ΥΜΝΟΙ
ΤΡΙΑΔΙΚΟΙ ΚΑΙ ΦΩΤΑΓΩΓΙΚΑ
ΨΑΛΛΟΜΕΝΑ
ΚΑΤ’ ΗΧΟΝ ΤΗ ΑΓΙΑ ΚΑΙ ΜΕΓΑΛΗ ΤΕΣΣΑΡΑΚΟΣΤΗ
ΕΙΣ ΤΟΝ
Α΄ΗΧΟΝ
Τὰ Τριαδικά.
Σωματικαῖς
μορφώσεσι, τῶν
ἀσωμάτων
δυνάμεων, πρὸς
νοερὰν καὶ ἄϋλον
ἀναγόμενοι
ἔννοιαν, καὶ
τρισαγίῳ μελῳδήματι,
τρισυποστάτου Θεότητος,
ἐκδεχόμενοι
ἔλλαμψιν, χερουβικῶς
βοήσωμεν· Ἅγιος,
Ἅγιος, Ἅγιος
εἶ
ὁ Θεός.
Δόξα...
Μετὰ
πασῶν τῶν
οὐρανίων
Δυνάμεων, χερουβικῶς
τῷ
ἐν ὑψίστοις
βοήσωμεν, τὸν
Τρισάγιον ἀναπέμποντες
αἶνον, Ἅγιος,
Ἅγιος, Ἅγιος
εἶ
ὁ Θεός.
Καὶ νῦν...
Ἐξεγερθέντες
τοῦ
ὕπνου, προσπίπτομέν
σοι Ἀγαθέ,
καὶ τῶν
Ἀγγέλων
τὸν ὕμνον,
βοῶμέν
σοι Δυνατέ, Ἅγιος,
Ἅγιος, Ἅγιος
εἶ
ὁ Θεός,
διὰ τῆς
Θεοτόκου ἐλέησον
ἡμᾶς.
Τὸ
Φωταγωγικόν.
Ὁ
τὸ
φῶς
ἀνατέλλων Κύριε,
τὴν
ψυχήν μου καθάρισον
ἀπὸ
πάσης ἁμαρτίας,
προστασίαις τῶν Ἀσωμάτων,
καὶ
σῶσόν με.
ΕΙΣ ΤΟΝ Β’ ΗΧΟΝ
Τὰ Τριαδικά.
Ἄκτισε φύσις, ἡ τῶν ὅλων δημιουργὸς τὰ χείλη ἡμῶν ἄνοιξον,
ὅπως ἀναγγέλλωμεν τὴν αἴνεσίν σου βοῶντες· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Δόξα...
Τὰς
ἄνω δυνάμεις
μιμούμενοι οἱ ἐπὶ
γῆς, ἐπινίκιον
ὕμνον προσφέρομέν
σοι Ἀγαθέ,
Ἅγιος, Ἅγιος,
Ἅγιος εἶ ὁ
Θεός.
Καὶ νῦν...
Τῆς
κλίνης καὶ
τοῦ
ὕπνου, ἐξεγείρας
με Κύριε, τὸν
νοῦν μου φώτισον,
καὶ τὴν
καρδίαν καὶ
τὰ χείλη
μου ἄνοιξον, εἰς
τὸ
ὑμνεῖν
σε, Ἁγία
Τριάς, Ἅγιος,
Ἅγιος, Ἅγιος
εἶ
ὁ Θεός,
διὰ τῆς
Θεοτόκου ἐλέησον
ἡμᾶς.
Τὸ Φωταγωγικόν.
Τὸ
φῶς
σου
τὸ
ἀΐδιον, ἐξαπόστειλον Κύριε,
καὶ
φώτισον τὰ ὄμματα
τὰ
κρυπτὰ τῆς καρδίας
μου, προστασίαις τῶν
Ἀσωμάτων, καὶ σῶσόν
με.
ΕΙΣ ΤΟΝ Γ’ ΗΧΟΝ
Τὰ Τριαδικά.
Πατέρα ἄναρχον, Υἱὸν συνάναρχον, Πνεῦμα συναΐδιον, Θεότητα μίαν χερουβικῶς
δοξολογεῖν τολμῶντες λέγομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Δόξα...
Τριὰς
ὁμοούσιε
καὶ
ἀδιαίρετε,
Μονὰς τρισυπόστατε
καὶ συναΐδιε,
σοὶ
ὡς Θεῷ
τῶν Ἀγγέλων
τὸν ὕμνον
κραυγάζομεν· Ἅγιος,
Ἅγιος, Ἅγιος
εἶ
ὁ Θεός.
Καὶ νῦν...
Ἀθρόον
ὁ Κριτὴς
ἐπελεύσεται,
καὶ
ἑκάστου
αἱ πράξεις
γυμνωθήσονται· ἀλλὰ
φόβῳ
κράξωμεν ἐν
τῷ μέσῳ
τῆς νυκτός·
Ἅγιος, Ἅγιος,
Ἅγιος εἶ ὁ
Θεός, διὰ
τῆς Θεοτόκου
ἐλέησον
ἡμᾶς.
Τὸ
Φωταγωγικόν.
Ἐξαπόστειλον τὸ φῶς σου, Χριστὲ ὁ Θεός, καὶ φώτισον τὴν
καρδίαν μου, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.
ΕΙΣ ΤΟΝ Δ΄ΗΧΟΝ
Τὰ Τριαδικά.
Τὸν ἄναρχόν σου Πατέρα, καὶ σέ, Χριστὲ ὁ Θεός, καὶ τὸ πανάγιόν σου Πνεῦμα,
χερουβικῶς δοξολογεῖν τολμῶντες, λέγομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Δόξα...
Ὡς
αἱ τάξεις
νῦν τῶν
Ἀγγέλων
ἐν οὐρανῷ,
καὶ στάσεις
φόβῳ ἀνθρώπων
ἐπὶ
τῆς γῆς,
ἐπινίκιον
ὕμνον προσφέρομέν
σοι Ἀγαθέ·
Ἅγιος, Ἅγιος,
Ἅγιος εἶ ὁ
Θεός.
Καὶ νῦν...
Τῶν
νοερῶν σου λειτουργῶν,
προσφέρειν, οἱ
θνητοὶ τὸν
ὕμνον τολμῶντες,
λέγομεν· Ἅγιος,
Ἅγιος, Ἅγιος
εἶ
ὁ Θεός,
διὰ τῆς
Θεοτόκου ἐλέησον
ἡμᾶς.
Τὸ
Φωταγωγικόν.
Ὁ τὸ φῶς ἀνατέλλων τῷ κόσμῳ σου, τὴν ἐν σκότει ψυχήν μου ὑπάρχουσαν,
ἀπὸ πάσης ἁμαρτίας καθάρισον, προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.
ΕΙΣ ΤΟΝ ΠΛ.Α’ ΗΧΟΝ
Τὰ Τριαδικά.
Ὑμνῳδίας ὁ καιρός, καὶ δεήσεως ὥρα, ἐκτενῶς βοήσωμέν σοι τῷ
μόνῳ Θεῷ· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Δόξα...
Εἰκονίζειν
τολμῶντες, τὰ
νοερά σου στρατεύματα,
Τριὰς ἄναρχε,
στόμασιν ἀναξίοις
βοῶμέν
σοι· Ἅγιος, Ἅγιος,
Ἅγιος εἶ ὁ
Θεός.
Καὶ νῦν...
Ὁ
ἐν μήτρᾳ
παρθενικῇ χωρηθείς,
καὶ τῶν
κόλπων τοῦ
Πατρὸς μὴ
χωρισθείς, σὺν
Ἀγγέλοις
καὶ
ἡμᾶς
πρόσδεξαι, Χριστὲ
ὁ Θεός,
βοῶντάς
σοι· Ἅγιος, Ἅγιος,
Ἅγιος εἶ ὁ
Θεός, διὰ
τῆς Θεοτόκου
ἐλέησον
ἡμᾶς.
Τὸ
Φωταγωγικόν.
Φωτοδότα Κύριε, ἐξαπόστειλον τὸ φῶς σου, καὶ φώτισον τὴν καρδίαν μου,
προστασίαις τῶν Ἀσωμάτων, καὶ σῶσόν με.
ΕΙΣ ΤΟΝ ΠΛ.Β’ ΗΧΟΝ
Τὰ Τριαδικά.
Ἀσωμάτοις στόμασιν, ἀσιγήτοις τὰ Ἑξαπτέρυγα ᾄδουσί σοι τὸν
τρισάγιον ὕμνον, ὁ Θεὸς ἡμῶν, καὶ ἡμεῖς οἱ ἐπὶ γῆς, ἀναξίοις χείλεσιν αἶνόν σοι
ἀναπέμπομεν· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Δόξα...
Παριστάμενα
φόβῳ
τὰ Χερουβείμ,
ἐξιστάμενα
τρόμῳ
τὰ Σεραφείμ,
τὸν τρισάγιον
ὕμνον προσφέρει,
ἀσιγήτῳ
φωνῇ, μεθ' ὧν
καὶ
ἡμεῖς
βοῶμεν οἱ ἁμαρτωλοί·
Ἅγιος, Ἅγιος,
Ἅγιος εἶ ὁ
Θεός.
Καὶ νῦν...
Τριαδικῆς
μονάδος Θεότητα,
ἀσυγχύτῳ
ἑνώσει
δοξάσωμεν, καὶ
τῶν Ἀγγέλων
τὸν ὕμνον
βοήσωμεν· Ἅγιος,
Ἅγιος, Ἅγιος
εἶ
ὁ Θεός,
διὰ τῆς
Θεοτόκου ἐλέησον
ἡμᾶς.
Τὸ
Φωταγωγικόν.
Προστασίαις Κύριε τῶν Ἀσωμάτων, κατάπεμψον ταῖς ψυχαῖς ἡμῶν, τὸ φῶς σου τὸ ἀΐδιον.
ΕΙΣ ΤΟΝ ΒΑΡΥΝ ΗΧΟΝ
Τὰ Τριαδικά.
Ὁ ὑψίστῃ δυνάμει χερουβικῶς ἀνυμνούμενος, καὶ θεϊκῇ δόξῃ ἀγγελικῶς
προσκυνούμενος, πρόσδεξαι καὶ ἡμᾶς τοὺς ἁμαρτωλούς, ἀναξίως τολμῶντας κραυγάζειν
σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Δόξα...
Τῇ
ἀπροσίτῳ
Θεότητι, τὴ ἐν
Μονάδι Τριάδι,
τῶν Σεραφεὶμ
τὸν Τρισάγιον
ἀναπέμποντες
αἶνον, μετὰ
φόβου βοήσωμεν·
Ἅγιος, Ἅγιος,
Ἅγιος εἶ ὁ
Θεός.
Καὶ νῦν...
Ὡς
ὕπνον τὸν
ὄκνον, ἀποθεμένη
ψυχή, διόρθωσιν
πρὸς ἔγερσιν,
δεῖξον τῷ
Κριτῇ, καὶ ἐν
φόβῳ
βόησον· Ἅγιος,
Ἅγιος, Ἅγιος
εἶ
ὁ Θεός,
διὰ τῆς
Θεοτόκου ἐλέησον
ἡμᾶς.
Τὸ Φωταγωγικόν.
Διέγειρόν
με
Κύριε πρός τήν
σήν
ὑμνῳδίαν, καὶ δίδαξόν
με
τοῦ
ποιεῖν τὸ θέλημά
σου
Ἅγιε, πρεσβείαις τῆς
Θεοτόκου, καὶ σῶσόν
με.
ΗΧΟΣ ΠΛ.
Δ'
Τὰ Τριαδικά.
Ὁρᾷν σε μὴ τολμῶντα τὰ Χερουβείμ, ἱπτάμενα κραυγάζει ἀλαλαγμῷ,
τὸ ἔνθεον μέλος τῆς Τρισαγίας φωνῆς, μεθ' ὧν καὶ ἡμεῖς βοῶμεν οἱ ἁμαρτωλοί· Ἅγιος,
Ἅγιος, Ἅγιος εἶ ὁ Θεός.
Δόξα...
Εἰς
οὐρανὸν
τὰς καρδίας
ἔχοντες, Ἀγγελικὴν
μιμησώμεθα τάξιν,
καὶ
ἐν φόβῳ
τῷ
ἀδεκάστῳ
προσπέσωμεν, ἐπινίκιον
ἀνακράζοντες
αἶνον· Ἅγιος,
Ἅγιος, Ἅγιος
εἶ
ὁ Θεός.
Καὶ νῦν...
Κατακαμπτόμενοι τῷ πλήθει, τῶν ἡμῶν, καὶ μὴ τολμῶντες ἀτενίσαι τῷ ὕψει
σου, τὴν
ψυχὴν
σὺν
τῷ
σώματι
κλίναντες,
μετὰ Ἀγγέλων τὸν ὕμνον βοῶμέν σοι· Ἅγιος, Ἅγιος, Ἅγιος εἶ ὁ
Θεός,
διὰ
τῆς
Θεοτόκου
ἐλέησον ἡμᾶς.
Τὸ Φωταγωγικόν.
Φῶς ὑπάρχων
Χριστέ, φώτισόν
με ἐν σοί,
προστασίαις τῶν
Ἀσωμάτων,
καὶ σῶσόν
με.
Ἰστέον, ὅτι τὴν συμπλήρωσιν ἑκάστου Φωταγωγικοῦ ποιοῦμεν οὕτω.
Τῇ Δευτέρᾳ.
Προστασίαις Κύριε τῶν Ἀσωμάτων, καὶ σῶσόν με.
Τῇ Τρίτῃ
Προστασίαις Κύριε τοῦ Προδρόμου, καὶ σῶσόν με.
Τῇ Τετάρτῃ καὶ Παρασκευῇ
Δυνάμει
Κύριε τοῦ Σταυροῦ, καὶ σῶσόν με.
Τῇ Πέμπτῃ
Πρεσβείαις Κύριε, τῶν Ἀποστόλων, καὶ σῶσόν με.
Τῷ Σαββάτῳ λέγομεν αὐτὸ δίς.
Ἐν μὲν τῷ πρώτῳ
Πρεσβείαις Κύριε τῶν Ἁγίων σου, καὶ σῶσόν με.
Ἐν δὲ τῷ δευτέρῳ
Πρεσβείαις Κύριε, τῆς Θεοτόκου, καὶ σῶσόν με.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου