Τετάρτη 21 Μαΐου 2014

ΜΗΝΑΙΟ ΜΑΪ. (3)



ΜΑΪΟΥ
ΤΗ Γ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τῶν Ἁγίων Μαρτύρων Τιμοθέου καὶ Μαύρας

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τῶν Ἁγίων γ'.
Στιχηρὰ τῶν Ἁγίων
Ἦχος α'
Πανεύφημοι Μάρτυρες  
Τὸ ζεῦγος τὸ ἅγιον Χριστοῦ, ξυνωρὶς ἡ ἔνθεος, τὸ τῶν Μαρτύρων καλλώπισμα, μέγιστοι Μάρτυρες, οἱ τὴν θείαν ζεύγλην, ἐν βασάνοις στέρξαντες, καὶ μάστιγας τυράννων μὴ πτήξαντες, καὶ νῦν πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Μορφῇ ἀστραπτούσῃ ὦ σεμνή, Μαύρα παμμακάριστε, καὶ τῷ φωτὶ τῆς σῆς χάριτος, ὄψεις ἠμαύρωσας, τοῦ δεινοῦ τυράννου, καὶ Θεῷ ἀσπασμοῖς τριχῶν τῶν σῶν, ἀναφανδόν προσωμίλησας, ἐντεῦθεν ἔφλεξας, τῶν λεβήτων ἐν τοῖς βράσμασι, τοῦ Βελίαρ, τὴν κάραν τὴν ἄδικον.
σχὺϊ Τιμόθεε ψυχῆς, καὶ καρδίας ὅλης σου, Θεὸν τιμῶν τὸν ὑπέρτιμον, πυρὶ φλεγόμενος, καὶ τοῖς ὀβελίσκοις, εἴληφας φωνῆς Θεοῦ, καρδίας ἐν ὠσὶ τὴν τερπνότητα, καὶ ἐν κρεμάσματι, ἀντιστρόφῳ πρὸς οὐράνιον, δρόμον τρέχων, τὸ στέφος εἰσδέδεξαι.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Εἰς τὸν Στίχον Στιχηρὰ τῆς Ἑορτῆς.
Ἀπολυτίκιον
Ταχὺ Προκατάλαβε
Τιμόθεον σήμερον σὺν τῇ συνάθλῳ πιστοί, συζύγῳ τιμήσωμεν Μαύρᾳ τῇ νύμφῃ Χριστοῦ, τὴν τούτων γεραίροντες, εὔτολμον καρτερίαν· Οὗτοι γὰρ σταυρωθέντες, ἴχνεσι τοῦ σφαγέντος, ἠκολούθησαν πόθῳ, καὶ πάντων τὰς ἁμαρτίας Σταυρῷ προσηλώσαντος.
Καὶ νῦν... τῆς Ἑορτῆς
Καὶ Ἀπόλυσις

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Οἱ Κανόνες τῆς Ἑορτῆς, καὶ τῶν Ἁγίων.
Ὁ Κανὼν τῶν Ἁγίων, οὗ ἡ Ἀκροστιχίς.
Τιμοθέου Μαύρας τε τοὺς πόνους σέβω.
Ποίημα Ἰωσηφ.
 Ὠδὴ α' Ἦχος πλ. β'
Ὡς ἐν ἠπείρῳ πεζεύσας
Τῶν ἱερῶν ἀθλοφόρων τὴν ἱεράν, καὶ σεπτὴν πανήγυριν, ὁ λαὸς ὁ ἱερός, ἱερῶς τιμήσωμεν αὐτῶν, ταῖς δεήσεσι δεινῶν ὅπως ῥυσθείημεν.
ερονίκους στεφάνους παρὰ Χριστοῦ, εἰληφέναι σπεύδοντες, τὸ θανεῖν ὑπὲρ τὸ ζῆν, οἱ γενναῖοι Μάρτυρες σαφῶς, ᾑρετίσαντο· διὸ δόξης ἐπέτυχον.
Μὴ δειλιάσαντες πόνους τοὺς τῆς σαρκός, μὴ κολάσεις πτήξαντες, μὴ τὸ πῦρ τῶν διωκτῶν, ἀθλοφόροι Μάρτυρες Χριστόν, ἐν σταδίῳ ἀνδρικῶς ἀνεκηρύξατε.
Θεοτοκίον
ὑπερούσιος Λόγος οὐσιωθείς, ἐξ ἁγνῶν αἱμάτων σου, ἐθεούργησεν ἡμᾶς, καὶ φθορᾶς ἐρρύσατο Ἁγνή· διὰ τοῦτό σε πιστῶς ἀεὶ δοξάζομεν.
Ὠδὴ γ'
Οὐκ ἔστιν Ἅγιος ὡς σὺ
Θεοῦ τὰς βίβλους τῷ λαῷ, ἱερῶς ὑπανοίγων, καὶ φωτίζων καρδίας, στρατιῶτα τοῦ Χριστοῦ, Τιμόθεε τῷ σεπτῷ μαρτυρίῳ, χαίρων ἐπιβέβηκας.
νθέῳ πόθῳ τὴν ψυχήν, πυρπολούμενος Μάρτυς, τῷ πυρὶ τῶν βασάνων, προσωμίλεις καρτερῶς· διὸ σε ἡ τοῦ Χριστοῦ, θεία δρόσος, μάκαρ ἐπανέψυχεν.
νοῦς σου νεύσει πρὸς Θεόν, λαμπρυνόμενος Μάρτυς, οὐκ ᾐσθάνετο ὅλως, τῶν σιδήρων τὰς δεινάς, προσψαύσεις διὰ πυρός, γινομένας, ἔνδοξε Τιμόθεε.
Θεοτοκίον
πάρχων φύσει ἀπαθής, ὁ Υἱός σου Παρθένε, προσελάβετο σάρκα, ἐξ αἱμάτων σου ἁγνῶν, καὶ διὰ πάθους Σταυροῦ, τῶν παθῶν με, ἄχραντε ἐρρύσατο.
Ὁ Εἱρμὸς
Οὐκ ἔστιν Ἅγιος ὡς σύ, Κύριε, ὁ Θεός μου, ὁ ὑψώσας τὸ κέρας, τῶν πιστῶν σου ἀγαθέ, καὶ στερεώσας ἡμᾶς, ἐν τῇ πέτρᾳ, τῆς ὁμολογίας σου.
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Τιμήσαντες Θεόν, ἀπημαύρωσαν πλάνην, Τιμόθεος σαφῶς, καὶ ἡ ἔνδοξος Μαύρα, καὶ πᾶσαν ὑπομείναντες, οἱ πανένδοξοι βάσανον, ἐλαμπρύνθησαν, ὑπὲρ ἀκτῖνας ἡλίου, καὶ γεγόνασι, συλλειτουργοὶ τῶν Ἀγγέλων, οὓς πίστει δοξάσωμεν.
Καὶ τῆς Ἑορτῆς
Ὠδὴ δ'
Χριστός μου δύναμις
Μεγίστην εὔκλειαν, ἐπιποθήσαντες, ἠξιώθητε ταύτης, τέκνα φωτός, θείου χρηματίσαντες, Μεγαλομάρτυρες Χριστοῦ, τῶν Ἀγγέλων ἰσοστάσιοι.
γίων τάγμασι, συναριθμούμενος, καὶ εὐήκοα ὦτα πρὸς θεϊκούς, νόμους ἔχων ἔνδοξε, τὰς διατρήσεις σταθερῶς, ἐκαρτέρησας Τιμόθεε.
ψοῦντες ξύλῳ σε, οἱ ματαιόφρονες, προσβαρύνουσι λίθῳ τὴν κεφαλήν, ἔνδοξε Τιμόθεε· ἀλλ' ἐδυνάμου σε Χριστός, θείῳ πάθει σεμνυνόμενον.
εόντων ἄστατον, φορὰν Μακάριοι, ἑβδελύξασθε ὄντως, καὶ ἑαυτούς, πόνοις ἐξεδώκατε, τὰ δι' αἰῶνος ἀγαθά, διὰ τούτων κληρωσάμενοι.
Θεοτοκίον
γνείας σκήνωμα, κατοικητήριον, τοῦ Δεσπότου τῶν ὅλων, καὶ Προφητῶν, πάντων περιήχημα, θεοχαρίτωτε Ναέ, τοὺς ὑμνοῦντάς σε οἰκτίρησον.
Ὠδὴ ε'
Τῷ θείῳ φέγγει σου ἀγαθὲ
Συζύγου Μαύρα φωτοειδεῖς, λόγους ἠκροάσω εὐμενῶς, καὶ τὴν ζοφώδη κακόνοιαν, ἀπορριψαμένη φῶς ἐχρημάτισας, διὰ τοῦ μαρτυρίου θεομακάριστε.
Τῷ θείῳ Πνεύματι σεαυτήν, Μαύρα θωρακίσασα σεμνή, πρὸς συμπλοκὴν τοῦ ἀλάστορος, χαίρουσα ἐξῆλθες, καὶ τοῦτον ἔτρεψας, καὶ νίκης τοὺς στεφάνους Μάρτυς ἀπείληφας.
να σε Κύριον Ἰησοῦν, καθομολογοῦσα ἡ Σεμνή, χειρὶ τὸν ἄνθρωπον πλάσαντα, τέμνεται δακτύλους χειρὸς τὴν ἄδικον, ἀνδρείως τιμωρίαν καθυποφέρουσα.
Θεοτοκίον
Τὴν καταιγίδα τῶν λογισμῶν, τὰς ἐπαναστάσεις τῶν παθῶν, τῶν πειρασμῶν τὸ κλυδώνιον, κόπασον Παρθένε θεοχαρίτωτε, καὶ σῶσόν με ὑμνοῦντα τὰ μεγαλεῖα σου.
Ὠδὴ ς'
Τοῦ βίου τὴν θάλασσαν
Οἱ ἅγιοι Μάρτυρες, τῷ ἱστίῳ τοῦ Σταυροῦ, πνευματικῶς πτερούμενοι, τῶν πειρασμῶν τὸ πέλαγος ἀβλαβῶς, ἐν πίστει παρέδραμον, καὶ πρὸς θείους λιμένας ἀνεπαύσαντο.
φάψαντες λέβητα, ἐν αὐτῷ σε τὸν Χριστόν, ὁμολογοῦσαν ῥίπτουσιν, οἱ δυσσεβεῖς, ἀλλ' ἔμεινας ἀβλαβής, τὴν δρόσον τοῦ Πνεύματος, εὑραμένη σε Μαύρα ἀναψύχουσαν.
Στρεβλούμενοι Μάρτυρες, πάσας στρέβλας τοῦ ἐχθροῦ, ἀνδρείως διελύσατε, καὶ τῇ ἀγάπῃ τέλεον τοῦ Χριστοῦ, ψυχὰς συνεδήσατε, τῆς σαρκὸς ἀποθέσει παναοίδιμοι.
Θεοτοκίον
Πανάγαθε Δέσποινα, τὸν πανάγαθον Θεόν, ἡ ἐν σαρκὶ κυήσασα, κεκακωμένην πάθεσι τὴν ἐμήν, καρδίαν ἀγάθυνον, ἵνα πίστει καὶ πόθῳ μεγαλύνω σε.
Ὁ Εἱρμὸς
Τοῦ βίου τὴν θάλασσαν, ὑψουμένην καθορῶν, τῶν πειρασμῶν τῷ κλύδωνι, τῷ εὐδίῳ λιμένι σου προσδραμών, βοῶ σοι· Ἀνάγαγε, ἐκ φθορᾶς τὴν ζωήν μου Πολυέλεε.
Κοντάκιον τῆς Ἑορτῆς
Συναξάριον
Τῇ Γ' τοῦ αὐτοῦ μηνός, Μνήμη τῶν Ἁγ. Μαρτύρων Τιμοθέου καὶ Μαύρας.
Στίχοι
πλωσε Χριστὸς χεῖρας ἐν Σταυρῷ πάλαι,
πλωσε καὶ νῦν Μαύρα σὺν Τιμοθέῳ.
Σταυρῷ Τιμόθεος τριτάτῃ τανύθη ἅμα Μαύρᾳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς ἀθλήσεως τῶν Ἁγίων Μαρτύρων, Διοδώρου καὶ Ῥοδοπιανοῦ διακόνου.
Στίχοι
οδοπιανῷ καὶ Διοδώρῳ ῥόδα,
δῶρα μᾶλλον ἦσαν οἱ πλῆκται λίθοι.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ὁσίου πατρὸς ἡμῶν Πέτρου τοῦ σημειοφόρου (θαυματουργοῦ), Ἐπισκόπου Ἄργους.
Οἱ ἅγιοι εἴκοσιν ἑπτὰ μάρτυρες πυρὶ τελειοῦνται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Δροσοβόλον μὲν
Οὐκ ᾐσθάνου ταῖς λαμπάσι παναοίδιμε, φλογιζομένη πάντοθεν, πῦρ ἐγκάρδιον, τὴν ἀγάπην, φέρουσα Χριστοῦ, καὶ τούτῳ βοῶσα ἐμμελῶς· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Νυσταγμὸν ἀπὸ βλεφάρων ἀπωσάμενος, κακίας ὦ Τιμόθεε, ἐκαρτέρησας, ὀφθαλμῶν πηρώσεις τὸν Χριστόν, καρδίας τοῖς ὄμμασιν ὁρῶν, καὶ μελῳδῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Οἱ τὰ κάτω παριδόντες θεῖοι Μάρτυρες, τῶν ἄνω δὲ τὴν οἴκησιν, κληρωσάμενοι, ἱεραῖς τιμάσθωσαν ᾠδαίς, βοῶντες ἀπαύστως σὺν ἡμῖν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
περύμνητε Παρθένε, ὑπερύμνητον Θεὸν ἀποκυήσασα, τοὺς ὑμνοῦντάς σε, κοινωνοὺς ἀνάδειξον φωτός, καὶ ῥῦσαι γεέννης καὶ φλογός, καὶ πάσης βλάβης τοῦ ἐχθροῦ ταῖς ἱκεσίαις σου.
Ὠδὴ η'
Ἐκ φλογὸς τοῖς ὁσίοις
Συντηροῦντες τοὺς νόμους τοῦ Παντοκράτορος, ἀνομούντων τῷ κράτει οὐχ ὑπεκύψατε, σέβας πονηροῖς, οὐκ ἐνείματε δαίμοσι, Μάρτυρες γενναῖοι, Κυρίου κληρονόμοι.
Συζυγίᾳ ἀρίστῃ σαφῶς συνδούμενοι, τὸν ζυγὸν τοῦ Κυρίου τὸν ἐλαφρότατον, ᾔρατε ὁμοῦ, ἐπαυχένιον Μάρτυρες, καὶ ταῖς τῶν Μαρτύρων, συνήφθητε ἀγέλαις.
πὶ ξύλου ταθέντες σταυροῦ Πανεύφημοι, ἐπὶ πλείστας ἡμέρας ἐξεικονίσατε, πάθος τὸ σεπτόν, τοῦ παθόντος βουλήματι, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Βιαιότατον ὄντως θάνατον Ἅγιοι, παραστάσει τῶν πόνων καθυπεμείνατε, ἄπονον· διό, πρὸς ζωὴν μετετέθητε, ἀνυμνολογοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.
Θεοτοκίον
ραιώθης Παρθένε ἀποκυήσασα, ὡραιότατον κάλλει Χριστὸν τὸν Κύριον, θείαις τοὺς πιστούς, ἀγλαΐαις φαιδρύνοντα, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
κ φλογὸς τοῖς ὁσίοις δρόσον ἐπήγασας, καὶ δικαίου θυσίαν ὕδατι ἔφλεξας· ἅπαντα γὰρ δρὰς Χριστέ, μόνῳ τῷ βούλεσθαι· Σὲ ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ'
Θεὸν ἀνθρώποις
δεῖν τὴν δόξαν κατηξιώθητε, τοῦ ἑαυτὸν κενώσαντος δι' οἶκτον Πανεύφημοι· τοὺς αὐτοῦ γὰρ νόμους ἐφυλάξατε, καὶ κοινωνοὶ τῶν τούτου, παθημάτων γεγόνατε· ὅθεν συνελθόντες, εὐσεβῶς ἡμᾶς γεραίρομεν.
ρῶν ἰσάριθμον διηνύσατε, μέτρον Σοφοί, νυκτῶν καὶ ἡμερῶν προσκαλούμενοι, τοῦ δι' οἶκτον Σταυρῷ ὁμιλήσαντος· ὃν καθομολογοῦντες πάντων δεσπόζοντα, τούτου ἐν χερσί, τὰ ἑαυτῶν πνεύματα ἔθεσθε.
Στρατὸς Ἀγγέλων χορὸς μακάριος, τῶν Προφητῶν Μαρτύρων Ἀποστόλων Ὁσίων τε, τῇ ἀνόδῳ ὑμῶν ἐπεκρότησε, πάντων δὲ ὁ Δεσπότης, στέφει κατέστεψε, Μάρτυρες ἡμᾶς νικητικῷ ὡς ὑπεράγαθος.
μῖν τοῖς πόθῳ ὑμᾶς γεραίρουσι, καὶ τὴν σεπτὴν ὑμῶν ἐπιτελοῦσι πανήγυριν Ἀθλοφόροι Χριστοῦ γενναιότατοι, λύσιν ἁμαρτημάτων, βίου διόρθωσιν πάντων τε δεινῶν ἀπαλλαγὴν σοφοὶ αἰτήσασθε.
Θεοτοκίον
Φωτὶ τῷ σῷ με Θεοχαρίτωτε, ἐν γυναιξὶ Παρθένε καταλάμπρυνον δέομαι, καὶ πυρὸς αἰωνίου με λύτρωσαι ὅπως σε μεγαλύνω, ὅπως δοξάζω σε, ὅπως κατὰ χρέος, ἀνυμνῶ τὰ μεγαλεῖά σου.
Ὁ Εἱρμὸς
Θεὸν ἀνθρώποις ἰδεῖν ἀδύνατον ὃν οὐ τολμᾷ Ἀγγέλων ἀτενίσαι τὰ τάγματα· διὰ σοῦ δὲ Πάναγνε ὡράθη βροτοῖς, Λόγος σεσαρκωμένος, ὃν μεγαλύνοντες, σὺν ταῖς οὐρανίαις, στρατιαῖς σε μακαρίζομεν.
Ἐξαποστειλάριον, τῆς Ἑορτῆς

Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ἑορτῆς. Καὶ τὰ λοιπὰ καὶ Ἀπολυσις.



Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου