Κυριακή 1 Ιουνίου 2014

ΣΤΙΧΗΡΑ ΚΑΙ ΚΑΘΙΣΜΑΤΑ ΗΧΟΣ Α'



ΣΤΙΧΗΡΑ ΚΑΙ ΚΑΘΙΣΜΑΤΑ
ΚΑΤΑΝΥΚΤΙΚΑ, ΘΕΟΤΟΚΙΑ, ΣΤΑΥΡΩΣΙΜΑ,
ΣΤΑΥΡΟΘΕΟΤΟΚΙΑ ΑΠΟΣΤΟΛΟΚΑ ΚΑΙ ΜΑΡΤΥΡΙΚΑ
ΚΑΤ’ ΗΧΟΝ ΨΑΛΛΟΜΕΝΑ ΚΑΘ’ ΟΛΗΝ ΤΗΝ ΑΓΙΑΝ ΚΑΙ ΜΕΓΑΛΗΝ ΤΕΣΣΑΡΑΚΟΣΤΗΝ
ΗΧΟΣ Α'
ΤΗ ΚΥΡΙΑΚΗ ΕΣΠΕΡΑΣ
Εἰς τὸ Κύριε ἐκέκραξα ψάλλομεν τὰ ἑπόμενα Στιχηρὰ Κατανυκτικά, μετὰ τῶν τοῦ Τριῳδίου καὶ τοῦ Μηναίου.

Στιχηρὰ Κατανυκτικὰ
Ἦχος α’
τι τὸ πέλαγος πολύ, τῶν παραπτωμάτων μου Σωτήρ, καὶ δεινῶς βεβύθισμαι ταῖς πλημμελείαις μου, δός μοι χεῖρα, σῶσόν με, ὡς τῷ Πέτρῳ, ὁ Θεός, καὶ ἐλέησόν με.
τι ἐννοίαις πονηραῖς, καὶ ἔργοις καταδεδίκασμαι Σωτήρ, λογισμόν μοι δώρησαι, ἐπιστροφῆς ὁ Θεός, ἵνα κράζω· Σῶσόν με Εὐεργέτα ἀγαθέ, καὶ ἐλέησόν με.
λλος σε κόσμος ψυχὴ ἀναμένει, καὶ Κριτής, τὰ σὰ μέλλων δημοσιεύειν κρυπτὰ καὶ δεινά· μὴ οὖν ἐμμείνῃς τοῖς  ὧδε, ἀλλὰ πρόφθασον βοῶσα τῷ Κριτῇ, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.
Μὴ ἀποδοκιμάσῃς με Σωτήρ μου, τῇ   ῥαθυμίᾳ τῆς ἁμαρτίας συνεχόμενον, διέγειρόν μου τὸν λογισμὸν πρὸς μετάνοιαν, καὶ τοῦ σοῦ ἀμπελῶνος, ἐργάτην δόκιμον ἀνάδειξόν με, δωρούμενός μοι τῆς ἑνδεκάτης, ὥρας τὸν μισθόν, καὶ τὸ μέγα ἔλεος.

ΤΗ ΔΕΥΤΕΡΑ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α’ Στιχολογίαν τοῦ Ψαλτηρίου.
Καθίσματα Κατανυκτικὰ
Ἦχος α’
ν ἀνομίαις συλληφθεὶς ἐγὼ ὁ ἄσωτος, οὐ τολμῶ ἀτενίσαι εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ἀλλὰ θαρρῶν εἰς τὴν φιλανθρωπίαν σου κράζω, ὁ Θεὸς ἱλάσθητί μοι, καὶ σῶσόν με.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ  ὀργῇ σου παιδεύσῃς με.
Εἰ ὁ δίκαιος μόλις σῴζεται, ἐγὼ ποῦ φανοῦμαι ὁ ἁμαρτωλός; τὸ βάρος καὶ τὸν καύσωνα τῆς ἡμέρας οὐκ ἐβάστασα, τοῖς  περὶ τὴν ἑνδεκάτην ὥραν συναρίθμησόν με, ὁ Θεός, καὶ σῶσόν με.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ Κτίσις ἀγάλλεται· συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων, ὁρᾶν οὐ δεδύνηνται, αὐτὸν Θεοτόκε ἱκέτευε, σωθῆναι τὰς ψυχὰς ἡμῶν.

Εἰς τὴν ζ’ Ὠδὴν τοῦ Κανόνος, λέγεται τὸ  Μαρτυρικὸν, εἰ οὐκ ἔχει τὸ Μηναῖον Κοντάκιον, εἰ δὲ ἔχει, λέγεται τοῦτο ὁμοῦ μετὰ τῶν ἀνωτέρω Καθισμάτων.
θλήσεως, καύχημα, καὶ στεφάνων ἀξίωμα, οἱ ἔνδοξοι Ἀθλοφόροι, περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο· αὐτῶν ταῖς ἱκεσίαις δώρησαι ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος.
ΤΗ ΤΡΙΤΗ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν Α' Στιχολογίαν. Καθίσματα Κατανυκτικὰ
Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ.
γκάλας πατρικάς, διανοῖξαί μοι σπεῦσον, ἀσώτως τὸν ἐμόν, κατηνάλωσα βίον, εἰς πλοῦτον ἀδαπάνητον, ἀφορῶν, οἰκτιρμῶν σου Σωτήρ, νῦν    πτωχεύουσαν, μὴ ὑπερίδῃς καρδίαν· σοὶ γὰρ Κύριε, ἐν κατανύξει κραυγάζω· Ἥμαρτον εἰς τὸν οὐρανόν, καὶ ἐνώπιόν σου.
Στίχ. Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃς με μηδὲ τῇ ὀργῇ σου παιδεύσῃς με.
Τὸ βῆμά σου φρικτόν, καὶ ἡ κρίσις δικαία, τὰ ἔργα μου δεινά· ἀλλ' αὐτὸς Ἐλεῆμον, προφθάσας με διάσωσον, καὶ κολάσεως λύτρωσαι, ῥῦσαι Δέσποτα, τῆς τῶν ἐρίφων μερίδος, καὶ ἀξίωσον, ἐκ δεξιῶν σου με στῆναι κριτὰ δικαιότατε.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Συλλαβοῦσα ἀφλέκτως τὸ πῦρ τῆς Θεότητος, καὶ τεκοῦσα ἀσπόρως πηγὴν ζωῆς τὸν Κύριον κεχαριτωμένη Θεοτόκε, περίσῳζε τοὺς σὲ μεγαλύνοντας.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
Τοῦ λίθου σφραγισθέντος.
ς καλοὶ στρατιῶται, ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξασθε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι, δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν πᾶσιν ἰάματα.

ΤΗ ΤΕΤΑΡΤΗ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν Α' Στιχολογίαν. Καθίσματα Σταυρώσιμα.
Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ.
ρῶσά σε Χριστέ, ἡ πανάμωμος Μήτηρ, νεκρὸν ἐπὶ Σταυροῦ, ἡπλωμένον ἐβόα· Υἱέ μου συνάναρχε, τῷ Πατρὶ καὶ τῷ Πνεύματι, τίς ἡ ἄφατος οἰκονομία σου αὕτη; δι' ἧς ἔσωσας, τὸ τῶν χειρῶν σου οἰκτίρμον, πλαστούργημα Δέσποτα.
Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Τοῦ Σταυροῦ σου τὸ ξύλον προσκυνοῦμεν φιλάνθρωπε, ὅτι ἐν αὐτῷ προσηλώθης ἡ ζωὴ τῶν ἁπάντων, Παράδεισον ἠνέῳξας Σωτήρ, τῷ πίστει προσελθόντι σοι Λῃστῇ, καὶ τρυφῆς κατηξιώθη ὁμολογῶν σοι· Μνήσθητί μου Κύριε, δέξαι ὥσπερ ἐκεῖνον καὶ ἡμᾶς, κραυγάζοντας· Ἡμάρτομεν, πάντες τῇ   εὐσπλαγχνίᾳ σου, μὴ ὑπερίδῃς ἡμᾶς.
Δόξα... Καὶ νῦν... Σταυροθεοτοκίον.
Τὸν Ἄρνα ἐπὶ ξύλου ἡ ἀμνὰς καθορῶσα, μετὰ λῃστῶν μακροθύμως σταυρούμενόν σε Λόγε, καὶ λόγχῃ κεντούμενον πλευράν, ἠλάλαζε βοῶσα μητρικῶς· Τι τὸ ξένον καὶ φρικῶδες, Υἱέ μου μυστήριον, πῶς καλύπτει τάφος τὸν ἀπερίγραπτον Θεόν, ἄφραστον τὸ τελούμενον! Μή με τὴν τεκοῦσαν ἐάσῃς, Υἱέ μου γλυκύτατε.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.

ΤΗ ΠΕΜΠΤΗ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
 Μετὰ τὴν Α’ Στιχολογίαν. Καθίσματα Ἀποστολικὰ.
Ἦχος α’
Τοῦ λίθου σφραγισθέντος.
Τῇ σαγήνῃ τοῦ λόγου, τὰς πλοκὰς τῶν ῥητόρων, οἱ Ἁλιεῖς τῷ καλάμῳ τοῦ Σταυροῦ ἀνατρέψαντες, ἐφώτισαν τὰ ἔθνη εὐσεβῶς, δοξάζειν σε Θεὸν ἀληθινόν· διό σοι καὶ τὸν ὕμνον, τῷ ἐνδυναμώσαντι αὐτοὺς βοῶμεν· Δόξα τῷ Πατρί, καὶ τῷ Υἱῷ, δόξα τῷ ὁμοουσίῳ Πνεύματι, δόξα τῷ δι' αὐτῶν φωτίσαντι τὸν Κόσμον.
Στίχ. Εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος αὐτῶν καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.
Οἱ σοφοὶ τῆς Οἰκουμένης Ἁλιεῖς, ἐκ Θεοῦ λαβόντες τὸ συμπαθές, πρεσβεύσατε καὶ νῦν ὑπὲρ ἡμῶν τῶν βοώντων, Κύριε σῶσον τοὺς βασιλεῖς καὶ τὴν πόλιν σου, καὶ τῶν συνεχόντων δεινῶν ἐλευθέρωσον, διὰ τῶν Ἀποστόλων, τὰς ψυχὰς ἡμῶν.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Τὸν ἀμήτορα ἐν οὐρανῷ, ὑπὲρ ἔννοιαν καὶ ἀκοήν, ἐπὶ γῆς ἀπάτορα ἔτεκες· αὐτὸν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
Τὸν τάφον σου Σωτὴρ.
Τοὺς Μάρτυρας Χριστοῦ, ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν, σωτηρίαν αἰτοῦσι, καὶ πάντες προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς Πίστεως.

ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν Α' Στιχολογίαν. Καθίσματα Σταυρώσιμα
Ἦχος α’
Σταυρωθέντος σου Χριστέ, ἀνῃρέθη ἡ τυραννίς, ἐπατήθη ἡ δύναμις τοῦ ἐχθροῦ· οὔτε γὰρ Ἄγγελος, οὐκ ἄνθρωπος, ἀλλ' αὐτὸς ὁ Κύριος ἔσωσας ἡμᾶς, δόξα σοι.
Στίχ. ψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ.
Τὸν τάφον σου Σωτὴρ.
Τὸ ὅπλον τοῦ Σταυροῦ, ἐν πολέμοις ἐδείχθη, ποτὲ τῷ εὐσεβεῖ, Βασιλεῖ Κωνσταντίνῳ, ἀήττητον τρόπαιον, κατ' ἐχθρῶν διὰ πίστεως, τοῦτο τρέμουσι, καὶ αἱ δυνάμεις τοῦ ᾍδου, τοῦτο γέγονε, καὶ τῶν πιστῶν σωτηρία, καὶ Παύλου τὸ καύχημα.
Δόξα... Καὶ νῦν ... Σταυροθεοτοκίον.
Οἱ τὴν σὴν προστασίαν, κεκτημένοι Ἄχραντε, καὶ ταῖς σαῖς ἱκεσίαις, τῶν δεινῶν ἐκλυτρούμενοι, τῷ Σταυρῷ τοῦ Υἱοῦ σου ἐν παντὶ φρουρούμενοι, καταχρέως σε πάντες, εὐσεβῶς μεγαλύνομεν.
Εἰς τὴν ζ’ Ὠδὴν, τὸ Μαρτυρικὸν.
θλήσεως καύχημα, καὶ στεφάνων ἀξίωμα οἱ ἔνδοξοι Ἀθλοφόροι περιβέβληνταί σε Κύριε· καρτερίᾳ γὰρ αἰκισμῶν, τοὺς ἀνόμους ἐτροπώσαντο, καὶ δυνάμει θεϊκῇ, ἐξ οὐρανοῦ τὴν νίκην ἐδέξαντο· αὐτῶν ταῖς ἱκεσίαις, δώρησαι ἡμῖν ὁ Θεός, τὸ μέγα σου ἔλεος.

ΤΗ ΠΑΡΑΣΚΕΥΗ
ΕΣΠΕΡΑΣ

Εἰς τὸ Κύριε ἐκέκραξα, μετὰ τὸ Ἰδιόμελον τοῦ Τριῳδίου ψάλλομεν τὰ ἑπόμενα Στιχηρὰ  Μαρτυρικὰ
Ἦχος α’
Τῇ πρεσβείᾳ Κύριε, πάντων τῶν Ἁγίων, καὶ τῆς Θεοτόκου, τὴν σὴν εἰρήνην δὸς ἡμῖν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος οἰκτίρμων.
ἐν σταδίῳ ὑμῶν ὁμολογία Ἅγιοι, τῶν δαιμόνων κατέπτηξε τὴν δύναμιν, καὶ τῆς πλάνης τοὺς ἀνθρώπους ἠλευθέρωσε· διὸ καὶ τὰς κεφαλὰς ἀποτεμνόμενοι ἐκράζετε· Γενέσθω Κύριε ἡ θυσία τῶν ψυχῶν ἡμῶν, εὐπρόσδεκτος ἐνώπιόν σου, ὅτι σὲ ποθήσαντες, κατεφρονήσαμεν τῆς προσκαίρου ζωῆς φιλάνθρωπε.
τῆς καλὴς ὑμῶν πραγματείας Ἅγιοι! ὅτι αἵματα ἐδώκατε, καὶ οὐρανοὺς ἐκληρονομήσατε, καὶ πρὸς καιρὸν πειρασθέντες, αἰωνίως ἀγάλλεσθε. Ὄντως καλὸν ὑμῶν τὸ ἐμπόρευμα· φθαρτὰ γὰρ καταλιπόντες, τὰ ἄφθαρτα ἀπελάβετε, καὶ σὺν Ἀγγέλοις χορεύοντες, ὑμνεῖτε ἀπαύστως Τριάδα ὁμοούσιον, ἀνεύφημοι Μάρτυρες ὑμᾶς, οὐχ ἡ γῆ κατέκρυψεν, ἀλλ' οὐρανὸς ὑπεδέξατο, ὑμῖν ἠνοίγησαν Παραδείσου πύλαι, καὶ ἐντὸς γενόμενοι, τοῦ ξύλου τῆς ζωῆς ἀπολαύετε, Χριστῷ πρεσβεύσατε, δωρηθῆναι ταῖς ψυχαῖς ἡμῶν, τὴν εἰρήνην, καὶ τὸ μέγα ἔλεος.
Δόξα... Ἰδιόμελον. Ἦχος α’
Νεκρώσιμον. Ποίημα Ἰωάννου Μοναχοῦ.
Ποία τοῦ βίου τρυφή, διαμένει λύπης ἀμέτοχος; ποία δόξα ἕστηκεν ἐπὶ γῆς ἀμετάθετος; πάντα σκιᾶς ἀσθενέστερα, πάντα ὀνείρων ἀπατηλότερα, μιᾷ ῥοπῇ, καὶ ταῦτα πάντα, θάνατος διαδέχεται. Ἀλλ' ἐν τῷ φωτὶ Χριστὲ τοῦ προσώπου σου, καὶ τῷ γλυκασμῷ τῆς σῆς ὡραιότητος, οὓς ἐξελέξω ἀνάπαυσον, ὡς φιλάνθρωπος.
Καὶ νῦν ... Θεοτοκίον.
Τὴν παγκόσμιον δόξαν, τὴν ἐξ ἀνθρώπων σπαρεῖσαν, καὶ τὸν Δεσπότην τεκοῦσαν, τὴν ἐπουράνιον πύλην, ὑμνήσωμεν Μαρίαν τὴν Παρθένον τῶν Ἀσωμάτων τὸ ᾆσμα, καὶ τῶν πιστῶν τὸ ἐγκαλλώπισμα· αὕτη γὰρ ἀνεδείχθη οὐρανός, καὶ ναὸς τῆς Θεότητος, αὕτη τὸ μεσότοιχον τῆς ἔχθρας καθελοῦσα, εἰρήνην ἀντεισῆξε, καὶ τὸ βασίλειον ἠνέῳξε. Ταύτην οὖν κατέχοντες τῆς Πίστεως τὴν ἄγκυραν, ὑπέρμαχον ἔχομεν, τὸν ἐξ αὐτῆς τεχθέντα Κύριον, θαρσείτω τοίνυν, θαρσείτω λαὸς τοῦ Θεοῦ· καὶ γάρ αὐτὸς πολεμήσει, τοὺς ἐχθροὺς ὡς παντοδύναμος.

ΤΩ ΣΑΒΒΑΤΩ ΠΡΩΪ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν Α' Στιχολογίαν. Καθίσματα Μαρτυρικὰ.
Ἦχος α’
Τοῦ λίθου σφραγισθέντος.
ς καλοὶ στρατιῶται, ὁμοφρόνως πιστεύσαντες, τὰς ἀπειλὰς τῶν τυράννων, μὴ πτοούμενοι Ἅγιοι, προσήλθετε προθύμως τῷ Χριστῷ, ἀράμενοι τὸν τίμιον Σταυρόν, καὶ τελέσαντες τὸν δρόμον, ἐξ Οὐρανοῦ τὴν νίκην ἐδέξασθε. Δόξα τῷ ἐνισχύσαντι ὑμᾶς, δόξα τῷ στεφανώσαντι· δόξα τῷ ἐνεργοῦντι δι' ὑμῶν πᾶσιν ἰάματα.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ.
Τὰς ἀλγηδόνας τῶν Ἁγίων, ἃς ὑπὲρ σοῦ ἔπαθον, δυσωπήθητι Κύριε, καὶ πάσας ἡμῶν τὰς ὀδύνας, ἴασαι φιλάνθρωπε δεόμεθα.
Στίχ. Τος γοις τοῖς  ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Τοὺς μάρτυρας Χριστοῦ ἱκετεύσωμεν πάντες· αὐτοὶ γὰρ τὴν ἡμῶν σωτηρίαν αἰτοῦνται, καὶ πάντες προσέλθωμεν, πρὸς αὐτοὺς μετὰ πίστεως, οὗτοι βρύουσι, τῶν ἰαμάτων τὴν χάριν, οὗτοι φάλαγγας, ἀποσοβοῦσι δαιμόνων, ὡς φύλακες τῆς Πίστεως.
Δόξα... Νεκρώσιμον. Ὅμοιον.
σάρκα δι' ἡμᾶς ἐκ Παρθένου ἀτρέπτως, φορέσας ἐκ Μητρός, ἐπ' ἐσχάτων τῶν χρόνων, καὶ γινώσκων ὡς Κύριος, τὸ καθ' ἡμᾶς εὐόλισθον, ἄνες, οἴκτειρον, τούς μεταστάντας τοῦ βίου· σοὶ γὰρ Δέσποτα, ψυχὰς ἀνέθεντο πίστει, τῷ μονῳ Θεῷ ἡμῶν.
Καὶ νῦν ... Θεοτοκίον. Αὐτόμελον.
Τοῦ Γαβριὴλ φθεγξαμένου σοι, Παρθένε τὸ Χαῖρε, σὺν τῇ   φωνῇ ἐσαρκοῦτο, ὁ τῶν ὅλων Δεσπότης, ἐν σοὶ τῇ ἁγίᾳ κιβωτῷ, ὡς ἔφη ὁ δίκαιος Δαυΐδ. Ἐδείχθης πλατυτέρα τῶν οὐρανῶν, βαστάσασα τὸν Κτίστην σου, δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς, διὰ τοῦ τόκου σου.

Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ’ καὶ ψάλλομεν τὰ ἑπόμενα Στιχηρὰ Μαρτυρικὰ.
Ἦχος α’
Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ, δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν, ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ Κόσμου, καὶ κήρυκας τῆς Πίστεως, τὴν πηγὴν τήν ἀένναον, ἐξ ἧς ἀναβλύζει τοῖς  πιστοῖς τὰ ἰάματα. Αὐτῶν ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Οὗτοι οἱ Στρατιῶται τοῦ Βασιλέως τοῦ μεγάλου, ἀντέστησαν τοῖς  δόγμασι τῶν τυράννων, γενναίως κατεφρόνησαν τῶν βασάνων, καὶ τὴν πλάνην πᾶσαν πατήσαντες, ἀξίως στεφανωθέντες, αἰτοῦνται παρὰ τοῦ Σωτῆρος εἰρήνην, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
μᾶς πανεύφημοι Μάρτυρες, οὐ θλίψις, οὐ στενοχωρία, οὐ λιμός, οὐδὲ μάστιγες, οὐ θυμὸς θηρῶν, οὐ ξίφος, οὐδὲ πῦρ ἀπειλοῦν, χωρίσαι Θεοῦ δεδύνηνται, πόθῳ δὲ μᾶλλον τῷ πρὸς αὐτόν, ὡς ἐν ἀλλοτρίοις ἀγωνισάμενοι σώμασι, τὴν φύσιν ἐλάθετε, θανάτου καταφρονήσαντες· ὅθεν καὶ ἐπαξίως, τὸν τῶν πόνων ὑμῶν μισθὸν ἐκομίσασθε, οὐρανῶν Βασιλείας, κληρονόμοι γεγόνατε, πρεσβεύσατε ὑπὲρ τῶν ψυχῶν ἡμῶν δεόμεθα.
γαλλιᾶσθε Μάρτυρες ἐν Κυρίῳ, ὅτι τὸν ἀγῶνα τὸν καλὸν ἠγωνίσασθε, ἀντέστητε βασιλεύσι, καὶ τυράννους ἑνικήσατε, πῦρ καὶ ξίφος οὐκ ἐπτοήθητε, θηρῶν ἀγρίων κατεσθιόντων τὰ σώματα ὑμῶν, Χριστῷ μετὰ Ἀγγέλων, τὴν ὑμνῳδίαν ἀναπέμποντες, τοὺς ἀπ' οὐρανῶν στεφάνους ἐκομίσασθε, αἰτήσασθε δωρηθῆναι ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Νεκρώσιμον.
Ποίημα Ἰωάννου Δαμασκηνοῦ.
ργῳ Σωτήρ μου δεικνύς, ὅτι σὺ εἶ ἡ πάντων ἀνάστασις λόγῳ Λόγε Λάζαρον, ἐκ νεκρῶν ἐξανέστησας, τότε μοχλοὶ ἐσαλεύθησαν, πύλαι δὲ ᾍδου συνεταράχθησαν, τότε ὕπνος ὁ τῶν ἀνθρώπων, θάνατος ἀπεδείκνυτο, ἀλλ' ὁ εἰς τὸ σῶσαί σου τὸ πλαστούργημα, καὶ οὐκ εἰς τὸ κρῖναι παραγενόμενος, οὓς ἐξελέξω, ἀνάπαυσον ὡς φιλάνθρωπος.
Καὶ νῦν... Θεοτοκίον.
Φαιδρύνεται Κόρη Προφητῶν, ὁ χορὸς τῷ τόκῳ σου, Πατριαρχῶν θεῖος σύλλογος, σεπτοὶ Ἀπόστολοι, καὶ Ἀρχιερέων, καὶ Μαρτύρων σύστημα, Ὁσίων καὶ Δικαίων τὰ τάγματα, καὶ σὲ γινώσκουσιν, ἀφορμὴν τῆς τούτων τάξεως, καὶ τιμῶσιν, ὡς Θεοῦ γεννήτριαν.

Ἀπόστιχα τὰ ἑπόμενα Προσόμοια Νεκρώσιμα, ποίημα Θεοφάνους, ὦν καὶ τῶν εἰς τοὺς λοιποὺς Ἤχους ἐν τοῖς ἄλλοις Σάββασι τοιούτων Προσομοίων ὁμοῦ ἡ ἀκροστιχίς ἐστι.
Σος Χριστ δούλους γράψον ν ζώντων βίβλ.
Ἦχος α’
Πανεύφημοι.
Σοῦ Σῶτερ δεόμεθα τῆς σῆς, γλυκείας μεθέξεως, τοὺς μεταστάντας ἀνάπαυσον, καὶ κατασκήνωσον, ἐν σκηναῖς Δικαίων, ἐν μοναῖς Ἁγίων σου, ἐν τοῖς ἐπουρανίοις σκηνώμασι, τῇ   εὐσπλαγχνίᾳ σου, παρορῶν τὰ παραπτώματα, καὶ παρέχων αὐτοῖς τὴν ἀνάπαυσιν.
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
Οὐδεὶς ἀναμάρτητος οὐδείς, τῶν ἀνθρώπων γέγονεν, εἰμὴ σὺ μόνε Ἀθάνατε· διὸ τοὺς δούλους σου, ὡς Θεὸς οἰκτίρμον, ἐν φωτὶ κατάταξον, σὺν ταῖς χοροστασίαις Ἀγγέλων σου, τῇ   εὐσπλαγχνίᾳ σου, ὑπερβαίνων ἀνομήματα, καὶ παρέχων αὐτοῖς τὴν συγχώρησιν.
Στίχ. Καὶ τὸ μνημόσυνον αὐτῶν εἰς γενεὰν καὶ γενεάν.
πὲρ τὰ ὁρώμενα τὰ σά, Σῶτερ ἐπαγγέλματα, ἃ ὀφθαλμὸς οὐ τεθέαται, καὶ οὓς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν, οὐκ ἀνέβη πώποτε, ὧν τῆς προσενεστώσης μεθέξεως, τυχεῖν εὐδόκησον, τοὺς πρὸς σὲ μεταχωρήσαντας, καὶ παρέχων ζωὴν τὴν αἰώνιον.
Δόξα...
Σταυρῷ σου γηθόμενοι Σταυρῷ, θαρροῦντες οἱ δοῦλοί σου, πρὸς σὲ μετέστησαν Κύριε, οἷς νῦν ἀντίλυτρον, τῶν αὐτῶν πταισμάτων, τὸν Σταυρὸν σoυ δώρησαι, καὶ αἷμα τὸ χυθὲν ὑπὲρ τοῦ Κόσμου ζωῆς, τῇ   εὐσπλαγχνίᾳ σου, συγχωρῶν τὰ πλημμελήματα, καὶ φωτίζων φωτὶ τοῦ προσώπου σου.
Καὶ νῦν... Θεοτοκίον.
Χριστὸν ἐκδυσώπησον τὸν σόν, τόκον Μητροπάρθενε, τὴν τῶν πταισμάτων συγχώρησιν, δοῦναι τοῖς  δούλοις σου, τοῖς  σὲ Θεοτόκον, εὐσεβῶς κηρύξασι, καὶ λόγῳ ἀληθεῖ δογματίσασι, καὶ τῆς λαμπρότητος, τῶν Ἁγίων καὶ φαιδρότητος ἀξιῶσαι ἐν τῇ βασιλείᾳ σου.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου