Κυριακή 1 Ιουνίου 2014

ΤΡΙΤΗ ΤΗΣ Ε'. ΕΒΔΟΜΑΔΟΣ



ΤΗ ΤΡΙΤΗ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὰ Τριαδικά τὰ τοῦ Ἤχου, εἰς τὴν α’ Στιχολογίαν, Καθίσματα Κατανυκτικά, καὶ Θεοτοκίον τοῦ αὐτοῦ Ἤχου. Μετὰ δὲ τὴν β’ Στιχολογίαν τὰ παρόντα Καθίσματα.   
Ἦχος γ’ Θείας πίστεως.
Ζέσει πίστεως δι' ἐγκρατείας, πάθη φλέξωμεν τῆς ἀκρασίας, καὶ τὸν κρυμὸν τῆς ἁμαρτίας ἐκφύγωμεν, καὶ τῶν δακρύων κρουνοῖς κατασβέσωμεν, τὴν αἰωνίζουσαν φλόγα κραυγάζοντες. Ὑπεράγαθε, ἡμάρτομέν σοι, ἱλάσθητι καὶ δώρησαι ἡμῖν τὸ μέγα ἔλεος.
Θεοτοκίον.
Θεία γέγονας σκηνὴ τοῦ Λόγου, μόνη πάναγνε, Παρθενομῆτορ, τῇ  καθαρότητι Ἀγγέλους ὑπεράρασα, τὸν ὑπὲρ πάντας ἐμὲ χοῦν γενόμενον, ῥερυπωμένον σαρκὸς πλημμελήμασιν, ἀποκάθαρον, πρεσβείαις σου, τοῖς  ἐνθέοις νάμασι, παρέχουσα σεμνή, τὸ μέγα ἔλεος.
Μετὰ τὴν γ' Στιχολογίαν
Καθίσματα  Ἦχος β’
Ὑπερευλογημένη ὑπάρχεις.
περδεδοξασμένη ἡ χάρις, τῆς πανσέπτου Νηστείας, δι' αὐτῆς Ἡλιοῦ ὁ Προφήτης εὑρίσκει ἅρμα πύρινον, καὶ Μωϋσῆς πλάκας δέχεται. Δανιὴλ τεθαυμάστωται. Ἐλισσαῖος νεκρὸν ἤγειρεν, οἱ Παῖδες τὸ πῦρ κατέσβεσαν, καὶ πᾶς τις Θεῷ οἰκείωται. Αὐτῇ ἐντρυφῶντες βοήσωμεν· Εὐλογητὸς Χριστὸς ὁ Θεὸς ἡμῶν, ὁ οὕτως εὐδοκήσας, δόξα σοι.
Θεοτοκίον.
Τὴν ἄχραντον.
Τὴν ἄμαχον πρεσβείαν σου, κεκτημένος ἐν δεινοῖς, λυτροῦμαι τῶν θλιβόντων με, παρ' ἐλπίδα θαυμαστῶς, ὦ Μῆτερ Θεοῦ· προφθάνεις γὰρ πάντοτε, τοῖς  αἰτοῦσί σε πιστῶς, καὶ λύεις συνεχόμενα, πειρατήρια ἐχθρῶν· ὅθεν εὐχαρίστως βοῶμέν σοι. Δέξαι Δέσποινα βραχέα χαριστήρια, ἀνθ' ὧν ὑπάρχεις μοι ἐν πᾶσι βοήθειᾳ.
Ὁ Κανὼν τοῦ Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν αὐτῶν. Στιχολογεῖται δὲ καὶ ἡ β’ Ὠδή.
 Τριῴδιον ποίημα Ἰωσηφ.
Ὠδὴ β'  Ἦχος γ’
Ὁ Εἱρμὸς.
Πρόσεχε γῆ καὶ οὐρανέ, καὶ ἐνωτίζου τὰ ῥήματά μου· λαλήσω γὰρ τοῖς  ἐν γῇ, Θεοῦ θαυμάσια.
διαλείπτοις προσευχαῖς, καὶ ἐγκρατείᾳ καὶ θεωρίᾳ, πτερώσωμεν τὰς ψυχάς, πρὸς θεῖον ἔρωτα.
Τῆς ἀκρασίας τὸν κρυμόν, διεκφυγόντες θαλφθῶμεν πάντες, τῆς ἐγκρατείας φωτὶ καὶ θείῳ Πνεύματι.
λατι θείων ἀρετῶν, τὴν σηπεδόνα τῆς ἁμαρτίας, ἀποβαλοῦσα ψυχή, Θεῷ κολλήθητι.
Θεοτοκίον.
πανεπαύσατο Χριστός, ἐν σῇ τῇ  μόνῃ εὐλογημένῃ, καὶ σάρκα τὴν ἑαυτοῦ, ἐκ σοῦ ἐφόρεσεν.
Ἕτερον Ποίημα Θεοδώρου.
Ἦχος β'  Προσέχετε λαοὶ.
Νηστείαν καθαράν, εὐχὰς δάκρυα, μελέτην τῶν θείων, καὶ πᾶσαν ἄλλην, ἀρετὴν συμποριζόμενοι, τῷ Δεσπότι Θεῷ καὶ νῦν   προσοίσωμεν.
Εὔα ἁλωτή, καρποῦ γέγονε, ψυχή μου, βλέπε σὺ μὴ δελεάζου, εἰ προσβάλλει σοι ὁ ὄφις ποτέ, συμβουλεύων φαγεῖν σε, ἡδονῆς τοὺς καρπούς.
Δόξα...
Τὰ τρία τῆς μιᾶς, μορφῆς πρόσωπα δοξάζω, Πατέρα, Υἱὸν καὶ Πνεῦμα, ἓν τὸ κράτος τῆς Θεότητος, βασιλείαν ἁπάντων καὶ λαμπρότητα.
Καὶ νῦν... Θεοτοκίον.
τόκος σου Ἁγνή, φρικτὸς πέφυκε· Θεὸς γὰρ ὑπάρχει ἐνανθρωπήσας, ὁ ἀνάρχως ἐκ Πατρὸς γεννηθείς, καὶ ἐκ σοῦ ἐπ' ἐσχάτων πλὴν ἀνδρὸς κυηθείς.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Αἱμόρρουν ἐπαφή, τοῦ κρασπέδου σου, ίάσω Χριστέ μου, κᾀμὲ ἐν πίστει, τοῦ ἐλέους σου ἁπτόμενον, ὑγιῆ ἐκ παθῶν ἀποκατάστησον.
Ὁ Εἱρμὸς.
Προσέχετε λαοί, τὰ τεράστια τῶν ἔργων, τῆς θείας μου δυναστείας, καὶ ἐν τούτῳ ἐπιγνώσεσθε, ὅτι μόνος ἐγώ εἰμι Θεὸς τοῦ παντός.
Ὠδὴ η’
Τὸν ὑπ' Ἀγγέλων ἀσιγήτως.
ν ἀποκρύφῳ ἐνεδρεύων, καθ' ἡμέραν ὁ παμπόνηρος, ἐπιζητεῖ με συλλαβεῖν, καὶ κατάβρωμα ποιήσασθαι, αὐτοῦ με τῆς κακίας, ῥῦσαι Σωτήρ, ὁ σώσας τόν, Ἰωνᾶν ἐκ τοῦ κήτους.
Διὰ νηστείας καθαιρόμενοι, ἀρετῶν ὄρει προσέλθωμεν, καὶ ἀκουσώμεθα τρανῶς, τί λαλήσει ἐν ἡμῖν ὁ Θεός· λαλήσει γὰρ εἰρήνην, καὶ φωτισμόν, καὶ ἴασιν ψυχικῶν συντριμμάτων.
μαρτημάτων ἀμαυρότητι, καθ' ἑκάστην ἐκτυφλούμενος, ἀδυνατῶ κατανοεῖν, τὰ θαυμάσιά σου Κύριε· διό μου τῆς καρδίας τοὺς ὀφθαλμούς, διάνοιξον Ἰησοῦ φωτοδότα.
Θεοτοκίον.
Τῶν οἰκτιρμῶν σου ταῖς ῥανίσιν, Ἀειπάρθενε ἀμόλυντε, τοὺς μολυσμοὺς τοὺς ἐμπαθεῖς, τῆς καρδίας μου ἀπόπλυνον, δακρύων ὀχετούς μοι, παρεκτικούς, καθάρσεως ψυχικῆς δωρουμένη.
Εἱρμὸς ἄλλος.
Τὸν πάλαι δροσίσαντα.
Τὸ πῦρ οὐ σβεσθήσεται, καὶ ὁ σκώληξ φησὶν οὐ τελευτᾷ. Φοβοῦ τὴν ἀπείλησιν, ὦ ψυχή μου, θεραπεύουσα Χριστόν, ἵνα εὕρῃς ἀπόλαυσιν, ἔνθα πάντων τῶν εὐφραινομένων, ἐστὶν ἡ κατοικία.
Τῇ καύσει πυρέττουσαν, τὴν ψυχήν μου τῶν ἐπιθυμιῶν, ἀνάστησον δέομαι, δι' ἁφῆς σου, ὡς τὴν τοῦ Πέτρου πενθεράν, ἵνα εὕρῃ δουλεῦσαί σοι, εὐαρέστως ἀνθομολογοῦσα, εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.
ΐδιον ἄναρχον, τὸν Πατέρα ὑμνήσωμεν πιστοί, Υἱὸν δὲ συνάναρχον, καὶ τὸ Πνεῦμα, συνεκλάμψαν ἐκ Πατρός, Ὁμοούσια πρόσωπα, μιᾶς ὄντα τῆς παντοδυνάμου, ἀρχῆς καὶ ἐξουσίας.
Καὶ νῦν... Θεοτοκίον.
Μαρία θεόκλητε, ἱλαστήριον ὄντως τῶν πιστῶν· ἐκ σοῦ γὰρ ἡ ἄφεσις, παροχεύεται, τοῖς  πᾶσι δαψιλῶς, τὸν Υἱόν σου καὶ Κύριον, μὴ ἐλλίπῃς εὐμενιζομένη ὑπέρ τῶν σὲ ὑμνούντων.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τὰ ὦτα διάνοιξον, τῆς ψυχῆς μου κωφεύοντα Χριστέ, καὶ γλῶσσάν μου τράνωσον, ὡς τοῦ πάλαι μογγιλάλου καὶ κωφοῦ, ἵνα ἐνωτιζόμενος τῶν φωνῶν σου, ψάλλω, καὶ τῇ  γλώττῃ, αἰνῶ σε εἰς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ὁ Εἱρμὸς.
Τὸν πάλαι δροσίσαντα, τῶν Ἑβραίων τοὺς Παῖδας ἐν φλογί, καὶ φλέξαντα Κύριον, τοὺς Χαλδαίους παραδόξως ἐν αὐτῇ, ἀνυμνήσωμεν λέγοντες· Εὐλογεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’
Σὲ τὴν ἀκατάφλεκτον.
Φλόγα τοῦ πυρὸς τοῦ ἀσβέστου, κατὰ νοῦν κεκτημένοι, θερμοτάτῳ λογισμῷ τῆς μετανοίας, τῷ πυρὶ νῦν προσέλθωμεν, πάθη φλογίζοντες.
Στόματος νηστεύοντος πάλαι, πυρακτούμενος λόγος, ἐξελθὼν ζηλωτικῶς, κλονεῖ στοιχεῖα, τοῦτον ζήλου ψυχή, καὶ καλῶς πολιτεύθητι.
Βῆμα τὸ φρικτὸν ἐννοοῦσα, παναθλία ψυχή μου, τὰς πορείας σου ἀεί, πρὸς θελημάτων ἀποπλήρωσιν, τοῦ Λυτρωτοῦ διευτρέπιζε.
Θεοτοκίον.
Τὴν ἐσκοτισμένην ψυχήν μου, ἡδονῶν ἀμαυρώσει, φωταγώγησον Ἁγνή, ἡ φῶς τεκοῦσα, ἵνα φόβῳ καὶ πίστει, ἀεὶ μεγαλύνω σε.
Ἄλλος.
Τὴν ὑπερφυῶς σαρκὶ.
Μέλος πᾶν ἡμῶν σαρκός, παραστήσωμεν Χριστῷ, ὅπλα δικαιοσύνης, χεῖρας φησὶν αἴροντες Ὁσίας, χωρὶς ὀργῆς, καὶ τῶν διαλογισμῶν.
Σὺ ποτὲ τοῖς  μαθηταῖς, ἐν τῷ πλοίῳ ἐπιστάς, κατέπαυσας Χριστέ μου, μαινομένην θάλασσαν, κᾀμοῦ τὰς τρικυμίας, κόπασον τῶν λογισμῶν.
Δόξα...
Μίαν φύσιν προσκυνῶ, τρία πρόσωπα ὑμνῶ ἕνα Θεὸν τῶν ὅλων τὸν Πατέρα καὶ Υἱόν, καὶ Πνεῦμα τὸ ἅγιον, τὴν ἀΐδιον ἀρχήν.
Καὶ νῦν ... Θεοτοκίον.
Ἁγνὴ παιδοποιεῖς, ἡ Παρθένος γαλουχεῖς, πῶς ἐνταυτῷ τὰ δύο, παρθενεύεις τίκτουσα; Θεός ἐστιν ὁ δράσας, μὴ ἐκζήτει μοι τό, Πῶς.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
κ λῃστείας με παθῶν, μιανθέντα τὴν ψυχήν, θεράπευσον Χριστέ μου, χέων σου τὸ ἔλεος, ὡς τὸν περιπεσόντα, ὑπὸ χεῖρας τῶν λῃστῶν.
Ὁ Εἱρμὸς.
Τὴν ὑπερφυῶς σαρκί, συλλαβοῦσαν ἐν γαστρί, τὸν ἐκ Πατρὸς ἀχρόνως, προεκλάμψαντα Λόγον, ἐν ὕμνοις ἀσιγήτοις, μεγαλύνωμεν πιστοί.
Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.
Ἀπόστιχα τῶν Αἴνων.
Ἰδιόμελον Ἦχος βαρὺς.
Τὴν τετραυματισμένην μου ψυχήν, καὶ τεταπεινωμένην, ἐπίσκεψαι Κύριε, ἰατρὲ τῶν νοσούντων, καὶ τῶν ἀπηλπισμένων λιμὴν ἀχείμαστε· σὺ γὰρ εἶ ὁ ἐλθὼν Λυτρωτής τοῦ Κόσμου, ἐγεῖραι ἐκ φθορᾶς τὸν παραπεσόντα, κᾀμὲ προσπίπτοντα ἀνάστησον, διὰ τὸ μέγα σου ἔλεος. (Δίς)
Μαρτυρικὸν.
ν μέσῳ τοῦ σταδίου τῶν παρανόμων, ἀγαλλόμενοι ἀνεβόων, οἱ Ἀθλοφόροι· Κύριε δόξα σοι.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
μνοῦμέν σε πανάχραντε Θεοτόκε, καὶ δοξάζομεν, ὃν ἐκύησας Θεὸν Λόγον, κράζοντες· Δόξα σοι.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ
Τροπάριον τῆς Προφητείας.
Ἦχος γ’
ντιλήπτωρ ἡμῶν ὁ Θεὸς Ἰακώβ, καὶ ὑπερασπιστής ἐστιν, ἐν ἡμέρᾳ θλίψεως.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.
Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς πζ’
Πτωχὸς ἐγώ εἰμι, καὶ ἐν κόποις ἐκ νεότητός μου.
Στίχ. Κύριε ὁ Θεὸς τῆς σωτηρίας μου, ἡμέρας ἐκέκραξα.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
(Κεφ. Μ’: 18-31)
Τάδε λέγει Κύριος· Τίνι ὡμοιώσατε τὸν Κύριον, καὶ τίνι ὁμοιώματι ὡμοιώσατε αὐτόν, μὴ εἰκόνα ἐποίησε τέκτων, ἢ χρυσοχόος χωνεύσας χρυσίον, περιεχρύσωσεν αὐτόν, ὁμοίωμα κατεσκεύασεν αὐτόν; Ξύλον γὰρ ἄσηπτον ἐκλέγεται τέκτων, καὶ σοφῶς ζητεῖ, πῶς στήσει εἰκόνα αὐτῷ, καὶ ἵνα μὴ σαλεύηται, οὐ γνώσεσθε; οὐκ ἀκούσεσθε; οὐκ ἀνηγγέλη ἐξ ἀρχῆς ὑμῖν, οὐκ ἔγνωτε τὰ θεμέλια τῆς γῆς; Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ οἱ κατοικοῦντες ἐν αὐτῇ, ὡς ἀκρίδες, ὁ στήσας ὡς καμάραν τόν οὐρανόν, καὶ διατείνας ὡς σκηνὴν κατοικεῖν, ὁ διδοὺς ἄρχοντας ὡς οὐδὲν ἄρχειν, τὴν δὲ γῆν ὡς οὐδὲν ἐποίησεν· οὐ γὰρ μὴ φυτεύσωσιν, οὐδὲ μὴ σπείρωσιν, οὐδὲ μὴ ῥιζωθῇ εἰς τὴν γῆν ἡ ῥίζα αὐτῶν. Ἔπνευσεν ἐπ' αὐτούς, καὶ ἐξηράνθησαν, καὶ καταιγὶς ὡς φρύγανα λήψεται αὐτούς. Νῦν   οὖν τίνι με ὡμοιώσατε, καὶ ὑψωθήσομαι; Εἶπεν ὁ Ἅγιος· Ἀναβλέψατε εἰς τὸ ὕψος τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ ἴδετε τίς κατέδειξε ταῦτα πάντα,  ὁ ἐκφέρων κατ' ἀριθμὸν τὸν κόσμον αὐτοῦ, πάντας ἐπ' ὀνόματι καλέσει ἀπὸ πολλῆς δόξης, καὶ ἐν κράτει ἰσχύος αὐτοῦ οὐδέν σε ἔλαθε. Μὴ γὰρ εἴπῃς Ἰακώβ, καὶ τί ἐλάλησας Ἰσραήλ; Ἀπεκρύβη ἡ ὁδός μου ἀπὸ τοῦ Θεοῦ, καὶ ὁ Θεός μου τὴν κρίσιν μου ἀφεῖλε, καὶ ἀπέστη. Καὶ νῦν   οὐκ ἔγνως, εἰ μὴ ἤκουσας. Θεὸς αἰώνιος, Θεὸς ὁ κατασκευάσας τὰ ἄκρα τῆς γῆς, οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδέ ἐστι ἐξεύρεσις ἧς φρονήσεως αὐτοῦ, διδοὺς τοῖς  πεινῶσιν ἰσχύν, καὶ τοῖς  μὴ ὀδυνωμένοις λύπην. Πεινάσουσι γὰρ νεώτεροι, καὶ κοπιάσουσι νεανίσκοι, καὶ ἐκλεκτοὶ ἀνίσχυες ἔσονται, οἱ δὲ ὑπομένοντες τὸν Θεόν, ἀλαλάξουσιν ἰσχύν.
Προκείμενον  Ἦχος πλ. β Ψαλμὸς πη
ξομολογήσονται οἱ Οὐρανοὶ τὰ θαυμάσιά σου.
Στίχ. Τὰ ἐλέη σου, Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι.

 ΤΗ ΤΡΙΤΗ ΤΗΣ Ε' ΕΒΔΟΜΑΔΟΣ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Ἀντὶ τῶν Πρὸς Κύριον, στιχολογοῦμεν τὸ ἐνδιάτακτον Κάθισμα τοῦ Ψαλτηρίου. Εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν τοῦ Τριῳδίου γ’ καὶ τοῦ Μηναίου γ’.
Στιχηρὰ Προσόμοια Ποίημα Ἰωσὴφ
Ἦχος πλ. δ’  Τί  ὑμᾶς καλέσωμεν.
Βρῶμα τὴν ἀγάπην ποιούμενοι, ἐγκρατείᾳ τῶν παθῶν, κατακρατήσωμεν πιστοί, καὶ Θεῷ τῷ δι' ἡμᾶς, ἀνυψωθέντι ἐν Σταυρῷ, καὶ λόγχῃ, κεντηθέντι τὴν πλευράν, βιῶσαι, εὐαρέστως ἐπειχθείημεν, ἵνα τρυφῆς ἀπολαύσωμεν, αἰωνιζούσης καὶ κρείττονος, δοξάζοντες, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ξύλῳ πάλαι θάνατον εὕρομεν, νῦν δὲ πάλιν τὴν ζωήν, διὰ τοῦ ξύλου τοῦ Σταυροῦ, τῶν παθῶν οὖν τὰς ὁρμὰς, ἀπονεκρώσωμεν πιστοί, καὶ φθάσαι, τὴν σωτήριον Ἀνάστασιν, τῶν πάντων Εὐεργέτην δυσωπήσωμεν, πράξεσι θείαις λαμπόμενοι, καὶ ἀρεταῖς καλλυνόμενοι, δοξάζοντες, τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Ἕτερον Ποίημα Θεοδώρου.
Ἦχος β'  Τῶν ὑπὲρ νοῦν ἀγαθῶν.
Τὸν ζωηφόρον Σταυρόν, αἰνοῦμέν σου Κύριε, καὶ τὰ καθ' ἡμᾶς ἱερά, τῆς σαρκός σου παθήματα, τὴν λόγχην τε τὴν σφαγήν, τοὺς γέλωτας τοὺς ἐμπτυσμούς, τὰ ῥαπίσματα καὶ τὰ κολαφίσματα, σὺν τῇ πορφύρᾳ, καὶ τὸ στέφος τὸ ἀκανθόπλεκτον, ἐν οἷς ἐκ τῆς κατάρας πάντας, ἐκλυτρωσάμενος ἔσωσας ἡμᾶς. Διὸ δυσωποῦμέν σε· Τῶν Νηστειῶν τὸν χρόνον, εἰρηνικῶς τελέσαι παράσχου ἡμῖν.
Καὶ τοῦ Μηναίου, Προσόμοια γ’
Δόξα Καὶ νῦν... Σταυροθεοτοκίον.
Ἑσπέρας Προκείμενον  Ἦχος δ’  Ψαλμὸς πθ’
Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν.
Στίχ. Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς.
Γενέσεως τὸ Ἀνάγνωσμα.
(Κεφ. ΙΕ’: 1-15)
γένετο ῥῆμα Κυρίου πρὸς Ἄβραμ ἐν ὁράματι τῆς νυκτός, λέγων· Μὴ φοβοῦ Ἄβραμ, ἐγὼ ὑπερασπίζω σου. Ὁ μισθός σου πολὺς ἔσται σφόδρα. Λέγει δὲ Ἄβραμ· Δέσποτα Κύριε, τί μοι δώσεις; ἐγὼ δὲ ἀπολύομαι ἄτεκνος. Ὁ δὲ υἱὸς Μασὲκ τῆς οἰκογενοῦς μου, οὗτος Δαμασκὸς Ἐλιέζερ. Καὶ εἶπεν Ἄβραμ· Ἐπειδὴ ἐμοὶ οὐκ ἔδωκας σπέρμα, ὁ δὲ οἰκογενής μου κληρονομήσει με. Καὶ εὐθὺς φωνὴ Κυρίου ἐγένετο πρὸς αὐτόν, λέγουσα· Οὐ κληρονομήσει σε οὗτος, ἀλλ' ὃς ἐξελεύσεται ἐκ σοῦ, οὗτος κληρονομήσει σε. Ἐξήγαγε δὲ αὐτὸν ἔξω, καὶ εἶπεν αὐτῷ· Ἀνάβλεψον εἰς τὸν οὐρανόν, καὶ ἀρίθμησον τοὺς ἀστέρας, εἰ δυνήσῃ ἐξαριθμῆσαι αὐτούς, καὶ εἶπεν· Οὕτως ἔσται τὸ σπέρμα σου. Καὶ ἐπίστευσεν Ἄβραμ τῷ Θεῷ, καὶ ἑλογίσθη αὐτῷ εἰς δικαιοσύνην. Εἶπε δὲ πρὸς αὐτόν· Ἐγὼ ὁ Θεός, ὁ ἐξαγαγών σε ἐκ χώρας Χαλδαίων, ὥστε δοῦναί σοι τὴν γῆν ταύτην κληρονομῆσαι. Εἶπε δέ, Δέσποτα Κύριε, κατὰ τί γνώσομαι, ὅτι κληρονομήσω αὐτήν; Εἶπε δὲ αὐτῷ· Λάβε μοι δάμαλιν τριετίζουσαν, καὶ αἶγα τριετίζουσαν, καὶ κριὸν τριετίζοντα, καὶ τρυγόνα, καὶ περιστεράν. Ἔλαβε δὲ αὐτῷ πάντα ταῦτα, καὶ διεῖλεν αὐτὰ μέσα, καὶ ἔθηκεν αὐτὰ ἀντιπρόσωπα ἀλλήλοις, τὰ δὲ ὄρνεα οὐ διεῖλε, κατέβη δὲ τὰ ὄρνεα ἐπὶ τὰ σώματα, τὰ διχοτομήματα αὐτῶν, καὶ συνεκάθισεν αὐτοῖς Ἄβραμ. Περὶ δὲ ἡλίου δυσμάς, ἔκστασις ἐπέπεσε τῷ Ἄβραμ, καὶ ἰδού, φόβος σκοτεινὸς μέγας ἐμπίπτει αὐτῷ, καὶ ἐρρέθη πρὸς Ἄβραμ. Γινώσκων γνώσῃ, ὅτι πάροικον ἔσται τὸ σπέρμα σου ἐν γῆ οὐκ ἰδίᾳ, καὶ δουλώσουσιν αὐτούς, καὶ κακώσουσιν, αὐτούς, καὶ ταπεινώσουσιν αὐτοὺς τετρακόσια ἔτη, τὸ δὲ ἔθνος, ᾧ ἐὰν δουλεύσωσι, κρινῶ ἐγώ· μετὰ δὲ ταῦτα ἐξελεύσονται ᾧδε μετὰ ἀποσκευῆς πολλῆς. Σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου ἐν εἰρήνῃ, τραφεὶς ἐν γήρᾳ καλῷ.
Προκείμενον  Ἦχος πλ. α’  Ψαλμὸς 90’
κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου.
Στίχ. ρεῖ τῷ Κυρίῳ· Ἀντιλήπτωρ μου εἶ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. ΙΕ’: 7-19)
Χείλη σοφῶν δέδεται αἰσθήσει, καρδίαι δὲ ἀφρόνων οὐκ ἀσφαλεῖς, θυσίαι ἀσεβῶν, βδέλυγμα Κυρίῳ, εὐχαὶ δὲ κατευθυνόντων, δεκταὶ παρ' αὐτῷ. Βδέλυγμα Κυρίῳ· Ὁδοὶ ἀσεβῶν, διώκοντας δὲ δικαιοσύνην ἀγαπᾷ. Παιδεία ἀκάκου γνωρίζεται ὑπὸ τῶν παριόντων, οἱ δὲ μισοῦντες ἐλέγχους, τελευτῶσιν αἰσχρῶς. ᾍδης καὶ ἀπώλεια φανερὰ παρὰ τῷ Κυρίῳ, πῶς οὐχὶ καὶ αἱ καρδίαι τῶν ἀνθρώπων; οὐκ ἀγαπήσει ἀπαίδευτος τοὺς ἐλέγχοντας αὐτόν, μετὰ δὲ σοφῶν οὐχ ὁμιλήσει. Καρδίας εὐφραινομένης θάλλει πρόσωπον, ἐν δὲ λύπαις οὔσης, σκυθρωπάζει. Καρδία ὀρθὴ ζητεῖ αἴσθησιν, στόμα δὲ ἀπαιδεύτων γνώσεται κακά. Πάντα τὸν χρόνον οἱ ὀφθαλμοὶ τῶν κακῶν προσδέχονται κακά, οἱ δὲ ἀγαθοὶ ἡσυχάζουσι διαπαντός. Κρεῖσσον μερὶς μικρὰ μετὰ φόβου Θεοῦ, ἢ θησαυροὶ μεγάλοι μετὰ ἀφοβίας. Κρεῖσσον ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἢ παράθεσις μόσχων μετὰ ἔχθρας. Ἀνὴρ θυμώδης παρασκευάζει μάχας· μακρόθυμος δὲ καὶ τὴν μέλλουσαν καταπραΰνει. Μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις. Ὁ δὲ ἀσεβὴς ἐγείρει μᾶλλον. Ὁδοὶ ἀέργων ἐστρωμέναι ἀκάνθαις, αἱ δὲ τῶν ἀνδρείων λεῖαι.
Εἰς τὰ Ἀπόστιχα.
Ἰδιόμελον  Ἦχος πλ. α’
ξοστρακισθεὶς τῆς εὐθείας ὁδοῦ σου, ὑπὸ παθῶν ὁ δύστηνος κατεκρημνίσθην εἰς βάραθρον. Λευΐτης δὲ σὺν Ἱερεῖ ἀθροισθέντες, ἀπηξίωσαν, σὺ δὲ Χριστέ με ἠλέησας, καὶ τῷ ὅπλῳ τῷ τοῦ Σταυροῦ, τῆς ἁμαρτίας τὸ ἔγγραφον διαρρήξας, τῇ ἀπαθείᾳ ἐλάμπρυνας, καὶ τῷ Πατρὶ σύνεδρόν με πεποίηκας· ὅθεν κραυγάζω· Ἀκατάληπτε Κύριε, δόξα σοι.
Ἕτερον Ἰδιόμελον.
Ἦχος πλ. Δ
ξ Ἱερουσαλὴμ κατέβην ἀπολισθήσας, τῶν ἐν αὐτῇ τοῖς  ἔθνεσιν, γραφέντων ἐνταλμάτων σου· εἰς Ἱεριχὼ δὲ πορευόμενος, τῇ πρὸς μιμήσει ὁρμῇ, τῶν ἐν αὐτῇ πάλαι διὰ κακίαν, ὑπὸ σοῦ πρὸς φόνον ἐκδοθέντων τῷ λαῷ σου, διὰ τῆς παρακοῆς, ψυχοφθόροις ἐνέτυχον πάθεσιν, ὡς λῃσταῖς, ὑφ' ὧν πληγέντα, καὶ παραβραχὺ θανατωθέντα, ὁ τοῖς  ἥλοις καὶ τῇ λόγχῃ, τὸ σῶμα τραυματισθεὶς ἑκουσίως διὰ ἁμαρτίας ἀνθρώπων, καὶ τὴν κοινὴν τελέσας διὰ Σταυροῦ σωτηρίαν ἐν Ἱερουσαλήμ, ἴασαί με Κύριε, καὶ σῶσόν με.
Μαρτυρικὸν.
Οἱ Μάρτυρές σου Κύριε, ἐπιλαθόμενοι τῶν ἐν τῷ βίῳ, καταφρονήσαντες καὶ τῶν βασάνων, διὰ τὴν μέλλουσαν ζωήν, ταύτης κληρονόμοι ἀνεδείχθησαν· ὅθεν καὶ Ἀγγέλοις συναγάλλονται. Αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι τῷ λαῷ σου, τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.
Κύριε, ὅτε σὲ ὁ ἥλιος εἶδεν, ἐπὶ τοῦ ξύλου κρεμάμενον, Ἥλιε τῆς δικαιοσύνης, τὰς ἀκτῖνας ἐναπέκρυψε, καὶ ἡ σελήνη τὸ φῶς, εἰς σκότος μετεβάλετο, ἡ δὲ πανάμωμός σου Μήτηρ, τὰ σπλάγχνα διετέτρωτο.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου