ΜΑΪΟΥ
ΤΗ ΚΖ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ
Ἁγίου ἐνδόξου Ἱερομάρτυρος Ἑλλαδίου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς το, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῆς Ἑορτῆς γ' καὶ τοῦ
Ἁγίου γ'.
Στιχηρὰ τοῦ Ἁγίου
Ἦχος α'
Πανεύφημοι Μάρτυρες
Θεόφρον Ἑλλάδιε βαφαῖς, τοῦ οἰκείου αἵματος, ἱερωσύνης
ἐλάμπρυνας, στολὴν τὴν ἔνθεον, μεθ' ἧς εἰς τὰ ἄνω, εἰσῆλθες βασίλεια, καὶ θρόνῳ
τοῦ Δεσπότου παρίστασαι, ὃν νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν
εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Θεόφρον Ἑλλάδιε Χριστός, ἐποφθεὶς σοι ἅπαντας, τοὺς ἐκ
μωλώπων ἰάσατο, χώρας, χάριτι· δι' αὐτὸν γὰρ πᾶσαν, ὑπομείνας κάκωσιν, προείλου
προφανῶς αἰκιζόμενος· διὸ ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ
τὸ μέγα ἔλεος.
Θεόφρον Ἑλλάδιε πυρός, φύσιν ἐχαλίνωσας, καὶ ἀδιάφλεκτος
ἔμεινας· ἡ δρόσος γὰρ Θεοῦ, σὲ περικυκλοῦσα, ἀβλαβῆ ἐφύλαττεν, ἐχθροὺς
περιφανῶς καταισχύνουσα, καὶ νῦν ἱκέτευε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν
εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Τῆς Ἑορτῆς
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων
Δόξα... Καὶ νῦν... Θεοτοκον
Ἦχος α' Πανεύφημοι μάρτυρες
Φωτὸς ἐνδιαίτημα Ἁγνή, μόνη ἐχρημάτισας, τοῦ ἐκ Πατρὸς
ἀναλάμψαντος· ὅθεν κραυγάζω σοι, τὴν ἐσκοτισμένην, ψυχήν μου τοῖς πάθεσι, φωτὶ
τῶν ἀρετῶν καταφαίδρυνον, καὶ ἐν σκηνώμασι, φωτεινοῖς σου κατασκήνωσον, ἐν
ἡμέρᾳ τῆς κρίσεως Ἄχραντε.
Ἢ Σταυροθεοτοκίον
Σφαγήν σου τὴν ἄδικον Χριστέ, ἡ Παρθένος βλέπουσα,
ὀδυρομένη ἐβόα σοι· Τέκνον γλυκύτατον, πῶς ἀδίκως πάσχεις; πῶς τῷ ξύλῳ
κρέμασαι, ὁ πᾶσαν γῆν κρεμάσας τοῖς ὕδασι; Μὴ λίπῃς μόνην με, Εὐεργέτα
πολυέλεε, τὴν μητέρα καὶ δούλην σου δέομαι.
Εἰς τὸν Στίχον Στιχηρὰ τῆς Ἑορτῆς.
Ἀπολυτίκιον ὁμοίως, καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, ὁ, Κανων τῆς Ἑορτῆς καὶ τοῦ Ἁγίου.
Ὁ Κανὼν τοῦ Ἁγίου
Ὠδὴ α' Ἦχος δ'
Ἅρματα Φαραὼ
Δεῦτε θεοπρεπῶς, φιλομάρτυρες λαοί, χορεύοντες ᾄσωμεν, ᾀσματικαῖς
ὑμνῳδίαις, τὸν Ἱερομάρτυρα τοῦ Χριστοῦ, ἀνευφημοῦντες Ἑλλάδιον.
Ἄνθεσι χαρμονικῶς, καταστέψωμεν πιστοί, τὸν θεῖον
Ἑλλάδιον, ὡς νικητὴν ἀσεβείας,καὶ μάρτυρα στερρὸν τῆς τριφαοῦς, ὁμοουσίου
Θεότητος.
Ἥλιος διαυγής, ἐξ ἀδύτων ἱερῶν, τῷ κόσμῳ ἀνέτειλας,
ἀπομειώσας τὴν πλάνην, ἐν ἀθλητικαῖς μαρμαρυγαῖς, Ἱερομάρτυς Ἑλλάδιε.
Θεοτοκίον
Ἄσπορον τοκετόν, μόνη φέρεις γυναικῶν, καὶ Μήτηρ
ὑπάρχουσα, καὶ παρθενεύουσα Κόρη, ἄκουσμα φρικτὸν ὤφθης Ἁγνή, ὅτι Θεὸν
ἀπεκύησας.
Ὠδὴ γ'
Ὁ στερεῶν βροντὴν
Ὡς θαυμαστὸν λαοῖς τὸν Μάρτυρά σου, ἀνέδειξας Σωτὴρ ἡμῶν,
ὑπενεγκόντα πᾶσαν προσβολήν, διὰ δὲ πικρῶν βασάνων, τῷ πόθῳ γλυκαινόμενον, τῆς
σῆς ἀγαπήσεως.
Ἐν ὀφθαλμοῖς τὸ πῦρ ὑποίσας Μάκαρ, τὴν ὄψιν ἀπολέλοιπας,
καὶ κατιδὼν δόξαν οὐρανῶν, τῷ Θεῷ καθωμολόγεις, ὅτι τῷ πάθει φάος σοι, λαμπρὸν
ἐξανέτειλε.
Θεοτοκίον
Τὸ θαυμαστὸν ἀεὶ ἐν σοὶ θρυλεῖται, τεράστιον Πανάχραντε,
ὅτι Παρθένος οὖσα παιδοτοκεῖς, καὶ γνησία Μήτηρ πέλεις, τοῦ Ποιητοῦ τῆς
κτίσεως, ἀμφοῖν ἀληθεύουσα.
Ὁ Εἱρμὸς
Ὁ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, στερέωσόν με Κύριε,
ἵνα ὑμνῶ σε εἰλικρινῶς, καὶ ποιῶ τὸ θέλημά σου, ὅτι οὐκ ἔστιν Ἅγιος, ὡς σὺ ὁ
Θεὸς ἡμῶν.
Κάθισμα Ἦχος α'
Τὸν τάφον σου Σωτὴρ
Καθάρας σευτόν, ἀπὸ ῥύπου κακίας, ἐχρίσθης καὶ Θεῷ,
ἱεράτευσας Πάτερ, ἀθλήσας δὲ δι' αἵματος, πλειοτέρως ἐξέλαμψας, καὶ κατηύγασας,
τὰς τῶν πιστῶν διανοίας, τῶν θαυμάτων σου, ταῖς παραδόξοις ἀκτῖσιν, Ἑλλάδιε
ἔνδοξε.
Καὶ τῆς Ἑορτῆς
Εἰ τύχοι ἡ νηστεία τῶν Ἀποστόλων
Δόξα... Καὶ νῦν... Θεοτοκον
Ἦχος α' Τὸν τάφον σου Σωτὴρ
Προστάτιν πρὸς Θεόν, κεκτημένοι σε πάντες, προστρέχομεν σεμνή,
τῷ ἁγίῳ ναῷ σου, αἰτούμενοι βοήθειαν, παρὰ σοῦ Ἀειπάρθενε, ῥῦσαι οὖν ἡμᾶς, τῆς
τῶν δαιμόνων κακίας, καὶ ἐξάρπασον, ἐκ καταδίκης φρικώδους, τοὺς σὲ
μακαρίζοντας.
Ἢ Σταυροθεοτοκίον
Ὢ θαύματος καινοῦ! ὢ φρικτοῦ μυστηρίου! ἐβόα ἡ ἀμνὰς καὶ
πανάμωμος Κόρη, ἐν ξύλῳ ὡς ἑώρακεν, ἁπλωθέντα τὸν Κύριον, ὁ τὰ σύμπαντα, ἐν τῇ
δρακὶ περιφέρων, πῶς κατάκριτος, ὑπὸ κριτῶν παρανόμων, Σταυρῷ κατακρίνεται;
Ὠδὴ δ'
Εἰσακήκοα ὁ Θεὸς
Ἐν αὐχήμασι ποικιλθείς, δικαιοσύνης τῇ κορυφῇ σου,
ἀντιτέθεικας διάδημα, λιθοχρυσοκόλλητον, Ἱερομάρτυς ἔνδοξε, κλέος πιστῶν.
Ἠδομένης σου τῆς ψυχῆς, ἐν ταῖς βασάνοις τὸ πρὸσωπόν σου,
ὡσεὶ ῥόδον τεθεώρητο, ὡραϊζομένου σου, ἐν τοῖς Χριστοῦ παθήμασι, Μάκαρ σοφέ.
Τριαδικὸν
Ἐν μιᾷ οὐσίᾳ ὑμνῶ, τρεῖς ὑποστάσεις της θεαρχίας, τοῦ
Πατρὸς Υἱοῦ καὶ Πνεύματος, ὅτι μία ἔλλαμψις, τῆς τρισηλίου φύσεως, εἷς ὁ Θεός.
Θεοτοκίον
Ἡ Παρθένος πῶς γαλουχεῖς; πῶς τοῖς μητρῴοις λοχεύεις
νόμοις; Ὅτι ὅνπερ ἀπεκύησας, σαρκωθεὶς Θεὸς ἐστι, καινοτομῶν τὴν φύσιν, ὡς
οἶδεν αὐτός.
Ὠδὴ ε'
Ἀνάτειλόν μοι Κύριε
Ἐξέλαμψας ὡς ἥλιος, οἰκῶν τὸ δεσμωτήριον, ὅτι ἐκεῖ τὸ φῶς
τὸ ἄδυτον, Χριστὸς σοι ἐπεφάνη, λόγους παρακλήσεως, ὡς τῷ Παύλῳ φωνῶν σοι,
καρτερόφρον Ἀθλητά.
Δεσμὰ σοι διερράγησαν, ὥσπερ ἱστὸς ἀράχνιος, ὅτι ἐν σοὶ
ἰσχὺς ἡ ἄμαχος, συντρίβουσα δαιμόνων, ἅπασαν ἐπίνοιαν καὶ σὲ μεγαλύνουσα,
στρατιῶτα τοῦ Χριστοῦ.
Τριαδικὸν
Καὶ τρία σέβω πρόσωπα, καὶ μίαν τὴν Θεότητα, ὅτι ἐν τρισὶ
διῄρηται προσώποις οὐ τῇ φύσει· εἷς γὰρ ὁ Θεὸς ἡμῶν, ὁ Πατὴρ ὁ Υἱός τε, καὶ τὸ
Πνεῦμα τὸ εὐθές.
Θεοτοκίον
Καὶ ἄρρητον λεγόμενον, καὶ ἄγνωστον νοούμενον, τὸ ἐπὶ σοὶ
ὀφθὲν μυστήριον, ὅτι σπορὰν οὐκ ἔγνως, καὶ υἱὸν ἀπέτεκες, οὗτός ἐστι Πάναγνε,
τῆς εἰρήνης Βασιλεύς.
Ὠδὴ ς'
Τῶν πταισμάτων τῇ ζάλῃ
Τῶν πταισμάτων τὴν λύραν πάντες ᾄσωμεν, ἀγαλλομένῃ καρδίᾳ,
ὅτι Χριστὸς ἀνέδειξεν, Ἑλλάδιον τὸν κλεινὸν ἀθλοφόρον, νικητὴν τοῦ
ἀντικειμένου.
Τοῖς εἰδώλοις τὸ θύειν ἀπαρνούμενος, θυσία ζῶσα Τρισμάκαρ
Θεῷ γέγονας, εὐωδιάζων ἅπασι, τὰ ἄχραντα μύρα τῶν παθημάτων, τοῦ Χριστοῦ ἐν τῷ
σώματι σου.
Τετραδέσμοις ἀνάγκαις διερχόμενος, ὡς ἐν ἀδύτοις ὑπῆρχες
εὐφραινόμενος· ἑώρας γὰρ τὴν μέλλουσαν ἀνάπαυσιν, πρὸ προσώπου σου Μάρτυς, ὑπὲρ
ἧς εἵλου πάντα παθεῖν.
Θεοτοκίον
Ὑπερφυής σου ὁ τόκος, ὅτι ἀσπόρως, μητροπρεπῶς πάλιν
τίκτεις, νόμῳ φύσεως, παναληθῆ ἀμφότερα, φιμούσθωσαν αἱ γλωσσώδεις αἱρέσεις,
ἐπὶ σοὶ ἁγνὴ Θεομῆτορ.
Ὁ Εἱρμὸς
Τῶν πταισμάτων τῇ ζάλῃ βυθιζόμενος, ὡς ἐν κοιλίᾳ τοῦ
κήτους συνεχόμενος, ὡς ὁ Προφήτης κράζω σοι· Ἀνάγαγε ἐκ φθορᾶς τὴν ζωήν μου,
δέομαι καὶ ἐλέησόν με.
Κοντάκιον τῆς Ἑορτῆς
Συναξάριον
Τῇ ΚΖ τοῦ
αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Ἑλλαδίου.
Στίχοι
Ἔλαιον
Ἑλλάδιος ἱερωσύνης,
Αἵματι
συνέμιξε τοῦ μαρτυρίου.
Εἰκάδι
ἑβδομάτῃ Ἑλλάδιον ἔκτανε πυγμή.
Τῇ αὐτῇ
ἡμέρᾳ Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Θεράποντος.
Ὁ Ἅγιος
μάρτυς Εὐσεβιώτης πυρὶ τελειοῦται.
Ὁ ἅγιος
μάρτυς Ἀλύπιος λίθῳ τὴν κεφαλὴν συντριβεὶς τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ'
Πῦρ φλέγον ἐν καμίνῳ
Οὐρανὸς σὲ ᾐδέσθη πρὸς γῆν συρόμενον, θέατρον Μακάριε, ἐν
τῷ κόσμῳ γέγονας, ὑπὲρ Χριστοῦ ἐναθλήσας, καὶ τοῦτον ὑμνῶν, τὸν τῶν Πατέρων
Θεόν.
Ἐν πτέρναις σου ὑποίσας πικρὰν διάτρησιν, ἔτρωσας τὸν
δόλιον, καὶ πτερνίσας ἔρριψας, ὑπὸ τοὺς πόδας σου Μάκαρ, δοξάζων Χριστόν, τὸν
τῶν Πατέρων Θεόν.
Τριαδικὸν
Τρισήλιε θεότης ὁμοβασίλειε, ἄναρχε ἀΐδιε, Πάτερ Υἱὲ καὶ
Πνεῦμα, εὐλογητὸς εἶ ὁ μόνος ὑπάρχων Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Ὢ φρικτοῦ μυστηρίου! ὢ ξένου θαύματος! πῶς καὶ Μήτηρ
πέφηνας, καὶ Παρθένος ἔμεινας; Εὐλογημένη σὺ μόνη, τεκοῦσα ἡμῖν, τὸν τῶν
Πατέρων Θεόν.
Ὠδὴ η'
Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ
Γῆ τὸ αἷμά σου μυρωδεῖ, ἄνωθεν ὑμνεῖ σε οὐρανός,
λογογραφοῦμεν δὲ ἡμεῖς τὰ ὡραῖα ἆθλά σου Μάκαρ, καὶ λαμπρῶς ἐκβοῶμεν· Ἱερεῖς
εὐλογεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Πῦρ καὶ ξίφος μὴ πτοηθείς, γέγονας ὁπλίτης τοῦ Χριστοῦ, ἐν
παντευχίᾳ μυστικῇ, τὸν Βελίαρ σκυλεύσας Μάκαρ, καὶ πιστῶς ἀνακράζων· Ἱερεῖς
εὐλογεῖτε τὸν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Τριαδικὸν
Θεὸν δοξάζω ἐπὶ Πατρός, σύμφωνα ὑμνῶ ἐπὶ Υἱοῦ, καὶ ἐπὶ
Πνεύματος ταῦτον, φύσιν κράτος, πλὴν τῶν προσώπων· εἷς Θεὸς γὰρ τὰ τρία, ὃν
ὑμνοῦντες αἰνοῦμεν ὡς Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον
Νοῦς τὸ θαῦμα οὐκ ἐγχωρεῖ, γλῶσσα δὲ εἰπεῖν ἐξαπορεῖ, ὅτι
κύει ἄνευ σπορᾶς ἡ Παρθένος, καὶ μετὰ τόκον ἀληθῶς Θεομήτωρ· ἣν αἰνοῦντες,
ὑμνοῦμεν τὸν Κύριον, καὶ ὑπερυψοῦμεν εἰς πάντας τοὺς αἰῶνας.
Ὁ Εἱρμὸς
Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ, θάλασσα καὶ πᾶσαι αἱ πηγαί, οἱ
οὐρανοὶ τῶν οὐρανῶν, φῶς καὶ σκότος, ψῦχος καὶ καύσων, υἱοὶ τῶν ἀνθρώπων·
Ἱερεῖς εὐλογεῖτε τόν Κύριον, καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ'
Τὸν ἄσπορον τόκον σου
Ἡμέραν ἀθλήσεως, λαμπρῶς ἑορτάζοντες, τοῦ θείου Ἑλλαδίου,
ἐν ὕμνοις τὸν Σωτῆρα μεγαλύνομεν.
Σκεῦος ἱερόχρυσον, ἱερὰς ἀθλήσεως, Χριστοῦ τῇ Ἐκκλησίᾳ,
τὸν Μάρτυρα ὑμνοῦντες μεγαλύνομεν.
Θεοτοκίον
Χαίροις μυριόχαρε, καὶ κοσμοχαρμόσυνε, Μαρία Θεοτόκε,
ὕμνοις σε ἀσιγήτοις μεγαλύνομεν.
Ὁ Εἱρμὸς
Τὸν ἄσπορον τόκον σου Θεοτόκε ἄχραντε, Χριστὸν τὸν Θεὸν
ἡμῶν, ἐν ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.
Ἐξαποστειλάριον τῆς Ἑορτῆς
Καὶ τὰ λοιπά, ὡς σύνηθες, καὶ Ἀπόλυσις
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου