ΟΚΤΩΒΡΙΟΣ
ΤΗ Β’
ΤΟΥ ΑΥΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα, ψάλλομεν Στιχηρὰ Προσόμοια τῶν Ἁγίων τρία.
Ἦχος δ’
Ὡς γενναῖον ἐν Μάρτυσι.
Ἱερέων ἐν χρίσματι, καὶ Μαρτύρων ἐν αἵματι τῶ Θεῷ προσήγγισας, τελεώτατα, Κυπριανὲ παναοίδιμε, τὸ ἄνθος τῆς φύσεως, ἡ τῶν λόγων καλλονή· τῆς σοφίας ἀκρόπολις, τῆς ὀρθότητος, τῶν δογμάτων ἡ στάθμη, τὼν κανόνων, παναρμόνιος εὐθύτης· Ἐκκλησιῶν ἡ εὐπρέπεια.
Tῶν ἀθλούντων τὴν εὔκλειαν, τῶν Μαρτύρων τὸν στέφανον, ὑπογράφων ἔπεισας τοὺς θεόφρονας, κατατολμᾶν γενναιότατα, ποικίλων κολάσεων, καὶ δεσμῶν καὶ φυλακῆς, καὶ σωμάτων γυμνώσεως, καὶ στρεβλώσεων, καὶ κρυμοῦ δριμυτάτου καὶ μαστίγων, καὶ θανάτου τελευταῖον, Κυπριανὲ πανσεβάσμιε.
Ἐπῳδαῖς ταῖς τοῦ δαίμονος, τὰς ᾠδὰς τὰς τοῦ Πνεύματος, καὶ Σταυροῦ τὸ τρόπαιον ἀντιτάξασα, τὴν παρθενίαν ἐτήρησας· καὶ Μάρτυς ἀήττητος, προσηνέχθης τῶ Χριστῷ, ἱερώτατον σφάγιον· ὅθεν ἔτυχες, τὼν στεφάνων τῆς νίκης, Ἰουστῖνα, τῶν Παρθένων καὶ Μαρτύρων, κεκοσμημένη φαιδρότησι.
Δόξα... Ἦχος β’
Διδασκαλίαν τῆς πλάνης, καὶ γνῶσιν τῶν εἰδώλων, ἀπεδύσω ἀληθῶς, καὶ Σταυρὸν ἠμφιάσω, ὅπλον εἰς σωτηρίαν, Κυπριανὲ παμμακάριστε. Ἔρριψας τὰς βίβλους τάς μαγικάς, τὸν ἄνθρωπον ἀπέθου τὸν παλαιόν, καὶ ᾤκησεν ἐν σοὶ θεογνωσίᾳ, ἡ Τριὰς ἡ ὁμοούσιος· Αὐτὴν ἱκέτευε Ἱεράρχα, σὺν Ἀγγέλοις τοῦ σωθῆναι ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον.
Ὅτε, ἐκ τοῦ ξύλου σε.
Πάντων, θλιβομένων ἡ χαρά, καὶ ἀδικουμένων προστάτις, καὶ πενομένων τροφή, ξένων τε παράκλησις, χειμαζομένων λιμήν, ἀσθενούντων ἐπίσκεψις, καταπονουμένων, σκέπη καὶ ἀντίληψις, καὶ βακτηρία τυφλῶν, Μήτηρ τοῦ Θεοῦ τοῦ ὑψίστου, σὺ ὑπάρχεις. Ἄχραντε σπεῦσον, δυσωποῦμεν ῥύσασθαι τοὺς δούλους σου.
Ἢ Σταυροθεοτοκίον.
Ξύλῳ, τοῦ Σταυροῦ σε Ἰησοῦ, προσαναρτηθέντα ὁρῶσα, ἡ Ἀπειρόγαμος, ἔκλαιε καὶ ἔλεγε· Τέκνον γλυκύτατον, ἵνα τὶ ἐγκατέλιπες, ἐμὲ τὴν τεκοῦσαν, μόνην φῶς ἀπρόσιτον, τοῦ προανάρχου Πατρός; σπεῦσον, καὶ δοξάσθητι ὅπως, δόξης ἐπιτύχωσι θείας, οἱ τὰ θεῖα πάθη σου δοξάζοντες.
Εἰς τὸν Στίχον, Στιχηρά της Ὀκτωήχου.
Δόξα... Ἦχος β’
Τὸν φωστῆρα τὸν θεολαμπῆ, τὸν τοῦ Παύλου συνόμιλον, καὶ ἔργοις συμμέτοχον, Κυπριανὸν εὐφημήσωμεν· μέτ' Ἀγγέλων γὰρ ἀγάλλεται, λαβὼν τὸ στέφος τῆς ἀφθαρσίας, παρὰ τοῦ μόνου Θεοῦ, καὶ πρεσβεύει, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ νῦν... Θεοτοκίον.
Ὅτε, ἐκ ξύλου σε.
Ἄλλην, κραταιὰν καταφυγήν, καὶ ἰσχύος πύργον καὶ τεῖχος, ἀκαταμάχητον, ὄντως οὐ κεκτήμεθα, εἰμὴ σὲ Πάναγνε, καὶ πρὸς σὲ καταφεύγομεν, καὶ σοὶ ἐκβοῶμεν· Δέσποινα βοήθησον, μὴ ἀπολώμεθα, δεῖξον, εἰς ἡμᾶς τὴν σὴν χάριν, καὶ τῆς δυναστείας τὴν δόξαν, καὶ τῆς εὐσπλαγχνίας σου τὸ μέγεθος.
Ἢ Σταυροθεοτοκίον.
Ὅτε, ἡ ἀμίαντος ἀμνάς, ἔβλεψε τὸν ἴδιον ἄρνα, ἐπὶ σφαγὴν ὡς βροτόν, θέλοντα ἑλκόμενον, θρηνοῦσα ἔλεγεν· Ἀτεκνῶσαι νῦν σπεύδεις με, Χριστὲ τὴν τεκοῦσαν, τὶ τοῦτο πεποίηκας, ὁ λυτρωτὴς τοῦ παντός; ὅμως, ἀνυμνῶ καὶ δοξάζω, σοῦ τὴν ὑπὲρ νοῦν τε καὶ λόγον, ἄκραν ἀγαθότητα Φιλάνθρωπε.
Ἀπολυτίκιον Ἦχος δ’
Καὶ τρόπων μέτοχος, καὶ θρόνων διάδοχος, τῶν Ἀποστόλων γενόμενος, τὴν πρᾶξιν εὗρες Θεόπνευστε, εἰς θεωρίας ἐπίβασιν· διὰ τοῦτο τὸν λόγον τῆς ἀληθείας ὀρθοτομῶν, καὶ τῇ πίστει ἐνήθλησας μέχρις αἵματος, Ἱερομάρτυς Κυπριανέ, πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Καὶ Ἀπόλυσις.
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, οἱ Κανόνες της Ὀκτωήχου καὶ τῶν Ἁγίων ὁ παρών, οὗ ἡ Ἀκροστιχίς.
Μέλπω μάκαρ σου τὴν κυπρίζουσαν χάριν.
Ὠδὴ α’ Ἦχος δ’
Θαλάσσης τὸ ἐρυθραῖον.
Μετὰ τῆς ὑπερκοσμίου τάξεως, νῦν αὐλιζόμενος, ὦ ἱερὰ καὶ θεία κεφαλή, οὐρανόθεν ἐπίβλεψον, καὶ τοὺς πιστῶς ὑμνοῦντας σε, ταῖς σαῖς πρεσβείαις περιφρούρησον.
Ἐν ζόφῳ,τῆς ἀγνωσίας πρότερον, δεινῶς κρατούμενος, καὶ ψυχολέθροις πάθεσι σαρκός, ἀκρασίᾳ πυρούμενος, μεταβολὴν παράδοξον, εὗρες ἀθρόως Παμμακάριστε.
Λοιμῶν μέν, ἐπὶ καθέδραν πρότερον, Πάτερ ἐκάθισας, καὶ ἐν καθέδρᾳ πάλιν τὸν Χριστόν, πρεσβυτέρων ἐδόξασας, ἀλλοιωθεὶς σαφέστατα, τῇ τοῦ Ὑψίστου θείᾳ χάριτι.
Θεοτοκίον.
Παρθένος, μετὰ τὸν τόκον ἔμεινας· αὐτὸν γὰρ τέτοκας, τὸν Ποιητὴν τῶν ὅλων καὶ Θεόν, ἀσυνήθως καὶ ξένως ἡμῖν , ἐπιφανέντα σώματι, Θεογεννῆτορ Μητροπάρθενε.
Ὠδὴ γ’
Ευφραίνεται ἐπὶ σοὶ.
Ὡς Παῦλος πρὸς τὸν Χριστόν, τὴν τῆς ψυχῆς μεταβαλὼν ἔφεσιν, Κυπριανὲ πάνσοφε, τούτου μαθητὴς ἐχρημάτισας.
Μνηστεύεταί σε Χριστός, ἀντὶ χιτῶνος τῶν παθῶν δόξης σοι, καταστολὴν δωρούμενος, καὶ ἀναγεννήσεως ἔνδυμα.
Ἀλείπτης ἀσκητικός, προγεγονὼς καρτερικὸς ὕστερον, Κυπριανὲ πανεύφημε, Μάρτυς ἀληθείας γεγένησαι.
Θεοτοκίον.
Κυρίως καὶ ἀληθῶς, σὲ Θεοτόκον οἱ πιστοὶ σέβομεν· σὺ γὰρ Θεὸν τέτοκας, σάρκα γεγονότα πανάμωμε.
Ὁ Εἱρμὸς.
Ευφραίνεται ἐπὶ σοί, ἡ Ἐκκλησία σου Χριστὲ κράζουσα· Σύ μου ἰσχὺς Κύριε, καὶ καταφυγὴ καὶ στερέωμα.
Κάθισμα Ἦχος πλ. δ.
Τὴν Σοφίαν καὶ Λόγον.
Παιδευθεὶς ἐν τῇ πλάνῃ ἐπιμελῶς, ὡς ὁ Παῦλος ἐκλήθης ἐξ οὐρανοῦ, σταυρῷ ὁδηγούμενος, πρὸς τὸ φῶς τὸ τῆς γνώσεως· τῆς γὰρ σεμνῆς Παρθένου, τῷ πόθῳ, φλεγόμενος, δι' αὐτῆς ἡρμόσθης, τῷ Πλάστη τῆς κτίσεως· ὄθεν θριαμβεύσας, τοῦ ἐχθροῦ τὸ ἀνίσχυρον, σὺν αὐτῇ κατηξίωσαι, τοῦ χοροῦ τῶν Mαρτύρων, Κυπριανὲ ἱερώτατε πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν μνήμην σου.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Λογισμοῖς ὀλισθαίνων τοῖς πονηροῖς, εἰς βυθὸν κατηνέχθην ἁμαρτιῶν, καὶ στένων κραυγάζω σοι, ἐκ καρδίας Πανάχραντε· Ἐν ἐμοὶ θαυμάστωσον, τὸ πλούσιον ἔλεος, καὶ τῆς σῆς εὐσπλαγχνίας, τὸ ἄπειρον πέλαγος, καὶ τῶν οἰκτιρμῶν σου, τὸν ἀμέτρητον πλοῦτον, καὶ δὸς μοι μετάνοιαν, καὶ τοῦ βίου διόρθωσιν, ἵνα πόθῳ κραυγάζω σοι· Πρέσβευε τῷ σῷ Υἱῷ καὶ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δοθῆναί μοι· σὲ γὰρ ἔχω ἐλπίδα, ὁ ἀνάξιος δοῦλός σου.
Ἢ Σταυροθεοτοκίον.
Τὸν ἀμνὸν καὶ ποιμένα καὶ λυτρωτήν, ἡ ἀμνὰς θεωροῦσα ἐν τῷ Σταυρῷ, ὠλόλυζε δακρύουσα, καὶ πικρῶς ἀνεκραύγαζεν· Ὁ μὲν Κόσμος ἀγάλλεται, δεχόμενος τὴν λύτρωσιν, τὰ δὲ σπλάγχνα μου φλέγονται, ὁρώσης σου τὴν σταύρωσιν, ἣν περ ὑπομένεις, διὰ σπλάγχνα ἐλέους, Θεὲ ὑπεράγαθε, ἀνεξίκακε Κύριε, ᾗ πιστῶς ἐκβοήσωμεν· Σπλαγχνίσθητι Παρθένε ἐφ' ἡμᾶς, καὶ πταισμάτων δώρησαι τὴν ἄφεσιν, τοῖς εὐσεβῶς προσκυνοῦσιν, αὐτοῦ τὰ παθήματα.
Ὠδὴ δ’
Ἐπαρθέντα σε ἰδοῦσα.
Ἀνανήψας θεοφάντορ τῆς πρὶν μανίας, δαιμονικὴν ἀπάτην, καὶ ψυχόλεθρον πλάνην, πᾶσαν ἐθριάμβευσας, καὶ χαίρων ἐκραύγαζες· Δόξα τῇ δυνάμει σου Κύριε.
Ῥωμαλέως Ἰουστῖνα κραταιουμένη, καὶ τὴν ἁγνὴν Παρθένον, καὶ κεχαριτωμένην σφόδρα ἱκετεύουσα, τοὺς βρόχους διέφυγες, καὶ τὰ τῶν ἐχθρῶν μηχανήματα.
Στηριζομένη τῇ πίστει τοῦ σοῦ Νυμφίου, καὶ τοῦ Σταυροῦ τὴν δύναμιν περιβεβλημένη, δαίμοσιν ἀνάλωτος, βοῶσα διέμεινας· Δόξα τῇ δυνάμει σου Κύριε.
Θεοτοκίον.
Ὁ κατὰ φύσιν ἐλεύθερος τὴν ἰδίαν, δούλου μορφὴν ἑπτώχευσε, χρηστότητος πλούτῳ, Μῆτερ ἀειπάρθενε ἐκ σοῦ καθ' ὑπόστασιν, ὅλον προσλαβὼν τὸ ἀνθρώπινον.
Ὠδὴ ε’
Σὺ Κύριέ μου φῶς.
Ὑπέρμαχον σαφῶς, τὴν ἁγνὴν θεομήτορα, πλουτίσασα Ἰουστῖνα, τὴν σεπτὴν παρθενίαν, ἐτήρησας ἀμώμητον.
Τὸ ἔμψυχον Θεοῦ, καὶ τερπνότατον ἄγαλμα, τιμήσωμεν Ἰουστῖναν, τὸ ἀπόθετον κάλλος, τὸ ἄσυλον ἀνάθημα.
Ἡ νύμφη τοῦ Χριστοῦ, ἡ γνησία καὶ ἄσπιλος, τὴν ἄθλησιν τῇ ἀσκήσει, προσλαβοῦσα δικαίως, διπλοῦν στέφος κομίζεται.
Θεοτοκίον.
Νοῦς οὐκ ἀγγελικός, οὐκ ἀνθρώπινος δύναται, τὸ ἄφραστον ἑρμηνεῦσαι καὶ παράδοξον θαῦμα, τοῦ τόκου σου Πανάχραντε.
Ὠδὴ ς’
Θύσω σοι, μετὰ φωνῆς.
Κακίας, τὸν πυθμένα τὸν κάτω κατείληφας, τῆς ἀκροτάτης δὲ πάλιν, ἀρετῆς ἀνῆλθες Πάτερ εἰς ὕψος, παραδόξως, ἀλλοιωθεὶς τῷ θείῳ βαπτίσματι.
Ὑπῆρξας, ὑπηρέτης δαιμόνων τὸ πρότερον, ἀλλὰ Χριστοῦ θεοφάντορ, μαθητὴς ἐσύστερον ἀνεδείχθης, διαθέσει, τῶν ὀρεκτῶν ποθήσας τὸ ἔσχατον.
Πολλοὺς σύ, τῷ Δεσπότῃ προσήγαγες Μάρτυρας, πραγματειῶν τὴν μεγίστην, ὑποφαίνων αἵματι βραχυτάτῳ, βασιλείαν τῶν οὐρανῶν θεόφρον ὠνήσασθαι.
Θεοτοκίον.
Ῥῆξόν μου, τὰς σειρὰς τῶν πταισμάτων Θεόνυμφε, τῆς ἁμαρτίας τοῦ νόμου, τῆς ζωῆς τῷ νόμῳ ἐλευθερίαν, δωρουμένη, ἡ δοτῆρα τοῦ νόμου κυήσασα.
Ὁ Εἱρμὸς.
Θύσω σοι, μετὰ φωνῆς αἰνέσεως Κύριε, ἡ Ἐκκλησία βοᾷ σοι, ἐκ δαιμόνων λύθρου κεκαθαρμένη, τῷ δι' οἶκτον, ἐκ τῆς πλευρᾶς σου ῥεύσαντι αἵματι.
Κοντάκιον Ἦχος πλ. δ’
Ὡς ἀπαρχὰς.
Ὡς ἱεράρχην τίμιον, καὶ ἀθλητὴν στερρότατον, ἡ οἰκουμένη ἀξίως γεραίρει σε, Κυπριανὲ ἀοίδιμε, καὶ τοῖς ὕμνοις δοξάζει, τὴν ἁγίαν σου μνήμην, αἰτοῦσα πάντοτε, πταισμάτων ἄφεσιν, διὰ σοῦ δωρηθῆναι τοῖς μέλπουσιν. Ἀλληλούϊα.
Ὁ Οἶκος.
Τὸν σοφὸν Ἱεράρχην τιμήσωμεν, ὡς ποιμένα σοφὸν καὶ διδάσκαλον, ὅτι ἐξ ἀκανθῶν πλάνης ἤνθησεν, ὥσπερ ῥόδον τερπνότατον, καὶ ἡμᾶς τοὺς πιστοὺς κατεμύρισεν, ἰαμάτων ὀδμαῖς καὶ βολαῖς θαυμάτων· ὥστε ψάλλειν ἡμᾶς τοῦ Δαυῒδ τὴν ᾠδήν· Ἀλληλούϊα.
Συναξάριον.
Τῇ Β' τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ ἁγίου Ἱερομάρτυρος Κυπριανοῦ, καὶ Ἰουστίνης τῆς Παρθένου.
Στίχοι
Ἀλγεῖ Σατανᾶς, τὸν πάλαι φίλον βλέπων,
Ξίφει φιλοῦντα συνθανεῖν Ἰουστίνῃ.
Τμήθη δευτερίῃ σὺν Ἰουστίνῃ Κυπριανός.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Πατρὸς ἡμῶν Θεοφίλου τοῦ Ὁμολογητοῦ.
Στίχοι
«Ἐναντίον μου σὴ τελευτὴ τιμία»,
Λέγει Θεὸς σοὶ τῷ φίλῳ Θεοφίλῳ.
Ὁ ἅγιος μάρτυς Γεώργιος, ὁ εἰς τὸ Καρατζασοῦ μαρτυρήσας ἐν ἔτει 1794, ξίφει τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις, ὁ Θεός, ἐλέησον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ’
Ὁ διασώσας ἐν πυρὶ.
Ἱεραρχίας ἐπιβάς, ἱεραρχικώτατον τύπον, τοῖς ἱεράρχαις σεαυτόν, καὶ εἰκόνα κραυγάζων ἀνέδειξας· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Ζωαρχικῆς τῆς δεξιᾶς, ὄντως σὴ ἀλλοίωσις Πάτερ, Κυπριανέ, ᾗ καὶ σοφόν, θεηγόρον εἰργάσατο ψάλλοντα· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Ὅπλον ἀήττητον ἡμῖν, κατὰ τοῦ ἀλάστορος Μάκαρ, σὺ ἀνεδείχθης τὰς αὐτοῦ, στηλιτεύων ἀπάτας τοῖς μέλπουσιν· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητός εἶ.
Θεοτοκίον.
Ὑπερουράνιοι χοροί, καὶ οἱ ἐπουράνιοι δῆμοι, ὑμνολογοῦσι τὸν ἐκ σοῦ, Θεοτόκε τεχθέντα κραυγάζοντες· Ὑπερύμνητε Κύριε, ὁ Θεὸς ὁ τῶν Πατέρων εὐλογητὸς εἶ.
Ὠδὴ η’
Εὐφράνθητι Ἱερουσαλὴμ.
Σοφώτατα τῆς ἑλληνικῆς, καταπεφρόνηκας σοφίας ἔνδοξε, τῶν Ἀποστόλων δὲ τὸν θεῖον φθόγγον, Πνεύματι τὸν κρουόμενον Πάτερ, καὶ πυρίνῃ γλώσσῃ τρανῶς ἐκφωνούμενον, ἀνεβόας· Εὐλογεῖτε τὰ ἔργα τόν Κύριον.
Ἀνέδραμες πρὸς τὰ ὑψηλά, καὶ ὑπερκόσμια φαιδρῶς σκηνώματα, Χριστῷ δι' αἵματος ὡς ἱερεῖον, ἄμωμον προσαγόμενος Πάτερ, καὶ θυσία ζῶσα δεκτὴ καὶ εὐάρεστος, ἀναμέλπων· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Νικώμεναι ὑπὸ τῆς ἐν σοί, σκηνούσης χάριτος δαιμόνων φάλαγγες, ἀποδιώκονται, καὶ δραπετεύει, πάθη Κυπριανὲ τῶν νοσούντων, οἱ πιστοὶ δὲ θείου φωτὸς ἐμφορούμενοι, βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Θεοτοκίον.
Χορεύουσι σὺν ἀγγελικαῖς, Ἁγνὴ Δυνάμεσιν ἐπὶ τῷ τόκῳ σου, οἱ θεομήτορα καὶ Θεοτόκον, πίστει σε καταγγέλλοντες· σὺ γὰρ τὸν Δεσπότην καὶ λυτρωτὴν ἡμῶν τέτοκας, ᾧ βοῶμεν· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Ὁ Εἱρμὸς.
Εὐφράνθητι Ἱερουσαλήμ, πανηγυρίσατε οἱ ἀγαπῶντες Σιών· ὁ βασιλεὺς γὰρ εἰς τοὺς αἰῶνας, Κύριος τῶν Δυνάμεων ἦλθεν εὐλαβείσθω πᾶσα ἡ γῆ ἐκ προσώπου αὐτοῦ, καὶ βοάτω· Εὐλογεῖτε τὰ ἔργα τὸν Κύριον.
Ὠδὴ θ’
Εὔα μὲν τῷ τῆς παρακοῆς.
Ἄνωθεν ἡμᾶς τοὺς εὐσεβῶς ὑμνοῦντας σε, ἐποπτεύων θείᾳ χάριτι, Κυπριανὲ σαῖς ἱκεσίαις, ἐν ὅπλῳ, εὐδοκίας στεφάνωσον, εἰρήνην καὶ σωτηρίαν βραβεύων ἡμῖν, ὡς ἱεράρχης ἐνθεώτατος.
Ῥεῖθρον ἰαμάτων δαψιλῶς ἡ κόνις σου, τοῖς ποθοῦσιν ἀναδέδεικται· σὲ γὰρ γυναῖκες θεοφόροι, ὡς θεῖον θησαυρὸν ὑποδέχονται, καὶ πρόθυμοι φανεροῦσι κρυπτόμενον, ἵνα σου πάντες ἀπολαύσωμεν.
Ἴθυνον ἡμῶν πρὸς τὸν Χριστὸν Πανόλβιε, τὴν πορείαν διὰ πράξεως, καὶ θεαρέστου πολιτείας, καὶ εἰλικρινεστάτης καθάρσεως, τὴν ὄντως θείαν γαλήνην αἰτούμενος, ὡς ἱεράρχης συμπαθέστατος.
Θεοτοκίον.
Νεύρωσον ἡμῶν τὴν τῆς ψυχῆς ἀσθένειαν, Θεομῆτορ τῇ δυνάμει σου, λῦσον τὸ κράτος Παναγία, τῶν ἐπιτιθεμένων τοῖς δούλοις σου, ἡ κόσμῳ δικαιοσύνης τὸν Ἥλιον, ἀνερμηνεύτως ἀνατείλασα.
Ὁ Εἱρμὸς.
Εὔα μὲν τῷ τῆς παρακοῆς νοσήματι, τὴν κατάραν εἰσῳκίσατο, σὺ δὲ Παρθένε Θεοτόκε, τῷ τῆς κυοφορίας βλαστήματι, τῷ κόσμῳ τὴν εὐλογίαν ἐξήνθησας· ὅθεν σε πάντες μεγαλύνομεν.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τὸν πρότερον ὑπάρχοντα, κακίας μύστην ὕστερον, διὰ τιμίας Παρθένου, Ἀρχιερέα φανέντα, Κυπριανὸν τὸν μέγιστον, συμφώνως μακαρίσωμεν, καὶ πρὸς αὐτὸν βοήσωμεν· ταῖς σαῖς λιταῖς εὐμενίζου, ἡμῖν τῶν πάντων Δεσπότην.
Θεοτοκίον ὅμοιον.
Χαρὰν τὴν ἀνεκλάλητον, πάναγνε ἡ κυήσασα, χαρᾶς ἡμᾶς αἰωνίου, μετόχους ποίησον πάντας, Παρθένε θεονύμφευτε, ἡ σκέπη τὸ κραταίωμα, τῶν εὐσεβῶς βοώντων σοι·. Μὴ ἐπιλάθῃ σῶν δούλων, Θεοκυῆτορ Μαρία.
Εἰς τὸν Στίχον, Στιχηρὰ τῆς Ὀκτωήχου.
Δόξα... Ἦχος πλ. δ’
Ὁ τῆς κακίας πρότερον, ἀκριβὴς ὑπέρμαχος, τῆς Ἐκκλησίας ὕστερον, ἀληθὴς διδάσκαλος, ὁ λειτουργὸς τῆς πλάνης τῶν εἰδώλων, ἀρχιερεὺς τῆς πίστεως ἐφάνη, καὶ ὁ ἀκόλαστος, σώφρων διὰ τιμίας Παρθένου. Aμφοτέρων ταῖς εὐχαῖς, σῶσον ἡμᾶς Κύριε.
Καὶ νῦν... Θεοτοκίον.
Ὢ τοῦ παραδόξου.
Πῶς σου τὴν χάριν ὑμνήσαιμι, καὶ τὴν πολλὴν πρὸς ἐμέ, τὸν ἀνάξιον δούλόν σου, καθ' ἑκάστην πρόνοιαν, ἣν σαφῶς ἐπιδείκνυσαι; πῶς δέ σου φράσω τὴν ἀγαθότητα, καὶ τὴν ποικίλην ὄντως κυβέρνησιν; Σὺ οὖν καὶ ἔτι νῦν, εἰς ἀεί μου πρόστηθι, παντὸς κακοῦ, ζῶντα καὶ θανόντα με, ἐκλυτρουμένη Σεμνή.
Ἢ Σταυροθεοτοκίον.
Σὲ καθηλούμενον βλέπουσα, ἐν τῷ Σταυρῷ Ἰησοῦ, καὶ τὰ πάθη δεχόμενον, ἑκουσίως Δέσποινα, ἡ Παρθένος καὶ Μήτηρ σου, Τέκνον ἐβόα, τέκνον γλυκύτατον, πληγάς ἀδίκως, πῶς φέρεις ὁ ἰατρός; ὁ ἰασάμενος, βροτῶν τὴν ἀσθένειαν, καὶ τῆς φθορᾶς, ἅπαντας ῥυσάμενος, τῇ εὐσπλαγχνίᾳ σου.
Καὶ ἡ λοιπὴ Ἀκολουθία του Ὄρθρου, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου