Τετάρτη 21 Μαΐου 2014

ΜΗΝΑΙΟ ΙΟΥΝ. (14)



ΙΟΥΝΙΟΥ
ΤΗ ΙΔ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Προφήτου Ἐλισαίου, καὶ τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μεθοδίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως τοῦ Ὁμολογητοῦ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια ἀμφοτέρων.
Στιχηρὰ τοῦ Προφήτου
Ἦχος πλ. δ'
Ὢ τοῦ παραδόξου θαύματος
Χαίροις Ἐλισαῖε πάνσοφε· σὺ γὰρ καθάρας τὸν νοῦν, ἡδονῶν τῶν τοῦ σώματος, ὑπεδέξω ἔνδοξε, τὰς αὐγὰς τὰς τοῦ Πνεύματος, τοῖς ἐφεξῆς τε, πᾶσι μετέδωκας, καὶ ὅλος ὤφθης, φωτοειδέστατος· ὅθεν ἐσκήνωσας, πρὸς τὸ φῶς τὸ ἄδυτον, ὑπὲρ ἡμῶν, πάντοτε δεόμενος, τῶν εὐφημούντων σε.
Σὲ Ἐλισαῖε μακάριε, ὁ ζηλωτὴς Ἠλιού, ἐν διπλῷ τῷ χαρίσματι, καταλαμπρυνόμενον, καταλείψας αἰθέριος, ἁρματηλάτης ὄντως ἐδείκνυτο, οὗ τῇ μιμήσει, ῥεῖθρα ποτάμια, χάριτι ἔστησας, καὶ διῆλθες ἔνδοξε, περιχαρῶς, καταγλαϊζόμενος, καὶ μεγαλύνων Χριστόν.
Πάλαι πιστῇ Σωμανίτιδι, παῖδα χαρίζῃ εὐχῆς, ὃν θανόντα ἐξήγειρας, ὡς Προφήτης ἔνθεος, ἱερῶς θαυμαζόμενος, ἁλσὶ δὲ πάλιν, ὕδατα ἄγονα, σαφῶς μετάγεις εἰς γονιμότητα, θαύματα ἄπειρα, ἐκτελεῖς τῇ χάριτι τοῦ παντουργοῦ, Πνεύματος μακάριε· ὅθεν ὑμνοῦμέν σε.
Στιχηρὰ τοῦ Ἱεράρχου
Ἦχος δ'
Ὥς γενναῖον ἐν Μάρτυσιν
ληθείας ἑδραίωμα, καὶ τῆς πίστεως ἔρεισμα, καὶ δογμάτων πρόβολον σὲ γινώσκομεν, τῆς εὐσεβείας συνήγορον, ἁγνείας τε σκήνωμα, καὶ δοχεῖον ἐκλεκτόν, εὐωδίας τοῦ Πνεύματος καὶ παμμέγιστον, θησαυρὸν διδαγμάτων καὶ κρηπῖδα, τοῦ Χριστοῦ τῆς Ἐκκλησίας, ἱεροφάντα Μεθόδιε.
Αὐτοκίνητον ὄργανον, ταῖς πνοαῖς ὑπηχούμενον, τοῦ Ἁγίου Πνεύματος ἐχρημάτισας· τῇ πυριφθόγγῳ γὰρ γλώττῃ σου, τὰ θεῖα ἐβρόντησας, καὶ κατέφλεξας ἐχθρῶν, δυσσεβῶν τὰ ζιζάνια, τῶν μὴ χρώμασιν, ὑλικοῖς προσκυνούντων τοῦ Κυρίου, καὶ Θεοῦ ἡμῶν τὸ εἶδος, καὶ τῆς ἀχράντου Μητρὸς αὐτοῦ.
ερέων ἐν τάγμασιν, Ἀσκητῶν ὁμηγύρεσι, καὶ χοροῖς Μαρτύρων σὺ καταλέλεξαι, ὑπὲρ Χριστοῦ μέχρις αἵματος, στερρῶς ἀνθιστάμενος, παρανόμου δικαστοῦ, διελέγχων ἀπόνοιαν, καὶ προστάγματι, ἀσεβοῦς βασιλέως ἐν μνημείῳ, καθειρχθεὶς Πάτερ θεόφρον, διετηρήθης ἀλώβητος.
Δόξα... Ἦχος πλ. β'
Προφῆτα κήρυξ Χριστοῦ, τοῦ θρόνου τῆς μεγαλωσύνης, οὐδέποτε χωρίζῃ, καὶ ἑκάστῳ ἀσθενοῦντι ἀεὶ παρίστασαι, ἐν τοῖς ὑψίστοις λειτουργῶν, τὴν οἰκουμένην εὐλογεῖς, πανταχοῦ δοξαζόμενος. Αἴτησαι ἱλασμὸν ταῖς ψυχαῖς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον
Τριήμερος ἀνέστης Χριστὲ
Μεγάλων χαρισμάτων ἁγνή, Παρθένε Θεονύμφευτε, ἠξιώθης, ὅτι ἔτεκες σαρκί, τὸν ἕνα τῆς Τριάδος, Χριστὸν τὸν ζωοδότην, εἰς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἢ Σταυροθεοτοκίον
Πάναγνος ὡς εἶδέ σε, ἐπὶ Σταυροῦ κρεμάμενον, θρηνῳδοῦσα ἀνεβόα μητρικῶς· Υἱέ μου καὶ Θεέ μου, γλυκύτατόν μου τέκνον, πῶς φέρεις πάθος ἐπονείδιστον;
Εἰς τὸν Στίχον, τῆς Ὀκτωήχου, Εἶτα τοῦ Ἱεράρχου, ἦχος δ'.
Ποίημα Φωτίου Πατριάρχου.
Στίχ. Τίμιος ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
Εὐφροσυνως σήμερον, ἡ Ἐκκλησία τοῦ Θεοῦ στολίζεται, ἀγαλλομένη καὶ κράζουσα· Ἐλαμπρύνθη μου τὸ κάλλος, ὑπὲρ πᾶσαν πόλιν· ἰδοὺ γὰρ τῶν Ἀρχιερέων τὸ μέγα κειμήλιον, ὁ ἔνδοξος Μεθόδιος, τὴν πορείαν πρὸς οὐρανὸν ἐποιήσατο· Δεῦτε οὖν φιλέορτοι, τῶν ὀρθοδόξων τὸ σύστημα, χοροστατήσαντες περὶ τὴν θείαν λάρνακα, ἰαμάτων πλημμύραν λαβόντες παρ᾽ αὐτῆς, ἱκετεύσωμεν αἰτήσασθαι Χριστὸν τὸν Θεόν, τοῦ ῥυσθῆναι τὴν οἰκουμένην, ἀπὸ πάσης αἱρέσεως.
Δόξα... Ἦχος πλ. δ'
Τῶν Προφητῶν τοὺς ἀκραίμονας, καὶ παμφαεῖς φωστῆρας τῆς οἰκουμένης, ἐν ὕμνοις τιμήσωμεν πιστοί, Ἠλίαν καὶ Ἐλισαῖον, καὶ Χριστῷ ἐκβοήσωμεν μελῳδικῶς· Εὔσπλαγχνε Κύριε, παράσχου τῷ λαῷ σου, ἱκεσίαις τῶν Προφητῶν σου, ἄφεσιν ἁμαρτιῶν, καὶ τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Τὰ οὐράνια ὑμνεῖ σε, κεχαριτωμένη Μῆτερ ἀνύμφευτε, καὶ ἡμεῖς δοξολογοῦμεν, τὴν ἀνεξιχνίαστόν σου γέννησιν, Θεοτόκε πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἢ Σταυροθεοτοκίον
Οἱ Μάρτυρές σου
δάμαλις ἡ ἄσπιλος, τὸν μόσχον βλέπουσα ἐπὶ τοῦ ξύλου, προσαναρτώμενον ἐθελουσίως, ὀδυρομένη γοερῶς· Οἴμοι! ἀνεβόα ποθεινότατον τέκνον, τὶ σοι δῆμος ἀνταπέδωκεν, ἀχάριστος Ἑβραίων, θέλων με ἀτεκνῶσαι, ἐκ σοῦ παμφίλτατε;
Ἀπολυτίκιον Ἦχος δ'
Ταχὺ προκατάλαβε
ἔνσαρκος Ἄγγελος, τῶν Προφητῶν ἡ κρηπίς, ὁ δεύτερος Πρόδρομος, τῆς παρουσίας Χριστοῦ, Ἠλίας ὁ ἔνδοξος, ἄνωθεν καταπέμψας, Ἐλισαίῳ τὴν χάριν, νόσους ἀποδιώκει, καὶ λεπροὺς καθαρίζει· διὸ καὶ τοῖς τιμῶσιν αὐτόν, βρύει ἰάματα.
Δόξα... Τοῦ Ἱεράρχου
Ἦχος πλ. δ'
ρθοδοξίας ὁδηγέ, εὐσεβείας διδάσκαλε καὶ σεμνότητος, τῆς οἰκουμένης ὁ φωστήρ, Ἀρχιερέων θεόπνευστον ἐγκαλλώπισμα, Μεθόδιε σοφέ, ταῖς διδαχαῖς σου πάντας ἐφώτισας, λύρα τοῦ Πνεύματος. Πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τῶν Ἁγίων.
Ὁ κανὼν τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.
Χαῖρε Προφῆτα τοῦ Θεοῦ πανόλβιε.
Ἄνευ τῶν Θεοτοκίων. Ἰωάννου Μοναχοῦ.
Ὠδὴ α' Ἦχος πλ. δ'
Ἄσωμεν τῷ Κυρίῳ
Χαίροις ὦ Ἐλισαῖε, ἐπιδεδειγμένος τὴν Ἰσάγγελον, ἐπὶ γῆς πολιτείαν, ἐν σαρκί τε βιώσας ὡς ἄριστος.
ϋλόν σου τὸ ὄμμα, τῆς ψυχῆς Προφῆτα φυλαξάμενος, τῇ τοῦ Πνεύματος αἴγλῃ, προορᾶν ἠξιώθης τὰ μέλλοντα.
αμα τοῖς νοσοῦσι, καὶ πλημμελημάτων καθαρτήριον, ἐκ Θεοῦ Ἐλισαῖε, τοῖς γνησίως ὑμνοῦσί σε αἴτησαι.
Θεοτοκίον
σωμεν τῷ Κυρίῳ τῷ ἐκ τῆς Παρθένου εὐδοκήσαντι, σαρκωθῆναι ἀσπόρως, εἰς ἡμῶν σωτηρίαν καὶ λύτρωσιν.
Ὁ Κανὼν τοῦ Ἱεράρχου, οὗ ἡ Ἀκροστιχίς.
Ἀρχιερῆα Θεοῖο, Μεθόδιον ᾄσματι μέλπω.
Ὠδὴ α' Ἦχος β'
Δεῦτε λαοὶ ᾄσωμεν
φ' ἁρπαγῆς, καὶ προνομῆς καὶ δουλείας με, τῆς ἁμαρτίας λύτρωσαι, καὶ πρὸς μετάνοιαν, ποδηγήσας Οἰκτίρμον, προνόμευσον ἀξίως ἐν τῇ ἀγάπῃ σου.
εῖθρον ζωῆς, ἔχων σοφὲ τὴν καρδίαν σου, τῇ Ἐκκλησία γέγονας, ὡς ποταμὸς Θεοῦ, πληρωθεὶς διδαγμάτων, καὶ ταύτης καταρδεύσας Πάτερ τὸ πρόσωπον.
Χαλιναγωγῶν, σὺ τῶν παθῶν τὰ σκιρτήματα, τῆς ἐγκρατείας ἔρωτι μετεστοιχείωσας, τῆς σαρκὸς τὸ ὑλῶδες, πρὸς τὴν τῆς ἀπαθείας Πάτερ ἀκρώρειαν.
Θεοτοκίον
δοὺ φησιν, ὁ Ἡσαΐας Παρθένε ἁγνή, βουλῆς μεγάλης Ἄγγελον ἐν τῇ νηδύϊ σου, συλλαβοῦσα ἀσπόρως, καὶ τέτοκας καὶ σώζῃ μετὰ τὸν τόκον ἁγνή.
Τοῦ Προφήτου
Ὠδὴ γ'
Σὺ εἶ τὸ στερέωμα
ήσει θεοπνεύστῳ, σὲ χρηματισθεὶς σαφῶς ἔχρισεν, Ἐλισαῖε, ἔνδοξε Προφήτην, Ἠλιοὺ ὁ θεσπέσιος.
Εὗρε τὴν ἀνάπαυσιν, καὶ ἐνεσκήνωσεν ἄφθονος, χάρις ἐν σοί, Πνεύματος Ἁγίου, Ἐλισαιέ, ἀοίδιμε.
Πόνοις σε νεώσαντα, τὴν τῆς ψυχῆς εὑρὼν αὔλακα, προφητικήν, χάριν ὁ Δεσπότης, Ἐλισαῖε, ἐνέσπειρεν.
Θεοτοκίον
Σὲ πάντες κεκτήμεθα, καταφυγὴν καὶ τεῖχος ἡμῶν, Χριστιανοί, σὲ δοξολογοῦμεν, ἀσιγήτως ἀνύμφευτε.
Τοῦ Ἱεράρχου
Στερέωσον ἡμᾶς
Θερμότητι φρενῶν καὶ ζήλῳ πίστεως, Πατέρων σὺ γέγονας κορυφαῖος, τῶν Ἑβραίων τε τὴν ἔνστασιν, ὡς ὑπάρχουσαν Ἅδου πύλην ἔθραυσας.
βίος ἱερὸς ὁ λόγος ἔνθεος, ἡ πρᾶξις τῷ λόγῳ δεδοξασμένη, ἀναβάσεις ἐν καρδίᾳ σου, ἀληθοῦς θεωρίας ἐθησαύρισε.
Θεοτοκίον
ξένος τοκετὸς ἡ ξένη πρόοδος, ἐν μήτρᾳ ξενίζεται τῆς Παρθένου, καὶ τὴν φύσιν ὀλισθήσασαν, εἰς φθορὰν ἐξ ἀπάτης ἀνεστήσατο.
Ὁ Εἱρμὸς
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας, τὴν ἁμαρτίαν, καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.
Κοντάκιον τοῦ Ἱεράρχου
Ἦχος δ'
Ἐπεφάνης σήμερον
Εὐσεβείας δόγμασι τὴν Ἐκκλησίαν, καταυγάσας ἤλασας, τὴν τῶν αἱρέσεων ἀχλύν, ἱεροφάντα Μεθόδιε, πᾶσι κηρύττων Χριστὸν εἰκονίζεσθαι.
Κάθισμα τοῦ Προφήτου
Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Προβλέψει θεϊκῇ, Ἠλιού σε ὁ μέγας, σοφὲ Ἐλισαῖε, φοιτητὴν ἐπισπᾶται, Προφήτην δεικνύων σε, ἐλλαμπόμενον Πνεύματι· ὅθεν σήμερον, τὴν παναγίαν σου μνήμην, ἑορτάζομεν, εὐσεβοφρόνως τιμῶντες, σὺν τούτῳ σε ἔνδοξε.
Ἕτερον τοῦ Ἱεράρχου
Ἦχος δ'
Ἐπεφάνης σήμερον
σπερ μέγας ἥλιος, ταῖς τῶν δογμάτων, καὶ θαυμάτων λάμψεσι, φωταγωγεῖς διὰ παντός, τῆς οἰκουμένης τὸ πλήρωμα, οὐρανομύστα, παμμάκαρ Μεθόδιε.
Θεοτοκίον
Τὰς ἀχράντους χεῖράς σου, Παρθενομῆτορ, ἐφαπλοῦσα σκέπασον, τοὺς πεποιθότας ἐπὶ σέ, καὶ τῷ Υἱῷ σου κραυγάζοντας· Πᾶσι παράσχου, Χριστὲ τὰ ἐλέη σου.
Τοῦ Προφήτου
Ὠδὴ δ'
Εἰσακήκοα Κύριε
ιζότομον ἀνέδειξε, πάσης σε κακίας Πνεῦμα τὸ Ἅγιον, φυτοκόμον Ἐλισαῖε δέ, ἀρετῆς ἁπάσης παμμακάριστε.
προγνώστης τοῦ μέλλοντος, καὶ καλῶν ὡς ὄντα τὰ μὴ ὑπάρξαντα, Ἐλισαῖέ σε ἐπάξιον, προειδὼς Προφῆτα προωρίσατο.
κολούθει τῷ βίῳ σου, ἡ τῶν ἀρετῶν Προφῆτα ὁμήγυρις· ὅθεν νῦν πανηγυρίζουσιν, οἱ λαοὶ καὶ δῆμοι ἐν τῇ μνήμῃ σου.
Θεοτοκίον
Τὸν Θεὸν ὃν ἐκύησας, ἄχραντε Παρθένε τοῦτον δυσώπησον, τοῖς ἱκέταις σου δωρήσασθαι, τῶν πλημμελημάτων τὴν συγχώρησιν.
Τοῦ Ἱεράρχου
Ὑμνῶ σε· ἀκοῇ γὰρ Κύριε
δρῶσι, τοὺς ἀγῶνας ἔσπειρας, ἐν τῇ χώρᾳ τῆς μετανοίας, καὶ θερίσας ἄσταχυν Μεθόδιε, τῆς ἀπαθείας ἐν γῇ, τῶν πραέων κατεσκήνωσας, καὶ σὺν τοῖς Ἀσωμάτοις ἑορτάζεις ἀεί.
ρθρίσας, προσευχαῖς συνέλαβες, θεῖον φόβον ἐν τῇ γαστρί σου, καὶ τέτοκας Πνεύματι τῇ ποίμνῃ σου, δογμάτων ὅρους, δι' ὧν τὰς αἱρέσεις ἀποφράττουσα, εἰς γῆν ὀρθοδοξίας ἐμπλατύνεται.
νάψας, τὴν σαυτοῦ προαίρεσιν, τῷ ἐλαίῳ τῆς εὐποιΐας, ἀνύστακτος γέγονας, τοῖς πένησι λαμπὰς Παμμάκαρ· διὸ τοῦ νυμφῶνός σοι τὴν εἴσοδον, Χριστὸς σὺν ταῖς παρθένοις προεξένησε.
Θεοτοκίον
σπόρως, χωρηθεὶς Πανάμωμε, θεῖος Λόγος ἐν τῇ γαστρί σου, προέρχεται σύμμορφος, ἀτρέπτως τοῦ βροτείου γένους· διὸ καὶ τῆς πλάσεως ἀνάπλασιν, δι οἶκτον θειοτέραν προεξένησε.
Τοῦ Προφήτου
Ὠδὴ ε'
Φώτισον ἡμᾶς
Τὶς τὰς πρακτικάς, ἀρετάς σου διηγήσεται; τὰς ἀναβάσεις δὲ τοῦ Πνεύματος, τὶς καταγγεῖλαι Προφῆτα, Θεοῦ δυνήσεται;
βυσσον εὑρών, Ἐλισαῖε χαρισμάτων Θεοῦ, τοῖς προσιοῦσί σοι ἐπήγασας, προρρήσεις θείας, ἰάσεις ψυχῆς καὶ σώματος.
Τάφος τὰ τῶν σῶν, ἀρετῶν οὐκ ἐπεκάλυψεν, Ἐλισαῖε νῦν κατορθώματα, ἀλλ' ὑπὸ πάντων ὑμνούμενα καταγγέλλεται.
Θεοτοκίον
Δυσώπησον ἀεί, τὸν Υἱόν σου καὶ Θεὸν ἡμῶν, ἀπειρόγαμε Μαρία ἁγνή, τοῦ καταπέμψαι τοῖς πιστοῖς τὸ μέγα ἔλεος.
Τοῦ Ἱεράρχου
Ὁ τοῦ φωτὸς χορηγὸς
άβδῳ τῇ τῆς πίστεως, τὰ τῶν αἱρέσεων σοβεῖς θήρατρα, καὶ τῷ δεσμῷ συζεύξας τὴν ποίμνην, τῆς θείας ἀγάπης, ἐλπίδι καὶ πίστει φυλάττεις ἀκλόνητον.
ποσεισάμενος, τῇ ἐγκρατείᾳ τὴν τρυφην ἔθρεψας, σοῦ τὴν ψυχὴν ὀψώνιον ἔχων, συντόνους προσευχάς, μελέτην τε θείαν, ὑψοῦσαν ταπείνωσιν.
Σὺ τὸν χιτῶνα Σοφέ, τῆς Ἐκκλησίας πρακτικῶς ὕφανας, ἐν ᾧ χριστοῦ σεπτὸν χαρακτῆρα, στηλώσας, τῇ πίστει, τῆς ὀρθοδοξίας ἐτράνωσας δόγματα.
Θεοτοκίον
Σὲ προστασίαν Ἁγνή, καὶ τῆς ἐλπίδος ἀσφαλῆ ἄγκυραν, καὶ συνοχὴν καὶ σκέπην καὶ τεῖχος, κεκτήμεθα πάντες, καὶ πρὸς βασιλείαν εἰσάγουσαν γέφυραν.
Τοῦ Προφήτου
Ὠδὴ ς'
Ἱλάσθητί μοι Σωτὴρ
νοῦς σου εἰλικρινής, ὁ λόγος σου διειδέστατος· πηγῆς γὰρ ἐκ καθαρᾶς, ἀθόλωτοι βρύουσι, Προφῆτα μακάριε, προχοαὶ ὑδάτων, θριαμβεῦσαί σου τὰ κρύφια.
πέστης μὴ χωρισθείς, τοῦ διδασκάλου πανεύφημε, καὶ ξένην ἑωρακώς, πορείαν ποιούμενον, ὑψώθης τῷ ἔρωτι, Ἐλισαῖε μάκαρ, συμμετέωρος γενόμενος.
Θροῇ μὲν Ἐλισαιέ, ὁρώμενος τὸν διδάσκαλον, τεθρίππῳ τῶν ἀρετῶν, πυρίνῳ τῷ ἅρματι, καὶ ἵπποις αἰρόμενον, ἀλλ' ἐδέξω κλῆρον, μηλωτὴν σὺν τοῖς χαρίσμασι.
Θεοτοκίον
υσθείημεν τῶν δεινῶν, πταισμάτων ταῖς ἱκεσίαις σου, Θεογεννῆτορ ἁγνή, καὶ τύχοιμεν πάναγνε, τῆς θείας ἐλλάμψεως, τοῦ ἐκ σοῦ ἀφράστως, σαρκωθέντος Υἱοῦ τοῦ Θεοῦ.
Τοῦ Ἱεράρχου
Ἐν ἀβύσσῳ πταισμάτων
ερεῖον καὶ θύτης γενόμενος, ἔσπεισας σαυτὸν τῷ Θεῷ διὰ πίστεως, καὶ συντηρεῖς ἐν ἅπασι, τῆς λατρείας αὐτῷ τὴν τελείωσιν.
Νῦν εἰς ἄϋλον δόξαν ἀπάρας ἐκ γῆς, τὴν ὑλομανοῦσαν τοῖς πάθεσιν Ὅσιε, τῇ ἐμμελεῖ καθάρσει σου, τῆς πρεσβείας ψυχήν μου θεράπευσον.
ποξέσας τὸν ὄγκον τοῦ γράμματος, τῇ τῶν νοημάτων σου θείᾳ λαμπρότητι, τῆς Ἐκκλησίας γέγονας, ὀξυγράφος Μεθόδιε κάλαμος.
Θεοτοκίον
πορία καλύπτει τὸν τόκον σου· ξένως γὰρ Παρθένε θηλάζεις τὸν ἄποσον, καὶ γαλουχεῖς τὸν ἄϋλον, καὶ ἀγκάλαις συνέχεις τὸν κτίσαντα.
Ὁ Εἱρμὸς
ν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Κοντάκιον Ἦχος πλ. δ'
Τῇ ὑπερμάχῳ
Διπλῆν τὴν χάριν εἰληφὼς παρὰ τοῦ Πνεύματος, Προφήτης ὤφθης θαυμαστὸς πᾶσι τοῖς πέρασι, τοὺς ὑμνοῦντάς σε λυτρούμενος ἐκ κινδύνων, καὶ δωρούμενος τὴν χάριν τῶν θαυμάτων σου, τοῖς προστρέχουσιν ἐν ταύτῃ μετὰ πίστεως, καὶ βοῶσί σοι· Χαίροις Προφῆτα θεσπέσιε.
Ὁ Οἶκος
λιος καταλάμψας ὁ τῆς δικαιοσύνης ἐν τῇ πεφωτισμένῃ ψυχῇ σου, ἀπεδίωξε πᾶσαν ἀχλὺν ἁμαρτίας ἐξ αὐτῆς, καὶ Θεοῦ ἔδειξε Προφήτην σε φαιδρότατον· ἐντεῦθεν καὶ ἡμεῖς κράζομεν οὕτως·
Χαῖρε, Θεοῦ ὁ μηδὲν προτιμήσας, χαῖρε, βοῶν κατασφάξας τὰ ζεύγη.
Χαῖρε, ὁ καταλείψας τὸν βίον σου ἅπαντα, χαῖρε, ὁ πλουτήσας τὸν πλοῦτον τὸν ἄσυλον.
Χαῖρε, ὅτι ἠκολούθησας τῷ καλέσαντι Θεῷ, χαῖρε, ὅτι νῦν ἀπείληφας παρ' αὐτοῦ τὰς δωρεάς.
Χαῖρε, ὅτι τὴν μηλωτὴν Ἠλιοὺ ἐκομίσω, χαῖρε, ὅτι ἐν τάχει διασχίζεις τὸ ὕδωρ.
Χαῖρε, περῶν ἀβρόχως τὰ ὕδατα. χαῖρε, ψυχῶν πολλῶν ὁ ἐπίκουρος.
Χαῖρε, μαθὼν τὴν ἀπόκρυφον γνῶσιν, χαῖρε, θανὼν καὶ ὡς ζῶν ἐποπτεύων.
Χαίροις, Προφῆτα θεσπέσιε.

Σ υ ν α ξ ά ρ ι ο ν
Τῇ ΙΔ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ἐλισαίου.
Στίχοι
λίαν ἵπποι, τὸν δὲ διπλοῦν Ἠλίαν,
Εἰς οὐρανοὺς ἀνῆγον ὡς ἵπποι Νόες.
Πότμον Ἐλισσαῖος δεκάτῃ λάχεν ἠδὲ τετάρτῃ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Μεθοδίου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως.
Στίχοι
Μεθόδιον φωστῆρα τῆς Ἐκκλησίας,
Τὸ τῆς τελευτῆς σβεννύει στυγνὸν νέφος.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυρίλλου, Ἐπισκόπου Γορτύνης τῆς Κρητῶν νήσου.
Στίχοι
Εἰ καὶ γέρων Κύριλλος ἦν ὁ Γορτύνης,
βῶσαν εἶχε πρὸς ξίφος τὴν καρδίαν.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Τοῦ Προφήτου
Ὠδὴ ζ'
Παῖδες Ἑβραίων
Εἴληφας μάκαρ Ἐλισσαῖε, ἐν τῷ Πνεύματι διπλᾶ τοῦ διδασκάλου, καὶ ἐν τούτῳ θεοφορούμενος ἐβόας· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
λον τὸν βίον ἐκαρπώσω, καὶ τὴν ἄφθονον χάριν τοῦ διδασκάλου, παρθενίας δειχθεὶς κειμήλιον καὶ μέλπων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
δωρ διῆλθες, Ἰορδάνου, ὃ ἐπάταξας μνησθεὶς τοῦ διδασκάλου, καὶ διέβης ἀνίκμοις ἴχνεσι κραυγάζων· Εὐλογητὸς εἶ Κύριε, ὁ Θεὸς εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Χαίροις πανάμωμε Παρθένε, ὅτι ἔτεκες Θεὸν σαρκὶ τῷ κόσμῳ, τὸν ἐκ πλάνης ἁγνὴ λυτρούμενον τοὺς πίστει, σὲ Θεοτόκον Δέσποιναν, ἀληθῆ δοξολογοῦντας.
Τοῦ Ἱεράρχου
Εἰκόνος χρυσῆς
Σοφίας κρατήρ, ἀνεδείχθης ἀρεταῖς σοφὲ πληρούμενος, καὶ συγκαλέσας τῷ κηρύγματι, τῆς ὑψηλῆς πολιτείας σου, ἴθυνας τὴν ποίμνην θεόφρον, καὶ σὺν αὐτῇ πάτερ ἔκραζες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μονὰς τὰς ἐκεῖ, καὶ τὰς λήξεις ἐν τιμῇ Πάτερ προέφθασας, καὶ συναγάλλῃ τῷ Κυρίῳ σου, καὶ συνευφραίνῃ καὶ γέγηθας. Ὅθεν σε τιμῶμεν παμμάκαρ, τῷ δοξάζοντι κράζοντες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
νδρείᾳ φρενῶν, ἐζωσμένος τὴν ὀσφὺν Πάτερ Μεθόδιε, καὶ διὰ βίου στολισάμενος, τὴν ἀμπεχόνην τῆς πίστεως, ἐν τῇ εὐωχίᾳ τῆς ἄνω, βασιλείας εἰσέδραμες· Εὐλογητός εἶ ἐκβοῶν, ὁ τῶν Πατέρων Θεός.
Θεοτοκίον
πάτωρ ἐκ σοῦ, ὁ ἀμήτωρ ἐκ Πατρὸς Ἁγνὴ προέρχεται, καὶ τῆς ἁγνείας σου τὰ σήμαντρα, διατηρήσας ἀλώβητα, ἔδειξεν ἀλόχευτον τόκον, καὶ παρθενίαν ἀμόλυντον· καινοτομοῦνται γὰρ ἐν σοί, νόμοι τῆς φύσεως.
Τοῦ προφήτου
Ὠδὴ η'
Τὸν ἐν ὄρει, ἁγίῳ
λας θεῖον, ἐν Πνεύματι Ἁγίῳ, Ἐλισαῖε ὑπῆρξας θεοφόρε, καὶ ἐν ἁλσὶ ἰάσω νάματα ἄτεκνα· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας.
Νέων παίδων, τὴν ἄτακτον κακίαν, ἀναστέλλων θηρσὶ τοῖς αἱμοβόροις, Ἐλισαῖε Προφῆτα βορὰν δέδωκας· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας.
Λελουμένος, Ναιμὰν δι' Ἐλισαίου, καὶ τῆς λέπρας πλυθεὶς ἐν Ἰορδάνῃ, τὴν τοῦ βαπτίσματος ἐδήλου θείαν κάθαρσιν, Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, βοῶν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
Τὸν ἐν κόλποις, Πατρὸς ἀκαταλήπτου, καὶ ἀγκάλαις Μητρὸς ἀπειρογάμου, ἀνερμηνεύτως ἐμφανισθέντα ἅπασι· Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Ἱεράρχου
Τὸν ἐν καμίνῳ τοῦ πυρὸς
Σὺ ἐν τῷ οἴκω τοῦ Θεοῦ, ὡς κατάκαρπος Σοφε δειχθεὶς ἐλαία, εὐποιΐας ἐλαίῳ, καὶ ἐγκρατείας τρυφῇ, πενήτων καρδίας ἐλίπανας, καὶ φαιδρὰν ἀνῆψας, τῇ σῇ ψυχῇ λαμπάδα.
εραρχίας τὴν στολήν, τῷ τῶν ἔργων σου φωτὶ λαμπρύνας ὤφθης, σωφροσύνης κλειδοῦχος, τῆς ἐγκρατείας τρυφή, τῆς ὄντως προσευχῆς διδάσκαλος, καὶ τῆς μετανοίας ὁδὸς καὶ νόμος βίου.
Μεταμελείας ὁ καιρός, μετανοίας τὸν καρπὸν προβάλλεταί σοι, καὶ συκῆς τῆς ἀκάρπου, τὴν ἐκτομὴν ἀπειλεῖ, ψυχή μου τὴν ἀρὰν πτοήθητι, θρέψον δὲ Χριστὸν ἀρετῶν τῇ εὐκαρπίᾳ.
Θεοτοκίον
Μὴ ἐπιλάθῃ τῆς φωνῆς, προστασία φοβερὰ τῶν ἱκετῶν σου, ἀλλ' ἐκ πάσης ὀδύνης, ταῖς μεσιτείαις ταῖς σαῖς, καὶ πάσης ἀπειλῆς ἐξάρπασον· κάμπτει γὰρ ἡ σή, μητρικὴ Θεὸν πρεσβεία.
Ὁ Εἱρμὸς
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραίων τοῖς Παισὶ συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον, μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς Κύριον, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Προφήτου
Ὠδὴ θ'
Κυρίως Θεοτόκον
Βοῶσαν κατοικτίρας, καὶ ὀδυνωμένην, τὴν Σωμανῖτιν τὸν παῖδα ἀνέστησας, μετὰ τὴν στείρωσιν λύσας, Μάκαρ τὴν νέκρωσιν.
θύνετο ὁ βίος, λόγῳ ἀληθείας, ἐδυναμοῦτο ὁ λόγος δὲ Πνεύματι, δι' ἐναρέτου σου βίου, Προφῆτα ἔνδοξε.
ν λήξει πανολβίῳ, μάκαρ Ἐλισαῖε, ἀναπαυόμενος νῦν καθικέτευε, τῆς τῶν ψυχῶν σωτηρίας, ἀξιωθῆναι ἡμᾶς.
Θεοτοκίον
νήργησας ἀφράστως, Δέσποτα Σωτήρ μου, καθ' ἑκατέρας τῶν δύο σου φύσεων, αὐτεξουσίῳ θελήσει, τὴν σωτηρίαν μου.
Τοῦ Ἱεράρχου
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον
ναπεμάρανας Πάτερ, μεθοδείας καὶ βέλη, πυρὶ τῆς ἐγκρατείας τοῦ ἐχθροῦ, καὶ τῆς ἁγνείας τῷ ἄνθρακι, τῆς σαρκὸς τὴν ὑλώδη, μανίαν πυρπολήσας ἀληθῶς, τῆς ἐκεῖ φωταυγείας, Μεθόδιε ἠξίωσαι.
Λιποτακτήσας οὐδόλως, ἀσθενείᾳ σαρκός σου, τοῖς θείοις ἐνετρύφας δαψιλῶς, οὐδὲ τὸ γῆρας προέκρινας, τὴν καθέδραν προβλέπων, ὡς ἔφη Δανιὴλ τοῦ Παλαιοῦ, ἀλλ' ὑπερεῖδες Πάτερ, ἐν κόποις τὴν ἀσθένειαν.
Πατριαρχῶν ἐν χορείᾳ, αὐλιζόμενος μέλπεις, τὸ ἆσμα τῶν Ἀγγέλων σὺν αὐτοῖς, Ἅγιος, Ἅγιος, Ἅγιος, ὁ Πατὴρ ὁ γεννήτωρ, Υἱὸς ὁ γεννηθείς, καὶ τὸ Πνεῦμα, προϊὸν ἀμερίστως, Τριὰς Ἁγία δόξα σοι.
Θεοτοκίον
Νύμφη καὶ Μήτηρ Παρθένε, τῶν Ἀγγέλων τὰ πλήθη, τὸν σὸν καθικετεύουσιν Υἱόν, δέξαι κἀμὲ ἡ ἐλπὶς τῶν πιστῶν, καὶ εἰρήνην τῷ κόσμῳ, νίκας τῷ φιλοχρίστῳ Βασιλεῖ, καὶ ἡμῖν σωτηρίαν, τοῖς σὲ ὑμνοῦσι βράβευσον.
Ὁ Εἱρμὸς
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφία, ἥκοντα καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου, ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφρόνως, ἐν ὕμνοις μεγαλύνομεν.
Ἐξαποστειλάριον
Ὁ οὐρανὸν τοῖς ἄστροις
ξ ἀροτῆρος ὤφθης, προφήτης ὦ Ἐλισαῖε· καὶ Ἠλιοὺ δεδεγμένος, τὴν μηλωτὴν καὶ τὸ αὐτοῦ, πνεῦμα δισσῶς ἐπεσπάσω, καὶ σὺν αὐτῷ σε τιμῶμεν.
Ἕτερον τοῦ Ἱεράρχου
Τῶν μαθητῶν ὁρώντων σε
ς ἥλιος ἀνίσχων ἐκ τῆς ἑῴας, ἔδυς εἰς τὰ ἑσπέρια τῇ ἀθλήσει, νῦν δὲ κατεφώτισας τὸν κόσμον, σοῖς πάνσοφε διδάγμασι, Πάτερ Μεθόδιε θεοφόρε· διὸ ἡμῶν ὑπερεύχου.
Θεοτοκίον Ὅμοιον
μεῖς ἐν σοὶ καυχώμεθα Θεοτόκε, καὶ εἰς Θεὸν σε ἔχομεν προστασίαν, ἔκτεινον τὴν χεῖρά σου τὴν ἄμαχον, καὶ θραῦσον τοὺς ἐχθροὺς ἡμῶν, σοῖς ἐξαπόστειλον δούλοις, βοήθειαν ἐξ Ἁγίου.
Εἰς τὸν Στίχον τῆς Ὀκτωήχου
Δόξα... Ἦχος πλ. β'
Φωτίου Πατριάρχου
στὴρ ἀνέτειλεν εὐσεβείας, ἀπὸ δυσμῶν ἡλίου τοῦ φαινομένου, ὁ μέγας ἐν Ἱεράρχαις Μεθόδιος, καὶ τὴν ἀχλὺν διατμήξας τῶν κακοδόξων, κατέπαυσεν εἰς τὴν ὄντως ἀνατολήν, τοῦ τῆς δικαιοσύνης ἡλίου, Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, κἀκεῖσε ταῖς ἀσωμάτοις συναυλιζόμενος χορείαις, καὶ πρὸς τῷ θρόνῳ παρεστὼς τῆς Τριάδος, ὡς Ὅσιος, ὡς Μάρτυς, ὡς Ἱερεύς, ὡς Πατριάρχης, πράξει καὶ θεωρίᾳ, ἡμῖν αἰτεῖται τοῖς ἐν πίστει τελοῦσι, τὴν Ἱερὰν αὐτοῦ μνήμην, τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον
Τριήμερος ἀνέστης
Μετάνοιαν οὐ κέκτησαι, ψυχὴ ἀμετανόητε, τὶ βραδύνεις; τοῦ θανάτου ἡ τομή, ἐγγίζει καὶ τὸ τέλος, ἐφέστηκεν ὡς κλέπτης, τῇ Θεοτόκῳ δράμε πρόσπεσον.
Ἢ Σταυροθεοτοκίον
ρῶσά σε σταυρούμενον, Χριστὲ ἡ σὲ κυήσασα, ἀνεβόα· Τὶ τὸ ξένον ὃ ὁρῶ, μυστήριον Υἱέ μου; πῶς ἐπὶ ξύλου θνῄσκεις, σαρκὶ κρεμάμενος ζωῆς χορηγὲ;

Καὶ ἡ λοιπὴ Ἀκολουθία, ὡς συνηθες, καὶ Ἀπόλυσις.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου