ΤΗ ΤΡΙΤΗ
ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ
ΕΙΣ ΤΟΝ
ΟΡΘΡΟΝ
Μετὰ τὴν
α’ Στιχολογίαν, Καθίσματα Κατανυκτικά, καὶ Θεοτοκίον Τὰ κατὰ τὸν τυχόντα Ἦχον. Μετὰ δὲ τὴν β’ Στιχολογίαν τὰ παρόντα
Καθίσματα.
Ἦχος πλ. β’
Ἀγγελικαὶ δυνάμεις.
Ἁμαρτιῶν τῇ νόσῳ κατατηκόμενος, τῆς ἀπογνώσεως κλίνῃ κατάκειμαι· διό με Ἰατρὲ
τῶν ἀσθενούντων, ἐπίσκεψαι σῇ φιλανθρωπίᾳ, καὶ μὴ παραχωρήσῃς, ἐναφυπνῶσαι δεινῶς,
εἰς θάνατον πανοικτίρμον, ἵνα βοῶ σοι θερμῶς, ὁ τοῦ ἐλέους χορηγός, Κύριε δόξα
σοι.
Θεοτοκίον.
Ἀρχὴ σωτηρίας, ἡ τοῦ Γαβριὴλ προσηγορία, πρὸς τὴν Παρθένον
γέγονεν· ἤκουσε γὰρ τὸ Χαῖρε, οὐκ ἀπέφυγε τὸν ἀσπασμόν, οὐκ ἐδίστασεν ὡς ἡ Σάρρα
ἐν τῇ σκηνῇ, ἀλλ' οὕτως ἔλεγεν· Ἰδοὺ ἡ δούλη Κυρίου, γένοιτό μοι κατὰ τὸ
ῥῆμά σου.
Μετὰ τὴν γ’ Στιχολογίαν
Καθίσματα Ἦχος
πλ. α’
Λάμπει σήμερον.
Χθὲς καὶ σήμερον, ἡ νόσος ἡ τοῦ Λαζάρου· ταύτην γὰρ Χριστῷ δηλοῦσιν αἱ σύγγονοι,
ἐν χαρᾷ ἡ Βηθανία προευτρεπίζου, τὸν Δεσπότην ξεναγωγῆσαι καὶ Βασιλέα, σὺν ἡμῖν
βοῆσαι, Κύριε δόξα σοι.
Θεοτοκίον.
Μήτηρ Θεοῦ Παναγία, τὸ τεῖχος τῶν Χριστιανῶν, ῥῦσαι λαόν σου συνήθως, κραυγάζοντά
σοι ἐκτενῶς· Ἀντιτάχθητι αἰσχροῖς, καὶ ἀλαζόσι λογισμοῖς, ἵνα βοῶμέν σοι· Χαῖρε
Ἀειπάρθενε.
Ὁ Ν’, ὁ Κανὼν τοῦ Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ
τὴν τάξιν αὐτῶν. Στιχολογεῖται δὲ καὶ ἡ β’ Ὠδή.
Τριῴδιον Ποίημα Ἰωσὴφ.
Ὠδὴ β’ Ἦχος πλ. β’ Ὁ Εἱρμὸς.
Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ μάννα ἐπομβρήσας, καὶ τὸ
ὕδωρ ἐκ πέτρας, πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου, τῇ μόνῃ δεξιᾷ, καὶ τῇ ἰσχύϊ
τῇ ἐμῇ.
Θέλων ἑπτώχευσας, ὁ φύσει πλούσιος Χριστέ, ἐπείνασας θελήσει, ὁ ἐμπιπλῶν πᾶν
ζῶον· διό με κόρεσον πεινῶντά σου τὴν χάριν, καὶ δεῖξον τῆς ἐκεῖ, τραπέζης Λόγε
κοινωνόν.
Λάζαρον πτωχόν με, ἁμαρτιῶν δεῖξον Χριστέ, καὶ σκόρπισον τὸν πλοῦτον, ὅν περ
κακῶς συνῆξα, καὶ τὴν τελείαν σου ἀγάπησιν οἰκτίρμον, ἐμπλήσας τῆς ἐκεῖ, ῥῦσαι
κολάσεως φρικτῆς.
Παῖδας στομώσασα, δυνατωτέρους τοῦ πυρός, εἰργάσατο νηστεία, ποτὲ ἐν Βαβυλῶνι,
αὐτοὺς ζηλοῦσα ὦ ψυχή μου, μὴ ἀθύμει, καὶ πῦρ τῶν ἡδονῶν, πνεύματος σβέσεις
δροσισμῷ.
Θεοτοκίον.
Χαῖρέ σοι βοῶμεν, τῇ κυησάσῃ τὴν χαράν, ἡ Κεχαριτωμένη, Θεοτόκε Παρθένε, Θεὸν
ὃν ἔτεκες, δυσώπει λυτρωθῆναι, κινδύνων καὶ φθορᾶς, τοὺς ἀνυμνοῦντάς σε ἀεί.
Ἕτερον Ποίημα Θεοδώρου.
Εἱρμὸς ἄλλος.
Ἦχος πλ. α’ Ἴδετε ἴδετε.
Ἴδετε ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ πέραν, Ἰορδάνου διατρίβων
ἐπακούσας, ὅτι Λάζαρος νοσεῖ, καὶ φήσας ὅτι οὐ θνῄσκει, ἀλλ' ἔστι τοῦτο ὑπὲρ τῆς
δόξης μου.
Θρήνοις βαλλόμεναι, αἱ τοῦ Λαζάρου ἀδελφαί, τὸ πάθος, σοὶ τῷ Γνώστῃ τῶν ἁπάντων
φανεροῦσιν, ἀλλὰ μένεις πρὸς μικρόν, ἵνα ἐπανάγῃς τὸ θαῦμα, καὶ ὑποδείξῃς τοῖς Μαθηταῖς σου φρικτά.
Δόξα...
Ὁμοβασίλειε, ἡ τρισυπόστατος Μονάς, κυρία, βασιλεία τῶν αἰώνων,
σὲ δοξάζει τὸν Πατέρα, καὶ Υἱόν, καὶ τὸ ἅγιον Πνεῦμα, πληθὺς Ἀγγέλων, καὶ πᾶσα
φύσις βροτῶν.
Καὶ νῦν... Θεοτοκίον.
Τίς μὴ θαυμάσει, βλέπων ἐν σοὶ τὸν Πλαστουργόν, Παρθένε ἀναπλάσαντα Ἀδὰμ τὸν
πεπτωκότα καὶ ἀφράστῳ ἑνώσει, ἐκ σοῦ σαρκὶ τεχθέντα, ἀναλλοιώτως εἰς σωτηρίαν ἡμῶν;
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Νῦν εὐτρεπίσθητι, ὦ Βηθανία ἐν χαρᾷ ποιοῦσα, τὴν δοχὴν τοῦ Βασιλέως τῶν ἁπάντων,
ὅτι ἥξει ἐπὶ σέ, ἵνα τὸν Λάζαρον δείξῃ, παλινδρομοῦντα ἐκ τῆς φθορᾶς πρός ζωήν.
Ὁ Εἱρμὸς.
Ἴδετε, ἴδετε, ὅτι ἐγώ εἰμι Θεός, ὁ σάρκα ἐνδυσάμενος, βουλήσει
ἑκουσίᾳ, ἵνα σώσω τὸν Ἀδάμ, τὸν ἐκ πλάνης πεσόντα, τῇ παραβάσει διὰ τοῦ ὄφεως.
Ὠδὴ η’
Ἐκ φλογὸς τοῖς Ὁσίοις.
Ἐννοῶν μου τὰ πλήθη τῶν παραπτώσεων, καὶ πληττόμενος κέντρῳ
τῆς συνειδήσεως, ὥσπερ ἐν φλογί, ὀδυνῶμαι ὁ ἄθλιος. Οἴκτειρόν με Λόγε, Θεοῦ τῷ
σῷ ἐλέει.
Παραβλέψας Λαζάρου τὰ κατορθώματα, τοῦ ἀσπλάγχνου Πλουσίου τρόπους ἐζήλωσα,
εὔσπλαγχνε Θεέ, ἐπιστρέψας με οἴκτειρον, ἵνα σε δοξάζω, εἰς πάντας τοὺς αἰῶνας.
Ψυχικῇ ἀσθενείᾳ περικρατούμενος, καὶ τεθνήξεσθαι μέλλων δι' ἀπογνώσεως, τῆς
σῆς Ἰησοῦ, ἐπισκέψεως δέομαι, τῆς ζωοποιούσης, τοὺς σὲ προσκαλουμένους.
Θεοτοκίον.
Παναγία Παρθένε σύ με διάσωσον, τῆς ἐμῆς ἀσθενείας γενοῦ βοήθεια, ἡ τὸν
θελητὴν τοῦ ἐλέους κυήσασα ὃν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Εἱρμὸς ἄλλος.
Οἱ ὅσιοί σου Παῖδες.
Ἀγάλλου Βηθανία, ἡ τοῦ Λαζάρου πατρίς· ἐπὶ σοὶ γὰρ Χριστὸς ἐπιστάς, μεγαλεῖον
τελέσει, ζωώσας τὸν Λάζαρον.
Λάζαρος νοσηλεύεται,
ἵνα σὺ δοξασθῇς, ὁ Υἱὸς τοῦ Θεοῦ ἐν αὐτῷ, καὶ ὑμνεῖ σε ἀπαύστως, τὰ ἔργα τὸν Κύριον.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.
Τριάδα παναγίαν, τὴν ἐν Πατρί, καὶ Υἱῷ, καὶ Πνεύματι, ὑμνοῦντες ψάλλομεν· Εὐλογεῖτε,
τὰ ἔργα τὸν Κύριον.
Καὶ νῦν... Θεοτοκίον.
Τὸν ἄρρητόν σου τόκον,
πάντες ὑμνοῦμεν Ἁγνή, καὶ σέβοντες αὐτὸν ὡς Θεόν, εὐλογοῦμεν ὑμνοῦμεν, ἀπαύστως
τὸν Κύριον.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι
Τῶν ἀρετῶν τοὺς κλάδους, πρὸς ὑπαντὴν τοῦ Χριστοῦ, εὐτρεπίζοντες νῦν κράζομεν· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ὁ Εἱρμὸς.
Οἱ ὅσιοί σου Παῖδες, ἐν τῇ καμίνῳ Χριστέ, ἀνυμνοῦντες ἔψαλλον· Εὐλογεῖτε τὰ ἔργα,
Κυρίου τὸν Κύριον.
Ὠδὴ θ’
Θεὸν ἀνθρώποις.
Τὸ πρὶν τὸν ἄνθρωπον τὸν Πρωτόπλαστον, γεῦσις πικρὰ δεινῶς τοῦ Παραδείσου ἐξώρισε,
καὶ θανάτου τοῖς βρόχοις ὑπέζευξε.
Νήστευσον ὦ ψυχή μου, φεῦγε τὴν μίμησιν, φεῦγε τῆς τροφῆς τὴν ἡδονήν, τὴν πολυώδυνον.
Εἰς νοῦν λαμβάνω σοῦ τὸ κριτήριον, τὸ τῆς φλογὸς τὸ ἄσβεστον, Κριτὰ δικαιότατε,
ἐμαυτὸν κατακρίνω πρὸ κρίσεως· δέδοικα γὰρ καὶ τρέμω, ἄμετρα πταίσας σοι, ἄλλος
ὡς οὐδεὶς ἐπὶ τῆς γῆς· διό με οἴκτειρον.
Παθῶν
ἐκπλύνωμεν ἀμαυρότητα, φωτιστικαῖς εὐχαῖς, καὶ ἀρετῶν κλάδους φέροντες, ὑπαντῆσαι
Χριστῷ ἐπισπεύσωμεν, πώλῳ προσδοκωμένῳ, νῦν ἐπιβήσεσθαι, ἑτοιμαζομένῳ τε
παθεῖν, διὰ τὸ σῶσαι ἡμᾶς.
Θεοτοκίον.
Ἐκ
σοῦ Παρθένε θεοχαρίτωτε, τοῖς ἐκ νυκτὶ παθῶν κεκρατημένοις ἀνέτειλε, τοῦ
φωτὸς καὶ εἰρήνης Χριστὸς χορηγός, τὴν ἐξ ἀπροσεξίας, λύων παράβασιν, καὶ τήν ἀπολύτρωσιν
ἡμῖν, σαφῶς δωρούμενος.
Ἄλλος.
Ἡσαΐα χόρευε.
Νῦν
τὰ
νεκροτάφια, ἑτοιμάζου,
Λάζαρε σοφέ· ἐκλείπεις
γὰρ
τῆς
ζωῆς, αὔριον θανών,
τὸν
τάφον ἐπίβλεψον,
ὃν
οἰκήσεις, ἀλλά σε
Χριστός, πάλιν ζωώσεται,
ἀναστήσας τετραήμερον.
Βηθανία
χόρευε· ἐπὶ σὲ γάρ, ἥξει ὁ Χριστός, θαῦμά σοι ἐκτελῶν, μέγα καὶ φρικτόν, δεσμεύσας
τὸν θάνατον, ἀναστήσει, πάντως ὡς Θεός, Λάζαρον θνήξαντα, καὶ τὸν Κτίστην μεγαλύνοντα.
Δόξα...
Ὁμοουσιότητι,
ἀνυμνῶ σε, ἄναρχε Τριάς, σεπτὴ ζωαρχική, ἄτμητε Μονὰς Πατὴρ ὁ ἀγέννητος καὶ
γεννητέ, Λόγε καὶ Υἱέ, Πνεῦμα τὸ ἅγιον, ἡμᾶς σῶσον τοὺς ὑμνοῦντάς σε.
Καὶ νῦν...
Ὑπὲρ
νοῦν ὁ τόκος σου, Θεομῆτορ· ἄνευ γὰρ ἀνδρός, ἡ σύλληψις ἐν σοί, καὶ παρθενικῶς,
ἡ κύησις γέγονε· καὶ γὰρ Θεός ἐστιν ὁ τεχθεὶς ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Δεῦτε
ἑτοιμάσωμεν, τῷ Κυρίῳ, τὰ πρὸς ὑπαντήν, βαΐα ἀρετῶν, φέροντες αὐτῷ· οὕτω γὰρ
δεξόμεθα, ὡς εἰς πόλιν Ἱερουσαλὴμ ἐν τῇ ψυχῇ ἡμῶν, προσκυνοῦντες καὶ ὑμνοῦντες
αὐτόν.
Ὁ Εἱρμὸς.
Ἡσαΐα χόρευε,
ἡ
Παρθένος, ἔσχεν ἐν
γαστρί, καὶ ἔτεκεν
Υἱόν, τὸν Ἐμμανουὴλ
Θεόν τε καὶ
ἄνθρωπον, Ἀνατολὴ ὄνομα
αὐτῷ, ὃν μεγαλύνοντες, σὲ Παρθένε
μακαρίζομεν.
Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.
Εἰς τὰ Ἀπόστιχα
τῶν Αἴνων.
Ἰδιόμελον
Ἦχος πλ. α’
Ὀλισθηρῶς
τοῖς παραπτώμασι, καὶ ταῖς σειραῖς τῶν ἁμαρτημάτων, συνδεδεμένη ὦ ψυχή,
τί ῥαθυμεῖς; τί ἀμελεῖς; φεῦγε ἀεὶ Σοδόμων καὶ Γομόρρας ὡς ὁ Λώτ, ἀσελγείας τὸν
ἐμπρησμόν, μὴ στραφῇς εἰς τὰ ὀπίσω, καὶ γένῃ καθάπερ στήλη ἁλός, εἰς ὄρος ἀνασῴζου
τῶν ἀρετῶν, φεῦγε ἀεὶ τοῦ ἀπηνοῦς Πλουσίου, ἀσπλαγχνίας τὴν φλεγμονήν, εἰς τοὺς
κόλπους πρόβαινε τοῦ Ἀβραάμ, ὡς ὁ Λάζαρος, διὰ ταπεινοφροσύνης κράζουσα· Ἡ ἐλπίς
μου καὶ καταφυγή, Κύριε δόξα σοι. (Δίς)
Μαρτυρικὸν.
Οἱ
Ἀθλοφόροι σου Κύριε, τάξεις τῶν Ἀγγέλων μιμησάμενοι, ὡς ἀσώματοι ταῖς βασάνοις ἐνεκαρτέρησαν,
μονολόγιστον ἐλπίδα ἔχοντες, τῶν ἐπηγγελμένων ἀγαθῶν τήν ἀπόλαυσιν, ταῖς αὐτῶν
πρεσβείαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς
ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα...
Καὶ νῦν... Θεοτοκίον.
Σὲ
δυσωποῦμεν, ὡς Θεοῦ Μητέρα, εὐλογημένη, πρέσβευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ
Τροπάριον τῆς Προφητείας.
Ἦχος πλ. α’
Ἀκαταμάχητον τεῖχος ἔδωκας
τῇ
πόλει ἡμῶν,
τὴν
τεκοῦσάν σε Παρθένον,
δι' αὐτῆς Σῶτερ,
ἀπὸ
τῶν
κύκλῳ συνεπιτιθεμένων κακῶν, ἐξελοῦ δεόμεθα τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ
Προκείμενον Ἦχος δ’ Ψαλμὸς ρη’
Βοήθησόν μοι, Κύριε ὁ Θεός μου.
Στίχ. Ὁ Θεός, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
(Κεφ.
ΜΘ’: 6-10)
Τάδε
λέγει Κύριος· Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς
σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς. Οὕτω λέγει Κύριος ὁ ῥυσάμενός σε, ὁ Θεὸς Ἰσραήλ. Ἁγιάσατε
τὸν φαυλίζοντα τὴν ψυχὴν αὐτοῦ, τὸν βδελυσσόμενον ὑπὸ τῶν ἐθνῶν, τὸν δοῦλον τῶν
ἀρχόντων, Βασιλεῖς ὄψονται αὐτόν, καὶ ἀναστήσονται ἄρχοντες, καὶ προσκυνήσουσιν
αὐτῷ ἕνεκεν Κυρίου, ὅτι πιστός ἐστιν ὁ Ἅγιος τοῦ Ἰσραήλ, ὃς ἐξελέξατό σε. Οὕτω
λέγει Κύριος· Καιρῷ δεκτῷ ἐπήκουσά σου, καὶ ἐν ἡμέρᾳ σωτηρίας ἐβοήθησά σοι, καὶ
ἔπλασά σε, καὶ ἔδωκά σε εἰς διαθήκην ἐθνῶν, τοῦ καταστῆσαι τὴν γῆν, καὶ
κατακληρονομῆσαι κληρονομίας ἐρήμους, λέγοντα τοῖς ἐν δεσμοῖς· Ἐξέλθετε,
καὶ τοῖς ἐν τῷ σκότει, Ἀνακαλύφθητε. Ἐν πάσαις ταῖς ὁδοῖς βοσκηθήσονται,
καὶ ἐν πάσαις ταῖς τρίβοις ἡ μονὴ αὐτῶν, οὐ πεινάσουσιν, οὐδὲ διψήσουσιν, οὐδὲ
πατάξει αὐτοὺς ὁ καύσων, οὐδὲ ὁ ἥλιος, ἀλλ' ὁ ἐλεῶν αὐτοὺς παρακαλέσει, καὶ διὰ
πηγῶν ὑδάτων ἄξει αὐτούς.
Προκείμενον
Ἦχος δ’ Ψαλμὸς ρθ’
Σὺ
Ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ.
Στίχ. Εἶπεν ὁ Κύριος τῷ
Κυρίω μου· Κάθου ἐκ δεξιῶν μου.
ΤΗ ΤΡΙΤΗ ΠΡΟ ΤΩΝ
ΒΑΪΩΝ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὴν συνήθη Στιχολογία. Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν Στιχηρὰ τὰ ἑπόμενα τοῦ Τριῳδίου γ’ καὶ τοῦ Μηναίου γ’.
Στιχηρὰ Προσόμοια Ποίημα Ἰωσὴφ.
Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου σε.
Πάσαις προσβολαῖς τοῦ πονηροῦ, ἡ πολυπαθής μου καρδία,
ἐξασθενήσασα, τάφῳ κατενήνεκται, τῆς ῥαθυμίας δεινῶς, καὶ ὡς λίθῳ καλύπτεται,
τῇ ἀναισθησίᾳ, Σῶτερ ὁ τῷ ξύλῳ σου, τοῦ ζωηφόρου Σταυροῦ, πάντας τοὺς ἐν ᾍδη
ζωώσας, ἔγειρόν με ζώωσον, ὅπως, φόβῳ σου δοξάζω τὴν Θεότητα.
Πλοῦτον ἡδονῶν φθοροποιῶν, τῇ τοῦ πονηροῦ συνεργείᾳ, πάντοτε ἔστερξα, μάτην εὐφραινόμενος, ὁ
ἀσυνείδητος, τὸν δὲ νοῦν μου παρέβλεψα, ὡς Λάζαρον ἄλλον, στένοντα λιμώττοντα,
ἐνθέου βρώσεως, Λόγε τῆς φλογὸς τῆς μελλούσης, ῥῦσαί με τῇ σῇ εὐσπλαγχνίᾳ, ὅπως σε δοξάζω τὸν φιλάνθρωπον.
Ἕτερον Ποίημα
Θεοδώρου
Ἦχος γ' Ἔστησαν τὰ τριάκοντα ἀργύρια.
Σήμερον ἐναπέψυξεν ὁ Λάζαρος, καὶ θρηνεῖ τοῦτον Βηθανία,
ὃν ὁ Σωτὴρ ἡμῶν, ἐγείρεις ἐκ τῶν νεκρῶν, προπιστοῦσαι ἐν τῷ φίλῳ σου, τὰ τῆς
Ἀναστάσεώς σου τῆς φρικτῆς, τοῦ ᾍδου τὴν νέκρωσιν, καὶ Ἀδὰμ τὴν ζωήν· διὰ
τοῦτό σε ὑμνοῦμεν.
Καὶ τοῦ Μηναίου, Προσόμοια γ’
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον.
Ἑσπέρας Προκείμενον Ἦχος δ' Ψαλμὸς ρι’
Ἀρχὴ σοφίας, φόβος Κυρίου.
Στίχ. Ἐξομολογήσομαί
σοι, Κύριε, ἐν ὅλῃ καρδίᾳ μου.
Γενέσεως τὸ Ἀνάγνωσμα
(Κεφ. ΛΑ’: 3-16)
Εἶπε Κύριος πρὸς Ἰακώβ· Ἀποστρέφου εἰς τὴν γῆν τοῦ πατρός σου, καὶ εἰς τὴν γενεάν σου, καὶ ἔσομαι μετὰ σοῦ. Ἀποστείλας δὲ Ἰακώβ, ἐκάλεσε Λείαν, καὶ
Ῥαχήλ εἰς τὸ πεδίον, οὗ ἦν τὰ ποίμνια, καὶ εἶπεν αὐταῖς· ὁρῶ ἐγὼ τὸ πρόσωπον
τοῦ πατρὸς ἡμῶν, ὅτι οὐκ ἔστι πρὸς ἐμέ, ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν, ὁ δὲ Θεὸς
τοῦ πατρός μου ἦν μετ' ἐμοῦ, καὶ αὐταὶ δὲ οἴδατε, ὅτι ἐν πάσῃ τῇ ἰσχύϊ μου δεδούλευκα τῷ πατρὶ ὑμῶν, ὁ δὲ πατὴρ ὑμῶν παρεκρούσατό με, καὶ
ἤλλαξε τὸν μισθόν μου τῶν δέκα ἀμνῶν, καὶ οὐκ ἔδωκεν αὐτῷ ὁ Θεὸς τοῦ πατρός μου
κακοποιῆσαί με. Ἐὰν οὕτως εἴπῃ, τὰ ποικίλα ἔσται σου μισθός, καὶ τέξεται πάντα
τὰ πρόβατα ποικίλα, ἐὰν δὲ εἴπῃ, τὰ λευκὰ ἔσται σου μισθός, καὶ τέξεται πάντα τὰ
πρόβατα λευκά. Καὶ ἀφείλετο ὁ Θεὸς πάντα τὰ κτήνη τοῦ πατρὸς ὑμῶν, καὶ ἔδωκέ
μοι αὐτά. Καὶ ἐγένετο ἡνίκα ἐνεκίσσων τὰ πρόβατα, ἐν γαστρὶ λαμβάνοντα, εἶδον
αὐτὰ τοῖς ὀφθαλμοῖς μου ἐν τῷ ὕπνῳ, καὶ ἰδοὺ οἱ τράγοι. Καὶ οἱ κριοὶ ἀναβαίνοντες
ἦσαν ἐπὶ τὰ πρόβατα καὶ τὰς αἴγας, διάλευκοι καὶ ποικίλοι καὶ σποδοειδεῖς
ῥαντοί. Καὶ εἶπέ μοι ὁ Ἄγγελος τοῦ Θεοῦ καθ' ὕπνον· Ἰακώβ, Ἰακώβ· Ἐγὼ δὲ εἶπα·
Τί ἔστι; Καὶ εἶπεν· Ἀνάβλεψον τοῖς ὀφθαλμοῖς σου, καὶ ἴδε τοὺς τράγους, καὶ τοὺς κριοὺς ἀναβαίνοντας ἐπὶ τὰ
πρόβατα, καὶ τὰς αἴγας διαλεύκους καὶ ποικίλους, καὶ σποδοειδεῖς ῥαντούς·
ἑώρακα γὰρ ὅσα σοι Λάβαν ποιεῖ. Ἐγώ εἰμι ὁ Θεός σου, ὁ ὀφθείς σοι ἐν τόπῳ Θεοῦ,
οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι ἐκεῖ εὐχήν. Νῦν οὖν ἀνάστηθι, καὶ
ἔξελθε ἐκ τῆς γῆς ταύτης, καὶ ἄπελθε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἔσομαι μετὰ σοῦ. Καὶ ἀποκριθεῖσαι Ῥαχήλ, καὶ
Λεία, εἶπον αὐτῷ· Μή ἐστιν ἡμῖν ἔτι μερίς, ἢ κληρονομίαν τῷ οἴκῳ τοῦ πατρὸς
ἡμῶν, οὐχ ὡς ἀλλότριαι λελογίσμεθα αὐτῷ; πέπρακε γὰρ ἡμᾶς, καὶ καταβρώσει
κατέφαγε τὸ ἀργύριον ἡμῶν, πάντα τὸν πλοῦτον, καὶ τὴν δόξαν, ἣν ἀφείλετο ὁ Θεὸς τοῦ πατρὸς ἡμῶν, ἡμῖν ἔσται, καὶ τοῖς τέκνοις ἡμῶν. Νῦν οὖν, ὅσα σοι εἴρηκεν ὁ Θεός σου, ποίει.
Προκείμενον Ἦχος δ’ Ψαλμὸς ρια’
Ἐλεήμων, καὶ οἰκτίρμων, καὶ δίκαιος.
Στίχ. Μακάριος ἀνήρ, ὁ φοβούμενος τὸν Κύριον.
Παροιμιῶν τὸ Ἀνάγνωσμα
(Κεφ. ΚΑ’: 3-21)
Υἱέ, ποιεῖν δίκαια καὶ ἀληθεύειν, ἀρεστὰ παρὰ Θεῷ μᾶλλον,
ἢ θυσιῶν αἷμα. Μεγαλόφρων ἐν ὕβρει θρασυκάρδιος, λαμπτὴρ δὲ ἀσεβῶν ἁμαρτία,
λογισμοὶ συντέμνοντος, πλὴν εἰς περίσσειαν, καὶ πᾶς μὴ ἐπισπουδάζων, πλὴν εἰς
ὑστέρημα, ὁ ἐνεργῶν θησαυρίσματα γλώσσῃ ψευδεῖ, μάταια διώκει, καὶ ἔρχεται ἐπὶ
παγίδας θανάτου. Ὄλεθρος ἀσεβέσιν ἐπιξενωθήσεται· οὐ γὰρ βούλονται πράσσειν τὰ
δίκαια. Πρὸς τοὺς σκολιούς, σκολιὰς ὁδοὺς ἀποστέλλει ὁ Θεός· ἁγνά γὰρ καὶ ὀρθὰ
τὰ ἔργα αὐτοῦ. Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ ἐν κεκονιαμένοις μετὰ
ἀδικίας, καὶ ἐν οἴκῳ κοινῷ. Ψυχὴ ἀσεβοῦς οὐκ ἐλεηθήσεται ὑπ' οὐδενὸς τῶν
ἀνθρώπων. Ζημιουμένου ἀκολάστου, πανουργότερος γίνεται ὁ ἄκακος, συνιῶν δὲ
σοφός, δέξεται γνῶσιν. Συνιεῖ δίκαιος ψυχὰς ἀσεβῶν, καὶ φαυλίζει ἀσεβεῖς ἐν
κακοῖς. ῞Ος φράσσει τὰ ὦτα αὐτοῦ τοῦ μὴ ἐπακοῦσαι ἀσθενοῦς, καὶ αὐτὸς
ἐπικαλέσεται, καὶ οὐκ ἔσται ὁ ἐπακούων. Δόσις λάθριος, ἀνατρέπει ὀργάς, δώρων
δὲ ὁ φειδόμενος, θυμὸν ἐγείρει ἰσχυρόν. Εὐφροσύνη δικαίων ποιεῖν κρῖμα, ὅσιος
δὲ ἀκάθαρτος παρὰ κακούργοις. Ἀνὴρ πλανώμενος ἐξ ὁδοῦ δικαιοσύνης, ἐν συναγωγῇ
γιγάντων ἀναπαύσεται. Ἀνὴρ ἐνδεὴς ἀγαπᾷ εὐφροσύνην, φιλῶν οἶνον, καὶ ἔλαιον, οὐ
πλουτήσει, περικάθαρμα δὲ δικαίου ἄνομος, καὶ ἀντὶ εὐθέων, παράνομος. Κρεῖσσον
οἰκεῖν ἐν γῇ ἐρήμῳ, ἢ μετὰ γυναικὸς μαχίμου, καὶ γλωσσώδους, καὶ ὀργίλου,
θησαυρὸς ἐπιθυμητὸς ἀναπαύσεται ἐπὶ στόματος σοφοῦ, ἄφρονες δὲ ἄνδρες
καταπίονται αὐτόν, ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν.
Εἰς τὰ Ἀπόστιχα.
Ἰδιόμελον Ἦχος α’
Πορφύραν αὐτοκρατορίας θεότευκτον, καὶ βύσσον ἀφθαρσίας,
ἐστολισμένη ψυχή μου, τὴν οἰκείαν
ἀξίαν καθύβρισας, πλοῦτον καὶ τρυφὴν ἐπὶ ἁμαρτίᾳ ποιησαμένη, καὶ κατεπαιρομένη,
τῶν ὁμοφύλων, ὡς ὁ τὸν πτωχὸν Λάζαρον, παριδὼν Πλούσιος. Ἀλλ' ἵνα μὴ σὺν ἐκείνῳ
κολασθῇς, πτώχευσον τῷ πνεύματι, καὶ τῷ διὰ σὲ πτωχεύσαντι Κυρίῳ κράξον, ὁ
πορφύραν ὕβρεως πρὸ Σταυροῦ φορέσας, καὶ γυμνὸς ἐν Σταυρῷ παγεὶς δι' ἐμέ, τῷ
τῆς σῆς Βασιλείας ἐνδύματι, ἐξ αἰσχύνης αἰωνίου Χριστὲ ῥῦσαί με. (Δίς)
Μαρτυρικὸν.
Ὢ τῆς καλὴς ὑμῶν,
πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς
καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε, ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα! Φθαρτὰ
γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε
ἀπαύστως, Τριάδα Ὁμοούσιον.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον.
Πανεύφημοι Μάρτυρες.
Ῥομφαία διῆλθεν ὦ
Υἱέ, ἡ Παρθένος ἔλεγεν, ἐπὶ τοῦ ξύλου ὡς ἔβλεψε, Χριστὸν κρεμάμενον, τὴν ἐμὴν καρδίαν, καὶ σπαράττει Δέσποτα, ὡς πάλαι Συμεών μοι προέφησεν, ἀλλὰ
ἀνάστηθι, καὶ συνδόξασον Ἀθάνατε, τὴν Μητέρα, καὶ δούλην σου δέομαι.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου