Κυριακή 1 Ιουνίου 2014

ΣΤΙΧΗΡΑ ΚΑΙ ΚΑΘΙΣΜΑΤΑ ΗΧΟΣ ΒΑΡΥΣ



ΗΧΟΣ ΒΑΡΥΣ
ΤΗ ΚΥΡΙΑΚΗ
ΕΣΠΕΡΑΣ 
Εἰς τὸ Κύριε ἐκέκραξα. Στιχηρὰ Κατανυκτικὰ.
Ἦχος βαρὺς.
ς ὁ ἄσωτος Υἱός, ἦλθον κᾀγὼ οἰκτίρμον, δέξαι με προσπίπτοντα, ὡς ἕνα τῶν μισθίων σου, ὁ Θεὸς καὶ ἐλέησόν με.
ς ὁ περιπεσὼν εἰς τοὺς λῃστάς, καὶ τετραυματισμένος, οὕτω κᾀγὼ περιέπεσα, ἐξ ἐμῶν ἁμαρτιῶν, καὶ τετραυματισμένη, ὑπάρχει μου ἡ ψυχή, πρὸς τίνα καταφύγω ὁ ὑπεύθυνος ἐγώ, εἰμὴ πρὸς σὲ τὸν εὔσπλαγχνον, τῶν ψυχῶν τὸν ἰατρόν; ἐπίχεε ἐπ' ἐμὲ ὁ Θεός, τὸ μέγα σου ἔλεος.
ς τὴν συκῆν τὴν ἄκαρπον, μὴ ἐκκόψῃς με Σωτὴρ τὸν ἁμαρτωλόν, ἀλλ' ἐπὶ πολλῷ τῷ ἔτει, συγχώρησίν μοι δώρησαι, ἀρδεύων μου τὴν ψυχήν, τοῖς δάκρυσι τῆς μετανοίας, ἵνα καρπὸν προσενέγκω σοι ἐλεημοσύνης.
ς Ἥλιος ὑπάρχων δικαιοσύνης, φωταγώγησον τὰς καρδίας, τῶν σὲ ὑμνούντων, Κύριε δόξα σοι.

ΤΗ ΔΕΥΤΕΡΑ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α’ Στιχολογίαν. Καθίσματα Κατανυκτικὰ.
Ἠχος βαρὺς.
χουσα ψυχή μου, τὸ ἰατρεῖον τῆς μετανοίας, πρόσελθε δακρύουσα ἐν στεναγμοῖς, κραυγάζουσα τῷ ἰατρῷ, ψυχῶν τε καὶ σωμάτων. Ἐλευθέρωσόν με Φιλάνθρωπε, ἐκ τῶν ἐμῶν πλημμελημάτων, συναρίθμησόν με τῇ Πόρνῃ, καὶ τῷ Λῃστῇ, καὶ τῷ Τελώνῃ, καὶ δώρησαί μοι ὁ Θεός, τῶν ἀνομιῶν μου τὴν συγχώρησιν, καὶ σῶσόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Τοῦ Τελώνου τὴν μετάνοιαν οὐκ ἐζήλωσα, καὶ τῆς Πόρνης τὰ δάκρυα οὐ κέκτημαι· ἀπορῶ γὰρ ἐκ πωρώσεως τῆς τοιαύτης διορθώσεως, ἀλλὰ τῇ σῇ εὐσπλαγχνίᾳ, ὁ Θεός σῶσόν με ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Τιμιωτέρα τῶν ἐνδόξων Χερουβίμ, ὑπάρχεις Παναγία Παρθένε· ἐκεῖνα γὰρ τὴν θείαν μὴ φέροντα ἔλλαμψιν, πτέρυξι κεκαλυμμένῳ προσώπῳ, τὴν λειτουργίαν ἐπιτελοῦσιν· αὐτὴ δὲ σεσαρκωμένον τὸν Λόγον, αὐτόπτως ὁρῶσα φέρεις, ὃν ἀπαύστως ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
Οἱ Ἁγιοί σου Κύριε, ἐπὶ τῆς γῆς ἀγωνισάμενοι, τὸν ἐχθρὸν κατεπάτησαν, καὶ τῶν εἰδώλων τὴν πλάνην κατήργησαν· διὸ καὶ τοὺς στεφάνους, παρά σοῦ ἐκομίσαντο, τοῦ φιλανθρώπου Δεσπότου, καὶ ἐλεήμονος Θεοῦ, τοῦ παρέχοντος ἡμῖν τὸ μέγα ἔλεος.

ΤΗ ΤΡΙΤΗ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α’ Στιχολογίαν, Καθίσματα Κατανυκτικὰ.
Ἦχος βαρὺς.
τῆς Πόρνης τὰ δάκρυα, καὶ τοῦ Πέτρου προσδεξάμενος, καὶ Τελώνην δικαιώσας ἐκ βάθους στενάξαντα, κᾀμὲ ἀπεγνωσμένον ἐξ ἔργων, οἴκτειρον Σωτήρ, καὶ σῶσόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
τοῦ Πέτρου τὴν ἄρνησιν, τοῖς δάκρυσι καθαρίσας, καὶ τοῦ Τελώνου τὰ πταίσματα, τῷ στεναγμῷ συγχωρήσας, Φιλάνθρωπε δόξα σοι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
περέβης τὰς Δυνάμεις τῶν οὐρανῶν, ὅτι ναὸς ἐδείχθης θεϊκός, εὐλογημένη Θεοτόκε, ὡς τεκοῦσα Χριστόν, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
γαλλιᾶσθε Δίκαιοι, εὐφραινέσθω τὰ Οὐράνια· ἐπὶ γῆς γὰρ οἱ Μάρτυρες ἀγωνισάμενοι, τὴν πλάνην κατήργησαν, σκιρτάτω ἡ Ἐκκλησία, τὰ νικητήρια ἑορτάζουσα, τῷ ἀθλοθέτῃ καὶ μόνῳ νικοποιῷ, Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι τῷ Κόσμῳ τὸ μέγα ἔλεος.

ΤΗ ΤΕΤΑΡΤΗ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α’ Στιχολογίαν. Καθίσματα Σταυρώσιμα.
Ἦχος βαρὺς.
Ἐκκλησία βοᾷ σοι Χριστὲ ὁ Θεός, ἐν κέδρῳ καὶ πεύκῃ, καὶ κυπαρίσσῳ προσκυνοῦσά σε. Νίκας τοῖς Βασιλεῦσιν ἡμῶν, διὰ τῆς Θεοτόκου δωρούμενος, ἐλέησον ἡμᾶς.
Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
δι' ἐμὲ ἀνασχόμενος, τῆς ἐν Σταυρῷ προσηλώσεως, δέξαι μου τὴν ἄγρυπνον αἴνεσιν, Χριστὲ ὁ Θεὸς ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.
Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε Θεοτόκε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
Τῆς ἀθεότητος τῶν τυράννων καταφρονήσαντες, καὶ τῶν βασάνων τὸ ἄλγος παραβλεψάμενοι Ἅγιοι, τὴν πίστιν τὴν εἰς Χριστὸν οὐκ ἠρνήσασθε· διὸ ἱκετεύσατε τόν φιλάνθρωπον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΗ ΠΕΜΠΤΗ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν. Καθίσματα Ἀποστολικὰ.
Ἦχος βαρὺς.
Γεωργοὺς τοῦ ἀγροῦ σου ἀνέδειξας, τοὺς Ἀποστόλους σου Λόγε, ἐκτέμνοντας τὰ εἴδωλα· διό σε τὸν Δεσπότην, εἰς τὰ ἔθνη κηρύξαντες, εὐσεβῶς ἐμεγάλυναν.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Τῶν πανευφήμων Ἀποστόλων μνημόσυνα, τῆς Ἐκκλησίας οἱ τρόφιμοι ποιούμενοι, ᾠδαῖς ᾀσμάτων ὑμνήσωμεν Χριστόν· αὐτοὶ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ ἔσωσαν, κηρύξει τῆς μετανοίας, οἱ τῆς πλάνης διῶκται, καὶ τοῦ Κόσμου λαμπτῆρες, καὶ πρεσβευταὶ τῆς Οἰκουμένης.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Χαῖρε ἐξ ἧς ἀτρέπτως ὁ Λόγος σάρξ ἐγένετο, καὶ ἐσκήνωσεν ἐν ἡμῖν, χαῖρε σεμνή, τῶν Ἀποστόλων καὶ Μαρτύρων τὸ ἀγαλλίαμα, καὶ πιστῶν σωτηρία, χαῖρε Μήτηρ Χριστοῦ τοῦ Θεοῦ.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
γιοι πρεσβεύσατε, ἄφεσιν δοθῆναι ἡμῖν, τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων δεινῶν ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα.

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α’ Στιχολογίαν. Καθίσματα Σταυρώσιμα.
Ἦχος βαρὺς.
Πυρὸς φωτεινότερον, φλογὸς ἐναργέστερον, τὸ ξύλον ἀνέδειξας τὸ τοῦ Σταυροῦ σου, καταφλέγον ἁμαρτίας τῶν νοσούντων, καὶ φωτίζον τὰς καρδίας τῶν ὑμνούντων, τὴν ἑκούσιόν σου Σταύρωσιν, Χριστὲ ὁ Θεὸς δόξα σοι.
Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
δεσπόζων τῶν ἀσωμάτων Δυνάμεων, καὶ γινώσκων τῆς ψυχῆς μου τὸ ῥάθυμον, τῷ Σταυρῷ σου σῶσόν με Χριστὲ ὁ Θεός, ὡς φιλάνθρωπος.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.
Τὸν σταυρωθέντα ὑπὲρ ἡμῶν Χριστὸν τὸν Θεόν, καὶ καθελόντα τοῦ θανάτου τὸ κράτος, ἀπαύστως ἱκέτευε Θεοτόκε Παρθένε, ἵνα σώσῃ τὰς ψυχὰς ἡμῶν.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
Οἱ Μάρτυρές σου Κύριε, τὸν ἐχθρὸν ἐτροπώσαντο, καὶ τὴν πλάνην τῶν εἰδώλων κατῄσχυναν, καθωπλισάμενοι τοῦ Σταυροῦ τὴν δύναμιν· διὸ καὶ σὺν Ἀγγέλοις ἀνυμνοῦντες κραυγάζουσι, τὸν ἐπινίκιον ὕμνον, δοξολογοῦντές σε Χριστέ, δι' αὐτῶν σε δυσωποῦμεν· Σῶσον ἡμᾶς.

ΤΗ ΠΑΡΑΣΚΕΥΗ
ΕΣΠΕΡΑΣ 
Εἰς τὸ Κύριε ἐκέκραξα. Στιχηρὰ Μαρτυρικὰ.
Ἦχος βαρὺς.
Δόξα σοι Χριστὲ ὁ Θεός, Ἀποστόλων καύχημα, Μαρτύρων ἀγαλλίαμα, ὧν τὸ κήρυγμα, Τριὰς ἡ ὁμοούσιος.
γιοι Μάρτυρες, οἱ καλῶς ἀθλήσαντες, καὶ στεφανωθέντες, πρεσβεύσατε πρὸς Κύριον, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.
Καταφρονήσαντες πάντων τῶν ἐπὶ γῆς, ἅγιοι Μάρτυρες, καὶ ἐν σταδίῳ τὸν Χριστόν, ἀνδρείως κηρύξαντες, ἀμοιβὰς τῶν βασάνων παρ' αὐτοῦ ἐκομίσασθε, ἀλλ' ὡς ἔχοντες παρρησίαν, αὐτὸν ἱκετεύσατε, ὡς Θεὸν παντοδύναμον, τὰς ψυχὰς ἡμῶν σῶσαι, τῶν εἰς ὑμᾶς προστρεχόντων δεόμεθα.
Πανεύφημοι Μάρτυρες, θρέμματα πνευματικά, ὁλοκαυτώματα λογικά, θυσία δεκτή, εὐάρεστος τῷ Χριστῷ ὑμᾶς οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' Οὐρανὸς ὑπεδέξατο, Ἀγγέλων συμμέτοχοι γεγόνατε, μεθ' ὧν ἱκετεύσατε δεόμεθα, τῷ Σωτῆρι καὶ Θεῷ ἡμῶν, εἰρηνεῦσαι τὸν Κόσμον, καὶ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Δόξα... Νεκρώσιμον, τοῦ Δαμασκηνοῦ.
νάπαυσον Σωτὴρ ἡμῶν ζωοδότα, οὓς μετέστησας ἀδελφοὺς ἡμῶν, ἐκ τῶν προσκαίρων, κράζοντας, Κύριε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον.
Μήτηρ μὲν ἐγνώσθης, ὑπὲρ φύσιν Θεοτόκε, ἔμεινας δὲ παρθένος, ὑπὲρ λόγον καὶ ἔννοιαν, καὶ τὸ θαῦμα τοῦ τόκου σου, ἑρμηνεῦσαι γλῶσσα οὐ δύναται· παραδόξου γὰρ οὔσης τῆς συλλήψεως Ἁγνή, ἀκατάληπτός ἐστιν ὁ τρόπος τῆς κυησεως· ὅπου γὰρ βούλεται Θεός, νικᾶται φύσεως τάξις. Διό σε πάντες Μητέρα τοῦ Θεοῦ γινώσκοντες, δεόμεθά σου ἐκτενῶς. Πρέσβευε, τοῦ σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὸν Α’ Στιχολογίαν. Καθίσματα Μαρτυρικὰ.
Ἦχος βαρὺς.
γαλλιᾶσθε Δίκαιοι, εὐφραινέσθω τὰ οὐράνια· ἐπὶ γῆς γὰρ οἱ Μάρτυρες ἀγωνισάμενοι, τὴν πλάνην κατήργησαν, σκιρτάτω ἡ Ἐκκλησία, τὰ νικητήρια ἑορτάζουσα, τῷ ἀθλοθέτῃ, καὶ μόνῳ νικοποιῷ, Χριστῷ τῷ Θεῷ, τῷ παρέχοντι τῷ Κόσμῳ τὸ μέγα ἔλεος.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Τῆς ἀθεότητος τῶν τυράννων καταφρονήσαντες, καὶ τῶν βασάνων τὸ ἄλγος παραβλεψάμενοι Ἅγιοι, τὴν πίστιν τὴν εἰς Χριστὸν οὐκ ἠρνήσασθε. Διὸ ἱκετεύσατε τόν φιλάνθρωπον Θεόν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Στίχ. Τος γίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος, πάντα τὰ θελήματα αὐτοῦ ἐν αὐτοῖς.
γιοι πρεσβεύσατε, ἄφεσιν δοθῆναι ἡμῖν τῶν πλημμελημάτων ἡμῶν, καὶ τῶν προσδοκωμένων δεινῶν, ῥυσθῆναι ἡμᾶς, καὶ πικροῦ θανάτου δεόμεθα.
Δόξα... Νεκρώσιμον.
ν χώρᾳ ζώντων Κύριε, καὶ ἐν σκηναῖς τῶν Δικαίων σου, ἀνάπαυσον τοὺς δούλους σου, ὧν τελοῦμεν τὴν μνήμην φιλάνθρωπε, καὶ εἴ τι ἐπλημμέλησαν ἐν τῷ βίῳ ὑπάρχοντες, ὡς ἐλεήμων συγχώρησον, καὶ εὐδιάλλακτος Θεός, παρέχων τῷ Κόσμῳ τὸ μέγα ἔλεος.
Καὶ νῦν... Θεοτοκίον.
ς τῆς ἡμῶν ἀναστάσεως θησαύρισμα, τοὺς ἐπὶ σοὶ πεποιθότας Πανύμνητε, ἐκ λάκκου καὶ βυθοῦ πταισμάτων ἀνάγαγε· σὺ γὰρ τοὺς ὑπευθύνους τῇ ἁμαρτίᾳ ἔσωσας, τεκοῦσα τὴν σωτηρίαν ἡμῶν, ἡ πρὸ τόκου παρθένος, καὶ ἐν τόκῳ παρθένος, καὶ μετὰ τόκον παρθένος μείνασα.
Εἰς τοὺς Αἴνους. Στιχηρὰ Μαρτυρικὰ.
Ἦχος βαρὺς.
Τὴν μνήμην τῶν ἁγίων σου Ἀθλοφόρων, ἑορτάζοντες σὲ ἀνυμνοῦμεν, Χριστὲ βοῶντες· Κύριε δόξα σοι.
ν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι ἀνεβόων οἱ Ἀθλοφόροι, Χριστῷ βοῶντες· Κύριε δόξα σοι.
Φωστῆρες ἀνεδείχθησαν Οἰκουμένης, οἱ πανεύφημοι Ἀθλοφόροι, Χριστῷ βοῶντες· Κύριε δόξα σοι.
ν πνέοντες, πρὸς ἓν βλέποντες οἱ ἀθλοφόροι Μάρτυρες, μίαν ὁδὸν ζωῆς εὑράμενοι, τὸν ὑπὲρ Χριστοῦ θάνατον, ζηλοτυποῦντες ἀλλήλους τῆς τελευτῆς, ὢ τοῦ θαύματος! ὥσπερ θησαυροὺς τὰς βασάνους προαρπάζοντες, πρὸς ἀλλήλους ἔλεγον· Ὅτι κἂν μὴ νῦν ἀποθάνωμεν, τεθνηξόμεθα πάντως, καὶ τῇ γεννήσει τὰ ὀφειλόμενα λειτουργήσωμεν, ποιήσωμεν τὴν ἀνάγκην φιλοτιμίαν, τὸ κοινὸν ἴδιον ἡγησώμεθα, θανάτῳ ζωὴν ὠνησάμενοι, ταῖς πρεσβείαις αὐτῶν ὁ Θεός, ἐλέησον ἡμᾶς.
Δόξα... Νεκρώσιμον.
Ψυχὰς ἃς προσελάβου, Σωτὴρ τοῦ Κόσμου, ἐν σκηναῖς τῶν Δικαίων καὶ ἐκλεκτῶν σου, ἀνάπαυσον Κύριε.
Καὶ νῦν... Θεοτοκίον.
Τὸ Χαῖρέ σοι κραυγάζομεν σὺν τῷ Ἀγγέλῳ Θεόνυμφε, παστάδα καὶ πύλην, καὶ θρόνον πύρινον ἀποκαλοῦντές σε, καὶ ἁλατόμητον ὄρος, καὶ βάτον ἀκατάφλεκτον.
Ἀπόστιχα, τὰ Νεκρώσιμα Προσομοια τοῦ Θεοφάνους.
Ἦχος βαρὺς.
Καταφρονήσαντες.
Νενεκρωμένος ὠράθης, ἐπὶ Σταυρῷ μόνε ἀθάνατε, καὶ ἐν τάφῳ ὡς θνητὸς ἐτέθης, νεκρώσεως καὶ φθορᾶς καὶ θανάτου, τοὺς ἀνθρώπους λυτρωσάμενος, ἀλλ' ὡς πέλαγος εὐσπλαγχνίας ὑπάρχων ἀκένωτον, καὶ πηγὴ ἀγαθότητος, τὰς ψυχὰς τῶν σῶν δούλων, τῶν ἐξ ἡμῶν μεταστάντων ἀνάπαυσον.
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Τῷ ἀκηράτῳ σου κάλλει, καὶ γλυκασμῷ τῆς ὡραιότητος, καὶ ταῖς, τοῦ θείου σου φωτός, ἀκτῖσιν ἐκλάμπεσθαι, τοὺς πρὸς σὲ μεταστάντας, Ἀγαθὲ καταξίωσον, ἐν ἀΰλῳ φωτοχυσίᾳ τῆς φωτοφανείας σου, σὺν Ἀγγέλοις χορεύοντας περὶ σὲ τὸν Δεσπότην, καὶ Βασιλέα τῆς δόξης καὶ Κύριον.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου