ΜΑΪΟΥ
ΤΗ ΙΗ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν
Ἁγίων Μαρτύρων Πέτρου, Διονυσίου, Ἀνδρέου, Παύλου, Χριστίνης, Ἡρακλείου,
Παυλίνου καὶ Βενεδίμου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τῶν
Ἁγίων γ'.
Στιχηρὰ τῶν Ἁγίων
Ἦχος δ'
Ἔδωκας σημείωσιν
Αἴγλῃ φωτιζόμενοι, τῆς τρισηλίου Θεότητος, σκοτασμὸν
παρεδράμετε, βασάνων καὶ ὤφθητε, φωτεινοὶ ἀστέρες, τὸ τῆς Ἐκκλησίας, θεῖον
στερέωμα ἀεί, φωταγωγοῦντες Ἅγιοι Μάρτυρες· διὸ τὴν φωταυγῆ ἡμῶν, ἐπιτελοῦμεν
πανήγυριν, προσκυνοῦντες τὰ λείψανα, καὶ τὴν κόνιν τοῦ σώματος.
Πέτρον Διονύσιον, Παῦλον Ἀνδρέαν Βενέδιμον, τοὺς γενναίους
ἀδάμαντας, Χριστίναν Ἡράκλειον, καὶ Παυλῖνον πάντες, ἐν ἀγαλλιάσει, νῦν
μακαρίσωμεν πιστοί, ὑπέρ Τριάδος στερρῶς ἀθλήσαντας, καὶ πάσας τὰς τοῦ
δράκοντος, μηχανουργίας πατήσαντας, καὶ τὸ σκότος μειώσαντας, τῶν εἰδώλων ἐν
χάριτι.
Αἵματι ὠνήσασθε, τὴν βασιλείαν μακάριοι, τοῦ Θεοῦ τὴν
ἀσάλευτον, καὶ ὅρμους ἐφθάσατε, τοὺς γαληνοτάτους, πᾶσαν τρικυμίαν,
ὑπενεγκόντες τῶν δεινῶν, γνώμης ἀνδρείᾳ θεομακάριστοι, ἐντεῦθεν μακαρίζεσθε,
νῦν ἱκετεύοντες πάντοτε, τοῦ εὑρεῖν ἡμᾶς ἔλεος, ἐν ἡμέρᾳ τῆς κρίσεως.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος δ' Ἔδωκας σημείωσιν
Τὸν ῥύπον ἀπόσμηξον, τῆς ταλαιπώρου καρδίας μου, Θεοτόκε
πανύμνητε, καὶ πάντα τὰ τραύματα, καὶ τὰ ἕλκη ταύτης, τὰ ἐξ ἁμαρτίας,
ἐναποκάθαρον Ἁγνή, καὶ τοῦ νοός μου στῆσον τὸ ἄστατον, ὅπως τὴν δυναστείαν σου,
καὶ τὴν μεγάλην ἀντίληψιν, μεγαλύνω ὁ ἄθλιος, καὶ ἀχρεῖος οἰκέτης σου.
Ἢ Σταυροθεοτοκίον
Σταυρούμενον βλέπουσα, καὶ τὴν πλευρὰν ὀρυττόμενον, ὑπὸ
λόγχης ἡ Πάναγνος, Χριστὸν τὸν φιλάνθρωπον, ἔκλαιε βοῶσα· Τὶ τοῦτο Υἱέ μου, τὶ
σοι ἀχάριστος λαός, ἀνταποδίδωσιν ὧν πεποίηκας, καλῶν αὐτοῖς, καὶ σπεύδεις με,
ἀτεκνωθῆναι παμφίλτατε; Καταπλήττομαι εὔσπλαγχνε, σὴν ἑκούσιον σταύρωσιν.
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς. Ἀπολυτίκιον ὁμοίως, καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων.
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Πιστῶς
ἀνυμνῶ τοὺς πόνους τῶν Μαρτύρων.
Ποίημα Ἰωσήφ.
Ὠδὴ α' Ἦχος δ'
Ἄσομαί σοι Κύριε
Πίστεως Ὑπέρμαχοι τοὺς ἐν πίστει, τὴν ἱερὰν ὑμῶν ἀεί,
τελοῦντας πανήγυριν, παθῶν ἀπολυτρώσασθε, καὶ πάσης περιστάσεως.
Ἱστίῳ πτερούμενοι θεοφόροι, τῷ τοῦ Σταυροῦ πανευκλεῶς,
ἀβρόχως τὸ πέλαγος, βασάνων διεπλεύσατε, ἐχθρὸν καταποντίσαντες.
Συνήφθητε τάξεσιν ἀσωμάτοις, καθυπομείναντες πληγάς, ἐν
σώματι Ἅγιοι· διὸ τὴν θείαν σήμερον, μνήμην ὑμῶν γεραίρομεν.
Τῷ νόμῳ τῷ θείῳ ὠχυρωμένοι, τῶν ἀνομούντων τὰς βουλάς,
Σοφοὶ κατηργήσατε, ἀθλήσαντες νομίμως δέ, Θεοῦ δόξης ἐτύχετε.
Θεοτοκίον
Ὡς θρόνον σε Παρθένε τοῦ Βασιλέως, ἐν ᾧ καθίσας τοῖς
πιστοῖς, καθέδραν οὐράνιον, ἡτοίμασε, γεραίρομεν, καὶ πόθῳ μακαρίζομεν.
Ὠδὴ γ'
Τόξον δυνατῶν ἠσθένησεν
Στήσας ἐπὶ πέτραν πίστεως, Πέτρε τῆς ψυχῆς σου τοὺς πόδας
μακάριε, τῇ ἐνστάσει οὐ παρετράπης, τῶν ἀθέων παμμακάριστε.
Ἄλλον ὡς ἀστέρα λάμποντα, Λάμψακός σε Πέτρε, τῇ οἰκουμένῃ
προβάλλεται, ἐκμειοῦντα τῆς ἀθεΐας, τὴν ἑσπέραν θείᾳ χάριτι.
Νεύσει πρὸς Θεὸν νευρούμενος, Πέτρε τροχαντῆρσι, καὶ
δεσμοῖς συντριβόμενος, καὶ τυπτόμενος ἀνενδότως, στεφανίτης ἀναδέδειξαι.
Ὕμνον τῷ Θεῷ προσάγοντες, πᾶσαν Ἀθλοφόροι ἐπιφορὰν τῶν
κολάσεων, ὑπεμείνατε· διὰ τοῦτο, τῶν στεφάνων ἠξιώθητε.
Θεοτοκίον
Μόνη παρθενεύεις τίκτουσα, μόνη μυστηρίου, μεγίστου ὄντως
διάκονος, ἐγνωρίσθης Θεὸν τεκοῦσα, Θεότοκε Μητροπάρθενε.
Ὁ Εἱρμὸς
Τόξον δυνατῶν ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεζώσαντο
δύναμιν· διὰ τοῦτο ἐστερεωθη, ἐν Κυρίῳ ἡ καρδία μου.
Κάθισμα Ἦχος δ'
Ταχὺ προκατάλαβε
Μαρτύρων ἐν αἵματι, καλλωπιζόμενοι, Κυρίῳ παρίστασθε, τῷ
τοῦ παντὸς Βασιλεῖ, καλλίνικοι Μάρτυρες· ὅθεν ἐν εὐφροσύνῃ, τὴν σεπτὴν ὑμῶν
μνήμην, σήμερον ἐκτελοῦμεν ὀφλημάτων τὴν λύσιν, αἰτούμενοι εὑρεῖν δι' ὑμῶν, καὶ
μέγα ἔλεος.
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Ἦχος δ' Ταχὺ προκατάλαβε
Ἐκαίνισας Ἄχραντε, τῷ θείῳ Τόκῳ σου, φθαρεῖσαν τοῖς
πάθεσι, τῶν γηγενῶν τὴν θνητήν, οὐσίαν καὶ ἤγειρας, πάντας ἐκ τοῦ θανάτου, πρὸς
ζωὴν ἀφθαρσίας· ὅθεν σε κατὰ χρέος, μακαρίζομεν πάντες, Παρθένε δεδοξασμένη, ὡς
προεφήτευσας.
Ἢ Σταυροθεοτοκίον
Παρθένε πανάμωμε, Μῆτερ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ
σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ
Θεόν σου, ὃν περ εὐλογημένη δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων ἡμῖν
δωρήσασθαι.
Καὶ τῆς Ἑορτῆς
Ὠδὴ δ'
Δι' ἀγάπησιν Οἰκτίρμον
Νυσταγμὸν ἀπὸ βλεφάρων ψυχῆς ὠθοῦντες, τὸν ἐκ τῆς
ἀμελείας, ἐγρηγόρσεσι θείαις, πᾶσαν ἐκοιμίσατε ἀθέων κακόνοιαν,
Ὡς ὑπέρτιμοι καὶ θεῖοι τοῦ Λόγου λίθοι, θανατωθέντες
λίθοις, ὁ Ἀνδρέας καὶ Παῦλος, καὶ ὁ Διονύσιος, ζωῆς ἠξιώθησαν.
Τὸν τερπνότατον λειμῶνα τῆς εὐσεβείας, τὴν ἀληθῆ καὶ
θείαν, τοῦ Χριστοῦ εὐωδίαν, πίστει εὐφημήσωμεν τοὺς Μάρτυρας σήμερον.
Οἱ τὰ κάτω παριδόντες ἐφέσει θείᾳ, καὶ τῆς σαρκὸς τοὺς
πόνους, ὑποστάντες γενναίως, χαίροντες πρὸς ἄπονον ζωὴν μεταβεβήκασι.
Θεοτοκίον
Ὑπερύμνητε Παρθενε Θεοκυῆτορ, τοὺς ὑμνητάς σου σῷζε, ἐπὶ
σοὶ πεποιθότας, πάσης περιστάσεως κινδύνων καὶ θλίψεων.
Ὠδὴ ε'
Τὸν φωτισμόν σου Κύριε
Σημειωθέντες Μάρτυρες, φωτὶ τῷ νοητῷ, βασάνων σκότος, καὶ
νύκτα πονηράν, σθένει θεϊκῷ, πολυθεΐας ἀπροσκόπτως διέβητε.
Παρθενικαῖς ἐκλάμπουσα, Χριστῖνα καλλοναῖς, στιγμάτων
φέγγει, λαμπρῶς ὡραιώθης, καὶ πρὸς νοητὸν Χριστοῦ νυμφῶνα, κατεσκήνωσας
χαίρουσα.
Οἱ μανικῶς ἐρώμενοι, τοῦ σώματος τοῦ σοῦ, Χριστῖνα μάρτυς,
ἡδίστῳ σου λόγῳ, ἔρωτα Θεοῦ εἰσδεδεγμένοι, ἐναθλοῦσι στερρότατα.
Θεοτοκίον
Νύμφη Χριστοῦ ἀνύμφευτε, δι' ἧς τοῦ παλαιοῦ, λυθέντες
χρέους, υἱοὶ κατὰ χάριν, ὤφθημεν Πατρὸς ἐπουρανίου, τοὺς ὑμνοῦντάς σε φύλαττε.
Ὠδὴ ς'
Ἐβόησε, προτυπῶν
Ὁ ἔνδοξος, ἀριστεύσας Ἡράκλειος ἤρατο, μέγα κλέος,
Παραδείσου πολίτης γενόμενος, καὶ σεπταῖς χορείαις, ἑνωθεὶς Ἀθλητῶν
συναγάλλεται.
Ὑμνήσωμεν, σὺν Παυλίνῳ τὸν θεῖον Βενέδιμον, καὶ Ἀνδρέαν,
καὶ Ἡράκλειον, καὶ Διονύσιον, Πέτρον τε καὶ Παῦλον, καὶ Χριστίναν Κυρίου τοὺς
Μάρτυρας.
Στρεβλούμενοι, καὶ τοῖς λίθοις ἀδίκως βαλλόμενοι, τῷ πυρί
τε τελειούμενοι, ἔνδοξοι μάρτυρες, τὴν τῶν πρωτοτόκων, Ἐκκλησίαν οἰκεῖν
ἠξιώθητε.
Τὸν δείξαντα, τοὺς σοφούς, Ἀθλοφόρους ἐκλάμποντας, ὡς
ἀστέρας, Ἐκκλησίας ἐν τῷ στερεώματι, εὐσεβῶς ὑμνοῦντες, τὸν Υἱὸν τοῦ Θεοῦ
προσκυνήσωμεν.
Θεοτοκίον
Ὡς ἄρουρα, καρποφόρος τὸν στάχυν ἐβλάστησας, Θεοτόκε, τῆς
ζωῆς τοὺς πιστοὺς διατρέφοντα, καὶ λιμὸν τῆς πλάνης, ἐκ τῆς γῆς ἀληθῶς
ἀναστέλλοντα.
Ὁ Εἱρμὸς
Ἐβόησε, προτυπῶν τὴν ταφὴν τὴν τριήμερον, ὁ προφήτης,
Ἰωνᾶς ἐν τῷ κήτει δεόμενος. Ἐκ φθορᾶς με ῥῦσαι, Ἰησοῦ Βασιλεῦ τῶν Δυνάμεων.
Κοντάκιον τῆς Ἑορτῆς
Συναξάριον
Τῇ ΙΗ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγίων Μαρτύρων, Πέτρου,
Διονυσίου, Χριστίνης παρθένου, Ἀνδρέου, Παύλου, Βενεδίμου, Παυλίνου καὶ
Ἡρακλείου.
Στίχοι
Σεπτοὶ
Ἀθληταί, ὑπὲρ σεπτῆς Τριάδος,
Ὑπὲρ τὸ ζῆν
εἵλοντο θανεῖν ἐμφρόνως.
Ὀγδοάς,
Ἀθλοφόρων ἐκ γαίης εἰς πόλιν ἤρθη.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων ἑπτὰ Μαρτύρων γυναικῶν, τῶν
ἐν Ἀγκύρᾳ τῆς Γαλατίας, Τεκούσης, Ἀλεξανδρίας, Κλαυδίας, Φαεινῆς, Εὐφρασίας,
Ματρώνης, Ἰουλίας καὶ Θεοδότου Μάρτυρος.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Ἀβραμιαῖοι ποτὲ
Νέους ζηλοῦντες πιστῶς, ἐν Βαβυλῶνι παῖδας, τὸ πῦρ
προθύμως ὑπεισήλθετε, βοῶντες Μακάριοι· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Μὴ προσκυνῆσαι γλυπτοῖς, οἱ Ἀθληταὶ τῆς δόξης,
ἀνασχεθέντες τὸν ἀοίδιμον, θάνατον ὑπέστησαν, τὰς ἀθανάτους λήξεις σαφῶς
ἀπολαβόντες.
Ἀνδρειοτάτῃ ψυχῇ, καὶ ῥωμαλέᾳ γνώμῃ, τῶν ἀνομούντων τὰ
φρυάγματα, καθεῖλον οἱ Μάρτυρες, ἀναβοῶντες πιστῶς· Χριστὲ εὐλογητὸς εἶ.
Ῥήμασι θείοις ὀχυρωθείς, Μάρτυς Παυλῖνε, θανεῖν προείλου
παναοίδιμε, βοῶν τῷ ποιήσαντι· ὁ τῶν Πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον
Τὴν κιβωτὸν τοῦ Θεοῦ, τοῦ θείου μάννα στάμνον, χρυσῆν
λυχνίαν τε καὶ τράπεζαν, τὸ ὄρος τὸ ἅγιον, τὴν Θεοτόκον πάντες πιστῶς
ὑμνολογοῦμεν.
Ὠδὴ η'
Λυτρωτὰ τοῦ παντὸς
Ὑφαντὸν ἐκ τῆς ἄνωθεν χάριτος, ἀπεκδύσει πηλίνου τοῦ
σώματος, οἱ Ἀθληταὶ ἱμάτιον, ἐνεδύσαντο πόθῳ ἀναβοῶντες· Εὐλογεῖτε τὰ ἔργα τὸν
Κύριον.
Ῥαντισμῷ θείου αἵματος Μάρτυρες, καθαρθέντες τὸ αἷμα τὸ
ἴδιον, ὑπὲρ Χριστοῦ ἐχέατε, μελῳδοῦντες ἀπαύστως· Πάντα τὰ ἔργα, εὐλογεῖτε
ὑμνεῖτε τὸν Κύριον.
Ὡραιότατοι βότρυες ὤφθητε, νοουμένης ἀμπέλου Μακάριοι,
οἶνον ἡμῖν προχέοντες, εὐσεβείας τοῖς πόθῳ ἀναβοῶσιν· Εὐλογεῖτε τὰ ἔργα τὸν
Κύριον.
Θεοτοκίον
Νοητὸν ἱλαστήριον πέφυκας, τὰς ἁπάντων δεήσεις δεχόμενον,
καὶ τῷ Υἱῷ σου Πάναγνε, ἀναφέρον εἰς λύτρον τῶν μελῳδούντων· Εὐλογεῖτε τὰ ἔργα
τὸν Κύριον.
Ὁ Εἱρμὸς
Λυτρωτὰ τοῦ παντὸς Παντοδύναμε, τοὺς ἐν μέσῳ φλογὸς
εὐσεβήσαντας, συγκαταβὰς ἐδρόσισας, καὶ ἐδίδαξας μέλπειν· Πάντα τὰ ἔργα,
εὐλογεῖτε ὑμνεῖτε τὸν Κύριον.
Ὠδὴ θ'
Εὔα μὲν τῷ τῆς παρακοῆς
Ἱέρευσαν πόθῳ ἑαυτοὺς οἱ Μάρτυρες, οἱ γενναῖοι
ἀγαλλόμενοι, ἔδωκαν αἵματα προθύμως, καὶ ὄλβον ἀναφαίρετον ἔλαβον, καὶ νῦν ταῖς
τῶν Μαρτύρων ἠρίθμηνται, χοροστασίαις οἱ πανεύφημοι.
Ὡράθητε ἄνθη νοητὰ μυρίζοντα, Ἀθλοφόροι τὴν εὐσέβειαν,
θείας τε πόλεως πολῖται, λιμένες τῶν ἐν ζάλῃ σωτήριοι, φωστῆρες ἀληθείας
ὑπέρμαχοι· ὅθεν ἀξίως μακαρίζεσθε.
Σὺν Πέτρῳ καὶ Παύλῳ τὸν σοφὸν Ἡράκλειον, καὶ Παυλῖνον καὶ
Βενέδιμον, ἅμα Ἀνδρέᾳ καὶ Χριστίνῃ, καὶ τῷ Διονυσίῳ τιμήσωμεν, στερρῶς ὑπὲρ
Χριστοῦ μαρτυρήσαντας, καὶ τὴν ἀπάτην ἀφανίσαντας.
Ἡ γῆ μὲν τὰ αἵματα ὑμῶν ἐδέξατο, ἐκχυθέντα μεγαλώνυμοι,
ὑπὲρ τοῦ πάντων Εὐεργέτου, σκηναὶ δὲ τῶν Δικαίων τὰ πνεύματα, μεθ' ὧν
περιχορεύοντες μνήσθητε, τῶν μεμνημένων ὑμῶν πάντοτε.
Θεοτοκίον
Φωνὴν σοι πιστοὶ περιχαρῶς προσφέρομεν, τοῦ Ἀγγέλου
Θεονύμφευτε, Χαῖρε βοήθεια ἀνθρώπων, Μαρτύρων Ἀποστόλων κραταίωμα, καὶ πάντων
Προφητῶν περιήχημα, Θεογεννῆτορ παναμώμητε.
Ὁ Εἱρμὸς
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο,
σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν
ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου