ΑΠΡΙΛΙΟΥ
ΤΗ Δ’ ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ
Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ ἐν τῷ Μαλαιῷ (ἢ Μαλεῶ).
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ' καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια
τοῦ Τριῳδίου γ' καὶ τοῦ Ὁσίου γ'.
Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου σε
Ὅλος, ἀνακείμενος θερμῶς, ὅλῃ τῇ ψυχῇ συνημμένος, τῷ
παντεπόπτῃ Θεῷ, θείους ἐγεώργησας καρποὺς τοῦ Πνεύματος, ἡσυχίαν ἐγκράτειαν,
ἀγάπην ἐλπίδα, τὴν μακροθυμίαν τε, καὶ τὴν πραότητα, δρόμον, πρὸς τὴν ἄνω
πορείαν, πίστιν καὶ χρηστότητα Πάτερ, μεγαλοπρεπῶς ἐπιδεικνύμενος.
Χάρις, ἡ τοῦ Πνεύματος ἐν σοί, ὡς καθαρωτάτῳ καὶ πράῳ
κατασκηνώσασα, πᾶσι κατεκόσμησεν ἀρετῆς εἴδεσι, καὶ ποικίλοις χαρίσμασιν,
ἐλάμπρυνε Πάτερ· ὅθεν καὶ γεώργιον, Χριστοῦ φερώνυμον, ὤφθης γεωργήσας
ἐμφρόνως, αὔλακας τῆς σῆς διανοίας, ἀξιομακάριστε Γεώργιε.
Χαίρων, τῶν μελλόντων ἀγαθῶν, Πάτερ τῇ ἐλπίδι τοὺς πόνους,
ῥᾷον ὑπήνεγκας, πρόθυμος τοῖς ἔμπροσθεν ἐπεκτεινόμενος, τῶν ὀπίσω δὲ πάνσοφε,
ποιούμενος λήθην, ἕως τὸ μακάριον, τέλος κατέλαβες, πλήρης ἀρετῶν ἐργασίαις,
καὶ μακαριότητος θείας, Ὅσιε Γεώργιε τετύχηκας.
Δόξα... Καὶ νῦν... Θεοτοκίον
Χαίροις, ὄντως θρόνε τοῦ Θεοῦ, καὶ τοῦ Βασιλέως καθέδρα,
χαῖρε ζωῆς κιβωτέ, χαῖρε ἁγιάσματος, πηγὴ ἀκένωτε, μυροθήκη τοῦ Πνεύματος,
τρυφὴ Παραδείσου, χαῖρε ἡ ἀπόλαυσις, ἡ μυστικὴ τῶν ψυχῶν, χαῖρε, ἡ χαρὰ τῶν
Ὁσίων, χαῖρε ἀγαλλίαμα πάντων, τῶν σοὶ προστρεχόντων Θεονύμφευτε.
Ἢ Σταυροθεοτοκίον
Θρήνοις, κοπτομένη ἡ, Ἀμνάς, δάκρυσι πικροῖς τε τὰς ὄψεις
καταρραντίζουσα, ξύλῳ ἐνητένιζε, Σταυροῦ ἡ ἄμεμπτος, καὶ τὰς χεῖρας ἐκτείνουσα,
Υἱέ μου ἐβόα· ποῦ νῦν ἀπελεύσομαι; τίνα καλέσω Υἱόν, οἴμοι! πῶς μεμόνωμαι
τέκνον! πῶς δέ μου τὸ φῶς ἠμαυρώθη! ῥάγητε τὰ σπλάγχνα καὶ σπαράχθητε.
Ἀπολυτίκιον Ἦχος πλ. δ'
Ταῖς τῶν δακρύων σου ῥοαῖς, τῆς ἐρήμου τὸ ἄγονον
ἐγεώργησας, καὶ τοῖς ἐκ βάθους στεναγμοῖς, εἰς ἑκατὸν τοὺς πόνους
ἐκαρποφόρησας, καὶ γέγονας φωστὴρ τῇ οἰκουμένῃ λάμπων τοῖς θαύμασι, Γεώργιε
πατὴρ ἡμῶν, Ὅσιε, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Ἀπόλυσις
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ἡ συνήθης Στιχολογία, καὶ οἱ Κανόνες τοῦ Τριῳδίου καὶ τοῦ Ἁγίου.
Ὁ Κανὼν τοῦ Ἁγίου, οὗ ἡ, Ἀκροστιχίς.
Τοὺς σοὺς
προθύμους, ὦ Πάτερ, μέλπω πόνους.
Ποίημα Θεοφάνους.
Ὠδὴ α' Ἦχος β' Ὁ Εἱρμὸς
Δεῦτε λαοί, ᾄσωμεν ᾆσμα Χριστῷ τῷ Θεῷ, τῷ διελόντι
θάλασσαν, καὶ ὁδηγήσαντι, τὸν λαὸν ὃν ἀνῆκε, δουλείας Αἰγυπτίων, ὅτι
δεδόξασται.
Τρισσοφαεῖ, τῆς θεαρχίας λαμπρότητι, πεφωτισμένος Ὅσιε,
κόσμον κατέλιπες, καὶ παθῶν τὴν ὁμίχλην, καὶ βίῳ λαμπροτάτῳ Πάτερ διέπρεψας.
Ὁδηγηθείς, θείᾳ προνοίᾳ Γεώργιε, πρὸς οὐρανὸν τὴν
φέρουσαν, τρίβον ἐβάδισας συνεργὸν κεκτημένος τὸν μόνον εὐεργέτην, καὶ
πανοικτίρμονα.
Ὑπὸ Θεοῦ μάκαρ σαφῶς κυβερνώμενος, υἱοθεσίας χάριτι,
καταλαμπόμενος, διετέλεσας Πάτερ, ὁσίως καὶ δικαίως, πολιτευσάμενος.
Θεοτοκίον
Σὲ στηριγμόν, καὶ προστασίαν πλουτήσαντες, οἱ Θεοτόκον
πάναγνον, ὁμολογοῦντές σε, τρικυμίας τοῦ βίου, πανάμωμε Παρθένε, διασῳζόμεθα.
Ὠδὴ γ' Ὁ Εἱρμὸς
Στερέωσον ἡμᾶς ἐν σοὶ Κύριε, ὁ ξύλῳ νεκρώσας τὴν ἁμαρτίαν,
καὶ τὸν φόβον σου ἐμφύτευσον, εἰς τὰς καρδίας ἡμῶν τῶν ὑμνούντων σε.
Σὺ τρίβους τῆς ζωῆς τῆς εἰς ἀπέραντον, αἰῶνα παμμάκαρ
διαμενούσης, ἀκλινῶς χαίρων διώδευσας, καὶ μοναῖς αἰωνίαις κατεσκήνωσας.
Ὁ βίος σου λαμπρός, ὁ λόγος ἄλατι, τῷ θείῳ καὶ χάριτι
ἠρτυμένος, ἀναδείκνυται Γεώργιε, γεωργίας ἐνθέου θεῖον φύτευμα.
Υἱὸς σὺ τοῦ Θεοῦ διὰ Βαπτίσματος, γενέσθαι παμμάκαρ
ἠξιωμένος, πατρικὸν ἐκληρονόμησας, θησαυρὸν διὰ βίου καθαρότητα.
Θεοτοκίον
Στερέωμα γενοῦ καὶ καταφύγιον, καὶ σκέπη, Παρθένε
Θεογεννῆτορ τοῖς ἐν πίστει σοι προστρέχουσι, καὶ Θεοῦ σε Μητέρα καταγγέλλουσιν.
Κάθισμα Ἦχος γ'
Τὴν ὡραιότητα
Τὸν ὡραιότατον, Χριστὸν ἐπόθησας, καὶ τὰ τοῦ σώματος, πάθη
ἐμίσησας, ἀγγελικῶς ἐπὶ τῆς γῆς, Γεώργιε βιοτεύσας· ὅθεν τὴν ἁγίαν σου,
ἑορτάζομεν κοίμησιν, καὶ περιπτυσσόμεθα, τὴν σορὸν τῶν λειψάνων σου, ἐξ ἧς ἡμῖν
πηγάζεις ἰάματα, Πάτερ τοῖς πόθῳ τιμῶσί σε.
Θεοτοκίον
Τὰ ἐπουράνια, φόβῳ ἠγάλλοντο, καὶ τὰ ἐπίγεια, πόθῳ
εὐφραίνοντο, ὅτε ἡ ἄχραντος φωνή, ἐπῆλθέ σοι Θεοτόκε· μία γὰρ πανήγυρις,
ἀμφοτέροις ἐγένετο, ὅτε τόν πρωτόπλαστον, ἐκ θανάτου ἐρρύσατο. Διὸ σὺν τῷ
Ἀγγέλῳ βοῶμέν σοι, Χαῖρε ἡ κεχαριτωμένη.
Ἢ Σταυροθεοτοκίον
Ἡ ἀπειρόγαμος, Ἁγνὴ καὶ Μήτηρ σου, Χριστὲ ὁρῶσά σε, νεκρὸν
κρεμάμενον, ἐπὶ τοῦ ξύλου μητρικῶς, θρηνολογοῦσα ἔλεγε· Τὶ σοὶ ἀνταπέδωκε, τῶν
Ἑβραίων ὁ ἄνομος, δῆμος καὶ ἀχάριστος, ὁ πολλῶν καὶ μεγάλων σου, Υἱέ μου δωρεῶν
ἀπολαύσας; Ὑμνῶ σου τὴν θείαν συγκατάβασιν.
Ὠδὴ δ' Ὁ Εἱρμὸς
Εἰσακήκοα Κύριε, τὴν ἀκοήν, τῆς σῆς οἰκονομίας, καὶ
ἐδόξασά σε μόνε φιλάνθρωπε.
Πεποικιλμένος κάλλεσι, τῆς ἀρετῆς, καὶ ἤθεσι φωσφόροις,
πρὸς Θεὸν ἀνέπτης μάκαρ Γεώργιε.
Ῥευστῶν γῆς Πάτερ Ὅσιε, τὴν ταραχήν, διέφυγες, γαλήνης,
φιλοθέου βίου ἀντιποιούμενος.
Οἱ ἀνομίας χείμαρροι, σοῦ τὴν ψυχήν, οὐκ ἴσχυσαν ταράξαι·
ὁ τρυφῆς χειμάρρους σε γὰρ κατήρδευσεν.
Θείᾳ μελέτῃ πάνσοφε, διηνεκῶς, προσέχων τοὺς ἀστάτους,
λογισμοὺς ἀπώσω Πάτερ Γεώργιε.
Θεοτοκίον
Ὑμνολογοῦμεν Ἄχραντε, τὸν ἐν γαστρί, τῇ σῇ σωματωθέντα,
καὶ σὲ εὐλογοῦμεν ὡς Θεομήτορα.
Ὠδὴ ε' Ὁ Εἱρμὸς
Ὁ τοῦ φωτὸς χορηγός, καὶ τῶν αἰώνων ποιητὴς Κύριε, ἐν τῷ
φωτὶ τῶν σῶν προσταγμάτων, ὁδήγησον ἡμᾶς· ἐκτός σου γὰρ ἄλλον Θεὸν οὐ
γινώσκομεν.
Μακαριότητος, καὶ ἀθανάτου βιοτῆς ἔτυχες, Πάτερ σοφέ, τὰς
θείας ἀνόδους, ἀνύων παμμάκαρ, ἐλπίδι, ἀγάπῃ καὶ πίστει ῥωννύμενος.
Ὡραϊζόμενος, τῇ ταπεινώσει τοῦ Χριστοῦ Ὅσιε, πρὸς ὑψηλήν,
σαφῶς ἀνηνέχθης, θεόφρον ἀρετήν, γεώργιον θείας, γενόμενος ἅλωνος.
Σώματος κένωσιν, δι' ἐγκρατείας ἀκριβοῦς ἔδειξας, καὶ
καθαράν, καρδίαν ἐκτήσω, δι' ἧς ἠξιώθης, θεάσασθαι Πάτερ, τὸν πᾶσιν ἀθέατον.
Θεοτοκίον
Ὡς ἀκατάληπτον, καὶ δυσθεώρητον παντί, Δέσποινα, τὸ ὑπὲρ
νοῦν μυστήριον Κόρη, τοῦ τόκου σου σαφῶς· τὸν ὄντως γὰρ ὄντα, Θεὸν ἡμῖν
τέτοκας.
Ὠδὴ ς' Ὁ Εἱρμὸς
Ἐν ἀβύσσῳ πταισμάτων κυκλούμενος, τὴν ἀνεξιχνίαστον τῆς
εὐσπλαγχνίας σου, ἐπικαλοῦμαι ἄβυσσον· Ἐκ φθορᾶς ὁ Θεὸς με ἀνάγαγε.
Πονηρίας πνευμάτων διώκτης θερμός, ὤφθης παναοίδιμε μάκαρ
Γεώργιε, τῇ τοῦ Ἁγίου Πνεύματος, συνεργίᾳ σαφῶς δυναμούμενος.
Ἀπαθείας ἐμπρέπων ὑψώμασι, τὸν τῆς σωφροσύνης χιτῶνα Γεώργιε,
περιφανῶς ἐνδέδυσαι, τῶν παθῶν κατευνάσας τὸν τάραχον.
Τὴν φλογίνην ῥομφαίαν διέβης σοφέ, καὶ Παραδείσου τρυφῆς
κατηξίωσαι, τὸ τοῦ Σταυροῦ Γεώργιε, περιθέμενος ὅπλον τὸ ἄρρητον.
Θεοτοκίον
Ἐπὶ σοὶ τὰς ἐλπίδας ἀνέθηκα, Μήτηρ ἀειπάρθενε τῆς σωτηρίας
μου, καὶ σὲ προστάτιν τίθημι, τῆς ζωῆς ἀσφαλῆ τε καὶ ἄσειστον.
Τὸ Μαρτυρικὸν τοῦ Ἤχου.
Συναξάριον
Τῇ Δ' τοῦ
αὐτοῦ μηνός, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Γεωργίου τοῦ ἐν τῷ Μαλαιῷ.
Στίχοι
Ψυχὴν ὁ
Γεώργιος ἀσμένως δίδως,
Ψυχῶν
γεωργῷ καὶ φυτουργῷ σαρκίων.
Τῇ δὲ
τετάρτῃ ἀπῆρε Γεώργιος εἰς πόλον εὐρύν.
Τῇ αὐτῇ
ἡμέρᾳ, Μνήμη τῶν Ἁγίων Μαρτύρων Θεοδούλου καὶ Ἀγαθόποδος.
Στίχοι
Πρῶτος
θάλασσαν εἰσιὼν Ἀγαθόπους,
Ἔργοις
ὑπῆρχε Χριστόπους Θεοδούλῳ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τῆς Ἁγίας Μάρτυρος Φερβούθας καὶ τῆς
παιδίσκης αὐτῆς καὶ τῆς συνοδίας αὐτῆς.
Στίχοι
Ἁπλῆν με
πλάττεις, Χριστὲ διπλὲ τὴν φύσιν,
Ἔχεις δὲ
πρισθεῖσάν με διπλῆν Φερβούθαν.
Δούλας
ἀληθεῖς Δεσπότου Θεοῦ δύο,
Δούλην τε
καὶ Δέσποιναν ἔπρισε πρίων.
Τῇ αὐτῇ
ἡμέρᾳ Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ποπλίου.
Στίχοι
Ἐν
οὐρανοῖς, Πόπλιε, μισθὸς σοι μέγας,
Πρὸς οὓς
ἀπαίρων χαῖρε καὶ κρότει μέγα.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμων Πλάτωνος,
Ἡγουμένου Μονῆς τοῦ Στουδίου.
Στίχοι
Πλάτων
ἀρίστην εὖ μετεπλάσθη πλάσιν,
Χριστῷ
πλάσαντι συγκραθεὶς πλάσιν ξένην.
Τῇ αὐτῇ
ἡμέρᾳ, οἱ τρεῖς Ὅσιοι, Θεωνᾶς, Συμεών, καὶ Φερβῖνος, ἐν εἰρήνῃ τελειοῦνται.
Στίχοι
Ψυχὰς δέχου
τρεῖς οὐ κεκηλιδωμένας,
Ψυχῶν
ἀκηλίδωτε τῶν θείων τόπε.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Ζωσιμᾶ, τοῦ
κηδεύσαντος τὴν Ὁσίαν Μαρίαν τὴν Αἰγυπτίαν.
Στίχοι
Ζῶσαν
προπέμψας Ζωσιμᾶς τὴν Μαρίαν,
Θανοῦσαν
εὗρεν· ἀλλὰ νῦν ζῶσιν ἅμα.
Τῇ αὐτῇ ἡμέρᾳ, ὁ ὅσιος Θεωνᾶς, ὁ ἐν τῇ μονῇ τοῦ
Παντοκράτορος ἀσκήσας, ὕστερον δ' ἐπίσκοπος Θεσσαλονίκης γενόμενος, ἐν εἰρήνῃ
τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον καὶ σῶσον
ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ' Ὁ Εἱρμὸς
Εἰκόνος χρυσῆς, ἐν πεδίῳ Δεειρᾷ λατρευομένης, οἱ τρεῖς σου
Παῖδες κατεφρόνησαν, ἀθεωτάτου προστάγματος, μέσον δὲ πυρὸς ἐμβληθέντες,
δροσιζόμενοι ἔψαλλον· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ῥωσθεὶς τὴν ψυχήν, τῇ δυνάμει τοῦ Χριστοῦ, Πάτερ Γεώργιε,
τούτου τῷ κράτει κατεδίωξας, τῶν σὲ μισούντων τὰς φάλαγγας, ταύταις τὸν Σταυρὸν
ἐπισείσας, ᾧ φρουρούμενος ἔψαλλες· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Μακάριος εἶ, καὶ καλῶς σοι ἔσται νῦν μακαριώτατε,
ἀπολαβόντι τὴν τῶν πόνων σου, καὶ τῶν ἀγώνων ἀντίδοσιν, καὶ σὺν τοῖς Ἀγγέλοις
βοῶντι, τῷ Κυρίῳ Γεώργιε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἐδείχθης φαιδρόν, ἐνδιαίτημα Θεοῦ, θρόνος αἰσθήσεως, Πάτερ
γενόμενος καὶ φρονήσεως, ἁγιωσύνης ἀνάπλεως, πίστει τε καὶ χάριτι λάμπων, καὶ
κραυγάζων Γεώργιε· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον
Λυχνία φωτός, καὶ νεφέλη φωτεινὴ καὶ ἁγιάσματος, τόπος
ἐδείχθης Ἀπειρόγαμε· τῶν γὰρ Ἁγίων τὸν Ἅγιον, Λόγον ὑπεδέξω ἀφράστως, ὃν
ὑμνοῦντες βοῶμέν σοι· Εὐλογημένη, ἡ Θεὸν σαρκὶ κυήσασα.
Ὠδὴ η' Ὁ Εἱρμὸς
Τὸν ἐν καμίνῳ τοῦ πυρός, τῶν Ἑβραιων τοῖς παισὶ
συγκαταβάντα, καὶ τὴν φλόγα εἰς δρόσον μεταβαλόντα Θεόν, ὑμνεῖτε τὰ ἔργα ὡς
Κύριον, καὶ ὑπερυψοῦτε αὐτόν εἰς τοὺς αἰῶνας.
Πρὸς ἀκατάλυτον ζωήν, πρὸς ἀμάραντον τρυφὴν Πάτερ
μετέστης, πρὸς ἀΐδιον δόξαν, καὶ πρὸς ἀνέσπερον φῶς· Θεοῦ γὰρ ἐδείχθης
γεώργιον, ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Ὡς ὑπηρέτης τοῦ Θεοῦ, ὡς διάκονος Χριστοῦ καὶ οἰκονόμος,
τῶν αὐτοῦ μυστηρίων, ὡς ἀπλανὴς ὁδηγός, ἐγένου Γεώργιε Ὅσιε, πάθη θεραπεύων,
ψυχῶν τε καὶ σωμάτων.
Πλήρης ἀσκήσεως καρπῶν, πρὸς τὴν ἅλωνα Χριστοῦ πάτερ
προσήχθης, καὶ ὡς ὥριμος βότρυς, τοῖς οὐρανίοις ληνοῖς, παμμάκαρ θλιβείς,
κατανύξεως, οἶνον ἀναβλύζεις, ἡμῖν τοῖς σὲ τιμῶσιν.
Θεοτοκίον
Ὁ τῆς κοιλίας σου καρπός, τῆς ἀφθάρτου μοι ζωῆς αἴτιος
ὤφθη, καὶ τρυφῆς ἀϊδίου, Θεογεννῆτορ ἁγνή· διὸ σοι κραυγάζω γηθόμενος, τὴν τοῦ,
Ἀρχαγγέλου φωνήν, Χαῖρε Παρθένε.
Ὠδὴ θ' Ὁ Εἱρμὸς
Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον, τὸν ἀρρήτῳ σοφίᾳ, ἥκοντα
καινουργῆσαι τὸν Ἀδάμ, βρώσει φθορᾷ πεπτωκότα δεινῶς, ἐξ ἁγίας Παρθένου,
ἀφράστως σαρκωθέντα δι' ἡμᾶς, οἱ πιστοὶ ὁμοφώνως, ἐν ὕμνοις μεγαλύνωμεν.
Νενευρωμένος τῇ πίστει, καὶ Χριστοῦ τῇ δυνάμει, Παμμάκαρ
πεφραγμένος ἀληθῶς, βρόχους δαιμόνων διέλυσας, καὶ τὰς τούτων ἐνέδρας, καὶ
μεθοδείας πάσας ἐκφυγών, τῷ Δεσπότῃ τῶν ὅλων, παρέστης ἀγαλλόμενος.
Ὅλον τὸν πόθον σου Πάτερ, πρὸς Θεὸν μεταφέρων, καὶ θείας
ἀπολαύων καλλονῆς, ἧς πᾶσα φύσις ἐφίεται, θεωρίᾳ καὶ πράξει, καὶ βίῳ λαμπροτάτῳ
σεαυτόν, κατεκόσμησας Πάτερ· διὸ σε μακαρίζομεν.
Ὑπὲρ ἡμῶν τῶν ἐν πίστει, τὴν σὴν μνήμην τελούντων, Χριστὸν
καθικετεύων ἐκτενῶς, Πάτερ μὴ παύσῃ σωθῆναι ἡμᾶς, πειρασμῶν τρικυμίας, καὶ
ζάλης καὶ κινδύνων καὶ παθῶν, καὶ εἰρήνην τῷ κόσμῳ, δοθῆναι ταῖς πρεσβείαις
σου.
Θεοτοκίον
Σεσαρκωμένον τὸν Λόγον, τὸν πρὶν ἄσαρκον ὄντα, καθὸ Θεὸς
ὑπάρχει ἐκ Θεοῦ, τέτοκας μόνη Πανύμνητε ἐπὶ ἀνακαινίσει, καὶ σωτηρίᾳ πάντων τῶν
βροτῶν· διὸ πιστοὶ σε πάντες, ἐν ὕμνοις μεγαλύνομεν.
Τὸ φωταγωγικὸν τοῦ τυχόντος Ἤχου. Εἰς τὸν Στίχον τὸ Ἰδιόμελον καὶ τὸ
Μαρτυρικόν. Εἶτα ἡ Α' Ὥρα, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου