Κυριακή 1 Ιουνίου 2014

ΣΤΙΧΗΡΑ ΚΑΙ ΚΑΘΙΣΜΑΤΑ ΗΧΟΣ ΠΛ. Β'



ΗΧΟΣ ΠΛ. Β’
ΤΗ ΚΥΡΙΑΚΗ
ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα. Στιχηρὰ Κατανυκτικὰ.
Ἠχος πλ. β’
Μετάνοιαν οὐ κέκτημαι, ἀλλ' οὐδὲ πάλιν δάκρυα· διὰ τοῦτο ἱκετεύω σε Σωτήρ, πρὸ τέλους ἐπιστρέψαι, καὶ δοῦναι μοι κατάνυξιν, ὅπως ῥυσθήσωμαι τῆς κολάσεως.
ν τῇ φρικτῇ παρουσίᾳ σου Χριστέ, μὴ ἀκούσωμεν· οὐκ οἶδα ὑμᾶς· τὴν γὰρ ἐλπίδα ἐπὶ σοὶ τῷ Σωτῆρι ἐθέμεθα, εἰ καὶ τὰ σὰ προστάγματα οὐ πράττομεν, διὰ τήν ἀμέλειαν ἡμῶν, ἀλλὰ φεῖσαι τῶν ψυχῶν ἡμῶν δεόμεθα.
Τὰ τῆς καρδίας μου τραύματα, ἐκ πολλῶν ἁμαρτημάτων φυέντα μοι, ἰάτρευσον Σωτήρ, ὁ τῶν ψυχῶν, καὶ τῶν σωμάτων ἰατρός, ὁ, παρέχων τοῖς αἰτοῦσι, πταισμάτων τὴν συγχώρησιν ἀεί, παράσχου μοι δάκρυα μετανοίας, διδούς μοι τὴν λύσιν τῶν ὀφλημάτων Κύριε, καὶ ἐλέησόν με.
Γυμνόν με εὑρὼν τῶν ἀρετῶν ὁ ἐχθρός, τῷ βέλει τῆς ἁμαρτίας ἔτρωσεν· ἀλλὰ σὺ ὡς ἰατρὸς ψυχῶν τε καὶ σωμάτων, τὰ τραύματα τῆς ψυχῆς μου θεράπευσον, ὁ Θεός, καὶ ἐλέησόν με.

ΤΗ ΔΕΥΤΕΡΑ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α’ Στιχολογίαν. Καθίσματα Κατανυκτικὰ.
Ἦχος πλ. β’
ννοῶ τὴν ἡμέραν τὴν φοβεράν, καὶ θρηνῶ μου τὰς πράξεις τὰς πονηράς, πῶς ἀπολογήσομαι τῷ ἀθανάτῳ Βασιλεῖ; ποίᾳ δὲ παρρησίᾳ ἀτενίσω τῷ Κριτῇ, ὁ ἄσωτος ἐγώ; Εὔσπλαγχνε Πάτερ, Υἱὲ μονογενές, τὸ Πνεῦμα τὸ ἅγιον ἐλέησόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ  ὀργῇ σου παιδεύσῃς με.
Εἰς τὴν κοιλάδα τοῦ κλαυθμῶνος, εἰς τὸν τόπον ὃν διέθου, ὅταν καθίσῃς Ἐλεῆμον ποιῆσαι δικαίαν κρίσιν, μὴ δημοσιεύσῃς μου τὰ κεκρυμμένα, μηδὲ κατακρίνῃς με ἐνώπιον τῶν Ἀγγέλων, ἀλλὰ φεῖσαί μου ὁ Θεός, καὶ ἐλέησόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Τὴν ὑπερένδοξον τοῦ Θεοῦ Μητέρα, καὶ τῶν ἁγίων Ἀγγέλων ἁγιωτέραν, ἀσιγήτως ὑμνήσωμεν, καρδίᾳ καὶ στόματι, Θεοτόκον αὐτὴν ὁμολογοῦντες, ὡς κυρίως γεννήσασαν, Θεὸν σεσαρκωμένον, καὶ πρεσβεύουσαν ἀπαύστως, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
Φῶς Δικαίοις διαπαντός· οἱ γὰρ Ἅγιοι ἐν σοὶ φωτισθέντες, καταλάμπουσιν ἀεὶ ὡς φωστῆρες, λύχνον ἀσεβῶν σβέσαντες, ὧν ταῖς εὐχαῖς Σωτὴρ ἡμῶν, σὺ φωτιεῖς λύχνον μου Κύριε, καὶ σῶσόν με.

ΤΗ ΤΡΙΤΗ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν. Καθίσματα Κατανυκτικὰ.
Ἦχος πλ. β’
Τῶν φρονίμων Παρθένων τὸ ἄγρυπνον, δώρησαί μοι Κύριε, καὶ τῆς ψυχῆς μου τὴν λαμπάδα φαίδρυνον, ἐν ἐλαίῳ τῶν σῶν οἰκτιρμῶν ἵνα τῶν Ἀγγέλων τὸν ὕμνον βοῶ σοι· τό, Ἀλληλούϊα.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με, μηδὲ τῇ  ὀργῇ σου παιδεύσῃς με.
λέησον ἡμᾶς, Κύριε ἐλέησον ἡμᾶς· πάσης γὰρ ἀπολογίας ἀποροῦντες, ταύτην σοι τὴν ἱκεσίαν ὡς Δεσπότῃ, οἱ ἁμαρτωλοὶ προσφέρομεν, Ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Τῆς εὐσπλαγχνίας τὴν πύλην, ἄνοιξον ἡμῖν εὐλογημένη Θεοτόκε, ἐλπίζοντες εἰς σὲ μὴ ἀστοχήσωμεν, ῥυσθείημεν διὰ σοῦ τῶν περιστάσεων· σὺ γὰρ εἶ ἡ σωτηρία τοῦ γένους τῶν Χριστιανῶν.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
θλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας· δι' αὐτῶν ὁ Θεός, δυσωπούμενος, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.

ΤΗ ΤΕΤΑΡΤΗ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν. Καθίσματα Σταυρώσιμα.
Ἦχος πλ. β’
Σήμερον τὸ προφητικὸν πεπλήρωται λόγιον· Ἰδοὺ γὰρ προσκυνοῦμεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες σου Κύριε, καὶ ξύλου σωτηρίας γευσάμενοι, τῶν ἐξ ἁμαρτίας παθῶν, ἐλευθερίας ἐτύχομεν, πρεσβείαις τῆς Θεοτόκου μόνε φιλάνθρωπε.
Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Σταυρός σου Κύριε ἡγίασται· ἐν αὐτῷ γὰρ γίνονται ἰάματα, τοῖς ἀσθενοῦσιν ἐν ἁμαρτίαις. Δι' αὐτοῦ σοι προσπίπτομεν· Ἐλέησον ἡμᾶς.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.
σὲ κυήσασα Χριστέ, ἀειπάρθενος Κόρη, ἐν τῷ Σταυρῷ σε δι' ἡμᾶς, ὑψωθέντα ὁρῶσα, ἐτέτρωτο λύπης ῥομφαίᾳ τὴν ψυχήν, καὶ ἔκλαιε θρηνῳδοῦσα μητρικῶς· Αὐτῆς ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς, Κύριε τοῦ ἐλέους.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
θλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικοὶ αἰκισμοὶ ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους, καὶ βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοι.

ΤΗ ΠΕΜΠΤΗ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α’ Στιχολογίαν. Καθίσματα Ἀποστολικὰ.
Ἦχος πλ. β’
ς ἐν μέσῳ τῶν Μαθητῶν σου παρεγένου Σωτήρ, τὴν εἰρήνην διδοὺς αὐτοῖς, ἐλθὲ καὶ μεθ' ἡμῶν, καὶ σῶσον ἡμᾶς.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Οἱ Μαθηταί σου Ἰησοῦ, ἐπὶ τὰ πέρατα τῆς γῆς στελλόμενοι, τὰ ἔθνη εὐσεβῶς, ὡς ἰχθύας ζωγρήσαντες, προσήνεγκαν τῇ  σῇ ἀγαθότητι Κύριε, καὶ δι' αὐτῶν βοῶμέν σοι φιλάνθρωπε, τῷ λαῷ σου παράσχου, τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Ἐλπὶς τοῦ Κόσμου ἀγαθὴ.
γία Δέσποινα Χριστοῦ, τοῦ Θεοῦ ἡμῶν Μῆτερ, ὡς τῶν ἁπάντων Ποιητήν, ἀπορρήτως τεκοῦσα, ἱκέτευε σὺν Ἀποστόλοις Ἱεροῖς, ἑκάστοτε τὴν ἀγαθότητα αὐτοῦ, παθῶν ἡμᾶς λυτρώσασθαι, καὶ ἄφεσιν ἡμῖν δοῦναι ἁμαρτημάτων.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
Τῶν Ἀθλοφόρων σου ἡ μνήμη Κύριε, ἀνεδείχθη ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ Κτίσις. Διὸ παράσχου ἡμῖν, τῇ  αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος.

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α’ Στιχολογίαν. Καθίσματα Σταυρώσιμα.
Ἦχος πλ. β’
Μόνον ἐπάγη τὸ ξύλον Χριστὲ τοῦ Σταυροῦ σου, τὰ θεμέλια ἐσαλεύθη τοῦ θανάτου Κύριε· ὃν γὰρ κατέπιε πόθῳ ὁ ᾍδης, ἀπέλυσε τρόμῳ, ἔδειξας ἡμῖν τὸ σωτήριόν σου Ἅγιε, καὶ δοξολογοῦμέν σε Υἱὲ Θεοῦ· Ἐλέησον ἡμᾶς.
Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Κύριε κατέκρινάν σε Ἰουδαῖοι, θανάτῳ τὴν ζωὴν τῶν ἁπάντων, οἱ τὴν Ἐρυθρὰν ῥάβδῳ πεζεύσαντες, Σταυρῷ σε προσήλωσαν, καὶ οἱ ἐκ πέτρας μέλι θηλάσαντες, χολήν σοι προσήνεγκαν· ἀλλ' ἑκὼν ὑπέμεινας, ἵνα ἡμᾶς ἐλευθερώσῃς τῆς δουλείας τοῦ ἐχθροῦ, Χριστὲ ὁ Θεὸς ἡμῶν δόξα σοι.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.
Θεοτόκε Παρθένε, ἱκέτευε τὸν Υἱόν σου, τὸν ἑκουσίως προσπαγέντα ἐν Σταυρῷ, καὶ ἀναστάντα ἐκ νεκρῶν, Χριστὸν τὸν Θεὸν ἡμῶν, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
Τοὺς ἐν σταδίῳ τὸν Χριστὸν κηρύξαντας, καὶ τῶν ἀνόμων ἀπειλὰς μὴ πτήξαντας, ἐθαυμάστωσεν ὁ Κύριος· καθεῖλον γὰρ ἀθλητικῇ καρτερίᾳ, τὰ θράση τῶν παρανόμων, ἔλαβον παρὰ Χριστοῦ ἐπαξίως τὴν χάριν τῶν ἰαμάτων, ἀπαύστως δεόμενοι, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΗ ΠΑΡΑΣΚΕΥΗ
ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα. Στιχηρὰ Μαρτυρικὰ.
Ἦχος πλ. β’
Οἱ Μάρτυρές σου Κύριε, οὐκ ἠρνήσαντό σε, οὐκ ἀπέστησαν ἀπὸ τῶν ἐντολῶν σου, ταῖς αὐτῶν πρεσβείαις ἐλέησον ἡμᾶς.
Οἱ μαρτυρήσαντες διὰ σὲ Χριστέ, πολλὰς βασάνους ὑπέμειναν, πρεσβείαις Κύριε, καὶ εὐχαῖς αὐτῶν, πάντας ἡμᾶς διαφύλαξον.
Οἱ ἀθλοφόροι Μάρτυρες, καὶ οὐρανοπολῖται, ἐπὶ γῆς ἀθλήσαντες, πολλὰς βασάνους ὑπέμειναν, καὶ τέλειον ἀπέλαβον τὸν στέφανον ἐν οὐρανοῖς, ἵνα πρεσβεύωσιν, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Σταυρός σου Κύριε, τοῖς Μάρτυσι γέγονεν ὅπλον ἀήττητον· ἔβλεπον γὰρ τὸν προκείμενον θάνατον, καὶ προβλέποντες τὴν μέλλουσαν ζωήν, τῇ  ἐλπίδι τῇ  εἰς σὲ ἐνεδυναμοῦντο· αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.
Δόξα... Νεκρώσιμον, τοῦ Δαμασκηνοῦ.
ρχή μοι καὶ ὑπόστασις, τὸ πλαστουργόν σου γέγονε πρόσταγμα· βουληθεὶς γὰρ ἐξ ἀοράτου τε, καὶ ὁρατῆς με, ζῷον συμπῆξαι φύσεως, γῆθέν μου τὸ σῶμα διέπλασας, δέδωκας δέ μοι ψυχήν, τῇ  θείᾳ σου καὶ ζωοποιῷ ἐμπνεύσει. Διὸ Σωτὴρ τοὺς δούλους σου, ἐν χώρᾳ ζώντων, ἐν σκηναῖς Δικαίων ἀνάπαυσον.
Καὶ νῦν... Θεοτοκίον.
Τίς μὴ μακαρίσει σε, Παναγία Παρθένε; τίς μοι ἀνυμνήσει σου, τὸν ἀλόχευτον τόκον· ὁ γὰρ ἀχρόνως, ἐκ Πατρὸς ἐκλάμψας, Υἱὸς μονογενής, ὁ αὐτὸς ἐκ σοῦ τῆς ἁγνῆς προῆλθεν, ἀφράστως σαρκωθείς, φύσει Θεὸς ὑπάρχων, καὶ φύσει γενόμενος ἄνθρωπος δι' ἡμᾶς, οὐκ εἰς δυάδα προσώπων τεμνόμενος, ἀλλ' ἐν δυάδι φύσεων ἀσυγχύτως γνωριζόμενος. Αὐτὸν ἱκέτευε, σεμνὴ παμμακάριστε, ἐλεηθῆναι τὰς ψυχὰς ἡμῶν.

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α’ Στιχολογίαν. Καθίσματα Μαρτυρικὰ.
Ἦχος πλ. β’
θλητικὸν ἀγῶνα ὑπομείναντες οἱ Ἅγιοι, καὶ τὰ βραβεῖα τῆς νίκης παρὰ σοῦ κομισάμενοι, κατήργησαν τὰς ἐπινοίας τῶν παρανόμων, ἐδέξαντο στεφάνους τῆς ἀφθαρσίας, δι' αὐτῶν ὁ Θεός, δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ. 
θλητικαὶ ἐνστάσεις ἐπὶ τῷ σκάμματι, τυραννικοὶ αἰκισμοὶ ἐπὶ τοὺς Μάρτυρας, καὶ ἵσταντο χοροὶ τῶν Ἀσωμάτων, βραβεῖα κατέχοντες τῆς νίκης, ἐξέστησαν τυράννους, καὶ βασιλεῖς οἱ σοφοί, καθεῖλον τὸν Βελίαρ ὁμολογίᾳ Χριστοῦ, ὁ ἐνισχύσας αὐτούς, Κύριε δόξα σοι.
Στίχ. Τος Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωμεν ὁ Κύριος. 
Τῶν Ἁγίων σου ἡ μνήμη Κύριε, σήμερον ἀνεδείχθη, ὡς Παράδεισος ὁ ἐν Ἐδέμ· ἐν αὐτῇ γὰρ ἀγάλλεται πᾶσα ἡ Κτίσις. Διὸ παράσχου ἡμῖν, τῇ  αὐτῶν παρακλήσει, εἰρήνην καὶ τὸ μέγα ἔλεος.
Δόξα... Νεκρώσιμον.
ληθῶς ματαιότης τὰ σύμπαντα, ὁ δὲ βίος σκιὰ καὶ ἐνύπνιον· καὶ γὰρ μάτην ταράττεται πᾶς γηγενής, ὡς εἶπεν ἡ Γραφή· ὅτε τὸν Κόσμον κερδήσωμεν, τότε τῷ τάφῳ οἰκήσωμεν, ὅπου ὁμοῦ βασιλεῖς καὶ πτωχοί. Διὸ Χριστὲ ὁ Θεός, τοὺς μεταστάντας δούλους σου ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Καὶ νῦν... Θεοτοκίον.
λπὶς τοῦ Κόσμου ἀγαθή, Θεοτόκε Παρθένε, τὴν σὴν καὶ μόνην φοβερὰν προστασίαν αἰτοῦμεν. Σπλαγχνίσθητι εἰς εὐπερίστατον λαόν, δυσώπησον τὸν ἐλεήμονα Θεόν, ῥυσθῆναι τὰς ψυχὰς ἡμῶν, ἐκ πάσης ἀπειλῆς, μόνη εὐλογημένη.
Εἰς τοὺς Αἴνους. Στιχηρὰ Μαρτυρικὰ.
Ἦχος πλ. β’
Κύριε ἐν τῇ  μνήμῃ τῶν Ἁγίων σου, πᾶσα ἡ Κτίσις ἑορτάζει, οἱ οὐρανοὶ ἀγάλλονται σὺν τοῖς Ἀγγέλοις, καὶ ἡ γῆ εὐφραίνεται σὺν τοῖς ἀνθρώποις αὐτῶν ταῖς παρακλήσεσιν, ἐλέησον ἡμᾶς.
Κύριε εἰ μὴ τοὺς Ἁγίους σου εἴχομεν πρεσβευτάς, καὶ τὴν ἀγαθότητά σου συμπαθοῦσαν ἡμῖν, πῶς ἐτολμῶμεν Σωτὴρ ὑμνῆσαί σε, ὃν εὐλογοῦσιν ἀπαύστως Ἄγγελοι; Καρδιογνῶστα φεῖσαι τῶν ψυχῶν ἡμῶν.
Μνήμη Μαρτύρων, ἀγαλλίαμα τοῖς φοβουμένοις τὸν Κύριον· ἀθλήσαντες γὰρ διὰ Χριστόν, στεφάνους παρ' αὐτοῦ ἐκομίσαντο, καὶ νῦν ἐν παρρησίᾳ πρεσβεύουσιν, ὑπέρ τῶν ψυχῶν ἡμῶν.
Τοὺς ἐκλεκτοὺς ἐθαυμάστωσε, καὶ Ἁγίους ὁ Θεὸς ἡμῶν, ἀγαλλιᾶσθε καὶ εὐφραίνεσθε πάντες οἱ δοῦλοι αὐτοῦ· ὑμῖν γὰρ ἡτοίμασε τὸν στέφανον, καὶ τὴν Βασιλείαν αὐτοῦ, ἀλλ' αἰτοῦμεν, καὶ ἡμῶν μὴ ἐπιλάθησθε.
Δόξα... Νεκρώσιμον.
λγος τῷ Ἀδὰμ ἐχρημάτισεν, ἡ τοῦ ξύλου ἀπόγευσις, πάλαι ἐν Ἐδέμ, ὅτε ὄφις ἰὸν ἐξηρεύξατο· δι' αὐτοῦ γὰρ εἰσῆλθεν ὁ θάνατος, παγγενῆ κατεσθίων τὸν ἄνθρωπον· ἀλλ' ἐλθὼν ὁ Δεσπότης καθεῖλεν τὸν δράκοντα, καὶ ἀνάστασιν ἡμῖν ἐδωρήσατο. Πρὸς αὐτὸν οὖν βοήσωμεν· Φεῖσαι Σωτήρ, καὶ οὓς προσελάβου, ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Καὶ νῦν... Θεοτοκίον.
Πρεσβείαις τῆς τεκούσης σε, Χριστὲ καὶ τῶν Μαρτύρων σου, Ἀποστόλων, Προφητῶν, Ἱεραρχῶν, Ὁσίων καὶ Δικαίων, καὶ πάντων τῶν Ἁγίων, τοὺς κοιμηθέντας δούλους σου ἀνάπαυσον.

Ἀπόστιχα, τὰ Νεκρώσιμα Προσόμοια τοῦ Θεοφάνους.
Ἦχος πλ. β’
Ὅλην ἀποθέμενοι.
χων ἀκατάληπτον, τὴν εἰς ἡμᾶς εὐσπλαγχνίαν, καὶ πηγὴν ἀκένωτον, θεϊκῆς χρηστότητος πολυέλεε, τοὺς πρὸς σὲ Δέσποτα, μεταβεβηκότας, ἐν γῇ ζώντων κατασκήνωσον, εἰς τὰ σκηνώματα, τὰ ἀγαπητὰ καὶ ποθούμενα, κατάσχεσιν δωρούμενος, τὴν διηνεκῶς διαμένουσαν· σὺ γὰρ ὑπὲρ πάντων, ἐξέχεας τὸ αἷμά σου Χριστέ, καὶ ζωηφόρῳ τιμήματι, Κόσμον ἐξηγόρασας.
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Νέκρωσιν ὑπέμεινας, ζωοποιὸν ἑκουσίως, καὶ ζωὴν ἐπήγασας, καὶ τρυφὴν ἀΐδιον, πιστοῖς δέδωκας, ἐν ᾗ κατάταξον, τοὺς κεκοιμημένους, ἐπ' ἐλπίδι ἀναστάσεως, τὰ τούτων πταίσματα, πάντα συγχωρῶν ἀγαθότητι, ὡς μόνος ἀναμάρτητος, μόνος ἀγαθὸς καὶ φιλάνθρωπος· ἵνα διὰ πάντων, ὑμνῆταί σου τὸ ὄνομα Χριστέ, καὶ σεσωσμένοι δοξάζωμεν, τὴν φιλανθρωπίαν σου.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
Ζώντων κυριεύοντα, θεαρχικῇ ἐξουσίᾳ, καὶ νεκρῶν δεσπόζοντα, σὲ Χριστὲ γινώσκομεν πολυέλεε τοὺς πιστοὺς δούλους σου, τοὺς πρὸς σὲ τὸν μόνον, εὐεργέτην ἐκδημήσαντας, αὐτὸς ἀνάπαυσον, σὺν τοῖς ἐκλεκτοῖς σου φιλάνθρωπε, ἐν τόποις ἀναψύξεως, ἐν ταῖς τῶν Ἁγίων λαμπρότησι, θελητὴς ἐλέους· ὑπάρχεις γὰρ καὶ σῴζεις ὡς Θεός, οὓς κατ' εἰκόνα σου ἔπλασας, μόνε Πολυέλεε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον. Ὅμοιον.
φθης ἐνδιαίτημα, θεοπρεπὲς Παναγία, καὶ Θεὸν ἐχώρησας, καὶ Θεὸν ἐγέννησας ἀπειρόγαμε, ἐν δυσὶ φύσεσιν, ἐν δυσὶν οὐσίαις, ἐν μιᾷ δὲ ὑποστάσει Ἁγνή, αὐτόν ἱκέτευε, τὸν μονογενῆ καὶ πρωτότοκον, τὸν σὲ παρθένον ἄμωμον, καὶ μετὰ τὸν τόκον φυλάξαντα, ψυχὰς ἀναπαῦσαι, τῶν πίστει κοιμηθέντων εὐσεβῶς, ἐν ἀκηράτῳ φαιδρότητι, καὶ μακαριότητι.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου