Κυριακή 1 Ιουνίου 2014

ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ



ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ
ΤΩ ΣΑΒΒΑΤΩ ΕΣΠΕΡΑΣ
ΕΝ ΤΩ ΜΙΚΡΩ ΕΣΠΕΡΙΝΩ
Εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους δ’ καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια.
Ἦχος πλ. δ’
Τριήμερος ἀνέστης.
Νηπίων ἐξ ἀκάκων Χριστέ, τῷ πώλῳ καθεζόμενος, κατεδέξω, ἐπινίκιον ᾠδήν, ἐρχόμενος πρὸς Πάθος, ὁ τρισαγίῳ Ὕμνῳ, ὑπὸ Ἀγγέλων ἀνυμνούμενος.
δοὺ ὁ Βασιλεύς σου Σιών, πραῢς καὶ σῴζων ἔρχεται, ἐπὶ πώλου, τοὺς ἐχθροὺς ἐπιζητῶν, πατάξαι ἐν ἰσχύϊ, χαῖρε καὶ κατατέρπου, μετὰ Βαΐων ἑορτάζουσα.
Κροτσωμεν συμφνως πιστο, τος κλδους ρετν κα μες, ς ο Παδες, νν προσφροντες Χριστ, κα τοτ θεων ργων, πλσωμεν τος ππλους, κα μυστικς τοτον δεξμεθα.
Βαα ρετν δελφο, προσξωμεν Χριστ τ Θε, ρχομν δι' μς νθρωπικς, παθεν θελουσως, Θετητος σχϊ, πσιν πθειαν δωρσασθαι.
Δόξα... Καὶ νῦν... Ὅμοιον.
νώτοις Χερουβὶμ ὡς Θεός, ὀχούμενος καθέζεται, ἐπὶ πώλου, δι' ἡμᾶς ἐπὶ σφαγήν, ἐρχόμενος θελήσει, δεῦτε προθύμως τοῦτον, μετὰ Βαΐων ἀνυμνήσωμεν.
Ἀπόστιχα Προσόμοια.
Ἦχος β’
Οἶκος τοῦ Εὐφραθᾶ.
Λαμπρύνου ἡ Σιών, ἡ νέα καὶ Βαΐοις, ἀνύμνει μετὰ παίδων. Ἰδοὺ ὁ Βασιλεύς σου, σῴζων πρὸς Πάθος ἔρχεται.
Στίχ. κ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.
γάλλεσθε Ἀδάμ, καὶ Εὔα σὺν Προφήταις, ἰδοὺ ἀνακαλέσαι, ὑμᾶς διὰ τοῦ Πάθους, ὁ Κύριος ἐπείγεται.
Στίχ. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ!
ἄνω σὺν Πατρί, καὶ Πνεύματι Ἀγγέλων, δεχόμενος τὸν ὕμνον, πτωχεύει ξένως κάτω, καὶ Παίδων αἶνον δέχεται.
Δόξα... Καὶ νῦν... Ὅμοιον.
μνῶ σου τὴν φρικτήν, οἰκονομίαν φόβῳ, τὸ Ὡσαννὰ βοῶ σοι· ἐμὲ γὰρ ἔρχῃ σῶσαι, εὐλογημένε Κύριε.
Ἀπολυτίκιον  Ἦχος α’
Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου. (Δίς)
Ἕτερον  Ἦχος δ’
Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου. (Ἅπαξ)
Μετὰ δὲ τὴν Ἀπόλυσιν, εἰσερχόμεθα εἰς τὴν Τράπεζαν.

ΕΝ ΤΩ ΜΕΓΑΛΩ ΕΣΠΕΡΙΝΩ
Μετὰ τὸν Προοιμιακόν, καὶ τό, Μακάριος ἀνήρ, τὸ Κάθισμα ὅλον, εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’, καὶ ψάλλομεν τὰ παρόντα ε’ Στιχηρὰ Ἰδιόμελα, δευτεροῦντες αὐτά.
Ἦχος πλ. β’
Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες, τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
ἔχων θρόνον οὐρανόν, καὶ ὑποπόδιον τὴν γῆν, ὁ τοῦ Θεοῦ Πατρὸς Λόγος, καὶ Υἱὸς συναΐδιος, ἐπὶ πώλου ἀλόγου ἐμετρίασε σήμερον, ἐν Βηθανίᾳ ἐλθών· ὅθεν παῖδες Ἑβραίων, κλάδους χερσὶ κατέχοντες, εὐφήμουν φωνῇ· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, Βασιλεὺς τοῦ Ἰσραήλ.
Δεῦτε καὶ ἡμεῖς σήμερον, πᾶς ὁ νέος Ἰσραήλ, ἡ ἐξ ἐθνῶν Ἐκκλησία, μετὰ τοῦ Προφήτου Ζαχαρίου ἐκβοήσωμεν· Χαῖρε σφόδρα θύγατερ Σιών, κήρυσσε θύγατερ Ἱερουσαλήμ, ὅτι ἰδοὺ ὁ Βασιλεύς σου, ἔρχεταί σοι πραῢς καὶ σῴζων, καὶ ἐπιβεβηκὼς ἐπὶ πῶλον ὄνου, υἱὸν ὑποζυγίου, ἑόρταζε τὰ τῶν Παίδων, κλάδους χερσὶ κατέχουσα εὐφήμησον· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, Βασιλεὺς τοῦ Ἰσραήλ.
Τὴν σεπτὴν Ἀνάστασιν, τὴν σὴν προτυπούμενος ἡμῖν, ἤγειρας θανόντα τῇ προστάξει σου, τὸν ἄπνουν Λάζαρον, τὸν φίλον Ἀγαθέ, ἐκ τοῦ μνήματος τεταρταῖον ὀδωδότα· ὅθεν καὶ τῷ πώλῳ ἐπέβης συμβολικῶς, ὥσπερ ἐπ΄ ὀχήματος φερόμενος, τὰ ἔθνη τεκμαιρόμενος Σωτήρ. Ὅθεν καὶ τὸν αἶνόν σοι προσφέρει, ὁ ἠγαπημένος Ἰσραήλ, ἐκ στομάτων θηλαζόντων, καὶ νηπίων ἀκάκων, καθορώντων σε Χριστέ, εἰσερχόμενον εἰς τὴν Ἁγίαν Πόλιν, πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα.
Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ· Κύριε, ποῦ θέλεις, ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; ὁ δὲ ἀπέστειλεν αὐτούς· Ἀπέλθετε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον, κεράμιον ὕδατος βαστάζοντα· ἀκολουθήσατε αὐτῷ, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε· ὁ Διδάσκαλος λέγει· Πρὸς σὲ ποιῶ τὸ Πάσχα, μετὰ τῶν Μαθητῶν μου.
Δόξα...
Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Καὶ νῦν... Πάλιν τὸ αὐτὸ.

Εἴσοδος μεγάλη. τό, Φῶς ἱλαρόν..., καὶ τὸ Προκείμενον.
Κριος βασλευσεν, επρπειαν νεδσατο.
Εἶτα τὰ Ἀναγνώσματα.
Γενσεως τ νγνωσμα.
(Κεφ. ΜΘ΄; 1-2, 8-12)
κάλεσεν Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Συνάχθητε, ἵνα ἀναγγείλω ὑμῖν, τί ἀπαντήσει ὑμῖν ἐπ' ἐσχάτων τῶν ἡμερῶν, συνάχθητε, καὶ ἀκούσατέ μου, υἱοὶ Ἰακώβ, ἀκούσατε Ἰσραὴλ τοῦ πατρὸς ἡμῶν, Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου, προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθη ὡς λέων, καὶ ὡς σκύμνος, τίς ἐγερεῖ αὐτόν, οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος, ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ, ᾧ ἀπόκειται, καὶ αὐτὸς προσδοκία ἐθνῶν, δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸν πῶλον τῆς ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ, χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ, ἢ γάλα.
Προφητεας Σοφονου τ νγνωσμα
(Κεφ. Γ’: 14-19)
Τάδε λέγει Κύριος· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ, εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου, θύγατερ Ἱερουσαλήμ, περιεῖλε Κύριος τὰ ἀδικήματά σου, λελύτρωταί σε ἐκ χειρὸς ἐχθρῶν σου, Βασιλεὺς Ἰσραὴλ Κύριος ἐν μέσῳ σου, οὐκ ὄψει κακὰ οὐκέτι. Ἐν τῷ καιρῷ ἐκείνῳ, ἐρεῖ Κύριος τῇ Ἱερουσαλήμ· θάρσει, Σιών, μὴ παρείσθωσαν αἱ χεῖρές σου. Κύριος ὁ Θεός σου ἐν σοὶ δυνατός, σώσει σε, ἐπάξει ἐπὶ σὲ εὐφροσύνην, καὶ καινιεῖ σε ἐν τῇ ἀγαπήσει αὐτοῦ, καὶ εὐφρανθήσεται ἐπὶ σοὶ ἐν τέρψει ὡς ἐν ἡμέρᾳ ἑορτῆς. Καὶ συνάξω τοὺς συντετριμμένους σου, οὐαί! τίς ἔλαβεν ἐπ' αὐτὴν ὀνειδισμόν. Ἰδοὺ ἐγὼ ποιῶ ἐν σοὶ ἕνεκά σου, λέγει Κύριος, ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ σώσω τὴν ἐκπεπιεσμένην, καὶ τὴν ἀπωσμένην εἰσδέξομαι, καὶ θήσομαι αὐτοὺς εἰς καύχημα, καὶ ὀνομαστούς ἐν πάσῃ τῇ γῇ.
Προφητεας Ζαχαρου τ νγνωσμα.
(Κεφ. Θ’: 9-15)
Τάδε λέγει Κύριος· Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι, δίκαιος καὶ σῴζων αὐτός, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραίμ, καὶ ἵππον ἐξ Ἱερουσαλήμ, καὶ ἐξολοθρευθήσεται τόξον πολεμικόν, καὶ πλῆθος καὶ εἰρήνη ἐξ ἐθνῶν, καὶ κατάρξει ἀπὸ ὑδάτων ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως διεκβολῶν γῆς. Καὶ σὺ ἐν αἵματι διαθήκης σου ἐξαπέστειλας τοὺς δεσμίους σου, ἐκ λάκκου οὐκ ἔχοντος ὕδωρ, καθήσεσθε ἐν ὀχυρώμασι δέσμιοι τῆς συναγωγῆς, καὶ ἀντὶ μιᾶς ἡμέρας παροικίας σου, διπλᾶ ἀνταποδώσω σοι, διότι ἐνέτεινά σε Ἰούδα ἐμαυτῷ τόξον, ἔπλησα τὸν Ἐφραίμ, καὶ ἐξεγερῶ τὰ τέκνα σου Σιὼν ἐπὶ τὰ τέκνα τῶν Ἑλλήνων, καὶ ψηλαφήσω σε, ὡς ῥομφαίαν μαχητοῦ, καὶ Κύριος ἔσται ἐπ αὐτούς, καὶ ἐξελεύσεται ὡς ἀστραπὴ βολὶς αὐτοῦ, καὶ Κύριος ὁ Θεὸς παντοκράτωρ ἐν σάλπιγγι σαλπιεῖ, καὶ πορεύσεται ἐν σάλῳ ἀπειλῆς αὐτοῦ, Κύριος παντοκράτωρ ὑπερασπιεῖ αὐτούς.
Εἰς τὴν Λιτὴν.
Στιχηρὰ Ἰδιόμελα. 
Ἦχος α’
Τὸ πανάγιον Πνεῦμα, τὸ καὶ τοὺς Ἀποστόλους διδάξαν λαλεῖν, ἑτέραις ξέναις γλώσσαις, αὐτὸ τοὺς παῖδας τῶν Ἑβραίων, τοὺς ἀπειροκάκους, προτρέπεται κραυγάζειν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, Βασιλεὺς τοῦ Ἰσραήλ.
συνάναρχος καὶ συναΐδιος Υἱός, καὶ Λόγος τοῦ Πατρός, ἐπὶ πώλου ἀλόγου, ἦλθε σήμερον καθεζόμενος, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, ὃν τὰ Χερουβὶμ μετὰ δέους ἀτενίσαι οὐ δύνανται. Παῖδες ἀνευφήμησαν, μετὰ βαΐων καὶ κλάδων, τὸν αἶνον μυστικῶς ἀναμέλποντες. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, τῷ ἐλθόντι σῶσαι ἐκ πλάνης, ἄπαν τὸ γένος ἡμῶν.
Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἡ φωνή σου ἠκούσθη Κύριε, εἰς τά, βάθη τοῦ ᾍδου· ὅθεν καὶ τὸν Λάζαρον, τετραήμερον ἤγειρας, οἱ δὲ παῖδες τῶν Ἑβραίων ἔκραζον· Ὡσαννά, ὁ Θεὸς ἡμῶν δόξα σοι.
Ἦχος β’
Εἰσερχομένου σου Κύριε, εἰς τὴν ἁγίαν Πόλιν, ἐπὶ πώλου καθήμενος, ἔσπευδες ἐλθεῖν ἐπὶ τὸ Πάθος, ἵνα πληρώσῃς Νόμον καὶ Προφήτας, οἱ δὲ παῖδες τῶν Ἑβραίων, τῆς Ἀναστάσεως τὴν νίκην προμηνύοντες, ὑπήντων σοι μετὰ κλάδων, καὶ βαΐων λέγοντες· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.
Δόξα σοι Χριστέ, τῷ ἐν ὑψίστοις καθημένῳ ἐπὶ τοῦ θρόνου, καὶ νῦν προσδοκωμένῳ, μετὰ τοῦ τιμίου σου Σταυροῦ· διὸ εὐφραίνεται θυγάτηρ Σιών, ἀγάλλονται τὰ ἔθνη τῆς γῆς, κλάδους κατέχουσι Παῖδες· χιτῶνας οἱ Μαθηταί, καὶ πᾶσα ἡ Οἰκουμένη ἐδιδάχθη τοῦ βοᾶν σοι· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Ἦχος γ’
Πρὸ ἓξ ἡμερῶν, τοῦ γενέσθαι τὸ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, ἀνακαλέσασθαι τὸν τεθνεῶτα τετραήμερον Λάζαρον, καὶ προκηρύξαι τὴν Ἀνάστασιν· ὑπήντησαν αὐτῷ καὶ αἱ γυναῖκες, Μάρθα καὶ Μαρία, ἀδελφαὶ τοῦ Λαζάρου, ἀναβοῶσαι πρὸς αὐτόν· Κύριε, εἰ ἦς ὧδε, οὐκ ἂν ἀπέθανεν ἡμῶν ὁ ἀδελφός. Τότε λέγει πρὸς αὐτάς· οὐ προεῖπον ὑμῖν, ὁ πιστεύων εἰς ἐμέ, κἄν ἀποθάνῃ ζήσεται; ὑποδείξατέ μου, ποῦ τεθήκατε αὐτόν, καὶ ἐβόα πρὸς αὐτόν, ὁ κτίστης τῶν ἁπάντων· Λάζαρε δεῦρο ἔξω.
Καὶ αἱ συνήθεις Εὐχαὶ ἐν τῷ Νάρθηκι. 
Εἰς τὰ Ἀπόστιχα τὰ παρόντα Ἰδιόμελα.
Ἦχος πλ. δ’
Χαῖρε καὶ εὐφραίνου πόλις Σιών, τέρπου καὶ ἀγάλλου ἡ Ἐκκλησία τοῦ Θεοῦ· ἰδοὺ γὰρ ὁ Βασιλεύς σου παραγέγονεν ἐν δικαιοσύνῃ, ἐπὶ πώλου καθεζόμενος, ὑπὸ Παίδων ἀνυμνούμενος· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.
Στίχ. κ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.
λθεν ὁ Σωτὴρ σήμερον, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, πληρῶσαι τὴν γραφήν, καὶ πάντες ἔλαβον ἐν ταῖς χερσὶ Βαΐα, τους δὲ χιτῶνας ὑπεστρώννυον αὐτῷ, γινώσκοντες, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ᾧ τὰ Χερουβὶμ βοᾷ ἀπαύστως· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.
Στίχ. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ Ὄνομά σου ἐν πάσῃ τῇ γῇ!
τοῖς  Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, ἐπέβης ἐπὶ πώλου, Δαυϊτικῶς Ἀγαθέ, καὶ Παῖδές σε ἀνύμνουν θεοπρεπῶς, Ἰουδαῖοι ἐβλασφήμουν παρανόμως, τὸ ἀκάθεκτον τῶν ἐθνῶν, ἡ καθέδρα τοῦ πώλου προετύπου, ἐξ ἀπιστίας εἰς πίστιν μεταποιούμενον. Δόξα σοι Χριστέ, ὁ μόνος ἐλεήμων καὶ φιλάνθρωπος.
Δόξα... Ἦχος πλ. β’
Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Καὶ νῦν... Πάλιν τὸ αὐτὸ. 
Ἀπολυτίκιον  Ἦχος α’
Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου. (Δίς)
Ἕτερον  Ἦχος δ’
Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου. (Ἅπαξ)

ΤΗ ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ ΠΡΩΪ

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Ὁ Ἑξάψαλμος, τό, Θεὸς Κύριος, καὶ τὰ εἰς τὸν Ἑσπερινὸν ἀνωτέρω Ἀπολυτίκια.
Μετὰ δὲ τὴν α' Στιχολογίαν, το παρόν Κάθισμα
Ἦχος δ’
Κατεπλάγη Ἰωσὴφ.
Μετὰ κλάδων νοητῶς, κεκαθαρμένοι τὰς ψυχάς, ὡς οἱ Παῖδες τὸν Χριστόν, ἀνευφημήσωμεν πιστῶς, μεγαλοφώνως κραυγάζοντες τῷ Δεσπότῃ· Εὐλογημένος εἶ Σωτήρ, ὁ εἰς τὸν Κόσμον ἐλθών, τοῦ σῶσαι τὸν Ἀδάμ, ἐκ τῆς ἀρχαίας ἀρᾶς, πνευματικῶς γενόμενος φιλάνθρωπε, νέος Ἀδὰμ ὡς εὐδόκησας, ὁ πάντα Λόγε, πρὸς τὸ συμφέρον, οἰκονομήσας δόξα σοι.
Ἕτερον Κάθισμα.
Ἦχος δ’  Ἐπεφάνης σήμερον.
Τεταρταῖον Λάζαρον, ἐκ τοῦ μνημείου, ἀναστήσας Κύριε, πάντας ἐδίδαξας βοᾶν, μετὰ βαΐων καὶ κλάδων σοι· Εὐλογημένος εἶ ὁ ἐρχόμενος.
Μετὰ τὴν β’ Στιχολογίαν. Ἕτερα Κάθισματα.
   Ἦχος δ’
Κατεπλάγη Ἰωσὴφ.
πὶ φίλῳ σου Χριστέ, δάκρυα ῥαίνεις μυστικῶς, καὶ ἐγείρεις ἐκ νεκρῶν, Λάζαρον κείμενον θνητόν, ἐν ᾧ συμπάθειαν ἔδειξας φιλανθρώπως, μαθόντα δὲ τὴν σήν, παρουσίαν Σωτήρ, τὰ πλήθη τῶν βρεφῶν, ἐξῆλθον σήμερον, ἐν ταῖς χερσὶ κατέχοντα Βαΐα, τὸ Ὡσαννά σοι κραυγάζοντα· Εὐλογημένος εἶ, ὅτι τὸν Κόσμον, εἰς τὸ σῶσαι ἐλήλυθας.
Ἦχος α’
Τοῦ λίθου σφραγισθέντος.
Αἰνέσατε συμφώνως, οἱ λαοὶ καὶ τὰ ἔθνη· ὁ γὰρ Βασιλεὺς τῶν Ἀγγέλων, ἐπέβη νῦν τῷ πώλῳ, καὶ ἔρχεται θέλων ἐν Σταυρῷ, πατάξαι τοὺς ἐχθροὺς ὡς δυνατός· διὰ τοῦτο καὶ οἱ Παῖδες, μετὰ Βαΐων, κράζουσι τὸν ὕμνον· Δόξα σοι τῷ ἐλθόντι Νικητῇ, δόξα σοὶ τῷ Σωτῆρι Χριστῷ, δόξα σοι τῷ εὐλογημένῳ, μόνῳ Θεῷ ἡμῶν.
Μετὰ δὲ τὸν Πολυέλεον.
Κάθισμα  Ἦχος πλ. δ’
Τὸ προσταχθὲν μυστικῶς.
ἐπὶ θρόνου Χερουβὶμ καὶ ἐπὶ πώλου, ἐπικαθίσας δι' ἡμᾶς, καὶ πρὸς τὸ Πάθος, τὸ ἑκούσιον φθάσας, σήμερον ἀκούει, τῶν Παίδων, ἀναβοώντων τὸ Ὡσαννά, τῶν ὄχλων, ἀναφωνούντων Υἱὲ Δαυΐδ, σπεῦσον σῶσαι οὓς ἔπλασας, εὐλογημένε Ἰησοῦ· εἰς τοῦτο γὰρ ἐλήλυθας, ὅπως γνῶμεν τὴν δόξαν σου.
Δόξα... Καὶ νῦν... Πάλιν τὸ αὐτὸ.
Ἀνάγνωσιν δέ, ποιοῦμεν τῶν εἰς τὸ κατὰ Ἰωάννην, περὶ τῆς Ἑορτῆς Λόγων ξε’ καὶ ξς’.
Ο ναβαθμο, τ α’ ντφωνον το δ’ χου.
κ νετητς μου πολλ πολεμε με πθη, λλ᾿ ατς ντιλαβο, κα σσον Σωτρ μου. (δίς)
Ο μισοντες Σιν, ασχνθητε π το Κυρου· ς χρτος γρ, πυρ σεσθε πεξηραμμνοι. (δίς)
Δξα...
γίῳ Πνεματι πσα ψυχ ζωοται, κα καθρσει ψοται λαμπρνεται, τ τριαδικ Μονδι εροκρυφως.
Κα νν...
γίῳ Πνεματι, ναβλζει τ τς χριτος εθρα, ρδεοντα πασαν τν κτσιν, πρς ζωογοναν. 
Προκείμενον  Ἦχος δ’
κ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον.
Στίχ. Κύριε ὁ Κύριος ἡμῶν, ὡς θαυμαστὸν τὸ ὄνομά σου ἐν πάσῃ τῇ γῇ.
Καὶ μετὰ τό, Πᾶσα πνοή... τὸ Εὐαγγέλιον.
κ το κατά Ματθαον.
Κεφ. 21: 1-11, 15-17
Τ καιρ κείν, τε γγισεν ᾿Ιησος ες Ιεροσλυμα κα λθον ες Βηθσφαγ, πρς τ ρος τν λαιν, ττε πστειλε δο Μαθητς, λγων ατος· Πορεθητε ες τν κμην τν πναντι μν, κα εθως ερσετε νον δεδεμνην κα πλον μετ᾿ ατς· λσαντες γγετ μοι. Κα ἐάν τις μν επ τι, ρετε, τι Κριος ατν χρεαν χει· εθως δ ποστλλει ατος. Τοτο δ λον γγονεν, να πληρωθ τ ηθν δι το Προφτου, λγοντος· «Επατε τ θυγατρ Σιν· δο Βασιλες σου ρχετα σοι πρας, κα πιβεβηκς π νον, κα πλον υἱὸν ποζυγου. Πορευθντες δ ο Μαθητα, κα ποισαντες καθς προσταξεν ατος ᾿Ιησος, γαγον τν νον κα τν πλον, κα πθηκαν πνω ατν τ μτια ατν, κα πεκθισεν πνω ατν. δ πλεστος χλος στρωσαν αυτν τ μτια ν τ δ, λλοι δ κοπτον κλδους π τν δνδρων, κα στρννυον ν τ δ. Ο δ χλοι ο προγοντες κα ο κολουθοντες κραζον, λγοντες· «σανν» τ Υἱῷ Δαυδ· «ελογημνος ρχμενος ν νματι Κυρου· σανν» ν τος ψστοις. Κα εσελθντος ατο ες Ιεροσλυμα, σεσθη πσα πλις λγουσα· Τς στιν οτος; Ο δ χλοι λεγον· Οτς στιν ᾿Ιησος προφτης, π Ναζαρτ τς Γαλιλαας. δντες δ ο ρχιερες κα ο Γραμματες τ θαυμσια ποησε, κα τος παδας κρζοντας ν τ ερ κα λγοντας, «σανν» τ Υἱῷ Δαυδ, γανκτησαν, κα επον ατ· κοεις τ οτοι λγουσιν; δ ᾿Ιησος λγει ατος· Να· οδποτε νγνωτε, τι «κ στματος νηπων κα θηλαζντων κατηρτσω ανον;» Κα καταλιπν ατος ξλθεν ξω τς Πλεως ες Βηθαναν, κα ηλσθη κε.
Ἀνάστασιν Χριστοῦ, οὐ λέγομεν, ἀλλ' εὐθὺς μετὰ τὸν Ν', ψάλλομεν τὰ παρόντα.
Δόξα... Ἦχος β’
Σήμερον ὁ Χριστός, εἰσέρχεται ἐν πόλει Βηθανίᾳ ἐν πώλῳ καθήμενος, τὴν ἀλογίαν λύων, τῶν ἐθνῶν τὴν κάκιστον, πάλαι κεχερσωμένην.
Καὶ νῦν... Πάλιν τὸ αὐτὸ. 
Στίχ. λέησόν με, ὁ Θεός...
Ἦχος πλ. β’
Σήμερον ἡ χάρις τοῦ ἁγίου Πνεύματος, ἡμᾶς συνήγαγε, καὶ πάντες αἴροντες τὸν Σταυρόν σου λέγομεν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
Ἐνῷ δὲ ἀσπάζονται οἱ Ἀδελφοὶ τὸ Εὐαγγέλιον, διανέμει ὁ Ἡγούμενος τὰ Βαΐα.
Εἶτα ψάλλομεν τὸν Κανόνα, τοὺς Εἱρμοὺς ἀνὰ β’, τὰ δὲ Τροπάρια ἀνὰ δ’ ἢ ἀνὰ ς’, ὅτε εἰσὶ δύο, καὶ αὖθις ἔσχατον, Καταβασίαι, οἱ αὐτοὶ Εἱρμοί, ὑπ΄ ἀμφοτέρων τῶν Χορῶν.
Ὁ Κανὼν οὗ ἡ Ἀκροστιχὶς 
Ὡσαννὰ Χριστός, εὐλογημένος Θεός.
Ποίημα Κοσμᾶ Μοναχοῦ.
Ὠδὴ α’ Ἦχος δ’  Ὁ Εἱρμὸς.
φθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου, νοτίδος ἄμοιροι, καὶ ἀνεκαλύφθη θαλάσσης, κυμαινούσης τὰ θεμέλια, τῇ καταιγίδι νεύματι· ταύτης γὰρ ἐπετίμησας, περιούσιον λαὸν δὲ ἔσωσας, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε.
Στόματος, ἐκ νηπίων ἀκάκων, καὶ θηλαζόντων αἶνον, τῶν σῶν οἰκετῶν κατηρτίσω, καταλύσαι τὸν ἀντίπαλον, καὶ ἐκδικῆσαι πάθει Σταυροῦ, τὴν πτῶσιν τοῦ πάλαι Ἀδάμ, διὰ ξύλου ἀναστῆσαι τοῦτον δέ, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε. 
Αἴνεσιν, Ἐκκλησία Ὁσίων, τῷ ἐνοικοῦντι Σιών, σοὶ Χριστὲ προσφέρει, ἐν σοὶ δὲ Ἰσραήλ, τῷ ποιητῇ αὐτοῦ, χαίρει, καὶ ὄρη ἔθνη ἀντίτυπα λιθοκάρδια, ἐκ προσώπου σου ἠγαλλιάσαντο, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε.
Καταβασία.
φθησαν, αἱ πηγαὶ τῆς ἀβύσσου, νοτίδος ἄμοιροι, καὶ ἀνεκαλύφθη θαλάσσης, κυμαινούσης τὰ θεμέλια, τῇ καταιγίδι νεύματι· ταύτης γὰρ ἐπετίμησας, περιούσιον λαὸν δὲ ἔσωσας, ᾄδοντα, ἐπινίκιον ὕμνον σοι Κύριε.
Ὠδὴ γ’  Ὁ Εἱρμὸς.
Νάουσαν ἀκρότομον, προστάγματι σῷ, στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτης λαός, ἡ δὲ πέτρα σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή, ἐν ᾧ ἐστερεώθη ἡ Ἐκκλησία κράζουσα· Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.
Νεκρὸν τετραήμερον, προστάγματι σῷ, ἐκ νεκάδων σύντρομος, Ἅδης ἀφῆκε Λάζαρον, ἡ ἀνάστασις Χριστέ· σὺ γὰρ καὶ ζωή, ἐν ᾧ ἐστερεώθη, ἡ Ἐκκλησία κράζουσα· Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.
σατε λαοί, θεοπρεπῶς ἐν Σιών, καὶ εὐχὴν ἀπόδοτε, Χριστῷ ἐν Ἱερουσαλήμ· αὐτὸς ἔρχεται ἐν δόξῃ μετὰ κυριείας, ἐν ᾧ ἐστερεώθῃ, ἡ Ἐκκλησία κράζουσα· Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.
Καταβασία.
Νάουσαν ἀκρότομον, προστάγματι σῷ, στερεὰν ἐθήλασε πέτραν, Ἰσραηλίτης λαός, ἡ δὲ πέτρα σὺ Χριστέ, ὑπάρχεις καὶ ζωή, ἐν ᾧ ἐστερεώθῃ ἡ Ἐκκλησία κράζουσα· Ὡσαννά, εὐλογημένος εἶ ὁ ἐρχόμενος.
Ἡ Ὑπακοὴ  Ἦχος πλ. β’
Μετὰ κλάδων ὑμνήσαντες πρότερον, μετὰ ξύλων συνέλαβον ὕστερον, οἱ ἀγνώμονες Χριστόν, Ἰουδαῖοι τὸν Θεόν, ἡμεῖς δὲ πίστει ἀμεταθέτῳ, ἀεὶ τιμῶντες ὡς εὐεργέτην, διαπαντὸς βοήσωμεν αὐτῷ· Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.
Εἶτα ἀναγινώσκομεν τὸν Λόγον τοῦ κυρίου Ἀνδρέου Κρήτης.
Ὠδὴ δ’  Ὁ Εἱρμὸς.
Χριστὸς ὁ ἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν, ἥξει καὶ οὐ χρονιεῖ, ἐξ ὄρους κατασκίου δασέος, Κόρης τικτούσης ἀπειράνδρου, Προφήτης πάλαι φησί. Διὸ πάντες βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε.
ηξάτω εὐφροσύνην κραταιὰν ἐπ' ἔλεον, ὄρη καὶ πάντες βουνοί, καὶ ξύλα τοῦ δρυμοῦ ἐπικροτησάτω, Χριστὸν αἰνεῖτε ἔθνη, καὶ τούτῳ πάντες λαοί, ἐπαι νοῦντες βοᾶτε· Δόξα τῇ δυνάμει σου Κύριε.
σχὺν ὁ βασιλεύων τῶν αἰώνων Κύριος, ἐνδεδυμένος ἥξει, τῆς τούτου ὡραιότητός τε καὶ δόξης, ἀσύγκριτος ὑπάρχει εὐπρέπεια ἐν Σιών. Διὸ πάντες βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Σπιθαμῇ ὁ μετρήσας οὐρανόν, δρακὶ δὲ γῆν, Κύριος πάρεστι· Σιὼν γὰρ ἐξελέξατο, ἐν αὐτῇ δὲ οἰκεῖν καὶ βασιλεύειν, ᾑρετίσατο λαῶν, τῶν ἐν πίστει βοώντων· Δόξα τῇ δυνάμει σου, Κύριε.
Καταβασία.
Χριστὸς ὁ ἐρχόμενος ἐμφανῶς Θεὸς ἡμῶν, ἥξει καὶ οὐ χρονιεῖ, ἐξ ὄρους κατασκίου δασέος, Κόρης τικτούσης ἀπειράνδρου, Προφήτης πάλαι φησί. Διὸ πάντες βοῶμεν· Δόξα τῇ δυνάμει σου Κύριε.
Ὠδὴ ε’  Ὁ Εἱρμὸς.
Τὴν Σιὼν ἐπ' ὄρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁ κηρύσσων ἐν ἰσχύϊ ὕψωσον φωνήν. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.
ἐν τοῖς ὑψίστοις καθήμενος, ἐπὶ τῶν Χερουβὶμ Θεός, καὶ ἐφορῶν ταπεινά, αὐτὸς ἔρχεται, ἐν δόξῃ μετὰ κυριείας, καὶ πληρωθήσεται τὰ πάντα, θεϊκῆς αἰνέσεως αὐτοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.
Σιὼν Θεοῦ ὄρος τὸ ἅγιον, καὶ Ἱερουσαλὴμ κύκλῳ τοὺς ὀφθαλμούς σου ἆρον, καὶ ἴδε συνηγμένα τέκνα σου ἐν σοί· ἰδοὺ γὰρ ἥκασι μακρόθεν, προσκυνῆσαι τῷ Βασιλεῖ σου, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.
Καταβασία.
Τὴν Σιὼν ἐπ' ὅρους ἀνάβηθι, ὁ εὐαγγελιζόμενος, καὶ τὴν Ἱερουσαλήμ, ὁ κηρύσσων ἐν ἰσχύϊ ὕψωσον φωνήν. Δεδοξασμένα ἐλαλήθη περὶ σοῦ, ἡ Πόλις τοῦ Θεοῦ, εἰρήνη ἐπὶ τὸν Ἰσραήλ, καὶ σωτήριον ἔθνεσιν.
Ὠδὴ ς’  Ὁ Εἱρμὸς.
βόησαν, ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα, Νῦν τῷ Κόσμῳ, διαθήκη καινὴ διατίθεται, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.
πόδεξαι, Ἰσραὴλ τοῦ Θεοῦ τὸ βασίλειον, καὶ ὁ βαίνων ἐν τῷ σκότει, τὸ φῶς θεασάσθω μέγα, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.
Λελυμένους, σοὺς δεσμίους Σιὼν ἐξαπόστειλον, καὶ ἐκ λάκκου, ἀγνωσίας ἀνύδρου ἐξάγαγε, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.
Καταβασία.
βόησαν, ἐν εὐφροσύνῃ Δικαίων τὰ πνεύματα, νῦν τῷ Κόσμῳ, διαθήκη καινὴ διατίθεται, καὶ ῥαντίσματι, καινουργείσθω λαὸς θείου Αἵματος.
Κοντάκιον Αὐτόμελον.
Ἦχος πλ. β’
Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς, ἐποχούμενος Χριστὲ ὁ Θεός, τῶν Ἀγγέλων τὴν αἴνεσιν, καὶ τῶν Παίδων ἀνύμνησιν προσεδέξω βοώντων σοι· Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.
Ὁ Οἶκος.
πειδὴ Ἅδην ἔδησας ἀθάνατε, καὶ θάνατον ἐνέκρωσας, καὶ Κόσμον ἀνέστησας, βαΐοις τὰ νήπια ἀνευφήμουν σε Χριστέ, ὡς νικητὴν κραυγάζοντά σοι σήμερον. Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ· οὐκέτι γάρ φησι, σφαγήσονται βρέφη διὰ τὸ βρέφος Μαριάμ, ἀλλ' ὑπὲρ πάντων νηπίων καὶ πρεσβυτῶν, μόνος σταυροῦσαι, οὐκέτι καθ' ἡμῶν χωρήσει τὸ ξίφος· ἡ σὴ γὰρ πλευρὰ νυγήσεται λόγχῃ· ὅθεν ἀγαλλόμενοι φαμέν· Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.
Συναξάριον
Τῇ αὐτῇ ἡμέρᾳ, Κυριακῇ τῶν Βαΐων, τὴν λαμπρὰν καὶ ἔνδοξον πανήγυριν τῆς εἰς Ἱερουσαλὴμ εἰσόδου τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ ἑορτάζομεν.
Στίχοι
Πώλῳ καθίσας, ὁ λόγῳ τείνας πόλον,
Βροτοὺς ἐκζητεῖ λῦσαι τῆς ἀλογίας.
Τῇ ἀφάτῳ σου εὐσπλαγχνίᾳ, Χριστὲ ὁ Θεὸς ἡμῶν, νικητὰς ἡμᾶς τῶν παραλόγων παθῶν ποίησον, καὶ τὴν σὴν ἐναργῆ κατὰ θανάτου νίκην, τὴν φαιδράν σου καὶ ζωηφόρον Ἀνάστασιν ἰδεῖν καταξίωσον, καὶ ἐλέησον ἡμᾶς.
Ὠδὴ ζ’  Ὁ Εἱρμὸς.
διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.
Γονυπετοῦντες οἱ λαοί, καὶ σὺν Μαθηταῖς γεγηθότες, μετὰ βαΐων Ὡσαννά, τῷ Υἱῷ Δαυῒδ ἔκραζον· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
ἀπειρόκακος πληθύς, ἔτι νηπιάζουσα φύσις, θεοπρεπῶς σε Βασιλεῦ, Ἰσραὴλ καὶ Ἀγγέλων ἀνύμνησεν· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Μετὰ βαΐων σε Χριστέ, κλάδοις ἐπεκρότει τὰ πλήθη, εὐλογημένος ὁ ἐλθών, Βασιλεὺς τῶν αἰώνων, ἐβόα τε· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητὸς εἶ.
Καταβασία.
διασώσας ἐν πυρί, τοὺς Ἀβραμιαίους σου Παῖδας, καὶ τοὺς Χαλδαίους ἀνελών, οἷς ἀδίκως δικαίους ἐνήδρευσαν, ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων, εὐλογητός εἶ.
Ὠδὴ η’  Ὁ Εἱρμὸς.
Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών· ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν, εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Νέον πῶλον ἐπιβεβηκώς, ὁ Βασιλεύς σου Σιών, ἐπέστη Χριστός· τὴν γὰρ ἀλόγιστον, εἰδώλων πλάνην λῦσαι, καὶ τὴν ἀκάθεκτον ὁρμὴν ἀναστεῖλαι, πάντων ἐθνῶν παραγέγονεν, εἰς τὸ μέλπειν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Θεός σου, χαῖρε Σιὼν σφόδρα, ἐβασίλευσεν εἰς τοὺς αἰῶνας Χριστός, οὗτος ὡς γέγραπται πραΰς, καὶ σώζων, δίκαιος λυτρωτὴς ἡμῶν ἦλθεν, ἐπὶ πώλου, ἵππειον θράσος ὀλέσων ἐχθρῶν, μὴ βοώντων· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Σπανίζεται θείων περιβόλων, τὸ παράνομον συνέδριον ἀπειθῶν, τὸν προσευχῆς Θεοῦ ἐπεί περ οἶκον, σπήλαιον ἀπειργάσατο λῃστῶν, ἐκ καρδίας τὸν Λυτρωτὴν ἀπωσάμενον, ᾧ βοῶμεν· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Καταβασία.
Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών· ὁ βασιλεύων γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν, εὐλαβείσθω πᾶσα ἡ γῆ, ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω· Πάντα τὰ ἔργα ὑμνεῖτε τὸν Κύριον.
Ὠδὴ θ’  Ὁ Εἱρμὸς.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.
θνη ἵνα τί ἐφρυάξατε; Γραφεῖς, καὶ Ἱερεῖς, τί κενὰ ἐμελετήσατε; Τίς οὗτος εἰπόντες· ὦ Παῖδες μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζουσιν· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.
Οὗτος ὁ Θεός, ᾧ παρόμοιος οὐδείς, δικαίαν πᾶσαν ὁδὸν ἐξευρών, δέδωκε τῷ ἠγαπημένῳ Ἰσραήλ· μετὰ δὲ ταῦτα, ἀνθρώποις συνανεστράφη ὀφθείς· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.
Σκάνδαλα τρίβου, τί ἐχόμενα ἡμῖν, τιθέατε ἀπειθεῖς; πόδες ὀξεῖς ὑμῶν, αἷμα διεκχέαι Δεσπότου, ἀλλ' ἀναστήσεται πάντων, σῶσαι τοὺς κράζοντας· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.
Καταβασία.
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν, συστήσασθε ἑορτήν, καὶ ἀγαλλόμενοι, δεῦτε μεγαλύνωμεν Χριστόν, μετὰ βαΐων καὶ κλάδων, ὕμνοις κραυγάζοντες· Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου, Σωτῆρος ἡμῶν.
Ἐξαποστειλάριον
γιος Κύριος ὁ Θεὸς ἡμῶν,
γιος Κύριος ὁ Θεὸς ἡμῶν,
γιος Κύριος ὁ Θεὸς ἡμῶν.
Ψαλλόμενον τὸ αὐτὸ καὶ μόνον, καὶ ἐκ γ'.
Εἰς τοὺς Α ἲ ν ο υ ς, Ἱστῶμεν Στίχους ς’, καὶ ψάλλομεν τὰ ἑπόμενα Στιχηρά, δευτεροῦντες τὰ πρῶτα δύο. 
Στιχηρὰ Ἰδιόμελα.
Ἦχος δ’
πλεῖστος ὄχλος Κύριε, ἐστρώννυον ἐν τῇ ὁδῷ τὰ ἱμάτια αὐτῶν· ἄλλοι δὲ ἔκοπτον κλάδους, ἀπὸ τῶν δένδρων καὶ ἐβάσταζον, οἱ προάγοντες δὲ καὶ οἱ ἀκολουθοῦντες, ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ, εὐλογημένος εἶ ὁ ἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου. (Δίς)
Μέλλοντός σου εἰσιέναι, εἰς τὴν ἁγίαν Πόλιν Κύριε, τὰ κλάδη τῶν φυτῶν οἱ λαοὶ ἐβάσταζον, σὲ ὑμνοῦντες τὸν τῶν ὅλων Δεσπότην, ὁρῶντές σε ἐπὶ πώλου καθήμενον, ὡς ἐπὶ τῶν Χερουβὶμ ἐθεώρουν, καὶ διὰ τοῦτο οὕτως ἐβόων· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ ὁ ἐλθών, καὶ πάλιν ἐρχόμενος, ἐν ὀνόματι Κυρίου. (Δίς)
ξέλθετε ἔθνη, ἐξέλθετε καὶ λαοί, καὶ θεάσασθε σήμερον, τὸν Βασιλέα τῶν οὐρανῶν, ὡς ἐπὶ θρόνου ὑψηλοῦ, ἐπὶ πώλου εὐτελοῦς, τὴν Ἱερουσαλὴμ προσεπιβαίνοντα, γενεὰ Ἰουδαίων, ἄπιστε καὶ μοιχαλίς, δεῦρο, θέασαι, ὃν εἶδεν Ἡσαΐας ἐν σαρκὶ δι' ἡμᾶς παραγενόμενον, πῶς νυμφεύεται ὡς σώφρονα, τὴν νέαν Σιών, καὶ ἀποβάλλεται τὴν κατάκριτον συναγωγήν· ὡς ἐν ἀφθάρτῳ δὲ γάμῳ καὶ ἀμιάντῳ, ἀμίαντοι συνέδραμον εὐφημοῦντες, οἱ ἀπειρόκακοι Παῖδες μεθ' ὧν ὑμνοῦντες βοήσωμεν ὕμνον τόν Ἀγγελικόν. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, τῷ ἔχοντι τὸ μέγα ἔλεος.
Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ ἑκουσίου Πάθους σου, εἰς πίστωσιν πάντων, προενδειξάμενος, Χριστὲ ὁ Θεός, τὸν μὲν Λάζαρον ἐν Βηθανίᾳ, τῇ κραταιᾷ δυνάμει σου, τετραήμερον νεκρὸν ἀνέστησας, καὶ τυφλοῖς δὲ τὸ βλέπειν, ὡς φωτοδότης ἐδωρήσω Σωτήρ, καὶ εἰς τὴν πόλιν τὴν ἁγίαν, μετὰ τῶν σῶν Μαθητῶν εἰσῆλθες, καθήμενος ἐπὶ πώλου ὄνου, τὰ τῶν Προφητῶν ἐκπληρῶν κηρύγματα, ὡς ἐπὶ τῶν Χερουβὶμ ἐποχούμενος, καὶ παῖδες Ἑβραίων μετὰ κλάδων καὶ βαΐων προϋπήντουν σοι. Διὸ καὶ ἡμεῖς, κλάδους ἐλαιῶν βαστάζοντες καὶ βαΐα, εὐχαρίστως σοι βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Δόξα... Καὶ νῦν...
Ἦχος πλ. β’
Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα, ἦλθεν Ἰησοῦς εἰς Βηθανίαν, καὶ προσῆλθον αὐτῷ οἱ Μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ· Κύριε, ποῦ θέλεις, ἑτοιμάσωμέν σοι φαγεῖν τὸ Πάσχα; ὁ δὲ ἀπέστειλεν αὐτούς· Ἀπέλθετε εἰς τὴν ἀπέναντι κώμην, καὶ εὑρήσετε ἄνθρωπον, κεράμιον ὕδατος βαστάζοντα, ἀκολουθήσατε αὐτῷ, καὶ τῷ οἰκοδεσπότῃ εἴπατε· ὁ Διδάσκαλος λέγει· Πρὸς σὲ ποιῶ τὸ Πάσχα, μετὰ τῶν Μαθητῶν μου.
Δοξολογία μεγάλη, Ἀπολυτίκιον Συνταφέντες σοι... καὶ Ἀπόλυσις
Ἡ δὲ Λιτὴ γίνεται ἔξω τοῦ Μοναστηρίου, καὶ ἡ Κατήχησις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Ψάλλομεν τὰ παρόντα Ἀντίφωνα.
Ἀντίφωνον Α´. Ἦχος β´ [Ψαλμός 114].
Στίχ. α´: γάπησα, τι εσακοσεται Κριος τς φωνς τς δεσες μου.
                 Τας πρεσβεαις τς Θεοτκου, Στερ, σσον μς.
Στίχ. β´: Περισχον με δνες θαντου, κνδυνοι δου εροσν με.
                 Τας πρεσβεαις τς Θεοτκου...
Στίχ. γ´: Θλψιν κα δνην ερον, κα τ νομα Κυρου πεκαλεσμην.
                 Τας πρεσβεαις τς Θεοτκου...
Στίχ. δ´: Εαρεστσω νπιον Κυρου, ν χρ ζντων.
                 Τας πρεσβεαις τς Θεοτκου...
Δόξα Πατρ κα Υἱῷ κα γί Πνεύματι.
Κα νν κα ε κα ες τος αἰῶνας τν αώνων, μήν.
                 Τας πρεσβεαις τς Θεοτκου...
ντίφωνον Β´. χος β´ [Ψαλμός 115].

Στίχ. α´: πίστευσα, δι λλησα· γ δ ταπεινθην σφδρα.
            Σσον μς Υἱὲ Θεο, π πώλου νου καθεσθείς, ψλλοντς σοι, λληλοϊα.
Στίχ. β´: Τ νταποδσω τ Κυρίῳ περ πντων, ν νταπδωκμοι;
            Σσον μς Υἱὲ Θεο, π πώλου νου...
Στίχ. γ´: Ποτριον σωτηρου λψομαι κα τ νομα Κυρου πικαλσομαι.
            Σσον μς Υἱὲ Θεο, π πώλου νου...
Στίχ. δ´: Τς εχς μου τ Κυρίῳ ποδσω ναντον παντς τολαο ατο.
             Σσον μς Υἱὲ Θεο, π πώλου νου... .
Δόξα Πατρ κα Υἱῷ κα γί Πνεύματι.
Κα νν κα ε κα ες τος αἰῶνας τν αώνων, μήν.
              Μονογενς Υἱὸς κα Λγος το  Θεο...
ντίφωνον Γ´. χος α´ [Ψαλμός 117].
Στίχ. α´: ξομολογεσθε τ Κυρίῳ, τι γαθς, τι ες τν αἰῶνα τ λεος ατο.
Τν κοινν νστασιν, πρ το σο Πθους πιστομενος, κ νεκρν γειρας τν Λζαρον Χριστ Θες· θεν κα μες ς ο Παδες, τ τς νκης σμβολα φροντες, σο τ Νικητ το θαντου βομεν· σανν ν τος ψστοις, ελογημνος ρχμενος, ν νματι Κυρου.
Στίχ. β´: Επτω δ οκος σραλ, τι γαθς, τι ες τν αἰῶνα τὸ ἔλεος ατο.
Τν κοινν νστασιν, πρ το σο Πθους...
Στίχ. γ´: Επτω δ οκος αρών, τι γαθς, τι ες τν αἰῶνα τὸ ἔλεος ατο.
Τν κοινν νστασιν, πρ το σο Πθους...
Στίχ. δ´: Επτωσαν δ πντες ο φοβομενοι τν Κριον, τι γαθς, τι ες τν αἰῶνα τ λεος ατο.
Τν κοινν νστασιν, πρ το σο Πθους...
Εσοδικόν [Ψαλμός 117].
Ελογημνος ρχμενος ν νματι Κυρου. Θες Κριος κα πφανεν μν. Σσον μς, Υἱὲ Θεο Σσον μς Υἱὲ Θεο, π πώλου νου καθεσθείς, ψλλοντς σοι, λληλοϊα.
Εἶτα τὸ Ἀπολυτίκιον
Ἀπολυτίκιον  Ἦχος α’
Τὴν κοινὴν Ἀνάστασιν, πρὸ τοῦ σοῦ Πάθους πιστούμενος, ἐκ νεκρῶν ἤγειρας τὸν Λάζαρον Χριστὲ ὁ Θεός· ὅθεν καὶ ἡμεῖς ὡς οἱ Παῖδες, τὰ τῆς νίκης σύμβολα φέροντες, σοὶ τῷ Νικητῇ τοῦ θανάτου βοῶμεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Δόξα... Ἦχος δ’
Συνταφέντες σοι διὰ τοῦ Βαπτίσματος, Χριστὲ ὁ Θεὸς ἡμῶν, τῆς ἀθανάτου ζωῆς ἠξιώθημεν τῇ Ἀναστάσει σου, καὶ ἀνυμνοῦντες κράζομεν· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Καὶ νῦν... τὸ Κοντάκιον.
Ἦχος πλ. β’
Τῷ θρόνῳ ἐν οὐρανῷ, τῷ πώλῳ ἐπὶ τῆς γῆς, ἐποχούμενος Χριστὲ ὁ Θεός, τῶν Ἀγγέλων τὴν αἴνεσιν, καὶ τῶν Παίδων ἀνύμνησιν προσεδέξω βοώντων σοι· Εὐλογημένος εἶ ὁ ἐρχόμενος, τὸν Ἀδὰμ ἀνακαλέσασθαι.
  πόστολος 
Προκείμενον.  χος δ´ [Ψαλμός 117].

Στίχ. Ελογημνος ρχμενος ν νματι Κυρου.

Στίχ. ξομολογεσθε τ Κυρίῳ, τι γαθς, τι ες τν αἰῶνα τ λεος ατο.
Πρς Φιλιππησίους πιστολς Παύλου τ ναγνωσμα.
Κεφ. 4:4-9
δελφοί, χαρετε ν Κυρίῳ πντοτε, πλιν ρ, χαρετε. Τ πιεικς μν, γνωσθτω πσιν νθρποις. Κριος γγς. Μηδν μεριμντε, λλ' ν παντ τ προσευχ κα τ δεσει, μετ εχαριστας τ ατματα μν γνωριζσθω πρς τν Θεν, κα ερνη το Θεο, περχουσα πντα νον, φρουρσει τς καρδας μν, κα τ νοματα μν ν Χριστ ησο. Τ λοιπν, δελφο, σα στν ληθ, σα σεμν, σα δκαια, σα γν, σα προσφιλ, σα εφημα, ε τις ρετ κα ε τις παινος, τατα λογζεσθε, κα μθετε, κα παρελβετε, κα κοσατε, κα εδετε ν μο, τατα πρσσετε, κα Θες τς ερνης, σται μεθ' μν.
λληλούϊα [3]. χος α´ [Ψαλμός 97].
σατε τ Κυρίῳ σμα καινν.
Στίχ. Εδοσαν πντα τ πρατα τς γς τ σωτριον τοΘεο μν.
Ε ὐ α γ γ έ λ ι ο ν
κ τοῦ κατὰ Ἰωάννην
Κεφ. 12: 1-18
Πρὸ ἓξ ἡμερῶν τοῦ Πάσχα ἦλθεν ὁ ᾿Ιησοῦς εἰς Βηθανίαν, ὅπου ἦν Λάζαρος ὁ τεθνηκώς, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐποίησαν οὖν αὐτῷ δεῖπνον ἐκεῖ, καὶ ἡ Μάρθα διηκόνει· ὁ δὲ Λάζαρος εἷς ἦν τῶν ἀνακειμένων σὺν αὐτῷ. Ἡ οὖν Μαρία, λαβοῦσα λίτραν μύρου νάρδου πιστικῆς πολυτίμου, ἤλειψε τοὺς πόδας τοῦ ᾿Ιησοῦ, καὶ ἐξέμαξε ταῖς θριξὶν αὐτῆς τοὺς πόδας αὐτοῦ· ἡ δὲ οἰκία ἐπληρώθη ἐκ τῆς ὀσμῆς τοῦ μύρου. Λέγει οὖν εἷς ἐκ τῶν Μαθητῶν αὐτοῦ, ᾿Ιούδας Σίμωνος ᾿Ισκαριώτης, ὁ μέλλων αὐτὸν παραδιδόναι· Διατί τοῦτο τὸ μύρον οὐκ ἐπράθη τριακοσίων δηναρίων, καὶ ἐδόθη πτωχοῖς; Εἶπε δὲ τοῦτο, οὐχ ὅτι περὶ τῶν πτωχῶν ἔμελεν αὐτῷ, ἀλλ᾿ ὅτι κλέπτης ἦν, καὶ τὸ γλωσσόκομον εἶχε, καὶ τὰ βαλλόμενα ἐβάσταζεν. Εἶπεν οὖν ὁ ᾿Ιησοῦς· Ἄφες αὐτήν, εἰς τὴν ἡμέραν τοῦ ἐνταφιασμοῦ μου τετήρηκεν αὐτό. Τοὺς πτωχοὺς γὰρ πάντοτε ἔχετε μεθ᾿ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε. ῎Εγνω οὖν ὄχλος πολὺς ἐκ τῶν ᾿Ιουδαίων ὅτι ἐκεῖ ἐστι, καὶ ἦλθον οὐ διὰ τὸν ᾿Ιησοῦν μόνον, ἀλλ᾿ ἵνα καὶ τὸν Λάζαρον ἴδωσιν, ὃν ἤγειρεν ἐκ νεκρῶν. Ἐβουλεύσαντο δὲ οἱ Ἀρχιερεῖς ἵνα καὶ τὸν Λάζαρον ἀποκτείνωσιν, ὅτι πολλοὶ δι᾿ αὐτὸν ὑπῆγον τῶν ᾿Ιουδαίων, καὶ ἐπίστευον εἰς τὸν ᾿Ιησοῦν. Τῇ ἐπαύριον ὄχλος πολὺς ὁ ἐλθὼν εἰς τὴν ἑορτήν, ἀκούσαντες ὅτι ἔρχεται ᾿Ιησοῦς εἰς ῾Ιεροσόλυμα, ἔλαβον τὰ βαΐα τῶν φοινίκων, καὶ ἐξῆλθον εἰς ἀπάντησιν αὐτῷ, καὶ ἔκραζον· «Ὡσαννά, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου», Βασιλεὺς τοῦ ᾿Ισραήλ. Εὑρὼν δὲ ὁ ᾿Ιησοῦς ὀνάριον, ἐκάθισεν ἐπ᾿ αὐτό, καθώς ἐστι γεγραμμένον· «Μὴ φοβοῦ, θύγατερ Σιών· ἰδοὺ, ὁ Βασιλεύς σου ἔρχεται, καθήμενος ἐπὶ πῶλον ὄνου». Ταῦτα δὲ οὐκ ἔγνωσαν οἱ Μαθηταὶ αὐτοῦ τὸ πρῶτον, ἀλλ᾿ ὅτε ἐδοξάσθη ὁ ᾿Ιησοῦς, τότε ἐμνήσθησαν ὅτι ταῦτα ἦν ἐπ᾿ αὐτῷ γεγραμμένα, καὶ ταῦτα ἐποίησαν αὐτῷ. ᾿Εμαρτύρει οὖν ὁ ὄχλος ὁ ὢν μετ᾿ αὐτοῦ ὅτε τὸν Λάζαρον ἐφώνησεν ἐκ τοῦ μνημείου, καὶ ἤγειρεν αὐτὸν ἐκ νεκρῶν· διὰ τοῦτο καὶ ὑπήντησεν αὐτῷ ὄχλος, ὅτι ἤκουσαν τοῦτο αὐτὸν πεποιηκέναι τὸ σημεῖον.  
Καὶ καθεξῆς ἡ θεία Λειτουργία τοῦ Χρυσοστόμου. 
Κοινωνικὸν
Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἀλληλούϊα.
Τοῦ Κυρίου δεηθῶμεν
Κύριε, ὁ Θεὸς ἡμῶν, ὁ καθήμενος ἐπὶ τῶν Χερουβείμ, ὁ ἐξεγείρας τὴν δυναστείαν, καὶ ἀποστείλας τὸν μονογενῆ σου Υἱόν, τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστόν, ἵνα σώσῃ τὸν κόσμον διὰ τοῦ Σταυροῦ, τῆς Ταφῆς καὶ τῆς Ἀναστάσεως αὐτοῦ, οὗ παραγενομένου ἐν Ἱερουσαλὴμ ἐπὶ τὸ ἑκούσιον Πάθος, ὁ λαός, ὁ καθήμενος ἐν σκότει καὶ σκιᾷ θανάτου, λαβόντες τὰ τῆς νίκης σύμβολα, τοὺς κλάδους τῶν δένδρων, καὶ τὰ βαΐα τῶν φοινίκων, τὴν Ἀνάστασιν προεμήνυσαν. Αὐτός, Δέσποτα, καὶ ἡμᾶς, τοὺς κατὰ μίμησιν ἐκείνων, τῇ προεορτίῳ ταύτῃ ἡμέρᾳ Βαΐα καὶ κλάδους δένδρων ἐν χερσὶ φέροντας, διατήρησον, καὶ ὡς ἐκεῖνοι οἱ ὄχλοι καὶ οἱ Παῖδες, τὸ Ὡσαννά σοι προσφέροντας, διαφύλαξον, ὅπως ἐν ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς καταξιωθῶμεν τῆς ζωοποιοῦ καὶ τριημέρου Ἀναστάσεως, ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, μεθ' οὗ εὐλογητὸς εἶ, σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

ΤΗ ΚΥΡΙΑΚΗ ΤΩΝ ΒΑΪΩΝ ΕΣΠΕΡΑΣ

ΕΙΣ ΤΟ ΛΥΧΝΙΚΟΝ
Μετὰ τὸν Προοιμιακὸν εἰς τό, Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ς’, καὶ ψάλλομεν τὰ ἑπόμενα, Στιχηρὰ Ἰδιόμελα.
Ἦχος πλ. δ’
Χαῖρε καὶ εὐφραίνου πόλις Σιών, τέρπου καὶ ἀγάλλου ἡ Ἐκκλησία τοῦ Θεοῦ. Ἰδοὺ γὰρ ὁ Βασιλεύς σου παραγέγονεν ἐν δικαιοσύνῃ, ἐπὶ πώλου καθεζόμενος, ὑπὸ Παίδων ἀνυμνούμενος. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς. (Δίς)
λθεν ὁ Σωτὴρ σήμερον, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, πληρῶσαι τὴν γραφήν, καὶ πάντες ἔλαβον ἐν ταῖς χερσὶ βαΐα, τοὺς δὲ χιτῶνας ὑπεστρώννυον αὐτῷ, γινώσκοντες, ὅτι αὐτός ἐστιν ὁ Θεὸς ἡμῶν, ᾧ τὰ Χερουβὶμ βοᾷ ἀπαύστως. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς. (Δίς)
τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, ἐπέβης ἐπὶ πώλου, Δαυϊτικῶς Ἀγαθέ, καὶ Παῖδές σε ἀνύμνουν θεοπρεπῶς. Ἰουδαῖοι ἐβλασφήμουν παρανόμως, τὸ ἀκάθεκτον τῶν ἐθνῶν, ἡ καθέδρα τοῦ πώλου προετύπου, ἐξ ἀπιστίας εἰς πίστιν μεταποιούμενον. Δόξα σοι Χριστέ, ὁ μόνος ἐλεήμων, καὶ φιλάνθρωπος.  (Δίς)
Δόξα...
Χαῖρε καὶ εὐφραίνου πόλις Σιών, τέρπου καὶ ἀγάλλου ἡ Ἐκκλησία τοῦ Θεοῦ. Ἰδοὺ γὰρ ὁ Βασιλεύς σου παραγέγονεν ἐν δικαιοσύνῃ, ἐπὶ πώλου καθεζόμενος, ὑπὸ Παίδων ἀνυμνούμενος. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις, εὐλογημένος εἶ, ὁ ἔχων πλῆθος οἰκτιρμῶν, ἐλέησον ἡμᾶς.
Καὶ νῦν...
τοῖς Χερουβὶμ ἐποχούμενος, καὶ ὑμνούμενος ὑπὸ τῶν Σεραφίμ, ἐπέβης ἐπὶ πώλου, Δαυϊτικῶς Ἀγαθέ, καὶ Παῖδές σε ἀνύμνουν θεοπρεπῶς. Ἰουδαῖοι ἐβλασφήμουν παρανόμως, τὸ ἀκάθεκτον τῶν ἐθνῶν, ἡ καθέδρα τοῦ πώλου προετύπου, ἐξ ἀπιστίας εἰς πίστιν μεταποιούμενον. Δόξα σοι Χριστέ, ὁ μόνος ἐλεήμων, καὶ φιλάνθρωπος.
Προκείμενον  Ἦχος πλ. δ’
δοὺ δὴ εὐλογεῖτε τὸν Κύριον, πάντες οἱ δοῦλοι, Κυρίου.
Στίχ. Οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου.
Εἰς τὰ Ἀπόστιχα
Ἰδιόμελα  Ἦχος β’
κ βαΐων καὶ κλάδων, ὡς ἐκ θείας Ἑορτῆς εἰς θείαν μεταβάντες Ἑορτήν, πρὸς σεβασμίαν τῶν Χριστοῦ Παθημάτων, πιστοὶ συνδράμωμεν, τελετὴν σωτήριον, καὶ τοῦτον ὑπὲρ ἡμῶν, πάθος ὑφιστάμενον, κατοπτεύσωμεν ἑκούσιον, αὐτῷ δὲ τὸν ὕμνον, εὐχαριστοῦντες ἀναμέλψωμεν, ἁρμόδιον ἀνακράζοντες· Ἡ τῆς εὐσπλαγχνίας πηγή, καὶ τῆς σωτηρίας λιμήν, Κύριε δόξα σοι.
Στίχ. σατε τῷ Κυρίῳ ᾆσμα καινόν.
Ἦχος γ’
Φοβερὸν τὸ ἐμπεσεῖν, εἰς χεῖρας Θεοῦ ζῶντος, οὗτος Κριτὴς ἐστιν, ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, μηδεὶς εἰσέλθῃ πειράζων, τὴν πίστιν τὴν ἀμώμητον, ἀλλ' ἐν πραότητι καὶ φόβῳ, Χριστῷ προσέλθωμεν, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν, εἰς εὔκαιρον βοήθειαν.
Στίχ. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.
Ἦχος βαρὺς.
Συναγωγὴ πονηρὰ καὶ μοιχαλίς, ἡ τῷ ἰδίῳ ἀνδρί, μὴ φυλάξασα πίστιν, τί κατέχεις διαθήκην, ἧς οὐκ ᾖς κληρονόμος; τί καυχᾶσαι ἐν Πατρί, τὸν Υἱὸν ἀθετήσασα; τοὺς Προφήτας οὐκ ἐδέξω, τὸν ΥἹὸν καταγγείλαντας; Κἂν τὰ ἴδια τέκνα αἰσχύνθητι, οὕτω βοῶντα· Ὡσαννὰ τῷ Υἱῷ Δαυΐδ, εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι Κυρίου.
Δόξα...
κ βαΐων καὶ κλάδων, ὡς ἐκ θείας Ἑορτῆς εἰς θείαν μεταβάντες Ἑορτήν, πρὸς σεβασμίαν τῶν Χριστοῦ Παθημάτων, πιστοὶ συνδράμωμεν, τελετὴν σωτήριον, καὶ τοῦτον ὑπὲρ ἡμῶν, πάθος ὑφιστάμενον, κατοπτεύσωμεν ἑκούσιον, αὐτῷ δὲ τὸν ὕμνον, εὐχαριστοῦντες ἀναμέλψωμεν, ἁρμόδιον ἀνακράζοντες· Ἡ τῆς εὐσπλαγχνίας πηγή, καὶ τῆς σωτηρίας λιμήν, Κύριε δόξα σοι.
Καὶ νῦν...
Φοβερὸν τὸ ἐμπεσεῖν, εἰς χεῖρας Θεοῦ ζῶντος, οὗτος Κριτής ἐστιν, ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας, μηδεὶς εἰσέλθῃ πειράζων, τὴν πίστιν τὴν ἀμώμητον, ἀλλ' ἐν πραότητι καὶ φόβῳ, Χριστῷ προσέλθωμεν, ἵνα λάβωμεν ἔλεον, καὶ χάριν εὕρωμεν, εἰς εὔκαιρον βοήθειαν.
Νῦν ἀπολύεις. Καὶ μετὰ τὸ Τρισάγιον, ψάλλομεν τὰ Τροπάρια ταῦτα, ποιοῦντες καὶ ἀνὰ μίαν μετάνοιαν εἰς ἕκαστον αὐτῶν, πλὴν τοῦ τελευταίου, ὅπερ λέγεται ἄνευ μέλους.
Ἦχος πλ. α'
Θεοτόκε Παρθένε, Χαῖρε κεχαριτωμένη Μαρία, ὁ Κύριος μετὰ σοῦ, εὐλογημένη, σὺ ἐν γυναιξί, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου, ὅτι Σωτῆρα ἔτεκες τῶν ψυχῶν ἡμῶν.
Βαπτιστὰ τοῦ Χριστοῦ, πάντων ἡμῶν μνήσθητι, ἵνα ῥυσθῶμεν τῶν ἀνομιῶν ἡμῶν· σοὶ γὰρ ἐδόθη χάρις πρεσβεύειν ὑπὲρ ἡμῶν.
Δόξα...
κετεύσατε ὑπὲρ ἡμῶν, ἅγιοι Ἀπόστολοι, καὶ Ἅγιοι πάντες, ἵνα ῥυσθῶμεν κινδύνων καὶ θλίψεων· ὑμᾶς γὰρ θερμοὺς προστάτας, πρὸς τὸν Σωτῆρα κεκτήμεθα.
Καὶ νῦν... Θεοτοκίον.
πὸ τὴν σὴν εὐσπλαγχνίαν, καταφεύγομεν, Θεοτόκε, τὰς ἡμῶν ἱκεσίας, μὴ παρίδῃς ἐν περιστάσει, ἀλλ' ἐκ κινδύνων λύτρωσαι ἡμᾶς, μόνη Ἁγνή, μόνη εὐλογημένη.  
Τό, Κύριε ἐλέησον, μ’ πραείᾳ φωνῇ. 
Ὁ Ἱερεύς. Ὁ ὢν εὐλογητὸς Χριστὸς Ὁ Θεὸς ἡμῶν... 
Καὶ ἡμεῖς στερεοῦμεν τοὺς Βασιλεῖς, λέγοντες·
πουράνιε Βασιλεῦ, τοὺς πιστοὺς Βασιλεῖς ἡμῶν στερέωσον, τὴν Πίστιν στήριξον, τὰ ἔθνη πράϋνον, τὸν κόσμον εἰρήνευσον, τὴν ἁγίαν Μονὴν ταύτην καλῶς διαφύλαξον, τοὺς προαπελθόντας πατέρας καὶ ἀδελφοὺς ἡμῶν ἐν σκηναῖς Δικαίων τάξον, καὶ ἡμᾶς ἐν μετανοίᾳ καὶ ἐξομολογήσει παράλαβε, ὡς ἀγαθὸς καὶ φιλάνθρωπος.
Καὶ ποιοῦμεν τὰς τρεῖς μεγάλας μετανοίας, λέγοντες μυστικῶς ἐν ἑκάστῃ μετανοίᾳ ἀνὰ ἕνα Στίχον τῆς ἑπομένης Εὐχῆς τοῦ ἁγίου Ἐφραίμ.
Κύριε καὶ Δέσποτα τῆς ζωῆς μου, πνεῦμα ἀργίας, περιεργίας, φιλαρχίας, καὶ ἀργολογίας, μή μοι δῷς.
Πνεῦμα δὲ σωφροσύνης, ταπεινοφροσύνης, ὑπομονῆς, καὶ ἀγάπης χάρισαί μοι τῷ  σῷ δούλῳ.
Ναὶ, Κύριε Βασιλεῦ, δώρησαί μοι τοῦ ὁρᾷν τὰ ἐμὰ πταίσματα, καὶ μὴ κατακρίνειν τὸν ἀδελφόν μου, ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Εἶτα ἀσπαζόμεθα τὰς ἁγίας Εἰκόνας ἐν τοῖς στασιδίοις ἡμῶν, ὡς συνήθως, καὶ λέγει ὁ Προεστώς, τό, Δόξα σοι ὁ Θεός, ἡ ἐλπὶς ἡμῶν, δόξα σοι... Ἡ Εὐχὴ ὑπὸ τοῦ Ἱερέως, καὶ Ἀπόλυσις.

ΤΗ ΑΥΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ

ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ
Ψάλλομεν τὸ ἑπόμενον Τριῴδιον. Ποίημα τοῦ κυρίου Ἀνδρέου Κρήτης.
Ὠδὴ α’ Ἦχος πλ. δ’
Τῷ συντρίψαντι.
ωσὴφ τὴν σωφροσύνην, μιμησώμεθα πιστοί, γνῶμεν τὸν τιμήσαντα, τὴν τῶν ἀνθρώπων λογικὴν οὐσίαν, πάσῃ φυλακῇ πολιτευσάμενοι, δι' ἀρετῆς πρακτικῆς.
Τῶν καλῶν ἡ ἀπραξία, ὡμοιώθη τῇ συκῇ· ταύτην οὖν ἐκκλίνωμεν, μὴ ξηρανθῶμεν ὡς ἐκείνη τότε, τὴν συναγωγὴν φύλλοις πυκάζουσαν, προϋπογράφουσα.
Τὴν εἰκόνα τοῦ Δεσπότου, ὑπογράφων Ἰωσήφ, λάκκῳ κατατίθεται, ἀπεμπολεῖται ὑπὸ τῶν συγγόνων, πάντα ὑπομένει ὁ ἀοίδιμος, εἰς τύπον ὄντως Χριστοῦ.
Τῆς συκῆς τὴν ἀκαρπίαν, ἐκφυγόντες ἀδελφοί, γνῶμεν τὸ ὑπόδειγμα, μὴ ξηρανθῶμεν ὡς ἐκείνη τότε, ὅτε ἐπανάγων ὁ φιλάνθρωπος, ἦλθε πεινῶν ἐπ' αὐτήν.
ησοῦς ὑπὲρ τοῦ Κόσμου, ἐπειγόμενος παθεῖν, θέλων συνανέρχεται, τοῖς Μαθηταῖς αὐτοῦ, ἐπὶ τὴν πόλιν Ἱερουσαλήμ, πρὸς τὸ ἑκούσιον, Πάθος, ὃ ἦλθε παθεῖν.
Κολληθέντες τῷ Κυρίῳ, πάντα σπεύδοντι παθεῖν, ἕτοιμοι γενώμεθα, πρὸς ἐμπαιγμόν, πρὸς ἐμπτυσμούς, πρὸς χλεύην, ὅπως τοῖς ἀχράντοις αὐτοῦ Πάθεσι, συνδοξασθῶμεν πιστοί.
Πάθη πάθεσιν ἰᾶται, ὁ παθὼν ὑπὲρ ἡμῶν· θέλων γὰρ προσίεται, τῇ καθ' ἡμᾶς ἀνθρωπίνῃ οὐσίᾳ, τὰ ζωοποιὰ αὐτοῦ Παθήματα, ἵνα σωθῶμεν ἡμεῖς.
Δόξα...
Τρία ἄναρχα δοξάζω, τρία ἅγια ὑμνῶ, τρία συναΐδια, ἐν οὐσιότητι μιᾷ κηρύττω· εἷς γὰρ ἐν Πατρὶ Υἱῷ καὶ Πνεύματι, δοξολογεῖται Θεός.
Καὶ νῦν... Θεοτοκίον.
μὲν ῥάβδος Μωϋσέως, καὶ ἡ ῥάβδος Ἀαρών, ξένην μεταποίησιν, καὶ ὑπὲρ νοῦν οἰκονομίαν ἔσχον, σοῦ δὲ ἡ νηδὺς Θεογεννήτρια, τόκον καινίζει καινόν.
Κάθισμα  Ἦχος δ’
Ἐπεφάνης σήμερον.
Τῆς συκῆς τὸ ἔγκλημα, μή σε προφθάσῃ, ἀλλ' εὐκάρπους σπούδασον, καρδίας αὔλαξι ψυχή, τῷ ποιητῇ σου Χριστῷ ἀγαγεῖν, ἐν μετανοίᾳ αὐτῷ προσκομίζουσα.
Ὠδὴ η’
Τὸν ἐν Ὄρει, ἁγίῳ δοξασθέντα.
Σωφροσύνῃ, κοσμήσαντες τὸν βίον, καὶ φρονήσει, φυλάξαντες τὴν πίστιν, δικαιοσύνης τρόπους πορισώμεθα, ἵνα ἐν ἀνδρείᾳ, συνακολουθοῦντες, Χριστῷ συσταυρωθῶμεν.
λλην Εὔαν, εὑρὼν τὴν Αἰγυπτίαν, οὐκ ἐκλάπη, πρὸς ἀνοσιουργίαν, ὁ Πατριάρχης Ἰωσήφ, ἀλλ' ἕστηκεν, ὥσπερ τις ἀδάμας, ὑπὸ τῶν παθῶν, μὴ ἁλοὺς τῆς ἁμαρτίας.
Παροδεύων, τοῦ βίου τὰς πορείας, ὁ Σωτήρ μου, ἐπείνασας βουλήσει, τὴν σωτηρίαν πάντων ἐφιέμενος· τοῦτο γὰρ ἐπείνας, τὴν ἐπιστροφήν, τῶν ἐκ σοῦ ἀποσφαλέντων.
Προπάτωρ, γευσάμενος τοῦ ξύλου, ὡς ἐγνώσθη, γυμνὸς κατῃσχυμμένος, φύλλα συκῆς λαβὼν περιεζώσατο· τὴν συναγωγὴν γάρ, ἀπογυμνωθεῖσαν, Χριστοῦ προδιετύπου.
τοιμάζου, ψυχὴ πρὸ τῆς ἐξόδου, εὐτρεπίζου, πρὸς τὸν ἐκεῖθεν βίον, καὶ τῷ Χριστῷ παθεῖν διὰ σὲ σπεύδοντι, ἵνα σὲ δοξάσῃ, σπεῦσον συμπαθεῖν, καὶ θανεῖν καὶ σταυρωθῆναι.
Πῶς μὴ φρίξῃ, ὁ θάνατος Σωτήρ μου; πῶς μὴ πτήξῃ, ὁ ᾍδης συναντῶν σοι, κατ εὐδοκίαν πρὸς τὸ Πάθος σπεύδοντι, καὶ ὑπὲρ ἀδίκων, δίκαιον ὁρῶν σε, παθεῖν ἐληλυθότα;
Τοῦ Λαζάρου, τὴν ἔγερσιν ὁρῶντες, Ἰουδαῖοι, Ἱερεῖς καὶ Λευΐται, συνωμοσίαν φθόνῳ συσκευάσαντες, δόλῳ προδοσίας, τὸν Χριστὸν προδίδουν, εἰς θάνατον Πιλάτῳ.
Ἀμνάς σου, καὶ δούλη καὶ Παρθένος, πρὸς τὸ Πάθος, ὁρμῶντά σε ὁρῶσα, καὶ τὴν ψυχὴν ὑπὲρ ἡμῶν προθέμενον, τὸν καλὸν Ποιμένα, σπλάγχνοις μητρικοῖς, ἐπὶ σοὶ προσωδυνᾶτο.
Δόξα...
ς Μονάδα, τῇ οὐσίᾳ ὑμνῶ σε, ὡς Τριάδα, τοῖς προσώποις σε σέβω, Πάτερ Υἱέ, καὶ Πνεῦμα τὸ πανάγιον, ἄναρχον τὸ κράτος, τῆς σῆς Βασιλείας, δοξάζω εἰς αἰῶνας.
Καὶ νῦν ... Θεοτοκίον
Δυσωπεῖ σε, Χριστὲ ἡ, Θεοτόκος, ἱκετεύει, τῶν Μαθητῶν ὁ δῆμος. Τὴν σὴν εἰρήνην δώρησαι τῷ Κόσμω σου, καὶ τοὺς οἰκτιρμούς σου, χάρισαι πλουσίως, ἡμῖν εἰς τοὺς αἰῶνας.
Ὠδὴ θ’
Ἀλλότριον τῶν μητέρων.
λλότριον τῶν ἀσέμνων ἡ σωφροσύνη καὶ ξένον τοῖς δικαίοις ἡ παρανομία. Ἰωσὴφ δὲ ὁ μέγας, ἐξέκλινε τὴν ἁμαρτίαν, καὶ σωφροσύνης ἐχρημάτισεν εἰκών, καὶ τύπος ὄντως Χριστοῦ.
λλότριον τῶν ἀνόμων ἡ εὐνομία, καὶ ξένον τοῖς ἀπίστοις ἡ θεογνωσία, Ἰουδαῖοι δὲ ταῦτα, ἀπώσαντο δι' ἀνομίαν· διὸ καὶ μόνοι ἐκληρώσαντο, καθάπερ ἡ συκῆ τὴν ἀράν.
πείνασε τῶν ἀνθρώπων τὴν σωτηρίαν, ζωῆς ὑπάρχων ἄρτος, ὁ Χριστὸς καὶ Θεός, μου, ὡς συκῆν δὲ προφθάσας, τὴν ἄκαρπον συναγωγήν, φύλλοις κομῶσαν νομικοῖς αὐτήν, ὡς εἶδε κατηράσατο.
Τὴν νομικὴν ἀκαρπίαν προκατηράσω, ὡς φύλλα ἐξανθοῦσαν, τοῦ γράμματος σκιώδη γνώμην, τοὺς καρποὺς δὲ τῶν ἔργων οὐκ ἔχουσαν δι' ἀνομίαν, ἡμᾶς δὲ πάντας τούς τῆς χάριτος, υἱοὺς Σωτὴρ εὐλόγησον.
ῥάβδος μὲν Μωϋσέως τὸ πρὶν εἰς ὄφιν, ἡ Ἀαρὼν δὲ ῥάβδος, εἰς χλωρὸν μετεβλήθη, καὶ ἐξήνθησε φύλλα, ἡ ἄκαρπος καὶ ξηρανθεῖσα, συναγωγὴ δὲ ἡ παράνομος, εἰς ἄκαρπον μετήχθη συκῆν.
τοίμαζε Ἰουδαία τοὺς Ἱερεῖς σου, εὐτρέπιζε τὰς χεῖρας πρὸς θεοκτονίαν. Ἰδοὺ γὰρ ἦλθε πραΰς, καὶ ἥσυχος ἐπὶ τὸ Πάθος, ἀμνὸς ὑπάρχων καὶ ποιμὴν ἡμῶν, Χριστός ὁ Βασιλεὺς Ἰσραήλ.
πόδεξαι Ἰουδαία τὸν Βασιλέα· ἰδοὺ γὰρ πρὸς τὸ Πάθος, ἔρχεται ἑκουσίως, ἵνα πάθῃ καὶ σώσῃ, τοὺς κράζοντας ἀκαταπαύστως· Εὐλογημένος ὁ ἐρχόμενος, Σταυρῷ σῶσαι τὰ σύμπαντα.
Μετέστρεψεν Ἰουδαία τὰς ἑορτάς σου, εἰς πένθος ὁ Δεσπότης, κατὰ τὴν προφητείαν· θεοκτόνος γὰρ ὤφθης, τοῦ στρέψαντος ποτὲ τὴν πέτραν, καὶ τὴν ἀκρότομον εἰς ὕδατα, καὶ λίμνας καθὼς ψάλλει Δαυΐδ.
Δόξα...
λλότριον τοῖς ἀνόμοις τὸ σὲ δοξάζειν, τὴν ἄναρχον οὐσίαν, Πατέρα, καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, τὴν ἄκτιστον παντοκρατορίαν, δι' ἧς ὁ σύμπας Κόσμος ἥδρασται, τῷ νεύματι τοῦ θείου κράτους αὐτῆς.
Καὶ νῦν... Θεοτοκίον.
Προσάγομεν εἰς πρεσβείαν τὴν Θεοτόκον, αὐτῆς ταὶς ἱκεσίαις καὶ τῶν σῶν Ἀποστόλων, κοινωνοὺς ἡμᾶς ποίησον, Δέσποτα τῶν ἀγαθῶν σου, καὶ τῆς λαμπρότητος ἀξίωσον, Σωτὴρ τῆς Ἀναστάσεώς σου.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου