Τετάρτη 21 Μαΐου 2014

ΜΗΝΑΙΟ ΙΟΥΝ. (2)



ΙΟΥΝΙΟΥ
ΤΗ Β’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος δ'
Ὡς γενναῖον ἐν Μάρτυσιν
ληθείας ἑδραίωμα, καὶ τῆς πίστεως ἔρεισμα, καὶ δογμάτων πρόβολον σὲ γινώσκομεν, τῆς εὐσεβείας συνήγορον, ἁγνείας τε σκήνωμα, καὶ δοχεῖον ἐκλεκτόν, εὐωδίας τοῦ Πνεύματος, καὶ παμμέγιστον, θησαυρὸν διδαγμάτων καὶ κρηπῖδα, τοῦ Χριστοῦ τῆς Ἐκκλησίας, Ἱεροφάντα θεόπνευστε.
ποστόλων διάδοχον, Ἀθλοφόρων ὁμότροπον, Ἀσκητῶν ὁμόζηλον εὐφημοῦμέν σε, καὶ Διδασκάλων ἐκσφράγισμα, καὶ θεῖον ἐκτύπωμα, καὶ Χριστοῦ μυσταγωγόν, Ἱεράρχα μακάριε, καὶ θεόρρυτον, ποταμὸν ἰαμάτων τὰς ἀνόμους, καὶ βλασφήμους διανοίας, κατακαλύπτοντα πάνσοφε.
Τῆς σοφίας τὸ τάλαντον, πλεονάσας Πανόλβιε, τῆς χαρᾶς ἠξίωσαι τοῦ Κυρίου σου, πεποικιλμένος τῇ χάριτι, τῆς θείας ἐλλάμψεως, καὶ τῇ αἴγλῃ νοητῶς, ἀποστίλβων τοῦ Πνεύματος, νῦν παρίστασαι, δεξιᾷ ζωηφόρῳ λαμπηδόσιν, οὐρανίοις ἀενάως, καταστραπτόμενος ἔνδοξε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Μακαρίζω σε Πάναγνε, τὴν βροτοὺς ἀφαρπάσασαν, ἐκ βυθοῦ κακίας καὶ ἀπογνώσεως, ὑμνολογῶ σε Θεόνυμφε, τὴν ἀειμακάριστον, καὶ δοξάζω σου Σεμνή, τὴν ἀπόρρητον κύησιν, ὅτι ἔτεκες, τὸν Σωτῆρα τοῦ κόσμου, καὶ κατάρας, ἠλευθέρωσας Παρθένε, προγονικῆς τὸ ἀνθρώπινον.
Ἢ Σταυροθεοτοκίον
ς ἑώρακε Κύριε, ἡ Παρθένος καὶ μήτηρ σου, ἐν Σταυρῷ κρεμάμενον ἐξεπλήττετο, καὶ ἀτενίζουσα ἔλεγε· Τὶ σοι ἀνταπέδωκαν, οἱ πολλῶν σου δωρεῶν, ἀπολαύσαντες Δέσποτα; Ἀλλὰ δέομαι· Μὴ με μόνην ἐάσῃς ἐν τῷ κόσμῳ, ἀλλὰ σπεῦσον ἀναστῆναι, συνανιστῶν τοὺς προπάτορας.
Ἀπολυτίκιον Ἦχος δ'
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητος, ἐγκρατείας διδάσκαλον, ἀνέδειξέ σε τῇ ποίμνῃ σου, ἡ τῶν πραγμάτων ἀλήθεια· διὰ τοῦτο ἐκτήσω, τῇ ταπεινώσει τὰ ὑψηλά, τῇ πτωχείᾳ τὰ πλούσια, Πάτερ Ἱεράρχα Νικηφόρε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Ἁγίου ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.
Τὸν Νικηφόρον ὡς νικηφόρον ᾄσμασι μέλπω.
Ποίημα Θεοφάνους.
Ὠδὴ α' Ἦχος δ'
Θαλάσσης τὸ ἐρυθραῖον
Τὴν πρᾶξιν τῆς θεωρίας ἔδειξας, σαφῶς ἐπίβασιν· τὴν γὰρ ψυχὴν ῥυθμίσας πρακτικῶς, Νικηφόρε πανόλβιε, πρὸς θεωρίαν ἄριστον, τὴν ἀκροτάτην ἀνεπτέρωσας.
λόγος ὡραϊσμένος πράξεσιν, ὁ βίος λόγῳ δέ, κεκοσμημένος ὤφθη σου λαμπρῶς, Νικηφόρε θεόληπτε· διὸ ἐπὶ τοῦ θρόνου σε, τοῦ ὑψηλοῦ Χριστὸς ἀνέθετο.
Νοσήσας τοῦ Μαμωνᾶ τὴν αἵρεσιν, Λέων ὁ δείλαιος, καὶ τῇ στερρᾷ σοι πέτρᾳ προσβαλών, Νικηφόρε συντέτριπται, καὶ θαυμαστὴ τις γέγονεν, ἡ συμφωνία τῆς σοφίας σου.
Νεκρώσας τὰ ἐπὶ γῆς φρονήματα, σὺ δι' ἀσκήσεως, καὶ τὴν ψυχὴν ἰθύνας ἐμμελῶς, Νικηφόρε θεόπνευστε, πρὸς τοὺς λιμένας ἔφθασας, τῆς ἀκυμάντου καταστάσεως.
Θεοτοκίον
άσω τὴν συντριβὴν Πανάμωμε, τῆς ἀνθρωπότητος, τὸν ποιητὴν τεκοῦσα τοῦ παντός, τὸν ἡμᾶς ἀνορθώσαντα, καταρραγέντας πτώματι, τῶν Προπατόρων Θεονύμφευτε.
Ὠδὴ γ'
Οὐκ ἐν σοφίᾳ
Κατακοσμήσας, ἀρετῶν ταῖς ἰδέαις τὸν βίον σου, καὶ φωστὴρ λόγον ζωῆς, σαφῶς ἐπέχων γενόμενος, Χριστοῦ τὴν πανίερον, ποίμνην ἐποίμανας.
θεορρήμων, καὶ πυρίνη σου γλῶσσα καὶ ἔνθεος, τῷ πυρὶ τῷ νοητῷ, τὰς ἀκανθώδεις κατέφλεξεν, αἱρέσεις θεόσοφε, Πάτερ ἀοίδιμε.
Φιλοσοφίᾳ, τῆς σοφίας τὸ βάθος ἠρεύνησας, καὶ δογμάτων σου πλοκαῖς, τοὺς ἀθετοῦντας εἰκόνα Χριστοῦ, τρανῶς ἀπηγχόνησας, Ἀξιοθαύμαστε.
Θεοτοκίον
μολογοῦντες, τὸν Πατρὶ πρὸ αἰώνων συνάναρχον, ἐπ' ἐσχάτων ἐκ τῆς σῆς, γαστρὸς τεχθέντα Πανάμωμε, κυρίως δοξάζομεν, σὲ Θεομητορα.
Ὁ Εἱρμὸς
Οὐκ ἐν σοφίᾳ, καὶ δυνάμει καὶ πλούτῳ καυχώμεθα, ἀλλ' ἐν σοὶ τῇ τοῦ Πατρός, ἐνυποστάτῳ σοφίᾳ Χριστέ· οὐ γὰρ ἔστιν Ἅγιος, πλήν σου φιλάνθρωπε.
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Χοροὶ Πατριαρχῶν, τὴν ἁγίαν σου μνήμην, ἐν ὕμνοις καὶ ᾠδαῖς, Νικηφόρε τιμῶσι· προσθήκην γὰρ ἐδέξαντο, τὴν ψυχήν σου τὴν ἔνδοξον· ὅθεν σήμερον, καὶ ἡ σεπτὴ Ἐκκλησία, μεγαλύνουσα, τὸν Βασιλέα δοξάζει, τὸν μόνον φιλάνθρωπον.
Θεοτοκίον
Μητέρα σε Θεοῦ, ἐπιστάμεθα πάντες, Παρθένον ἀληθῶς, καὶ μετὰ τόκον ὀφθεῖσαν, οἱ πόθῳ καταφεύγοντες, πρὸς τὴν σὴν ἀγαθότητα· σὲ γὰρ ἔχομεν, ἁμαρτωλοὶ προστασίαν, σὲ κεκτήμεθα, ἐν πειρασμοῖς σωτηρίαν, τὴν μόνην πανάμωμον.
Ἢ Σταυροθεοτοκίον
ρῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τὶς ἡ ἄφατος οἰκονομία σου αὕτη, δι' ἧς ἔσωσας, τὸ τῶν ἀχράντων χειρῶν σου, σοφὸν δημιούργημα;
Ὠδὴ δ'
Ἐπαρθέντα σε ἰδοῦσα
ώμῃ τῇ θείᾳ τὰς μύλας Ἱεροφάντα, τῶν ἀσεβῶν συνέθλασας, τῷ στερρῷ σου λόγῳ, τούτους τροπωσάμενος, καὶ σέβειν ἐδίδαξας, θεῖον τοῦ Σωτῆρος εἰκόνισμα.
μολογία τὴν θείαν Ἱερωσύνην, περιφανῶς ἐφαίδρυνας, Πάτερ Νικηφόρε, Λέοντος ὠμότητι, ὑπεροριζόμενος, μύστα τῶν ἀρρήτων θεόληπτε.
Νεανικῶς προϊστάμενος Νικηφόρε, τῶν εὐσεβῶν δογμάτων, τῆς σεπτῆς Ἐκκλησίας, μάστιγι τῶν λόγων σου, τοὺς λύκους ἐδίωξας, πίστιν τὴν ὀρθὴν καπηλεύοντας.
ς παράδεισον τὴν καρδίαν σου κεκτημένος, ξύλον ζωῆς ἐν μέσῳ ταύτης πεφυτευμένον, πᾶσιν ἐφανέρωσας τὸν λόγον τῆς Πίστεως, Πάτερ Νικηφόρε θεόπνευστε.
Θεοτοκίον
Σεσαρκωμένον τὸν ἄσαρκον πρὶν τεκοῦσα, Λόγον Θεοῦ πανύμνητε Κεχαριτωμένη, κόσμον ἀνεκαίνισας· διὸ σε Θεόνυμφε, πίστει ὀρθοδόξῳ γεραίρομεν.
Ὠδὴ ε'
Σὺ Κύριέ μου φῶς
Νοῦν ἔχων καθαρόν, οὐρανοὺς ἐμβατεύοντα, τῆς γνώσεως καὶ σοφίας, τὸ ἀμάραντον ἄνθος, ἐδρέψω Παμμακάριστε.
άματα ψυχαῖς, ὀρθοδόξοις ἑβράβευσας, τοὺς λόγους σου θεοφάντορ, τὴν δὲ γῆν τῶν ἀφρόνων, κατέστρεψας τοῖς δόγμασι.
Καὶ λόγον πρακτικόν, καὶ ζωὴν ἔχων ἄμεμπτον, ὡς ἥλιος ἐξαστράπτων, τῆς σεπτῆς Ἐκκλησίας, λαμπρύνεις τὸ στερέωμα.
Θεοτοκίον
λύσις τῆς ἀρᾶς, τῆς προμήτορος γέγονας, Πανάμωμε συλλαβοῦσα, τὸν ἡμᾶς εὐλογίαις, ταῖς θείαις στεφανώσαντα.
Ὠδὴ ς'
Θύσω σοι, μετὰ φωνῆς
Φωσφόρος, ταῖς ἀκτῖσιν ἐκλάμπων τοῦ Πνεύματος, ταῖς Ἐκκλησίαις θεόφρον, ἀνεδείχθης στῦλος οὐρανομήκης, καὶ νεφέλη, πρὸς κληρουχίαν ἄγων οὐράνιον.
λην σου, τὴν ζωὴν τῷ Θεῷ καθιέρωσας, διαφερόντως ἐντεῦθεν, καὶ εἰς πᾶσαν ἄρχων τὴν οἰκουμένην, κατεστάθης, Ἱεροφάντα Πάτερ μακάριε.
ήγνυσι, τὰς πλοκὰς τῶν ἀθέων αἱρέσεων, σοῦ ὁ θεόπνευστος λόγος, τῷ διστόμῳ ξίφει τοῦ Παρακλήτου, τὸ δὲ φεγγος, τῆς ἀληθείας πᾶσι προδείκνυσι.
Θεοτοκίον
Οἱ νόμοι, παραδόξως τῆς φύσεως λύονται, ὅτι Παρθένος νῦν τίκτει, καὶ θηλάζει Κόρη ἀπειρογάμως, συλλαβοῦσα, τὸν τῶν ἁπάντων Κτίστην καὶ Κύριον.
Ὁ Εἱρμὸς
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι· ἐκ Δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι».
Κοντάκιον Ἦχος δ'
Ἐπεφάνης σήμερον
Τὸν τῆς νίκης στέφανον, ὦ Νικηφόρε, οὐρανόθεν σήμερον, ὡς εἰληφὼς παρὰ Θεοῦ, σῷζε τοὺς πίστει τιμῶντάς σε, ὡς Ἱεράρχην ὁμοῦ καὶ Διδάσκαλον.
Συναξάριον
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἐν Ἁγίοις Πατρὸς ἡμῶν Νικηφόρου, Ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ Ὁμολογητοῦ.
Στίχοι
Τοῦ Πατριάρχου Πατριάρχης πλησίον,
Θείου γέροντος, Ἀβραὰμ Νικηφόρος.
Δευτερίῃ Νικηφόρος εἰς Ἐδὲμ εὕρατο μοίρην.
Τῇ αὐτῇ ἡμέρᾳ, οἱ ἅγιοι τριάκοντα ὀκτὼ μάρτυρες, ἐν Λουτρῷ βληθέντες, τῆς θύρας ἐμφραγείσης τελειοῦνται.
ἁγία Μήτηρ μετὰ τῶν τριῶν αὐτῆς τέκνων τελειοῦνται.
ὅσιος Ἱερομάρτυς Ἔρασμος, ὁ ἐν τῷ Χερμελίᾳ τῆς Ἀχρίδος, ἐν εἰρήνῃ τελειοῦται.
Αἱ διὰ τοῦ ἁγίου Ἐράσμου πιστεύσασαι τῷ Χριστῷ εἴκοσι χιλιάδες ξίφει τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Ἐν τῇ καμίνῳ
Ναὸν σε ζῶντα, Θεοῦ τοῦ ζῶντος ἐπιστάμεθα, ἔνδον ὡς λυχνίαν ἔχοντα χρυσαυγῆ, τὴν Τριάδα καὶ κραυγάζοντα· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης σου Κύριε.
Αἱρετιζόντων, τὰς γλωσσαλγίας καταλέλυκας, πείθων τὴν εἰκόνα σέβειν τὴν τοῦ Χριστοῦ, Νικηφόρε τοὺς κραυγάζοντας· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης σου Κύριε.
Σοφίας πλοῦτον, καὶ πολιτείαν ἔχων ἔνθεον, πᾶσαν διαβὰς τὴν αἴσθησιν νοερῶς, τῷ Χριστῷ ψάλλων παρίστασαι· Εὐλογημένος εἶ ἐν τῷ Ναῷ, τῆς δόξης σου Κύριε.
Θεοτοκίον
Μὴ διαιροῦντες, τὰ ἡνωμένα μηδὲ συγχέοντες, ἕνα τὸν Χριστὸν δοξάζομεν τὸν ἐκ σοῦ, σαρκωθέντα Λόγον κράζοντες· Εὐλογημένη, σὺ ἐν γυναιξίν, ὑπάρχεις Πανάμωμε
Ὠδὴ η'
Παῖδες εὐαγεῖς
Αἵματι Χριστοῦ λελυτρωμένος, τῇ γνώμῃ τὸν δι' αὐτὸν ὑπέστης θάνατον· τῆς γὰρ συνειδήσεως, ἤνεγκας μαρτύριον, ὁμολογίας χάριτι καταλαμπόμενος, καὶ Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Σῶμα καὶ ψυχὴν κεκαθαρμένος, τὸν λόγον τῷ παντεπόπτῃ Λόγῳ τέθεικας, τοῦτον πρὶν ἀσώματον ἄναρχον δεικνύοντα, καὶ συμπαθῶς γενόμενον ἄνθρωπον ὕστερον, τόν Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
να κληρουχίας οὐρανίου, καὶ δόξης ἀδιαδόχου τύχης ἔνδοξε, δόξαν τὴν εὐμάραντον, Πάτερ καταλέλοιπας, ὑπερορίας ἅπασαν φέρων πικρότητα, καὶ Κύριον ὑμνεῖτε κραυγάζων, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Μόνην καθαρὰν ὁ καθαρὸς σε, νυμφίος ὁ νοητὸς εὑρὼν Πανάμωμε, κρίνον εὐωδέστατον, ἄνθος ὡραιότατον, καὶ φωτοφόρον θάλαμον νύμφην προσήκατο· διὸ σε τὴν Παρθένον ὑμνοῦμεν, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος, νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν, τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'
Λίθος ἀχειρότμητος
Εὗρες τὸ μακάριον τέλος, ὑπεξελθόντων τῶν ἐσόπτρων, καὶ τῆς ἀληθείας φανείσης, τῇ θεωρίᾳ τοῦ ἀκηράτου κάλλους, οὗπερ νῦν ἐμφορούμενος, ταῖς σαῖς πρεσβείαις ἡμῶν μέμνησο.
Λάρνακα κυκλοῦντες τὴν θείαν, τοῦ θεοφόρου Νικηφόρου. Δεῦτε χριστοφόροι προθύμως, ὡς νικηφόρον τοῦτον ὑμνήσωμεν, καὶ τὴν αὐτοῦ πανήγυριν, μέτ' εὐφροσύνης ἑορτάσωμεν.
Πᾶσαν ἀρετὴν ἐξασκήσας, ἐπὶ τῷ τέλει τῶν ἀγώνων, τῆς ὁμολογίας τῷ στέφει, Ἱερομάρτυς ὤφθης κοσμούμενος, ᾧ καθωραϊζόμενος τῷ σῷ Δεσπότη νῦν παρίστασαι.
Θεοτοκίον
ς ῥίζαν πηγὴν καὶ αἰτίαν, τῆς ἀφθαρσίας σε Παρθένε, πάντες οἱ πιστοὶ πεπεισμένοι, ταῖς εὐφημίαις καταγεραίρομεν· σὺ γὰρ τὴν ἐνυπόστατον, ἀθανασίαν ἡμῖν ἔβλυσας.
Ὁ Εἱρμὸς
Λίθος ἀχειρότμητος ὄρους, ἐξ ἀλαξεύτου σου Παρθένε, ἀκρογωνιαῖος ἐτμήθη, Χριστὸς συνάψας τὰς διεστώσας φύσεις· διὸ ἐπαγαλλόμενοι, σὲ Θεοτόκε μεγαλύνομεν.

Καὶ ἡ λοιπὴ Ἀκολουθία ὡς σύνηθες, καὶ Ἀπόλυσις

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου