Τετάρτη 21 Μαΐου 2014

ΜΗΝΑΙΟ ΑΠΡ. (7)



ΑΠΡΙΛΙΟΥ
ΤΗ Ζ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλιοπίου καὶ τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου, Μητροπολίτου Μυτιλήνης.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν στιχηρὰ Προσόμοια τοῦ Τριῳδίου γ' καὶ τοῦ Ἁγίου γ'.
Τοῦ Μάρτυρος
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
Μάρτυς ἀθλοφόρε ἔνδοξε, διὰ Χριστὸν τὸν Θεόν, πολυώδυνα βάσανα, καὶ στρεβλώσεις σώματος, ὑπομείνας στερρότατα, τὸν σὸν ἀγῶνα χαίρων διήνυσας, καὶ τῶν στεφάνων τῆς δόξης ἔτυχες, πᾶσιν αἰτούμενος, ἱλασμὸν καὶ ἔλεος, τοῖς εὐσεβῶς, πίστει ἑορτάζουσι, τὴν θείαν μνήμην σου.
Μάρτυς ἀθλητὰ πανθαύμαστε, ὑπὲρ Χριστοῦ σταυρωθείς, τὸν Σταυρὸν ὑπομείναντος, οὐρανόθεν ἤκουσας, ἐκ Θεοῦ Παντοκράτορος, φωνῆς τιμίας προσκαλουμένης σε, πρὸς τὰς ἐκεῖθεν μονὰς ἀοίδιμε, ἐν αἷς γενόμενος, τῶν βραβείων ἔτυχες, ὡς νικητής· ὅθεν εὐφημοῦμέν σε, καὶ μακαρίζομεν.
Θείᾳ ἀγάπῃ πυρούμενος, τὸ προσαγόμενον πῦρ, τῷ ἁγίῳ σου σώματι, δροσισμῷ τοῦ Πνεύματος, Ἀθλητὰ ἐκαρτέρησας, ἐντεῦθεν ὤφθης, λαμπὰς πολύφωτος, πιμπρῶσα πᾶσαν, πλάνην πολύθεον. Ὅθεν τὴν μνήμην σου, τὴν ἁγίαν σήμερον, χρεωτικῶς, πάντες ἑορτάζομεν, σὲ μακαρίζοντες.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Φῶς ἡ τεκοῦσα τὸ ἄδυτον, τὸν σκοτισθέντα με νῦν, ὑπὸ πάσης σκαιότητος, ἀπὸ γνώμης Δέσποινα, τῇ σῇ αἴγλῃ καταύγασον, καὶ τῷ φωτὶ με τῷ σῷ σημείωσον, ὅπως τοῖς λύκοις ἀνεπιβούλευτος, ὅλως γενήσωμαι, ὑπὸ σοῦ σκεπόμενος, καὶ ἀσφαλῶς, σεμνὴ ὁδηγούμενος, πρὸς τρίβον ἔνθεον.
Ἢ Σταυροθεοτοκίον
λιος ἰδὼν σε ἔφριξεν, ἐπὶ σταυροῦ Ἰησοῦ, ἡπλωμένον θελήματι, καὶ ἡ γῆ ἐσείετο, καὶ αἱ πέτραι ἐρρήγνυντο, καὶ τὰ μνημεῖα φόβῳ ἠνοίγοντο, καὶ αἱ δυνάμεις πᾶσαι ἐξίσταντο, ἡ δὲ τεκοῦσά σε, ἀπειράνδρως βλέπουσα, μέτ' οἰμωγῆς· Οἴμοι! ἀνεκραύγαζε, τὶ τὸ ὁρώμενον.
Τοῦ Ἱεράρχου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες
Πάτερ Γεώργιε Χριστοῦ, τὴν σεπτὴν καὶ ἄχραντον, τιμητικῶς προσεκύνησας, εἰκόνα πάνσοφε, θεομάχον θράσος, μηδαμῶς πτοούμενος, δυνάμει τῇ αὐτοῦ δυναμούμενος, ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Πάτερ Γεώργιε θυμόν, ἀσεβῶν ὑπήνεγκας, θρασυνομένων ἀλόγιστα, οὓς καὶ τεθέασαι ὑπερυψωθέντας, δυσσεβεῖ φρυάγματι, καὶ πάλιν συντριβέντας δεινότερον, διαφανέστατα, τῆς προνοίας πρὸς τὴν ἄμυναν, τῶν ἀφρόνων, κινουμένης ἔνδοξε.
Πάτερ Γεώργιε Θεῷ, συνεργὸς γενόμενος, ὡς ἱερεὺς καὶ γεώργιον, ἑκατοστεύοντα, καρπὸν τῷ Δεσπότῃ, τὰς ψυχὰς προσήνεγκας, τὰς τῶν διασωθέντων τῷ λόγῳ σου, καὶ νῦν δυσώπησον, στηριχθῆναι τὴν Ὀρθόδοξον, Ἐκκλησίαν, ἀληθείας δόγμασι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μαρία τὸ ἄμωμον καὶ νοῦν, πάντα ὑπερκείμενον, τῇ καθαρότητι ὄχημα, περικρατούμενον, πολλαῖς ἁμαρτίαις, καὶ στενοχωρούμενον, πρὸς πλάτος μετανοίας με ἴθυνον, πανσθενεστάτῃ σου, προστασίᾳ· καὶ γὰρ δύνασαι, οἷα Μήτηρ, τοῦ πάντα ἰσχύοντος.
Ἢ Σταυροθεοτοκίον
Τὸν ἴδιον, Ἄρνα ἡ ἀμνάς, καὶ ἄμωμος Δέσποινα, ἐν τῷ Σταυρῷ ὡς ἑώρακεν, εἶδος οὐκ ἔχοντα, οὐδὲ κάλλος· Οἴμοι! θρηνῳδοῦσα ἔλεγε, τὸ κάλλος ποῦ σου ἔδυ γλυκύτατε; ποῦ ἡ εὐπρέπεια; ποῦ ἡ χάρις ἡ ἀστράπτουσα, τῆς μορφῆς σου, Υἱέ μου παμφίλτατε;
Τοῦ Μάρτυρος
Ἀπολυτίκιον Ἦχος δ'
Ταχὺ προκατάλαβε
μάρτυς σου Κύριε ἐν τῇ ἀθλήσει αὐτοῦ, τὸ στέφος ἐκομίσατο τῆς ἀφθαρσίας ἐκ σοῦ τοῦ Θεοῦ ἡμῶν· Ἔχων γὰρ τὴν ἰσχύν σου τοὺς τυράννους καθεῖλεν, ἔθραυσε καὶ δαιμόνων τὰ ἀνίσχυρα θράση, αὐτοῦ ταῖς ἱκεσίαις, Χριστὲ ὁ Θεός, σῶσον τὰς ψυχὰς ἡμῶν.
Τοῦ Ἱεράρχου
Ἀπολυτίκιον Ἦχος δ'
Κανόνα πίστεως καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον ἀνέδειξέ σε τῇ ποίμνῃ σου ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια· Πάτερ Ἱεράρχα Γεώργιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Τοῦ Μάρτυρος
Ὡς σύνηθες. Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ Ἀκροστιχίς.
 Καλοὺς ἐπαινῶ Καλλιωπίου πόνους. Ποίημα Ἰωσήφ.
Ὠδὴ α' Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς
γρὰν διοδεύσας ὡσεὶ ξηράν, καὶ τὴν Αἰγυπτίαν, μοχθηρίαν διαφυγών, ὁ Ἰσραηλίτης ἀνεβόα· τῷ Λυτρωτῇ, καὶ Θεῷ ἡμῶν ᾄσωμεν.
Καλῶς τὸν ἀγῶνα διηνυκώς, Μάρτυς ἀθλοφόρε, καὶ τὴν πίστιν τετηρηκώς, τῆς νίκης ἐδέξω τοὺς στεφάνους, χαρμονικῶς, καὶ Θεῷ νῦν παρίστασαι.
γίας ἐκ ῥίζης ἀειθαλής, ἐβλάστησας κλάδος, εὐκαρπίᾳ μαρτυρικῇ, πάντων τὰς καρδίας διατρέφων, τῶν σὲ τιμώντων, σοφὲ Καλλιόπιε.
Λαμπρύνας καρδίας τὸ ὀπτικόν, γραφῶν ἀναπτύξει, καὶ μελέτῃ διηνεκεῖ, Μαρτύρων ὑπῆλθες τοὺς ἀγῶνας, ἀνδρικωτάτῳ νοῒ Καλλιόπιε.
Θεοτοκίον
νεύματι πάντα δημιουργῶν, ἐκ σοῦ σωματοῦται, ὑπὲρ λόγον Μῆτερ Θεοῦ, ὁ τὸν ἀθλοφόρον στεφανώσας, μεθ' οὗ πιστῶς σε ἀεὶ μακαρίζομεν.
Τοῦ Ἱεράρχου
Ὁ Κανών. Ποίημα Ἰγνατίου.
Ὠδὴ α' Ἦχος πλ. δ'
Ὁ Εἱρμὸς
σμα ἀναπέμψωμεν λαοί, τῷ θαυμαστῷ Θεῷ ἡμῶν, τῷ ἀπαλλάξαντι τὸν Ἰσραὴλ ἐκ δουλείας, ᾠδὴν ἐπινίκιον, ᾄδοντες καὶ βοῶντες· ᾌσωμέν σοι τῷ μόνῳ Δεσπότῃ.
Αἴγλην εὐσπλαγχνίας μοι Χριστέ, τῷ πηρωθέντι πταίσμασι, καὶ ἁμαρτίαις δεινῶς, ἀνάτειλον οἰκτίρμον, καὶ γνόφον ἀπέλασον, τῆς ἐμῆς ἀβλεψίας, ταῖς πρεσβείαις τοῦ σοῦ Ἱεράρχου.
Πᾶσαν ἐγεώργησας σοφέ, τοῖς πόνοις καὶ ἱδρῶσί σου, τῆς ἐγκρατείας τὴν γῆν, καὶ σπείρας ἐν καρδίᾳ, τὸν σῖτον τοῦ Πνεύματος, στάχυν τῆς ἀπαθείας, ἐκομίσω Γεώργιε μάκαρ.
Ὤμοις σὸν σταυρὸν ἀναλαβών, καὶ τὰ τῆς γῆς τερπνότατα, τῷ κοσμοκράτορι τοῦ σκότους ἀπορρίψας, Χριστῷ ἠκολούθησας, καὶ θησαυροὺς ἐκτήσω, τῆς αὐτοῦ ἀΰλου βασιλείας.
Θεοτοκίον
πλον καὶ λιμένα ἀσφαλῆ, καὶ τεῖχος καὶ ὀχύρωμα, καὶ θείαν ἄγκυραν, καὶ γέφυραν καὶ σκέπην, τὴν σὴν Θεονύμφευτε, ἔχοντες προστασίαν, τῶν κινδύνων λυτρούμεθα πάντων.
Τοῦ Μάρτυρος
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Οὐρανίας ἁψῖδος, ὀροφουργὲ Κύριε, καὶ τῆς Ἐκκλησίας δομῆτορ, σὺ με στερέωσον, ἐν τῇ ἀγάπῃ τῇ σῇ, τῶν ἐφετῶν ἡ ἀκρότης, τῶν πιστῶν τὸ στήριγμα, μόνε φιλάνθρωπε.
πὲρ φύσιν ἀγῶνας, πολυειδεῖς ἤνεγκας, Μάρτυς ἀνδρικῶς τῷ διώκτῃ, ἀντιταττόμενος· ὅθεν ἐπέτυχες, τῆς οὐρανίου γαλήνης, εὐπλοήσας ἔνδοξε, αὔραις τοῦ Πνεύματος.
Στρατιώτης γενναῖος, καὶ νικητὴς ἄριστος, ὤφθης ὁμιλῶν ταῖς βασάνοις, νοὸς στερρότητι· καὶ γὰρ τυπτόμενος, καὶ τροχιζόμενος μάκαρ, τὸ τῆς πλάνης φρύαγμα, ὅλον κατέβαλες.
παιρόμενον θράσος, τοῦ δυσμενοῦς ὤλεσας, Μάρτυς ἀναρτώμενος ξύλῳ, καὶ δαπανώμενος, πληγαῖς τὸ σῶμά σου, καὶ τῶν στιγμάτων τῷ κάλλει, χαίρων Καλλιόπιε, καλλωπιζόμενος.
Θεοτοκίον
Παναγία Παρθένε, τῶν Ἀθλητῶν καύχημα, καὶ τῶν ἱερῶν Ἀποστόλων τὸ σεμνολόγημα, τοὺς ἐν αἰνέσει σε, χαρμονικῶς ἀνυμνοῦντας, ῥῦσαι ταῖς πρεσβείαις σου, πάσης στενώσεως.
Τοῦ Ἱεράρχου
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Οὐκ ἔστιν Ἅγιος, ὡς ὁ Κύριος, ἡμῶν καὶ οὐκ ἔστι δίκαιος, ὡς ὁ Θεὸς ἡμῶν, ὃν ὑμνεῖ πᾶσα κτίσις· Οὐκ ἔστι δίκαιος, Ἅγιος πλήν σου Κύριε.
Τῷ ὕψει μακάριε, ἐπιβὰς τῶν ἀρετῶν, καὶ τὰ βάθη τοῦ Πνεύματος, ἀξίως κατοπτεύσας, καὶ θεωρίας δοχεῖον, γενόμενος Ὅσιε, αὐλίζῃ σὺν Ἀγγέλων χοροῖς.
Πτωχεύσας τῷ πνεύματι, κατεπλούτησας Σοφέ, βασιλείαν τὴν ἄϋλον, ἐν ᾗ τῷ ποιμνίῳ σου, θησαυροὺς αἰωνίους, πιστῶς προητοίμασας· διὸ σε μακαρίζομεν.
Τὸ ἄπλαστον Ὅσιε, καὶ τὸ πρᾶον τῆς ψυχῆς, ἐμιμήσω τοῖς τρόποις σου, καὶ τοῖς κατορθώμασιν, Ἰακὼβ καὶ ἐδείχθης, καθάρσει τοῦ Πνεύματος, Ἰσραηλίτης νοῦς ὁρῶν τὸν Θεόν.
Θεοτοκίον
πάτορα τέτοκας, τὸν ἀμήτορα πρὸ σοῦ, καὶ ὡς βρέφος ἐθήλασας, τὸν τρέφοντα ἅπαντα, ὃν δυσώπει σωθῆναι, τοὺς πίστει ὑμνοῦντάς σε, κυρίως Θεοτόκον ἁγνήν.
Τοῦ Μάρτυρος
Κάθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε
Σταυρῷ ἀνυψούμενος, ἀπεριτρέπτῳ νοΐ, Χριστοῦ τὸ σωτήριον, πάθος σοφὲ Ἀθλητά, καλῶς ἐξεικόνισας· ὅθεν τὴν φωτοφόρον, καὶ ἁγίαν σου μνήμην, πίστει ἐπιτελοῦμεν, ἱλασμὸν τῶν πταισμάτων, αἰτούμενοι διὰ σοῦ λαβεῖν, καὶ μέγα ἔλεος.
Θεοτοκίον
πάκουσον Δέσποινα, ἐκ κατωδύνου ψυχῆς, βοῶντος τοῦ δούλου σου, καὶ τῶν προτέρων κακῶν, παράσχου τὴν ἄφεσιν· σὲ γὰρ ἐπικαλοῦμαι, ἐν νυκτὶ καὶ ἡμέρᾳ· Ῥῦσαί με Θεοτόκε, τοῦ πυρὸς τῆς γεέννης, καὶ στῆσον ἐκ δεξιῶν, τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ.
Ἢ Σταυροθεοτοκίον
Παρθένε πανάμωμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ σου, τὴν Παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τόν, Υἱὸν καὶ Θεόν σου, ὃν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, ἡμῖν δωρήσασθαι.
Τοῦ Ἱεράρχου
Κάθισμα Ἦχος πλ. δ'
Τὴν Σοφίαν καὶ Λόγον
Ταπεινώσεως ὕψει περιφανής, γεγονὼς τὰς ἐπάρσεις τοῦ δυσμενοῦς, τελείως ἠφάνισας, ἀριστεύσας λαμπρότατα, ἐλεήμων δὲ Πάτερ, γενόμενος Ὅσιε, δαψιλεῖ χορηγίᾳ, πεινῶσιν ἐπήρκεσας· ὅθεν τὴν ἀγήρω, μετὰ τέλος κληροῦσαι, τρυφὴν ἀγαλλόμενος, εἰς αἰῶνας Γεώργιε, Ἱεράρχα μακάριε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Θεοτοκίον
Πειρασμοῖς πολυπλόκοις περιπεσών, ἐξ ἐχθρῶν ἀοράτων καὶ ὁρατῶν, τῷ σάλῳ συνέχομαι, τῶν ἀμέτρων πταισμάτων μου, ἀλλ' ὡς θερμὴν ἀντίληψιν, καὶ σκέπην μου ἔχων σε, τῷ λιμένι προστρέχω, τῆς σῆς ἀγαθότητος· ὅθεν Παναγία, τὸν ἐκ σοῦ σαρκωθέντα, ἀσπόρως ἱκέτευε, ὑπὲρ πάντων τῶν δούλων σου, τῶν ἀπαύστως ὑμνούντων σε, πρεσβεύουσα ἐν παρρησίᾳ αὐτῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς προσκυνοῦσιν ἀξίως, τὸν τόκον σου ἄχραντε.
Ἢ Σταυροθεοτοκίον
Τὸν Ἀμνὸν καὶ Ποιμένα καὶ Λυτρωτήν, ἡ Ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε κλαίουσα, καὶ πικρῶς ἀνεκραύγαζε, ὁ μὲν κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε· ᾟ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἁγνή, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς προσκυνοῦσιν ἐν πίστει, αὐτοῦ τὰ παθήματα.
Τοῦ Μάρτυρος
Ὠδὴ δ' Ὁ Εἱρμὸς
Εἰσακήκοα Κύριε, τῆς οἰκονομίας σου τὸ μυστήριον, κατενόησα τὰ ἔργα σου, καὶ ἐδόξασά σου τὴν Θεότητα.
θλητὴς γενναιότατος, ὤφθης ἐν σταδίῳ ἀγωνιζόμενος, καὶ τῆς πλάνης τὸ ὀχύρωμα, καταβάλλων, Μάρτυς Καλλιόπιε.
ερεῖον ὁλόκληρον, Μάρτυς τῷ τυθέντι Λόγῳ προσήνεξαι, εὐωδίᾳ συντηρούμενος, τῶν σεπτῶν σου πόνων Καλλιόπιε.
Νεκρωθὲν τὸ σαρκίον σου, πόνοις ἀνενδότοις, Μάρτυς πανόλβιε, τὴν ζωὴν σοι προεξένησε, τὴν ἐν τοῖς ὑψίστοις Καλλιόπιε.
Θεοτοκίον
ς κατάκαρπος ἄμπελος, βότρυν ἐγεώργησας ἀποστάζοντα, γλεῦκος θεῖον παναμώμητε, τοῖς πιστῶς ἀεὶ σε μακαρίζουσιν.
Τοῦ Ἱεράρχου
Ὠδὴ δ' Ὁ Εἱρμὸς
ξ ὄρους κατασκίου, Λόγε ὁ Προφήτης, τῆς μόνης Θεοτόκου, μέλλοντος σαρκοῦσθαι, θεοπτικῶς κατενόησε καὶ ἐν φόβῳ, ἐδοξολόγει σου τὴν δύναμιν.  
Σὺ τὴν τῆς ψυχῆς, ὁλκάδα διασώσας, ἐκ τῆς τῶν παθῶν, ἐνύλου τρικυμίας, ἐπὶ λιμένα καθώρμισας καὶ γαλήνην, τῆς ἐγκρατείας Πάτερ Ὅσιε.
γγελοειδῆ, τὴν φρένα κεκτημένος, τῆς τριαδικῆς, Ἀγγέλων ὑμνῳδίας, ἐπηκροάσω γενόμενος ἐν, ἐκστάσει, ἔτι ἐν βίῳ ὢν Πανεύφημε.
Σὺ τῇ νοητῇ, σφενδόνῃ ὡπλισμένος, ὡς ἄλλον Γολιάθ, τὸν ἄρχοντα τοῦ σκότους, ὠφρυωμένον κατέβαλες Ἱεράρχα, Δαυϊτικῇ καὶ θείᾳ πίστει σου.
Θεοτοκίον
λπὶς καὶ προστασία, κόσμου Παναγία, δυσώπει τὸν ἐκ σοῦ, ὑπὲρ τῶν οἰκετῶν σου· σὲ γὰρ φρικτὸν ἱλαστήριον κεκτημένοι, τῆς ἁμαρτίας ἐκλυτρούμεθα.
Τοῦ Μάρτυρος
Ὠδὴ ε' Ὁ Εἱρμὸς
να τὶ με ἀπώσω, ἀπὸ τοῦ προσώπου σου τὸ φῶς τὸ ἄδυτον, καὶ ἐκάλυψέ με, τὸ ἀλλότριον σκότος τὸν δείλαιον. Ἀλλ' ἐπίστρεψόν με, καὶ πρὸς τὸ φῶς τῶν ἐντολῶν σου, τὰς ὁδούς μου κατεύθυνον δέομαι.
Κλεϊζόμενος πόνοις, Μάρτυς ὑπεβλήθης τροχῷ γενναιότατε, καὶ πυρὸς λαμπάσι, φλογιζόμενος δρόσον οὐράνιον, ἐκ Θεοῦ ἐδέξω, ἀγγελικαῖς ἐπιστασίαις, ἀθλοφόρε σοφὲ Καλλιόπιε.
οράτῳ δυνάμει, Μάρτυς Καλλιόπιε τοῦ Λυτρωτοῦ ἡμῶν, οἱ παρανομοῦντες, παρελύθησαν σὲ καταικίζοντες, τῆς φλογὸς σβεσθείσης, καὶ σοῦ μηδόλως ἁψαμένης, ἐπινεύσει τοῦ πάντων δεσπόζοντος.
Λαμπρυνθεὶς ταῖς αἰκίαις, οἷά περ χρυσὸς ἐν καμίνῳ ἀπήστραψας, καὶ ὡς θεῖος φύλαξ, τῶν σεπτῶν τοῦ Χριστοῦ διατάξεων, φυλακαῖς ἐβλήθης, τοῖς ἱεροῖς δεσμοῖς σου λύσας, πολυθέου μανίας τὸ φρύαγμα.
Θεοτοκίον
Λυτρωθέντες Παρθένε, τῆς προγονικῆς διὰ σοῦ καταπτώσεως, σὺν τῷ Ἀρχαγγέλῳ, Γαβριὴλ σοι βοῶμεν πανάμωμε· Χαῖρε μόνη πάντων, ἁμαρτωλῶν ἡ σωτηρία, Χαῖρε πάντων Μαρτύρων κραταίωμα.
Τοῦ Ἱεράρχου
Ὠδὴ ε' Ὁ Εἱρμὸς
ἐκ νυκτὸς ἀγνοίας, θεογνωσίᾳ φαιδρύνας τὰ πέρατα, φώτισόν με τῷ ὄρθρῳ, τῆς δοξολογίας σου Κύριε.
Σὲ ὡς ἁγνείας στῦλον, καὶ σωφροσύνης κλειδοῦχον Ἀοίδιμε, κεκτημένοι σε πάντες, τύχοιμεν ἐλέους πρεσβείαις σου.
Θεοπτικῇ προβλέψει, τὸ ἱερὸν ἐνεδύσω ἀξίωμα, τῆς ἀμώμου Παρθένου, ὡς ἄμεμπτον εἰς τοῦτο καλούσης σε.
Τὸν τοῦ ἐλέους οἶκτον, ἔμφυτον ἔχων καὶ πάντοτε σύνοικον, γέγονας τοῖς πένησι, δαψιλοῦς τροφῆς ἐργαστήριον.
Θεοτοκίον
Τὸν οὐρανοῦ Δεσπότην, ἐν τῇ γαστρὶ συλλαβοῦσα Πανάμωμε, γέγονας ἀνωτέρα, οὐρανῶν καὶ πάσης τῆς κτίσεως.
Τοῦ Μάρτυρος
Ὠδὴ ς' Ὁ Εἱρμὸς
λάσθητί μοι Σωτήρ· πολλαὶ γὰρ αἱ ἀνομίαι μου, καὶ ἐκ βυθοῦ τῶν κακῶν, ἀνάγαγε δέομαι· πρὸς σὲ γὰρ ἐβόησα, καὶ ἐπάκουσόν μου, ὁ Θεὸς τῆς σωτηρίας μου.
δοῦσά σε καλλοναῖς, στιγμάτων καλλωπιζόμενον, ἡ σὲ τεκοῦσα Σοφέ, χαρᾶς οὖσα ἔμπλεως, Θεὸν ἐμεγάλυνε, περιπτυσσομένη, καὶ σεπτῶς καταφιλοῦσά σε.
ράθη σοι ἐν φρουρᾷ, ἐγκεκλεισμένῳ φῶς ἄδυτον, καὶ οὐρανόθεν φωνή, ἠνέχθη σοι Ἅγιε, σὲ παραθαρρύνουσα, καὶ τοὺς σοὺς ἀγῶνας, ἱερῶς ἀνακηρύττουσα.
Παράδεισος νοητός, ὡράθης Μάρτυς πολύαθλε, ξύλον ζωῆς τὸν Χριστόν, ἐν μέσῳ κτησάμενος, τὸν σὲ μετοικίσαντα, πρὸς τὰς αἰωνίους, καταπαύσεις Καλλιόπιε.
Θεοτοκίον
άτρευσόν μου, Ἁγνή, ψυχῆς τὰ ἄμετρα πταίσματα, καὶ φώτισόν μου τὸν νοῦν, ἀεὶ σκοτιζόμενον, πάσαις παραβάσεσιν, ὅπως ἐν αἰνέσει, κατὰ χρέος μακαρίζω σε.
Τοῦ Ἱεράρχου
Ὠδὴ ς' Ὁ Εἱρμὸς
Χιτῶνά μοι παράσχου φωτεινόν, ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πολυέλεε Χριστὲ ὁ Θεὸς ἡμῶν.
Τὸ Πνεῦμα τὸ Πανάγιον ἐν σοί, εὑρὸν κατασκήνωσιν, πνευμάτων ἤλασε, λεγεῶνας πονηρῶν ταῖς πρεσβείαις σου.
Γαλήνης ἀνεδείχθης ποταμός, καὶ ῥεῖθρον πραότητος, οἷς ποτιζόμεθα, τὸν χειμάρρουν τῆς τρυφῆς, Πάτερ Ὅσιε.
Νέκρώσας τῆς σαρκὸς τὰς ἡδονάς, τῷ πνεύματι ἔζησας, κἀμὲ τοῖς πάθεσι, συμπτωθέντα, διανάστησον Ἔνδοξε.
Θεοτοκίον
Τὸν Λόγον ἐν γαστρὶ τὸν ἐκ Πατρός, ἀχρόνως ἐκλάμψαντα, χρόνῳ συνείληφας, Θεὸν Λόγον ὑπὲρ λόγον Πανάχραντε.
Τὸ Μαρτυρικὸν τοῦ Ἤχου.
Συναξάριον
Τῇ Ζ' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Καλλιοπίου.
Στίχοι
Καλλιόπιος ἔμπαλιν παγεὶς ξύλῳ,
Τὸν ὀρθίως παγέντα δοξάζει Λόγον.
Ζωὴν Καλλιόπιος ἀγήρω ἑβδόμῃ εὗρεν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Γεωργίου, Ἐπισκόπου Μυτιλήνης.
Στίχοι
χει Μυτιλήνη σε καὶ τεθνηκότα,
ς ζῶντα, Γεώργιε, προστάτην μέγαν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Μάρτυρος Ῥουφίνου Διακόνου.
Στίχοι
Σφαγῆς λογισθεὶς ὡς πρόβατον Ῥουφῖνος,
Σφάττει παλαιόν, τὸν διάβολον λύκον.
Τῇ αὐτῇ ἡμέρᾳ, ἡ Ἁγία Μάρτυς Ἀκυλῖνα, τὰς χεῖρας εἰς τοὐπίσω δεσμευθεῖσα, καὶ τὴν κοιλίαν φλεχθεῖσα, τελειοῦται.
Στίχοι
πισθόχειρα σχοινίοις στρεβλουμένην,
μπροσθίως φλέγουσι τὴν Ἀκυλῖναν.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων διακοσίων Μαρτύρων τῶν ἐν Σινώπῃ ξίφει τελειωθέντων.
Στίχοι
νεῖλεν ἀνδρῶν εἰκάδας δέκα ξίφος,
Οἷς ἀνδρικὸς νοῦς, ἀνδρικὴ καὶ καρδία.
Ταῖς τῶν Ἁγίων σου πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ Μάρτυρος
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
Οἱ ἐκ τῆς Ἰουδαίας, καταντήσαντες Παῖδες ἐν Βαβυλῶνι ποτέ, τῇ πίστει τῆς Τριάδος, τὴν φλόγα τῆς καμίνου, κατεπάτησαν ψάλλοντες· ὁ τῶν Πατέρων ἡμῶν, Θεός εὐλογητὸς εἶ.
Οὐδαμῶς ἀπονείμας, ἀλογώτατον σέβας ξοάνοις ἔνδοξε, πυρὸς τὴν τιμωρίαν, ὑπήνεγκας ἀνδρείως, ἐκβοῶν Καλλιόπιε, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
ψηλῇ διανοίᾳ, ἐκμιμούμενος Μάρτυς τὸν ὑψωθέντα Σταυρῷ, ὑψώθης ἐπὶ ξύλου, θελήσει ἀντιστρόφως, τὴν πορείαν ποιούμενος, πρὸς οὐρανὸν ἐν χαρᾷ, ὑπὲρ ἡμῶν πρεσβεύων.
Πολυτρόποις αἰκίαις, ὁμιλήσας γενναίῳ Μάρτυς φρονήματι, πολλῶν κατηξιώθης, κραυγάζων ἐν ὑψίστοις, ἀγαθῶν Καλλιόπιε, ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
καρπὸς Θεοτόκε, τῆς σεπτῆς σου νηδύος ἡμᾶς ἐζώωσε, καρπῷ θανατωθέντας· διὸ σε κατὰ χρέος, ἀνυμνοῦντες κραυγάζομεν· ὁ τῶν Πατέρων ἡμῶν, Θεὸς εὐλογητός εἶ.
Τοῦ Ἱεράρχου
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
τοὺς Παῖδας δροσίσας ἐν καμίνῳ, καὶ Παρθένον φυλάξας μετὰ τόκον, τὴν σὲ τεκοῦσαν, εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων ἡμῶν.
Τῇ ἐλλάμψει τοῦ Πνεύματος τοῦ θείου, τὴν ἐντεῦθεν προέγνως πρὸς τὰ κρείττω, μετάστασίν σου, καὶ νῦν χορεύεις Ὅσιε, εἰς τὰς ἐκεῖθεν μονάς.
Εἰς νυμφῶνα τῆς ἄνω βασιλείας, ἐστολισμένος εἰσῆλθες ἐπαξίως, καὶ ἀνεκλίθης, σὺν τῷ νυμφίῳ Ὅσιε, εἰς εὐωχίαν τῆς ἀΰλου τρυφῆς.
Ἀμοιβὴν σοι τῶν πόνων ἑτοιμάσας, δεῦρο πρὸς με, προσεῖπεν ὁ τῶν ἔργων, μισθαποδότης· μεθ' οὗ ἀγάλλῃ Ὅσιε, εἰς αἰωνίους σκηνάς.
Θεοτοκίον
Οὐρανῶν αἱ Δυνάμεις ὡς Μητέρα, τῆς ζωῆς τῶν ἁπάντων κατὰ χρέος, δορυφοροῦσι, καὶ ἀνυμνοῦσί σε Δέσποινα, ὡς προστασίαν τῶν ψυχῶν ἡμῶν.
Τοῦ Μάρτυρος
Ὠδὴ η' Ὁ Εἱρμὸς
πταπλασίως κάμινον, τῶν Χαλδαίων ὁ τύραννος, τοῖς θεοσεβέσιν, ἐμμανῶς ἐξέκαυσε, δυνάμει δὲ κρείττονι, περισωθέντας τούτους ἰδών, τὸν Δημιουργόν, καὶ Λυτρωτήν ἀνεβόα· οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νόμῳ Θεοῦ σφαττόμενος, ἀθλητὰ Καλλιόπιε, πᾶσαν πονηρίαν, τῶν ἀνόμων ἔφυγες, καιρῷ τοῦ τιμίου δέ, πάθους Χριστὸς δοξάζει σε, Μάρτυς ἀντιστρόφως, σταυρωθέντα θελήσει, πρὸς θείας καταπαύσεις, προσκαλούμενος ὄντως, τοῖς θείοις Ἀσωμάτοις, συντάττει σε θεόφρον.
λολαμπὴς ὡς ἥλιος, ἀνατείλας Πανεύφημε, τὴν ὑπ' οὐρανόν, καταφωτίζεις πάντοτε, ἀκτῖσι τῶν ἄθλων σου, καὶ διεγείρεις ἅπαντας, νῦν ἐπιτελεῖν, τὴν φωτοφόρον σου μνήμην, βοῶντας· Τὸν Δεσπότην, Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
πομονὴν ἀσύγκριτον, καρτερίαν πανθαύμαστον, Μάρτυς ἀθλητά, ἐν τῷ καιρῷ τῶν ἄθλων σου, σαφῶς ἐνδειξάμενος, ταῖς τῶν Ἀγγέλων τάξεσι, νῦν συνηριθμήθης, εὐκλεῶς ἀναμέλπων· Οἱ Παῖδες εὐλογεῖτε, Ἱερεῖς ἀνυμνεῖτε, λαός, ὑπερυψοῦτε, Χριστὸν εἰς τούς αἰῶνας.
Θεοτοκίον
Σωματοφόρον τέτοκας, καὶ ἀγκάλαις ἐβάστασας, ἄχραντε Παρθένε, Ἰησοῦν τὸν Κύριον, τὸν πάντα βαστάζοντα, παντοδυνάμῳ νεύματι· ὅθεν ὡς Θεοῦ σε, ἀνυμνοῦμεν Μητέρα, βοῶντες ἐν αἰνέσει· Ἱερεῖς εὐλογεῖτε, λαὸς ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Ἱεράρχου
Ὠδὴ η' Ὁ Εἱρμὸς
Οἱ θεορρήμονες Παῖδες ἐν καμίνῳ, σὺν τῷ πυρὶ καὶ τὴν πλάνην καταπατοῦντες ἐκραύγαζον· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Θεοκυβέρνητον ἔχων τὴν καρδίαν, τὸν τῶν παθῶν μου ζοφώδη, Πάτερ κατεύνασον κλύδωνα, καὶ λιμένι γαλήνης, τῆς σῆς με καθόρμισον.
Πεφυτευμένος ταῖς θείαις διεξόδοις, τῶν τῆς ἀγάπης ὑδάτων, δένδρον ζωῆς ἀνατέθηλας, καὶ καρποὺς εὐσεβείας, καιρῷ ἐναπέδωκας.
ς ἰατὴρ ἀνιάτων νοσημάτων, καὶ ἐλατὴρ ἀκαθάρτων πνευμάτων, μάκαρ Γεώργιε, κἀμοῦ τῆς ἁμαρτίας, τὴν νόσον θεράπευσον.
Θεοτοκίον
Τὶς ἐκλαλήσει τὸν θεῖον τοκετόν σου, Θεοκυῆτορ Μαρία; πᾶσα γὰρ φύσις ἐξίσταται, γηγενῶν καὶ Ἀγγέλων, καὶ σὲ μακαρίζουσιν.
Τοῦ Μάρτυρος
Ὠδὴ θ' Ὁ Εἱρμὸς
ξέστη ἐπὶ τούτῳ ὁ οὐρανός, καὶ τῆς γῆς κατεπλάγη τὰ πέρατα, ὅτι Θεός, ὤφθη τοῖς ἀνθρώποις σωματικῶς, καὶ γαστήρ σου γέγονεν, εὐρυχωροτέρα τῶν οὐρανῶν· διὸ σε Θεοτόκε, Ἀγγέλων καὶ ἀνθρώπων, ταξιαρχίαι μεγαλύνουσιν.
στίῳ πτερωθεῖσά σου ἡ ψυχή, τοῦ Ἁγίου πανόλβιε Πνεύματος, τὸ χαλεπόν, πέλαγος διῆλθε τῶν αἰκισμῶν, καὶ τοὺς λιμένας ἔφθασε, τοὺς ἐπουρανίους περιχαρῶς, βυθίσασα τοῦ πλάνου, δολίας παρατάξεις, θείᾳ πλημμύρᾳ τῶν αἱμάτων σου.
ραῖος νεανίας ἀποφανθείς, καλλοναῖς τῶν ἀγώνων ἐξήστραψας, ἡλιακῶν, πλέον ἀθλοφόρε μαρμαρυγῶν, καὶ τῶν πιστῶν ἐφώτισας, Μάρτυς Καλλιόπιε τὰς ψυχάς, τῶν πόθῳ τὴν ἁγίαν, καὶ ὄντως φωτοφόρον, ἐπιτελούντων σου πανήγυριν.
Στησώμεθα χορείαν πνευματικήν, τὸν στερρὸν ἀθλητὴν Καλλιόπιον, χαρμονικῶς, νῦν ἀνευφημοῦντες, καὶ τοῖς αὐτοῦ, κατατρυφῶντες σήμερον, πόνοις, οἷς ὑπέστη διὰ Χριστόν, γενναίως ἐναθλήσας, καὶ τῆς πολυθεΐας, καταστρεψάμενος τὸ ἄθεον.
θήκη σου πηγάζει μύρα ζωῆς, καὶ ἐκβλύζει ὡς νάματα θαύματα, ἣν οἱ πιστοί, πάντοτε κυκλοῦντες περιχαρῶς, καὶ πόθῳ ἀσπαζόμενοι, τὸν ἁγιασμόν τε καὶ φωτισμόν, ἀντλοῦσι τὴν ἁγίαν, δοξάζοντές σου μνήμην, Μάρτυς Κυρίου Καλλιόπιε.
Θεοτοκίον
Φωτός σου ταῖς ἀκτῖσι ταῖς μυστικαῖς, τοῦ νοός μου τὸ σκότος ἀπέλασον, Μῆτερ Θεοῦ, καὶ τῶν λογισμῶν μου τὸ χαλεπόν, κλυδώνιον κατεύνασον, καὶ πρὸς τούς λιμένας τοὺς γαληνούς, ὁδήγησόν με μόνη, ἡ πάντων σωτηρία, ὅπως ἐν πίστει μακαρίζω σε.
Τοῦ Ἱεράρχου
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνωμεν.
Ταῖς τῶν σῶν δακρύων πηγαῖς τὸν τῆς ἀπαθείας, ἐγεώργησας Ὅσιε, παράδεισον ἀμέμπτως, καὶ πολύχουν τὴν εὐκαρπίαν προβάλλῃ, τρέφων ἀρεταῖς τὸ θεῖον ποίμνιον.
Σὺ τὴν καθαρὰν τῷ Θεῷ, ἀνύσας λατρείαν, καὶ τῆς πίστεως Ὅσιε, τὸν δρόμον ἐκτελέσας νῦν ἐδέξω στέφανον δικαιοσύνης ἐκ χειρὸς Χριστοῦ τοῦ ἀθλοθέτου σου.
Θησαυρὸν ἀκένωτον, καὶ πλοῦτον χαρισμάτων, τὴν σὴν κόνιν ἔχοντες, καὶ σορὸν τῶν λειψάνων, ἐμπιπλάμεθα νοητῶν ἀρωμάτων, ἀξιομακάριστε Γεώργιε.
Θεοτοκίον
Τὸν θεανδρικόν σου τόκον, πανάμωμε Κόρη, ὡς Θεὸν ὑπάρχοντα, καὶ Κτίστην τῶν αἰώνων, δυσωποῦσα μὴ διαλίπῃς ἀπαύστως, σῶσαι τὰς ψυχὰς τῶν ἀνυμνούντων σε.
Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.
Τὸ Ἰδιόμελον τῆς ἡμέρας, καὶ τὸ Μαρτυρικόν, ὡς σύνηθες. Εἶτα ἡ Α' Ὥρα, καὶ Ἀπόλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου