασας, καὶ τῆς ἐφέσεως ἐπέτυχες.
Οἶκος ἐχρημάτισας Πάτερ, τῶν ἀρετῶν, ἐν ᾧ πλουσίως, πίστις καὶ ἐλπὶς καὶ ἀγάπη, καὶ σωφροσύνη ἐναπετέθησαν· διὸ καὶ πλήρης Ὅσιε, τῶν ἀρετῶν μετέστης ἄριστα.
νθα τῶν Ὁσίων οἱ δῆμοι, καὶ τῶν Δικαίων αἱ χορεῖαι, ἔνθα τῶν Ἁγίων τὰ πλήθη, καὶ πρωτοτόκων Πάτερ τὰ τάγματα, περιφανῶς ἐσκήνωσας· μεθ' ὧν ἀεὶ ἡμῶν μνημόνευε.
Θεοτοκίον
Σὺ τὸ ἐγκαλλώπισμα πάντων, τῶν ἐπὶ σοὶ ἐγκαυχωμένων, σὺ ἡ εὐφροσύνη τοῦ κόσμου, καὶ θυμηδία ἡμῶν τῶν δούλων σου, σὺ γλυκασμὸς καὶ ἔφεσις, τῶν σὲ ὑμνούντων Μητροπάρθενε.

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ἡ Α' Ὥρα, καὶ Ἀπόλυσις.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου