ΔΕΚΕΜΒΡΙΟΥ
ΤΗ Α’ ΤΟΥ ΜΗΝΟΣ
Μνήμη τοῦ Ἁγίου Προφήτου Ναούμ.
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Εἰς τό, Κύριε ἐκέκραξα,
ἱστῶμεν
Στίχους ς’ καὶ ψάλλομεν Στιχηρὰ Προσόμοια.
Ἦχος γ’
Μεγάλη τοῦ Σταυροῦ σου.
Ἡ χάρις τοῦ Ἁγίου Πνεύματος ἐσκήνωσεν, ἐν σοὶ Θεοῦ Προφῆτα, καὶ τῆς ἰδίας αἴγλης ἀπειργάσατο, λαμπάδα περιφανεστάτην, καὶ διὰ σοῦ θεσπίζει, τὰ μέλλοντα, Νινευῒ τῇ μεγάλῃ.
Νεφέλη φωτοβόλος ὤφθης ἀποστάζουσα, Ναοὺμ Θεοῦ Προφῆτα, θεογνωσίας ὄμβρον, καὶ ἐπότισας τὸ πόμα τῆς θεοκρισίας Νινευϊτῶν τὴν πόλιν, ἀσέβειαν, ὠδινήσασαν αὖθις.
Εὐκλείας ἀκηράτου μέτοχος γενόμενος, Ναοὺμ Θεοῦ Προφῆτα, καὶ ἀπορρήτου δόξης, καὶ χαρᾶς τῆς ἀνεκφράστου, καὶ τρυφῆς ἐνθέου, ὑπὲρ ἡμῶν δυσώπει, θεόπνευστε, τὸν τῶν ὅλων Δεσπότην.
Δόξα...
Καὶ νῦν...
Θεοτοκίον.
Μεγάλης διὰ σοῦ εὐεργεσίας Ἄχραντε, τυχόντες σὺν Προφήταις, γεραίρομεν τὸν τόκον σου, τὸν καὶ καταξιώσαντα, ἐκ μήτρας σου τεχθῆναι, δι' ἄκραν εὐσπλαγχνίαν, καὶ ἀναπλάσαντα τῶν ἀνθρώπων τὸ γένος.
Ἢ Σταυροθεοτοκίον.
Ὁρῶσα τὸν ἐκ σοῦ τεχθέντα Παναμώμητε, κρεμάμενον ἐν ξύλῳ, ἄπνουν πικρῶς ἐβόας· Ποθεινότατόν μου Τέκνον, πῶς ἔδυ τὸ τῆς μορφῆς σου κάλλος, ἑκὸν κρυβέν, τῇ σκιᾷ τοῦ θανάτου;
Εἰς τὸν Στίχον.
Στιχηρὰ τῆς Ὀκτωήχου.
Ἀπολυτίκιον Ἦχος β’
Τοῦ Προφήτου σου Ναοὺμ τὴν μνήμην, Κύριε ἑορτάζοντες, δι' αὐτοῦ σε δυσωποῦμεν· Σῶσον τὰς ψυχὰς ἡμῶν.
Καὶ τὰ λοιπὰ τοῦ Ἑσπερινοῦ καὶ Ἀπόλυσις.
ΕΙΣ
ΤΟΝ ΟΡΘΡΟΝ
Μετὰ τὴν συνήθη Στιχολογίαν, λέγονται οἱ Κανόνες τῆς Ὀκτωήχου, καὶ τοῦ Προφήτου, οὗ ἡ Ἀκροστιχίς.
Ναοὺμ τὸ
λῆμμα
συντόνως
ἐπαινέσω.
Θεοφάνους.
Ὠδὴ α’ Ἦχος
πλ. α’
Ἵππον καὶ ἀναβάτην, εἰς θάλασσαν Ἐρυθράν, ὁ συντρίβων πολέμους, ἐν ὑψηλῷ βραχίονι, Χριστὸς ἐξετίναξεν, Ἰσραὴλ δὲ ἔσωσεν, ἐπινίκιον ὕμνον ᾄδοντα.
Ναοὺμ τὸ θεῖον λῆμμα, τῆς διανοίας σου, τῆς ἐνθέως ληφθείσης, ὑπὸ Θεοῦ θεόληπτε, καὶ τούτου τῇ χάριτι, λαμπομένης βλέποντες, μακαρίζομέν σε Πανάριστε.
Ἄνωθεν ἐνηχοῦσα, Προφῆτά σου τῇ ψυχῇ, ἡ τοῦ Πνεύματος χάρις, προφητικὴν ἐνέργειαν, ἀξίως ἐνέπνευσε, καὶ θεόπνουν γλῶσσάν σοι, κατεσκεύασεν ἀξιάγαστε.
Ὄργανον ἀνεδείχθης, ἀνακρουόμενον, τῶ τοῦ Πνεύματος πλήκτρῳ, τὸν ζηλωτὴν Θεὸν ἀνυμνῶν, καὶ πᾶσι φθεγγόμενον, τῆς ἐνθέου κρίσεως, το ἀδέκαστον Παναοίδιμε.
Θεοτοκίον.
Ὑπερευλογημένη, Παρθένε πάναγνε, τοὺς σὲ πίστει καὶ πόθῳ, οἷα Θεοῦ Μητέρα σεπτήν, ὑμνοῦντας διάσωσον, τῶν κινδύνων λύουσα, τὴν ἀτίθασον ἀγριότητα.
Ὠδὴ γ’
Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρήσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
Μεθέξει θεοποιοῦ τε καὶ θείου Πνεύματος, τὴν ψυχὴν ἐγένου φωτοειδέστατος· ὅθεν καὶ τὰ πόρρω φανερῶς, πᾶσι προκαταγγέλλειν, ἐκ θειοτέρας ἐπιπνεύσεως, σὺ προεχειρίσθης θεόπνευστε.
Τὸ κρῖμα τῆς κατὰ τῶν ἐχθρῶν ἐκδικήσεως, προεώρας Μάκαρ θεοπτικώτατα, τῶν καταφρονούντων δυσσεβῶς, θείας μακροθυμίας, καὶ ἀνοχῆς τε καὶ χρηστότητος, ἐξ ἀθεραπεύτου κακότητος.
Θεοτοκίον.
Ὁ πάλαι ἐξ οὐδενὸς ποιήσας τὰ σύμπαντα, ἐκ τῆς σῆς ἁγίας γαστρὸς προέρχεται, ἄνθρωπος γενόμενος Ἁγνή, ὑπὸ φιλανθρωπίας, διαφερόντως ὁ Φιλάνθρωπος, ἵνα τούς ἀνθρώπους λυτρώσηται.
Ὁ Εἱρμὸς.
Ὁ πήξας ἐπ' οὐδενὸς τὴν γῆν τῇ προστάξει σου, καὶ μετεωρήσας ἀσχέτως βρίθουσαν, ἐπὶ τὴν ἀσάλευτον Χριστέ, πέτραν τῶν ἐντολῶν σου, τὴν Ἐκκλησίαν σου στερέωσον, μόνε ἀγαθὲ καὶ φιλάνθρωπε.
Κάθισμα Ἦχος
πλ. α’
Τὸν συνάναρχον Λόγον.
Ἀμιγῆ χαρακτήρων τῶν κάτω ἔνδοξε, σὺ τὸν νοῦν κεκτημένος, τοῦ θείου Πνεύματος, καθαρώτατον Ναοὺμ δοχεῖον γέγονας, τὰς ἐλλάμψεις τὰς αὐτοῦ, εἰσδεχόμενος λαμπρῶς, καὶ πᾶσι διαπορθμεύων· διό σε ἐκδυσωποῦμεν, ὑπὲρ εἰρήνης τοῦ κόσμου πρέσβευε.
Θεοτοκίον.
Τὸ ἐξαίσιον θαῦμα τὸ τῆς συλλήψεως, καὶ ὁ ἄφραστος τρόπος ὁ τῆς κυήσεως, ἐν σοὶ ἐγνώρισται Ἁγνὴ ἀειπάρθενε, καταπλήττει μου τὸν νοῦν, καὶ ἐξιστᾷ τὸν λογισμόν, ἡ δόξα σου Θεοτόκε, τοῖς πᾶσιν ἐφαπλουμένη, πρὸς σωτηρίαν τῶν ψυχῶν ἡμῶν.
Ἢ Σταυροθεοτοκίον.
Τῷ Σταυρῷ τοῦ Υἱοῦ σου θεοχαρίτωτε, τῶν εἰδώλων ἡ πλάνη πᾶσα κατήργηται, καὶ τῶν δαιμόνων ἡ ἰσχὺς καταπεπάτηται· διὰ τοῦτο οἱ πιστοί, κατὰ χρέος σε ἀεί, ὑμνοῦμεν καὶ εὐλογοῦμεν, καὶ Θεοτόκον κυρίως ὁμολογοῦντες, σὲ μεγαλύνομεν.
Ὠδὴ δ’
Τὴν θείαν ἐννοήσας σου κένωσιν,
προβλεπτικῶς ὁ Ἀββακούμ, Χριστὲ ἐν τρόμῳ ἐβόα σοι· Εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου ἐλήλυθας.
Λαμπόμενος τῇ αἴγλῃ, τοῦ Πνεύματος, Νινευϊτῶν τὴν ἀπειλήν, τῆς ἐρημίας προήγγειλας, τῆς τοῦ Θεοῦ δυναστείας, προφαίνων θεοφάντορ τὸ ἄφυκτον.
Ἡ κρίσις ἡ δικαία τοῦ κτίσαντος, καταψηφίζεται δεινήν, πανωλεθρίαν λαοῦ δυσμενοῦς, ὡς προφητεύων ἐφθέγξω, Ναοὺμ Θεοῦ Προφῆτα πανόλβιε.
Μετρίῳ κοσμουμένη φρονήματι, ἡ τοῦ Προφήτου σου ψυχή, πρὸς θεοπτίαν τὴν σὴν Ἀγαθέ, ὑπερφυῶς ἀνηνέχθη, καὶ θείας θεωρίας λαμπρότητα.
Θεοτοκίον.
Μαρία ἡ Κυρία τῆς κτίσεως, ὡς Βασιλέα τοῦ παντός, τεκοῦσα μόνη πανύμνητε, τῆς τῶν παθῶν τυραννίδος, ἐλεύθερόν με δεῖξον πρεσβείαις σου.
Ὠδὴ ε’
Ὁ ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, πρὸς σὲ ὀρθρίζω, καὶ σοὶ κραυγάζω· Τὴν ψυχήν μου φώτισον, τὴν ἐσκοτισμένην, Χριστὲ ὡς μόνος εὔσπλαγχνος.
Ἄμωμον καὶ ἄληπτον, βίον κτησάμενος, τῆς ἐνεργείας καὶ φωταυγίας, τοῦ Ἁγίου Πνεύματος, Ναοὺμ ἠξιώθης, Προφῆτα θαυμαστότατε.
Σάρκα καθυπέταξας, τῷ αὐτοκράτορι νοῒ προθύμως, τὰς ἀναβάσεις ἐν καρδίᾳ θέμενος· ὅθεν ἐμφανείας, θεοπρεποῦς ἐπέτυχες.
Ὑπὲρ τὰ ὁρώμενα, τὰ προτερήματα, τῶν προφητείᾳ τετιμημένων· δι' αὐτῶν γὰρ φθέγγεται, τὸ Ἅγιον Πνεῦμα, τὸ ἀγαθὸν καὶ Κύριον.
Θεοτοκίον.
Νοῦς οὐδὲ οὐράνιος, ὄντως δυνήσεται, σὲ Θεοτόκε ὑμνεῖν ἀξίως· τὸν γὰρ Κτίστην τέτοκας, τὸν ταῖς οὐρανίαις, ὑμνούμενον δυνάμεσιν.
Ὠδὴ ς’
Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.
Τὸν τῆς θείας χάριτος, πεφηνότα, τέμενος πιστοί, καὶ δοχεῖον ἄχραντον γενόμενον, τῆς ὑπὲρ νοῦν, θεοφανείας ὑμνήσωμεν.
Ὁ τοῦ θείου Πνεύματος, δεδεγμένος, ἄδυτον αὐγήν, καὶ τὸν νοῦν θειότερον κτησάμενος, τοὺς εὐσεβεῖς, πρὸς ὑμνῳδίαν προτρέπεται.
Θεοτοκίον.
Νοεραὶ δυνάμεις σε, καὶ ἀνθρώπων, πᾶσαι γενεαί, ὡς Θεὸν γεννήσασαν δοξάζουσι, διαπαντός, εὐλογημένη Πανάμωμε.
Ὁ Εἱρμὸς.
Μαινομένην κλύδωνι, ψυχοφθόρῳ Δέσποτα Χριστέ, τῶν παθῶν τὴν θάλασσαν κατεύνασον, καὶ ἐκ φθορᾶς, ἀνάγαγέ με ὡς εὔσπλαγχνος.
Συναξάριον.
Τῇ Α’ τοῦ αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου Προφήτου Ναούμ.
Στίχοι
Ναούμ, τὸν Ἑλκεσαῖον ἐκπεπνευκότα,
Ἕλκει πόθος με σμυρνίσαι σμύρνῃ λόγου.
Πρώτη ἐκ βιότοιο Δεκεμβρίου ᾤχετο Ναούμ.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ Ὁσίου Φιλαρέτου τοῦ Ἐλεήμονος.
Στίχοι
Θνῄσκει ὁ πᾶσαν ἀρετὴν φερωνύμως,
Πάτερ φιλήσας, τόν γε μὴν οἶκτον πλέον.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου μάρτυρος Ἀνανίου τοῦ Πέρσου.
Στίχοι
Ἀνανίας σάρξ, πρὸς δὲ σαρκὸς αἰκίας,
Αἴσθησιν ὡς σάρξ οὐδὲ μικρὰν λαμβάνει.
Τῇ αὐτῇ ἡμέρᾳ, Μνήμη τοῦ ἁγίου Ἀντωνίου τοῦ νέου.
Ὁ Ἅγιος Ὀνήσιμος, ὁ ἀρχιεπίσκοπος Ἐφέσου, ἐν εἰρήνῃ τελειοῦται.
Ταῖς αὐτῶν ἁγίαις πρεσβείαις ὁ Θεός, ἐλέησον καὶ σῶσον ἡμᾶς. Ἀμήν.
Ὠδὴ ζ’
Ὁ ὑπερυψούμενος τῶν Πατέρων Κύριος, τὴν φλόγα κατέσβεσε, τοὺς Παῖδας ἐδρόσισε, συμφώνως μελῳδοῦντας· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὡς θεοπτικώτατον, τὸν Προφήτην ἔχοντες, χορείας ἐξάρχοντα, σεπτῶς ἑορτάζομεν, ἐνθέως μελῳδοῦντες· ὁ Θεὸς εὐλογητὸς εἶ.
Σὲ πνευματοκίνητον, ἐπιγνόντες ὄργανον, καὶ λύραν θεόπνευστον, καλοῦμεν συλλήπτορα, τῶν ὕμνων μελῳδοῦντες· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ἔστεψὲ σε Κύριος, ὡς Προφήτην ἔνθεον, καὶ χάριν σοι δέδωκε, προλέγειν τὰ μέλλοντα, ᾧ πάντες μελῳδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Θεοτοκίον.
Πύλην ἀδιόδευτον, ὁ Προφήτης βλέπει σε, Παρθένε πανάχραντε, ἣν μόνος διώδευσεν, ᾧ πάντες μελωδοῦμεν· ὁ Θεὸς εὐλογητὸς εἶ.
Ὠδὴ η’
Σοὶ τῷ Παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἄϋλον αὐγήν, τῆς ἀρχικῆς Τριάδος, Προφῆτα θεώμενος, μέλπεις γηθόμενος. Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ἱεροπρεπῶς, τὴν ἱεράν σου μνήμην, Προφῆτα θεσπέσιε, τιμῶντες ψάλλομεν· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Θεοτοκίον.
Νεύρωσον Ἁγνή, τὸν τῆς ψυχῆς μου τόνον, λυθέντα τοῖς πταίσμασι, καὶ τοῖς παθήμασιν· ὅπως ὑμνήσω, Παρθένε τὸν σὸν τόκον, καὶ ὑπερυψῶ σε, τὴν κεχαριτωμένην.
Ὁ Εἱρμὸς.
Σοὶ τῷ Παντουργῷ, ἐν τῇ καμίνῳ Παῖδες, παγκόσμιον πλέξαντες, χορείαν ἔμελπον· Πάντα τὰ ἔργα, τὸν Κύριον ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’
Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.
Ἐπὶ γῆς ἰσάγγελον, πολιτείαν ἔσχες ἀληθῶς, καὶ νῦν ἐν τοῖς οὐρανοῖς, σὺν Ἀγγελικαῖς, χορείαις ἐσκήνωσας, περὶ τὸ φῶς τὸ τρισσοφεγγές, οὗ ἐμφορούμενος, ἐποπτεύεις τοὺς ὑμνοῦντάς σε.
Σὲ Θεῷ προσάγομεν, ὑπὲρ κόσμου, Μάκαρ πρεσβευτήν, δυσώπησον ἐκτενῶς τῇ προφητικῇ, παρρησίᾳ χρώμενος, δοῦναι πιστοῖς ἀγαθοπρεπῶς, τὴν διαμένουσαν, αἰωνίαν ἀπολύτρωσιν.
Θεοτοκίον.
Ὡς Θεὸν γεννήσασαν, καταλλήλως τε καὶ προσφυῶς, καλοῦμέν σε οἱ πιστοί, θεηγορικῶς, Θεοτόκον ἄχραντον, παναληθεῖ κλήσει τὸν σεπτόν, τόκον σου σέβοντες, Παναγία Μητροπάρθενε.
Ὁ Εἱρμὸς
Ἡσαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱὸν τὸν Ἐμμανουήλ, Θεόν τε καὶ ἄνθρωπον, Ἀνατολὴ ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, τὴν Παρθένον μακαρίζομεν.
Ἡ λοιπὴ Ἀκολουθία τοῦ Ὄρθρου, ὡς σύνηθες, καὶ Ἀπόλυσις.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου