ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΟ
ΤΩΝ ΒΑΪΩΝ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Τὰ κατὰ τὸν τυχόντα Ἦχον Τριαδικά· καὶ μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα
Σταυρώσιμα, καὶ Σταυροθεοτοκίον τά κατά τὸν τυχόντα Ἤχον. Εἰς δὲ τὴν β’
Στιχολογίαν τά παρόντα Καθίσματα.
Ἦχος δ’
Ταχὺ προκατάλαβε.
Δυὰς ἀποστέλλεται, τῶν Μαθητῶν ἀγαγεῖν, τὸν πῶλον ὡς γέγραπται, ἐν ᾧ Χριστὸς
ἐπιβάς, ὡραῖος ἐλεύσεται, αἴνεσιν ἐκ νηπίων, καταρτίσασθαι θείαν. Τοῦτον οὖν
ὑπαντῆσαι, ἐπειχθῶμεν σπουδαίως, Βαΐα ἐναρέτων, αὐτῷ φέροντες πράξεων.
Σταυροθεοτοκίον.
Παρθένε πανάμωμε, Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ῥομφαία διῆλθέ
σου, τὴν παναγίαν ψυχήν, ἡνίκα σταυρούμενον, ἔβλεψας ἑκουσίως, τὸν Υἱὸν καὶ
Θεόν σου, ὅν περ εὐλογημένη, δυσωποῦσα μὴ παύσῃ, συγχώρησιν πταισμάτων, καιρῷ
νηστείας δωρήσασθαι.
Μετὰ τὴν γ’ Στιχολογίαν
Καθίσματα Ἦχος πλ. δ’
Ἀνέστης ἐκ νεκρῶν.
Δυὰς τῶν Μαθητῶν, ἀποστέλλεται σήμερον, τὸν πῶλον ἀγαγεῖν,
τῷ Δεσπότῃ τῶν ἁπάντων, ἔρχεται ἐπιβῆναι, ὁ ὀχούμενος Σεραφὶμ πλήθεσιν,
ἄρχεται δειματοῦσθαι, ὁ κοσμοκράτωρ παμφάγος θάνατος, διὰ Λαζάρου πρῶτον
σκυλευθείς, τὸ γένος τῶν ἀνθρώπων.
Σταυροθεοτοκίον.
Τῷ πάθει τοῦ Υἱοῦ, ἡ Ἁγνὴ ἐφεστῶσα, θρηνοῦσα γοερῶς,
κατηλάλαζε μέλος. Πῶς σε τὸν ἀσιγήτως, Ἀγγέλων ὕμνοις δοξολογούμενον, παῖδες
Ἑβραίων φεῦ μοι! Πιλάτου κρίσει Υἱὲ παρέστησαν! Ὑμνολογῶ σου Λόγε τὴν πολλήν,
καὶ ἄρρητον εὐσπλαγχνίαν.
Ὁ Ν’, ὁ Κανὼν τοῦ Μηναίου, καὶ τὰ παρόντα Τριῴδια κατὰ τὴν τάξιν
αὐτῶν. Στιχολογοῦμεν δὲ καὶ τὴν ε’ Ὠδήν.
Τριῴδιον Ποίημα Ἰωσὴφ.
Ὠδὴ ε’ Ἦχος δ’
Ἀνάτειλόν μοι Κύριε.
Ἐπὶ Σταυροῦ σὺ
Κύριε, ὑπνώσας μεταβέβληκας, εἰς ὕπνον Δέσποτα τὸν θάνατον· Λάζαρος γὰρ ἐβόας,
ὁ φίλος κεκοίμηται, ἀλλὰ ἀπελεύσομαι, ἐξυπνῆσαι νῦν αὐτόν.
Τῶν Προφητῶν κηρύγματα, πληρῶν προφητευόμενα,
προφητοκτόνον πρὸς τὴν πόλιν Χριστέ, οἰκτίρμον παρεγένου, κτανθῆναι θελήματι,
τὸν ἀποκτανθέντα με, διασῴζων τῆς φθορᾶς.
Οἱ σῶμα τὸ δυσήνιον, τῷ λόγῳ ὑποτάξαντες, δι' ἐγκρατείας καὶ δεήσεως, μονασταὶ καὶ μιγάδες, Χριστῷ
ὑπαντήσατε, πώλῳ ἐπιβαίνοντι, ἐρχομένῳ τε παθεῖν.
Θεοτοκίον.
Ῥανίσι τοῦ ἐλέους
σου, κατάρδευσον Πανάχραντε, τὴν ἐκτακεῖσάν μου καρδίαν, φλογμῷ τῆς ἁμαρτίας,
καὶ τὸν ἐσβεσμένον μου, τῆς καρδίας ἄναψον, λύχνον πύλη τοῦ φωτός.
Ἕτερον Ποίημα Θεοδώρου.
Ἦχος πλ. δ’ Τὸν ζόφον τῆς ψυχῆς μου.
Δυάδα Μαθητῶν σου, ἐν τῷ μέλλειν σε φθάνειν εἰς Βηθανίαν
Χριστέ, στέλλεις ἀγάγαι σοι πῶλον, ἐφ' ὃν οὐδεὶς ἀνθρώπων ἐκάθισε· πλὴν γάρ
σου, οὐδεὶς τὰ ἄλογα ἔθνη, Σωτὴρ καθυπέταξε.
Συνῆλθεν Ἰουδαίων, ἐξ Ἱεροσολύμων εἰς Βηθανίαν πληθύς, καὶ
ταῖς συγγόνοις Λαζάρου, σήμερον μὲν συμπάσχει, ἐπὰν δὲ αὔριον γνῷ, τοῦτον ἐκ
τάφου πηδῶντα, κινεῖται πρὸς φόνον Χριστοῦ.
Δόξα...
Τριὰς ἡ παναγία, ὁ Πατήρ, ὁ Υἱός, καὶ Πνεῦμα τὸ
παντουργόν, ἡ μακαρία Θεότης, ἡ ἄναρχος οὐσία, τὸ τριλαμπέστατον φῶς, τὸ
πανδερκέστατον κράτος, τοὺς δούλους σου φύλαττε.
Καὶ νῦν... Σταυροθεοτοκίον.
Σταυρῷ σε κατιδοῦσα, ἐμπεπαρμένον τοῖς ἥλοις, Χριστὲ ἡ
Μήτηρ σου, καὶ ἐκ πλευρᾶς ζωηρᾶς σου, ῥυὲν Αἷμα καὶ ὕδωρ, κατετιτρώσκετο, τῇ
μητρικῇ συμπαθείᾳ· Υἱόν γάρ σε ἔγνω αὐτῆς.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Ἰδοὺ παρεσκευάσθη,
ὁ Χριστὸς ἐπιστῆναι, πρὸς τὴν Ἱερουσαλήμ, οἱ ἐν τοῖς ὄρεσι πάντες, καὶ ἐν ταῖς
ἐρημίαις, συνέλθετε μονασταί, αὐτῷ χαρὰ ὑπαντῆσαι, σύν πάσῃ τῇ ὑπ' οὐρανῷ.
Ὁ Εἱρμὸς.
Τὸν ζόφον τῆς ψυχῆς μου, διασκέδασον φωτοδότα Χριστὲ ὁ
Θεός, ὁ τὸ ἀρχέγονον σκότος, διώξας τῆς ἀβύσσου, καὶ δώρησαί μοι τὸ φῶς, τῶν
προσταγμάτων σου Λόγε, ἵνα ὀρθρίζων δοξάζω σε.
Ὠδὴ η’
Γῆ καὶ πάντα τὰ ἐν αὐτῇ.
Τὴν ἀνάστασιν καὶ ζωήν, ἔχουσαι Γυναῖκες προσφιλῆ, τί
ἀποδύρεσθε πικρῶς; παραγίνεται καὶ ζωώσει, τὸν γνήσιον φίλον, τῇ αὐτοῦ
ἀναστάσει τὴν ἔγερσιν, πάντων προμηνύων, ὁ πάντων εὐεργέτης.
Καταγώγια μοναστῶν, ἀθροίσθητε ὡς ἄρνες λογικοί, τῷ ἀρχιποίμενι Χριστῷ, ὑπαντῆσαι νῦν κλαδηφόροι, προέρχεται θέλων, ὡς ἀρνίον
σφαγῆναι ὁ Κύριος, ὅπως τήν τοῦ λύκου, ἐξάρῃ τυραννίδα.
Ἐρχομένου πρὸς
Βηθσφαγῆ, κρότου σου ποδῶν ὁ δυσμενής, ᾔσθετο ᾍδης, καὶ ποδῶν τοῦ Λαζάρου
ἥπτετο λέγων· Εἰ μέλλει φωνεῖν σε ἡ ζωή, μὴ μελήσῃς, ἀλλ' ἔξελθε· ἔγνων τὴν
ἐμὴν γάρ, κατάλυσιν ἐν τάχει.
Θεοτοκίον.
Ἱεραί σε τῶν
Προφητῶν, κηρύττουσι φωναὶ συμβολικῶς, πύλην καὶ ὄρος καὶ σκηνὴν τὴν ἁγίαν,
φωτὸς νεφέλην, ἐξ ἧς τοῖς ἐν σκότει, καὶ σκιᾷ καθημένοις ἀνέτειλεν, Ἥλιος
Παρθένε, ὁ μόνος φωτοδότης.
Εἱρμὸς ἄλλος.
Ἄγγελοι καὶ οὐρανοὶ.
Ἡ δυὰς τῶν
Μαθητῶν, ἀποσταλεῖσα φέρει ὑποζύγιον, τῷ ἐπὶ ταῖς νεφέλαις ἐπιβαίνοντι, ὃν τὰ πάντα ὑμνοῦσι, καὶ ὑπερυψοῦσιν, εἰς
πάντας τοὺς αἰῶνας.
Ἐπὶ θύραις ὁ
Χριστός, λοιπὸν ἡ Βηθανία μὴ σκυθρώπαζε· εἰς γὰρ χαρὰν τὸ πένθος μεταβάλλει
σου, τὸ σὸν θρέμμα ἐγείρων, Λάζαρον ἐκ τάφου, αὐτὸν ὑμνολογοῦντα.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα.
Εἷς Θεὸς οὖν ἡ Τριάς, οὐ τοῦ Πατρὸς ἐκστάντος εἰς υἱότητα,
οὐδὲ Υἱοῦ τραπέντος εἰς ἐκπόρευσιν, ἀλλ' ἰδίᾳ καὶ ἄμφω, φῶς Θεὸν τὰ τρία,
δοξάζω εἰς αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον.
Μόνη ἄφθορος κύεις, μόνη θηλάζεις βρέφος μὴ λοχεύουσα,
μόνη τὸν κτίστην τίκτεις, καὶ Δεσπότην σου, εἰ καὶ Μήτηρ καὶ δούλη, Σὲ
Παρθενομῆτορ, ὑμνοῦμεν εἰς αἰῶνας.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Τοῖς φυτοῖς τῶν ἀρετῶν, καὶ αἰσθητῶς τοῖς κλάδοις, ὡς
διπλοῦν Χριστόν, ἑτοιμασθῶμεν πάντες ὑποδέξασθαι, ὀχούμενον ἐν πώλῳ, ὃν
ὑπερυψοῦμεν, εἰς πάντας τούς αἰῶνας.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ὁ Εἱρμὸς.
Ἄγγελοι καὶ
οὐρανοί, τὸν ἐπὶ θρόνου δόξης ἐποχούμενον, καὶ ὡς Θεὸν ἀπαύστως δοξαζόμενον,
εὐλογεῖτε, ὑμνεῖτε, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ θ’
Ὅτι ἐποίησέ μοι μεγαλεῖα.
Ἰδοὺ προανεφώνεις,
ἀναβαίνομεν Ἰησοῦ, πρὸς Πόλιν, τὴν ἁγίαν, καὶ χερσὶν μιαιφόνων ἀληθῶς,
παραδοθήσομαι σταυρῷ, ἀποκτανθῆναι σαρκί.
Θανάτου θέλων Λόγε, ἐξαρπάσαι φίλον τὸν σόν, σαρκὶ
θανατωθῆναι δι' ἡμᾶς, κατεπείγῃ τοὺς βροτούς, ἀθανατίζων τοὺς πιστούς, μόνε
ἀθάνατε.
Βαΐα σωφροσύνης, ἐπεισοίσωμεν τῷ Χριστῷ, ἐν πώλῳ μετριάζοντι σαρκί, καὶ προσείπωμεν αὐτῷ· Ἐπὶ τὸ πάθος ὁ
ἐλθών, εὐλογητὸς εἶ Σωτήρ.
Θεοτοκίον.
Φρικτή σου ἡ λοχεία, Θεοτόκε Μήτηρ Χριστοῦ· διό σε
μακαρίζομεν πιστῶς, καὶ δοξάζομεν σεπτῶς, αἱ γενεαὶ τῶν γενεῶν, εἰς τοὺς
αἰῶνας, Ἀμήν.
Ἄλλος.
Τὸν προδηλωθέντα.
Ἄρτι ἀποστέλλων,
τοὺς Μαθητὰς Χριστὸς ἔφη· Λύσαντές μοι πῶλον, ἀγάγετε ἐπιβῆναι, ἵνα λύσω τῆς
ἀλογίας τὰ ἔθνη, καὶ καθυποτάξω, ὡς Υἱὸς τῷ Πατρί.
Ἔρχεται ὁ Κύριος,
ἄνοιξόν σου τὰς πύλας, Βηθανία πρόσδεξαι, ἐν πίστει τὸν Δεσπότην· καὶ γὰρ ἥκει
ἐξαναστῆσαι ἐκ τάφου, Λάζαρον ὡς μόνος παντοδύναμος.
Δόξα...
Τὸ τρισσοφαὲς Κύριε, τῆς σῆς μοναρχίας, ἐκφαντορικαῖς
λάμψεσιν, εἰς νοῦν ἡμῶν ἀστράπτον, ἀπὸ πλάνης πολυσχιδοῦς ἐπιστρέφει, πρὸς
ἑνωτικὴν ἡμᾶς ἐνθέωσιν.
Καὶ νῦν... Θεοτοκίον.
Χαίροις τὸ παλάτιον, τοῦ πάντων Βασιλέως, δι' ἧς τὰ
βασίλεια οὐρανῶν ἠνεῴχθη, τοῖς ἐπὶ γῆς Θεοτόκε Παρθένε, καὶ ἡ μετὰ Ἀγγέλων
συγκατοίκησις.
Δόξα σοι, ὁ Θεὸς ἡμῶν, δόξα σοι.
Οἱ ἐν ταῖς ἐρήμοις, καὶ ὄρεσι καὶ σπηλαίοις, ἥκατε
ἀθροίσθητε, σὺν ἡμῖν βαϊοφόροι, ὑπαντῆσαι τῷ Βασιλεῖ καὶ Δεσπότῃ· ἔρχεται γὰρ σῶσαι τὰς ψυχὰς ἡμῶν.
Ὁ Εἱρμὸς.
Τὸν προδηλωθέντα, ἐν ὄρει τῷ Νομοθέτῃ, ἐν πυρὶ καὶ βάτῳ, τόκον τὸν τῆς Ἀειπαρθένου, εἰς ἡμῶν τῶν πιστῶν
σωτηρίαν, ὕμνοις ἀσιγήτοις μεγαλύνομεν.
Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.
Εἰς τὰ Ἀπόστιχα τῶν Αἴνων.
Ἰδιόμελον Ἦχος δ’
Ποίημα Λέοντος τοῦ Βασιλέως.
Περιφρονήσασα ψυχή μου τῶν θείων χρησμῶν, εὐάλωτος
γέγονας, ταῖς μηχαναῖς τοῦ ἐχθροῦ· οἰκείᾳ ῥοπῇ, παραδοθεῖσα τῇ φθορᾷ, καὶ καρωθεῖσα ὑπὸ
ἁμαρτίας πολλῆς, τὸ θεότευκτον ἄμφιον ἐρρύπωσας, καὶ ἀνευτρέπιστον τοῦ
βασιλικοῦ γάμου πεποίηκας, ἀλλ' ἵνα μὴ σὺν τῇ ἁμαρτίᾳ ἑλκυσθῇς, καὶ
ὑποκεκρυμμένη τῶν παθῶν τῷ ἐνδύματι,
ἀνακλιθεῖσα, τὰς εὐθύνας τῆς εἰσόδου εἰσπραχθῇς, καὶ τοῦ νυμφῶνος ἐκβληθῇς, τῷ Σωτῆρι κράξον. Τὸ φοβερὸν ὄμμα, ὁ λαβὼν ὅπερ εἰμί, καὶ ὃς ἧς μὴ ἐάσας, καὶ
πρὸ σταυροῦ, χλαμύδα ἐμπαιγμοῦ δι' ἐμὲ φορέσας, τὸν σάκκον μου διάρρηξον, καὶ
εὐφροσύνην ἀμφίασον, καὶ ἐκ σκότους ἐξωτέρου, καὶ κλαυθμοῦ αἰωνίου ῥῦσαί με,
καὶ ἐλέησόν με. (Δίς)
Μαρτυρικὸν.
Τοὺς Ἀθλοφόρους τοῦ Χριστοῦ δεῦτε λαοὶ ἅπαντες τιμήσωμεν,
ὕμνοις καὶ ᾠδαῖς πνευματικαῖς, τοὺς φωστῆρας τοῦ Κόσμου, καὶ κήρυκας τῆς
Πίστεως, τὴν πηγὴν τήν ἀένναον, ἐξ ἧς ἀναβλύζει, τοῖς πιστοῖς τὰ ἰάματα, αὐτῶν
ταῖς ἱκεσίαις Χριστὲ ὁ Θεὸς ἡμῶν, τὴν εἰρήνην δώρησαι τῷ Κόσμῳ σου, καὶ ταῖς ψυχαῖς
ἡμῶν τὸ μέγα ἔλεος.
Δόξα... Ἰδιόμελον.
Ἦχος πλ. δ’
Τὴν ψυχωφελῆ, πληρώσαντες Τεσσαρακοστήν, καὶ τὴν ἁγίαν
Ἑβδομάδα τοῦ Πάθους σου, αἰτοῦμεν κατιδεῖν Φιλάνθρωπε, τοῦ δοξάσαι ἐν αὐτῇ τὰ
μεγαλεῖά σου, καὶ τήν ἄφατον δι' ἡμᾶς οἰκονομίαν σου, ὁμοφρόνως μελῳδοῦντες,
Κύριε δόξα σοι.
Καὶ νῦν... Τὸ αὐτὸ.
ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ
Τροπάριον τῆς Προφητείας.
Ἦχος γ’
Ἀνυπόστατος Κύριε
ἡ ὀργή, τῆς ἐπὶ ἁμαρτωλοὺς ἀπειλῆς σου· καὶ οὐκ ἐσμὲν ἄξιοι ατενίσαι, καὶ
αἰτῆσαι παρὰ σοῦ ἔλεος, μὴ τῷ θυμῷ σου,
μηδὲ τῇ ὀργῇ σου ἀπολέσῃς ἡμᾶς, οὓς ἐκ γῆς τῇ χειρί σου ἔπλασας.
Δόξα... Καί νῦν... Τὸ αὐτὸ.
Προκείμενον Ἦχος δ’ Ψαλμὸς ρκα’
Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι. Εἰς οἶκον Κυρίου πορευσόμεθα.
Στίχ. Ἕνεκα τοῦ οἴκου
Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐξεζήτησα ἀγαθά σοι.
Προφητείας Ἡσαΐου τὸ Ἀνάγνωσμα.
(Κεφ. ΞΣΤ’: 10-24)
Εὐφράνθητι,
Ἱερουσαλήμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ, πάντες οἱ ἀγαπῶντες αὐτήν, καὶ οἱ
κατοικοῦντες αὐτήν, χάρητε ἅμα αὐτῇ χαρᾷ πάντες ὅσοι ἐπενθεῖτε ἐπ' αὐτῇ, ἵνα
θηλάσητε, καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, καὶ ἵνα ἐκθηλάσαντες,
τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς. Ὅτι τάδε λέγει Κύριος· Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς
αὐτούς, ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν, τὰ παιδία
αὐτῶν ἐπ' ὤμων ἀρθήσονται, καὶ ἐπὶ γονάτων παρακληθήσονται, ὡς εἴ τινα μήτηρ
παρακαλέσει, οὕτω κᾀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἱερουσαλὴμ παρακληθήσεσθε. Καὶ
ὄψεσθε, καὶ χαρήσεται ἡ καρδία ὑμῶν, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ, καὶ
γνωστὴ ἔσται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς
ἀπειθοῦσιν. Ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ,
ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν, καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός· ἐν γὰρ
τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ.
Πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου, οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς
κήπους, καὶ ἐν τοῖς προθύροις οἱ ἐσθίοντες κρέας ὕειον, καὶ τὰ βδελύγματα, καὶ
τὸν μῦν, ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπε Κύριος· κᾀγὼ τὰ ἔργα αὐτῶν, καὶ τὸν
λογισμὸν αὐτῶν ἐπίσταμαι, καὶ ἐγὼ ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη, καὶ τὰς
γλώσσας, καὶ ἥξουσι, καὶ ὄψονται τὴν δόξαν μου, καὶ καταλείψω ἐπ' αὐτῶν σημεῖον,
καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσεῖς, καὶ Φούδ, καὶ
Λούδ, καὶ Μοσόχ, καὶ εἰς Θοβέβ, καὶ εἰς τὴν Ἑλλάδα, καὶ εἰς τὰς νήσους τὰς
πόρρω, οἳ οὐκ ἀκηκόασί μου τὸ ὄνομα, οὔτε ἑωράκασί μου τὴν δόξαν. Καὶ
ἀναγγελοῦσι τὴν δόξαν μου ἐν τοῖς ἔθνεσι, καὶ ἄξουσι τοὺς ἀδελφοὺς ἡμῶν ἐκ
πάντων τῶν ἐθνῶν, δῶρον Κυρίῳ, μεθ' ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων,
μετὰ σκιαδίων εἰς τὴν ἁγίαν πόλιν Ἱερουσαλήμ, εἶπε Κύριος· ὡς ἂν εἰσενέγκοιεν
ἐμοὶ οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν μετὰ εὐφροσύνης, καὶ μετὰ ψαλμῶν εἰς τὸν
οἶκον Κυρίου, καὶ ἀπ΄ αὐτῶν λήψομαι Ἱερεῖς καὶ Λευΐτας, εἶπε Κύριος. Ὃν τρόπον
γὰρ ὁ οὐρανὸς καινός, καὶ ἡ γῆ καινή, ἃ ἐγὼ ποιῶ, μένει ἐνώπιον ἐμοῦ, λέγει
Κύριος· οὕτω στήσεται τὸ σπέρμα ὑμῶν, καὶ τὸ ὄνομα ὑμῶν. Καὶ ἔσται μὴν ἐκ μηνός,
καὶ σάββατον ἐκ σαββάτου, καὶ ἥξει πᾶσα σάρξ τοῦ προσκυνῆσαι ἐνώπιον ἐμοῦ ἐν
Ἱερουσαλήμ, εἶπε Κύριος. Καὶ ἐξελεύσονται, καὶ ὄψονται τὰ κῶλα τῶν ἀνθρώπων τῶν
παραβεβηκότων ἐν ἐμοί· ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ
σβεσθήσεται, καὶ ἔσονται εἰς ὅρασιν πάσῃ σαρκί.
Προκείμενον
Ἦχος πλ. β’ Ψαλμὸς ρκβ’
Ἐλέησον
ἡμᾶς, Κύριε, ἐλέησον ἡμᾶς.
Στίχ. Πρὸς
σὲ ἦρα τοὺς ὀφθαλμούς μου.
ΤΗ ΠΑΡΑΣΚΕΥΗ ΠΡΟ
ΤΩΝ ΒΑΐΩΝ
ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ
τὸν Προοιμιακόν, στιχολογοῦμεν τα Πρὸς Κύριον. Εἰς τὸ Κύριε ἐκέκραξα, ἱστῶμεν Στίχους ι’ καὶ ψάλλομεν τὰ
ἑπόμενα.
Στιχηρὸν Ἰδιόμελον Ἦχος πλ. δ’
Τὴν ψυχωφελῆ, πληρώσαντες Τεσσαρακοστήν, καὶ τὴν ἁγίαν
ἑβδομάδα τοῦ Πάθους σου, αἰτοῦμεν κατιδεῖν Φιλάνθρωπε, τοῦ δοξάσαι ἐν αὐτῇ τὰ
μεγαλεῖά σου, καὶ τήν ἄφατον δι΄ ημᾶς οἰκονομίαν σου, ὁμοφρόνως μελῳδοῦντες,
Κύριε δόξα σοι. (Δίς)
Μαρτυρικὸν.
Μάρτυρες Κυρίου, ἱκετεύσατε τὸν Θεόν ἡμῶν, καὶ αἰτήσατε
ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμὸν τῶν πολλῶν παραπτωμάτων
δεόμεθα.
Στιχηρὰ Ἰδιόμελα τοῦ Ἁγίου Λαζάρου.
Ποίημα Λέοντος τοῦ Βασιλέως.
Ἦχος πλ. β’
Κύριε, Λαζάρου θέλων τάφον ἰδεῖν, ὁ μέλλων γνώμῃ τάφον
οἰκεῖν, ἐπηρώτας· Ποῦ τεθείκατε αὐτόν, μαθὼν δὲ ὃ οὐκ ἠγνόεις, ἐφώνεις ὃν
ἐπόθεις· Λάζαρε δεῦρο ἔξω, καὶ ἐπήκουσεν ὁ ἄπνους, τῷ πνοὴν αὐτῷ
διδόντι, σοὶ τῷ Σωτῆρι τῶν ψυχῶν ἡμῶν. (Δίς)
Κύριε, ἐπὶ τὸν τάφον τοῦ τετραημέρου, ἐπὶ τὸ μνῆμα ἦλθες
Λαζάρου, καὶ ἐπὶ φίλῳ δάκρυα ῥάνας, νεκρὸν τετραήμερον ἤγειρας, ὁ στάχυς τῆς
ζωῆς· διὸ θάνατος ἐδέθη φωνῇ, τὰ σπάργανα ἐλύθη χερσί· τότε χαρᾶς ἐπληροῦτο, τὸ στῖφος τῶν Μαθητῶν, καὶ μία παρὰ πάντων,
ἐλειτουργεῖτο συμφωνία· Εὐλογημένος εἶ Σωτήρ, ἐλέησον ἡμᾶς. (Δίς)
Ἦχος πλ. β’
Κύριε, ἡ φωνή σου κατέλυσε, τοῦ ᾍδου τὰ βασίλεια, καὶ ὁ
λόγος τῆς ἐξουσίας σου, ἤγειρεν ἐκ τάφου τετραήμερον, καὶ γέγονεν ὁ Λάζαρος,
τῆς παλιγγενεσίας, προοίμιον σωτήριον. Πάντα δυνατά σοι Δέσποτα, τῷ πάντων
Βασιλεῖ, δώρησαι τοῖς δούλοις σου, ἱλασμὸν καὶ τὸ μέγα ἔλεος.
Κύριε, πιστῶσαι θέλων τοὺς Μαθητάς σου, τὴν ἐκ νεκρῶν σου
Ἔγερσιν, ἐν τῷ μνήματι Λαζάρου παραγέγονας, καὶ φωνήσαντός σου τοῦτον, ὁ ᾍδης
ἐσκυλεύθη, καὶ ἀπέλυσε τὸν τετραήμερον, βοῶντά σοι· Εὐλογημένε Κύριε δόξα σοι.
Κύριε, παραλαμβάνων τοὺς Μαθητάς σου, ἐν Βηθανίᾳ
παρεγένου, ἵνα ἐγείρῃς τὸν Λάζαρον, καὶ δακρύσας ἐπ αὐτόν, νόμῳ φύσεως
ἀνθρωπίνης, ὡς Θεός, τοῦτον τετραήμερον ἥγειρας, καὶ ἐβόα σοι Σωτήρ· Εὐλογημένε Κύριε δόξα σοι.
Δόξα...
Ἰδιόμελον Ἦχος πλ. δ’
Ἐπιστὰς τῷ μνήματι
Λαζάρου ὁ Σωτὴρ ἡμῶν, καὶ φωνήσας τὸν νεκρόν, ὡς ἐξ ὕπνου ἐξανέστησας,
ἀπεσείσατο τὴν φθορὰν τῆς ἀφθαρσίας τῷ πνεύματι, καὶ συνεξῆλθε τῷ λόγῳ,
δεδεμένος κειρίαις. Πάντα δύνασαι, πάντα σοι δουλεύει Φιλάνθρωπε, πάντα σοι
ὑποτέτακται, Σωτὴρ ἡμῶν δόξα σοι.
Καὶ νῦν... Ἕτερον Ἰδιόμελον.
Ἀνδρέου Τυφλοῦ.
Τὴν ψυχωφελῆ πληρώσαντες Τεσσαρακοστήν, βοήσωμεν· Χαίροις πόλις Βηθανία, πατρὶς ἡ τοῦ Λαζάρου, χαίρετε Μάρθα καὶ Μαρία, αἱ
τούτου ἀδελφαί, αὔριον Χριστός παραγίνεται, ζωῶσαι ῥήματι, τὸν τεθνεῶτα ἀδελφόν· οὗ φωνῆς ἀκούσας, ὁ πικρὸς καὶ ἀκόρεστος ᾍδης, φόβῳ τρομάξας, καὶ μέγα
στενάξας, ἀπολύσει Λάζαρον, κειρίαις ἐσφιγμένον, οὗ τῷ θαύματι, δῆμος Ἑβραίων
ἐκπλαγείς, μετὰ βαΐων καὶ κλάδων, αὐτῷ προσυπαντήσουσι, καὶ ὀφθήσονται
εὐφημοῦντες παῖδες, ὃν φθονοῦσι πατέρες. Εὐλογημένος ὁ ἐρχόμενος, ἐν ὀνόματι
Κυρίου, Βασιλεὺς τοῦ Ἰσραήλ.
Μετὰ τὴν εἴσοδον, τὸ Φῶς ἱλαρόν καὶ εὐθύς.
Ἑσπέρας Προκείμενον Ἦχος πλ. β’ Ψαλμὸς ρκγ’
Ἡ βοήθεια ἡμῶν ἐν ὀνόματι Κυρίου.
Στίχ. Εἰ μὴ ὅτι Κύριος ἦν ἐν ἡμῖν, εἰπάτω δὴ Ἰσραήλ.
Γενέσεως τὸ Ἀνάγνωσμα.
(Κεφ. ΜΘ’: 33, Ν΄:1-26)
Κατέπαυσεν Ἰακώβ, ἐπιτάσσων τοῖς υἱοῖς αὐτοῦ, καὶ ἐξάρας
τοὺς πόδας αὐτοῦ ἐπὶ τὴν κλίνην, ἐξέλιπε, καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ.
Καὶ ἐπιπεσὼν Ἰωσήφ ἐπὶ πρόσωπον τοῦ πατρὸς αὐτοῦ, ἔκλαυσε πικρῶς ἐπ' αὐτῷ, καὶ
ἐφίλησεν αὐτόν. Καὶ προσέταξεν, Ἰωσὴφ τοῖς παισὶν αὐτοῦ τοῖς ἐνταφιασταῖς,
ἐνταφιάσαι τὸν πατέρα αὐτοῦ· καὶ ἐνεταφίασαν οἱ ἐνταφιασταὶ τὸν Ἰσραήλ. Καὶ ἐπλήρωσαν
αὐτοῦ τεσσαράκοντα ἡμέρας· οὕτω γὰρ καταριθμοῦνται αἱ ἡμέραι τῆς ταφῆς, καὶ
ἐπένθησεν αὐτόν Αἴγυπτος ἑβδομήκοντα ἡμέρας. Ἐπεὶ δὲ παρῆλθον αἱ ἡμέραι τοῦ
πένθους, ἐλάλησεν Ἰωσὴφ πρὸς τοὺς δυνάστας Φαραώ, λέγων· Εἰ εὗρον χάριν ἐναντίον ὑμῖν, λαλήσατε περὶ ἐμοῦ εἰς τὰ ὦτα Φαραώ, λέγοντες· ὁ πατὴρ μου ὥρκισέ με, πρὸ τοῦ τελευτῆσαι αὐτόν, λέγων· Ἐν τῷ μνημείῳ, ὃ ὤρυξα ἐμαυτῷ ἐν γῇ Χαναάν, ἐκεῖ με θάψεις. Νῦν οὖν
ἀναβάς, θάψω τὸν πατέρα μου, καὶ ἐπανελεύσομαι. Εἶπον οὖν τῷ Φαραώ, κατὰ τὰ
εἰρημένα ὑπὸ τοῦ Ἰωσήφ. Καὶ εἶπε Φαραὼ τῷ Ἰωσήφ· Ἀνάβηθι, θάψον τὸν πατέρα σου, καθάπερ ὥρκισέ σε. Καὶ ἀνέβη Ἰωσὴφ θάψαι
τὸν πατέρα αὐτοῦ, καὶ συνανέβησαν μετ' αὐτοῦ πάντες οἱ παῖδες Φαραώ, καὶ οἱ
πρεσβύτεροι τοῦ οἴκου αὐτοῦ, καὶ πάντες οἱ πρεσβύτεροι γῆς Αἰγύπτου, καὶ πᾶσα ἡ
παροικία Ἰωσήφ, καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ οἰκία ἡ πατρικὴ αὐτοῦ, καὶ τὴν
συγγένειαν αὐτοῦ, καὶ τὰ πρόβατα, καὶ τοὺς βόας ὑπελείποντο ἐν γῇ Γεσέμ. Καὶ
συνανέβησαν μέτ' αὐτοῦ ἅρματα, καὶ ἱππεῖς, καὶ ἐγένετο ἡ παρεμβολὴ μεγάλη
σφόδρα. Καὶ παρεγένοντο εἰς ἅλωνα Ἀτάδ, ὅ ἐστι πέραν τοῦ Ἰορδάνου, καὶ ἐκόψαντο
αὐτὸν κοπετὸν μέγαν, καὶ ἰσχυρὸν σφόδρα, καὶ ἐποίησε τὸ πένθος τῷ πατρὶ αὐτοῦ
ἑπτὰ ἡμέρας. Καὶ εἶδον οἱ κάτοικοι τῆς γῆς Χαναὰν τὸ πένθος ἐπὶ ἅλωνι Ἀτάδ, καὶ
εἶπον· Πένθος μέγα τοῦτό ἐστι τοῖς Αἰγυπτίοις· διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου. Πένθος Αἰγύπτου, ὅ ἐστι
πέραν τοῦ Ἰορδάνου. Καὶ ἐποίησαν αὐτῷ οὕτως οἱ υἱοὶ αὐτοῦ, καθὼς ἐνετείλατο
αὐτοῖς, καὶ ἀνέλαβον αὐτὸν οἱ υἱοὶ αὐτοῦ εἰς γῆν Χαναάν, καὶ ἔθαψαν αὐτὸν εἰς
τὸ σπήλαιον τὸ διπλοῦν, ὃ ἐκτήσατο Ἀβραὰμ τὸ σπήλαιον ἐν κτήσει μνημείου, παρὰ
Ἐφρὼν τοῦ Χετταίου, κατέναντι Μαμβρῆ. Καὶ ὑπέστρεψεν Ἰωσήφ εἰς Αἴγυπτον, αὐτὸς
καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πάντες οἱ συναναβάντες θάψαι τὸν πατέρα αὐτοῦ.
Ἰδόντες δὲ οἱ ἀδελφοὶ Ἰωσήφ, ὅτι τέθνηκεν ὁ πατὴρ αὐτῶν, εἶπον· Μήποτε μνησικακήσῃ ἡμῖν Ἰωσήφ, καὶ ἀνταπόδομα ἀνταποδῷ ἡμῖν πάντα τὰ κακά,
ἃ ἐνεδειξάμεθα αὐτῷ, καὶ παραγενόμενοι πρὸς Ἰωσήφ, εἶπον· ὁ πατήρ σου ὥρκισε πρὸ τοῦ τελευτῆσαι αὐτόν, λέγων. Οὕτως εἴπατε Ἰωσήφ.
Ἄφες αὐτοῖς τὴν ἀδικίαν καὶ τὴν ἁμαρτίαν αὐτῶν, ὅτι πονηρά σοι ἐνεδείξαντο, καὶ
νῦν δέξαι τὴν ἀδικίαν τῶν θεραπόντων τοῦ Θεοῦ τοῦ πατρός σου. Καὶ ἔκλαυσεν
Ἰωσήφ, λαλούντων αὐτῶν πρὸς αὐτόν. Καὶ ἐλθόντες πρὸς αὐτόν, εἶπον· ἴδε, ἡμεῖς σοι οἰκέται. Καὶ εἶπεν αὐτοῖς Ἰωσήφ· Μὴ φοβεῖσθε· τοῦ γὰρ Θεοῦ εἰμι ἐγώ, ὑμεῖς ἐβουλεύσασθε κατ' ἐμοῦ εἰς
πονηρά, ὁ δὲ Θεὸς ἐβουλεύσατο περὶ ἐμοῦ εἰς ἀγαθά, ὅπως ἂν γενηθῇ ὡς σήμερον,
καὶ ἵνα τραφῇ λαὸς πολύς. Καὶ εἶπεν αὐτοῖς· Μὴ φοβεῖσθε, ἐγὼ διαθρέψω ὑμᾶς, καὶ τὰς οἰκίας ὑμῶν, καὶ
παρεκάλεσεν αὐτούς, καὶ ἐλάλησεν αὐτῶν εἰς τὴν καρδίαν. Καὶ κατῴκησεν Ἰωσὴφ ἐν
Αἰγύπτῳ, αὐτὸς καὶ οἱ ἀδελφοὶ αὐτοῦ, καὶ πᾶσα ἡ παροικία τοῦ πατρὸς αὐτοῦ. Καὶ
ἔζησεν Ἰωσὴφ ἔτη ἑκατόν δέκα. Καὶ εἶδεν Ἰωσὴφ Ἐφραὶμ παιδία, ἕως τρίτης γενεᾶς,
καὶ οἱ υἱοὶ Μαχεὶρ τοῦ υἱοῦ Μανασσῆ ἐτέχθησαν ἐπὶ μηρῶν Ἰωσήφ. Καὶ εἶπεν Ἰωσὴφ τοῖς
ἀδελφοὶς αὐτοῦ, λέγων· Ἐγὼ ἀποθνήσκω, ἐπισκοπῇ δὲ ἐπισκέψεται ὁ Θεὸς ὑμᾶς, καὶ
ἀνάξει ὑμᾶς ἐκ τῆς γῆς ταύτης εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν ὑμῶν Ἀβραάμ,
Ἰσαάκ, καὶ Ἰακώβ. Καὶ ὥρκισεν Ἰωσήφ, τοὺς υἱοὺς Ἰσραὴλ λέγων· Ἐν τῇ ἐπισκοπῇ, ᾗ ἐπισκέψηται ὁ Θεὸς ὑμᾶς, καὶ συνανοίσετε τὰ ὀστᾶ μου
ἐντεῦθεν μεθ' ὑμῶν. Καὶ ἐτελεύτησεν Ἰωσὴφ ἐτῶν ἑκατὸν δέκα, καὶ ἔθαψαν αὐτὸν ἐν
τῇ σορῷ ἐν Αἰγύπτῳ.
Προκείμενον Ἦχος δ’ Ψαλμὸς ρκδ’
Οἱ πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών.
Στίχ. Οὐ σαλευθήσεται εἰς τὸν αἰῶνα ὁ κατοικῶν Ἱερουσαλήμ.
Παροιμιῶν τὸ Ἀνάγνωσμα.
(Κεφ. ΛΑ’: 8-31)
Υἱέ, ἄνοιγε σὸν στόμα λόγῳ Θεοῦ, καὶ κρίνε πάντα ὑγιῶς.
Ἄνοιγε σὸν στόμα, καὶ κρίνε δικαίως, διάκρινε δὲ πένητα καὶ ἀσθενῆ. Γυναῖκα
ἀνδρείαν τίς εὑρήσει; τιμιωτέρα δέ ἐστι λίθων πολυτελῶν ἡ τοιαύτη, θαρσεῖ ἐπ'
αὐτῇ ἡ καρδία τοῦ ἀνδρὸς αὐτῆς, ἡ τοιαύτη καλῶν σκύλων οὐκ ἀπορήσει· ἐνεργεῖ γὰρ τῷ ἀνδρὶ εἰς ἀγαθὰ πάντα τὸν βίον. Μηρυομένη ἔρια καὶ λῖνον,
ἐποίησεν εὔχρηστα ταῖς χερσὶν αὐτῆς. Ἐγένετο ὡσεὶ ναῦς ἐμπορευομένη μακρόθεν,
συνάγει δὲ αὐτῆς τὸν πλοῦτον, καὶ ἀνίσταται ἐκ νυκτῶν, καὶ ἔδωκε βρώματα τῷ
οἴκῳ, καὶ ἔργα ταῖς θεραπαίναις, θεωρήσασα γεώργιον, ἐπρίατο, ἀπὸ δὲ τῶν καρπῶν
τῶν χειρῶν αὐτῆς κατεφύτευσε κτῆμα. Ἀναζωσαμένη ἰσχυρῶς τὴν ὀσφὺν αὐτῆς, ἤρεισε
τοὺς βραχίονας αὐτῆς εἰς ἔργον. Ἐγεύσατο, ὅτι καλόν ἐστι τὸ ἐργάζεσθαι, καὶ οὐκ
ἀποσβέννυται ὁ λύχνος αὐτῆς ὅλην τὴν νύκτα. Τοὺς πήχεις αὐτῆς ἐκτείνει ἐπὶ τὰ
συμφέροντα, τὰς δὲ χεῖρας αὐτῆς ἐρείδει εἰς ἄτρακτον. Χεῖρας αὐτῆς διήνοιξε
πένητι, καρπὸν δὲ ἐξέτεινε πτωχῷ, οὐ φροντίζει τῶν ἐν οἴκῳ ὁ ἀνὴρ αὐτῆς, ὅταν
που χρονίζῃ· πάντες γὰρ οἱ παρ' αὐτῇ ἐνδεδυμένοι εἰσί. Διττὰς χλαίνας
ἐποίησε τῷ ἀνδρὶ αὐτῆς, ἐκ δὲ βύσσου καὶ πορφύρας ἑαυτῇ ἐνδύματα, περίβλεπτος
δὲ γίνεται ὁ ἀνὴρ αὐτῆς ἐν πύλαις, ἡνίκα ἂν καθίσῃ ἐν συνεδρίῳ μετὰ τῶν
πρεσβυτέρων καὶ κατοίκων τῆς γῆς. Σινδόνας ἐποίησε, καὶ ἀπέδοτο τοῖς Φοίνιξι,
καὶ περιζώματα τοῖς Χαναναίοις. Ἰσχὺν καὶ εὐπρέπειαν ἐνεδύσατο, καὶ εὐφράνθη ἐν
ἡμέραις ἐσχάταις. Στόμα αὐτῆς διήνοιξε προσεχόντως καὶ ἐννόμως, καὶ τάξιν
ἐστείλατο, τῇ γλώσση αὐτῆς. Στεναὶ διατριβαὶ οἴκων αὐτῆς, σῖτα δὲ ὀκνηρὰ οὐκ
ἔφαγεν. Ἀνέστησε τὰ τέκνα αὐτῆς, καὶ ἐπλούτησαν, καὶ ὁ ἀνὴρ αὐτῆς ᾔνεσεν αὐτήν.
Πολλαὶ θυγατέρες ἐποίησαν δύναμιν, πολλαὶ ἐκτήσαντο πλοῦτον, σὺ δὲ ὑπέρκεισαι,
καὶ ὑπερῆρας πάσας. Ψευδεῖς ἀρέσκειαι, καὶ μάταιον κάλλος γυναικὸς οὐκ ἔστιν ἐν
σοί· γυνὴ γὰρ συνετὴ εὐλογεῖται, φόβον δὲ Κυρίου αὕτη αἰνείτω. Δότε αὐτὴ ἀπὸ
καρπῶν χειλέων αὐτῆς, καὶ αἰνείσθω ἐν πύλαις ὁ ἀνὴρ αὐτῆς.
Καὶ τὰ λοιπὰ τῆς Λειτουργίας τῶν Προηγιασμένων.
ΤΗ ΑΥΤΗ ΠΑΡΑΣΚΕΥΗ
ΕΣΠΕΡΑΣ
ΕΙΣ ΤΟ ΑΠΟΔΕΙΠΝΟΝ
Ψάλλομεν τὸν ἑπόμενον Κανόνα.
Ποίημα Ἀνδρέου Κρήτης.
Ὠδὴ α' Ἦχος α' Ὁ Εἱρμὸς.
Ὠδὴν ἐπινίκιον,
ᾄσωμεν πάντες, Θεῷ τῷ ποιήσαντι, θαυμαστὰ τέρατα, βραχίονι ὑψηλῷ, καὶ σώσαντι
τὸν Ἰσραήλ, ὅτι δεδόξασται.
Νεκρὸν τετραήμερον ἐξαναστήσας, Σωτήρ μου τὸν Λάζαρον, τῆς
φθορᾶς ἀπήλλαξας, βραχίονι ὑψηλῷ, καὶ ἔδειξας ὡς δυνατός, τὴν ἐξουσίαν σου.
Φωνήσας τὸν Λάζαρον ἐκ τοῦ μνημείου, εὐθὺς ἐξανέστησας,
ἀλλ' ὁ Ἅδης κάτωθεν, πικρῶς ὠδύρετο, καὶ στένων ἔτρεμε Σωτήρ, τὴν ἐξουσίαν σου.
Ἐδάκρυσας Κύριε
ἐπὶ Λαζάρῳ, δεικνύων τὴν σάρκωσιν, τῆς οἰκονομίας σου, καὶ ὅτι φύσει Θεός,
ὑπάρχων, φύσει καθ' ἡμᾶς, γέγονας ἄνθρωπος.
Τῆς Μάρθας τὰ δάκρυα καὶ τῆς Μαρίας, κατέπαυσας Κύριε, ἐκ
νεκρῶν τὸν Λάζαρον, ἐξαναστήσας Σωτήρ, καὶ δείξας ἔμπνουν τὸν νεκρόν, τῇ
ἐξουσίᾳ σου.
Τῷ νόμῳ τῆς φύσεως τῆς ἀνθρωπίνης, ἠρώτησας Δέσποτα, ποῦ
τέθειται Λάζαρος; δεικνύων πᾶσι Σωτήρ, ἀνόθευτον τὴν πρὸς ἡμᾶς, οἰκονομίαν σου.
Τὰ κλεῖθρα συνέτριψας τότε τοῦ Ἅδου, φωνήσας τὸν Λάζαρον,
καὶ τὸ κράτος ἔσεισας, τοῦ πολεμήτορος, καὶ ἔπεισας πρὸ τοῦ Σταυροῦ, τρέμειν σε
μόνε Σωτήρ.
Δεσμώτην τὸν Λάζαρον ὑπὸ τοῦ Ἅδου, κρατούμενον Δέσποτα, ὡς
Θεὸς προέφθασας, καὶ ἔλυσας τῶν δεσμῶν· τῷ σῷ γὰρ πάντα Δυνατέ, ἥκει
προστάγματι.
Δόξα...
Πατέρα δοξάσωμεν, Υἱὸν καὶ Πνεῦμα, Τριάδα ἀχώριστον, ἐν
Μονάδι φύσεως, καὶ σὺν Ἀγγέλοις αὐτήν, ὡς ἕνα ἄκτιστον Θεόν, δοξολογήσωμεν.
Καὶ νῦν... Θεοτοκίον.
Ἀτρέπτως ἐκύησας
Παρθενομῆτορ, τὸν Κτίστην τῆς φύσεως ἐξ ἁγίου Πνεύματος, κατ΄ εὐδοκίαν Πατρός,
γενόμενον ὅπερ ἑσμέν, δίχα τροπῆς καὶ φυρμοῦ.
Ὠδὴ β’ Ὁ Εἱρμὸς.
Πρόσεχε, οὐρανὲ καὶ λαλήσω, καὶ ἀνυμνήσω Χριστόν, τὸν
Σωτῆρα τοῦ Κόσμου, τὸν μόνον φιλάνθρωπον.
Δόξα σοι, τῷ φωνήσαντι μόνον, καὶ ἐκ τοῦ τάφου, νεκρὸν
τεταρταῖον, τὸν φίλον ἐγείραντι Λάζαρον.
Ἤκουσε, τῆς φωνῆς
σου ὁ ἄπνους, καὶ ψυχωθεὶς ἐκ νεκρῶν, ἐξανέστη εὐθέως, δοξάζων σε Κύριε.
Πρόσταγμα, ζωηφόρου φωνῆς σου, δεξάμενος ὀδωδῶς, ἐξηγέρθη
τοῦ τάφου, Σωτήρ μου ὁ Λάζαρος.
Ἐδάκρυσας, ἐπὶ
φίλῳ Σωτήρ μου, πιστούμενος τοῦτον τὴν ἡμῶν, ὡς ἐφόρεσας φύσιν, καὶ ἀνέστησας.
Ἐτρόμαξεν, ὡς
κατεῖδεν ὁ Ἅδης, παλινδρομοῦντα εὐθύς, τὸν δεδεμένον κειρίαις, φωνὴ πρὸς τὴν
ὧδε ζωήν.
Δόξα...
Ἐξέστησαν, τῶν
Ἑβραίων οἱ δῆμοι, ὅτε φωνήσας Σωτήρ, ἐξανέστησας λόγῳ, ὀδωδότα τὸν Λάζαρον.
Καὶ νῦν...
Ἐσείσθησαν, τὰ
ταμεῖα τοῦ Ἅδου, ὡς ἐψυχοῦτο εὐθύς, κάτω Λάζαρος, τότε τῇ φωνῇ, τοῦ ζωώσαντος.
Ὠδὴ γ’ Ὁ Εἱρμὸς.
Λίθον, ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγεννήθη
εἰς κεφαλὴν γωνίας, αὐτός ἐστιν ἡ πέτρα, ἐν ᾗ ἐστερέωσε, τὴν Ἐκκλησίαν ὁ Χριστός,
ἣν ἐξ ἐθνῶν ἐξηγοράσατο. (Δίς)
Θαῦμα, ξένον καὶ παράδοξον! πῶς ὁ Κτίστης πάντων, ὅπερ οὐκ
ἠγνόει, ὡς ἀγνοῶν ἠρώτα. Ποῦ κεῖται ὃν θρηνεῖτε; ποῦ τέθαπται Λάζαρος, ὃν μετ'
ὀλίγον ἐκ νεκρῶν, ζώντα ὑμῖν ἐξαναστήσω ἐγώ;
Λίθον, ὃν σοι προσεκύλισαν, οἱ κηδεύσαντές σε, τοῦτον
συγκινῆσαι, ὁ Ἰησοῦς προστάξας, εὐθὺς ἀνέστησέ σε, φωνήσας σοι Λάζαρε· Ἀνάστα
δεῦρο πρός με, ἵνα τήν σὴν ὁ Ἅδης πτήξῃ φωνήν.
Μάρθα, καὶ Μαρία Κύριε, ὀδυρμοῖς ἐβόων· Ἴδε ὃν ἐφίλεις,
τεταρταῖος ὄζει, εἰ ἧς ὧδε τότε, οὐκ ἔθνῃσκε Λάζαρος. Ἀλλ' ὡς ἀχώριστος παντί,
τοῦτον εὐθὺς φωνήσας ἤγειρας.
Ῥάνας, ἐπὶ φίλῳ
δάκρυα, δι' οἰκονομίαν, ἔδειξας τὴν σάρκα, τὴν ἐξ ἡμῶν ληφθεῖσαν, οὐσίᾳ οὐ
δοκήσει, Σωτὴρ ἑνωθεῖσάν σοι, καὶ ὡς φιλάνθρωπος Θεός, τοῦτον εὐθὺς φωνήσας
ἤγειρας.
Οἴμοι, ὄντως νῦν ἀπόλωλα! ἐκβοῶν ὁ Ἅδης, οὕτω προσεφώνει,
τῷ θανάτῳ λέγων· Ἰδοὺ ὁ Ναζωραῖος, τὰ κάτω συνέσεισε, καὶ τὴν γαστέρα μου
τεμών, ἄπνουν νεκρόν φωνήσας ἤγειρε.
Ποῦ ἡ τῶν Ἑβραίων ἄνοια; ποῦ ἡ ἀπιστία; ἕως πότε πλάνοι;
ἕως πότε νόθοι; ὁρᾶτε τὸν θανέντα, φωνὴ ἐξαλλόμενον, καὶ ἀπιστεῖτε τῷ Χριστῷ;
ὄντως υἱοὶ τοῦ σκότους πάντες ὑμεῖς!
Δόξα...
Ἕνα τῆς Τριάδος οἶδά σε, εἰ καὶ ἐσαρκώθης, ἕνα καὶ δοξάζω,
Υἱὸν σεσαρκωμένον, τὸν ἐκ τῆς Θεοτόκου, ἀσπόρως βλαστήσαντα, καὶ σὺν Πατρὶ καὶ
Πνεύματι, ἕνα Υἱὸν δοξολογούμενον.
Καὶ νῦν... Θεοτοκίον.
Ξένον, καὶ φρικτὸν τὸ ὅραμα, ἐξ οἰκονομίας, ὅπερ προεώρων,
οἱ ἀψευδεῖς Προφῆται, Παρθένον Θεοτόκον, ἀσπόρως μὲν κύουσαν, ἀφθόρως τίκτουσαν
Θεόν, μένουσαν δὲ μετὰ τὸν τόκον ἁγνήν.
Ὠδὴ δ’ Ὁ Εἱρμὸς.
Ἐπήρθη ὁ ἥλιος,
καὶ ἡ σελήνη, ἔστη ἐν τῇ τάξει αὐτῆς, ὑψώθης Μακρόθυμε, ἐπὶ τοῦ Ξύλου, καὶ ἔπηξας
ἐν αὐτῷ, τὴν Ἐκκλησίανσου.
Ἐδάκρυσας Κύριε,
ἐπὶ Λαζάρῳ, δείξας ὅτι ἄνθρωπος εἶ, καὶ ἤγειρας Δέσποτα, τὸν τεθνεῶτα, καὶ
ἔδειξας τοῖς λαοῖς, ὅτι Υἱὸς εἶ τοῦ Θεοῦ.
Ὁ ἄπνους ἤκουσε,
τὸ πρόσταγμά σου· Δεῦρο ἔξω Λάζαρε, δρομαῖος ἀνίστατο σὺν τοῖς σπαργάνοις, καὶ
ἥλατο Ἀγαθέ, δεικνὺς τὸ κράτος σου.
Τῆς Μάρθας τὰ δάκρυα, καὶ τῆς Μαρίας, κατέπαυσας Χριστὲ ὁ
Θεός, φωνήσας τὸν Λάζαρον, αὐτεξουσίως, συνήγειρας τῇ φωνῇ, καὶ προσεκύνησέ
σοι.
Δακρύσας ὡς ἄνθρωπος, ἐπὶ Λαζάρῳ, ἐξήγειρας αὐτὸν ὡς Θεός,
ἠρώτας· Ποῦ τέθαπται, ὁ τεταρταῖος; πιστούμενος Ἀγαθέ, τὴν
ἐνανθρώπησίν σου.
Τοῦ Πάθους τὰ σύμβολα, καὶ τοῦ Σταυροῦ σου, γνωρίσαι
βουληθεὶς Ἀγαθέ τοῦ Ἅδου τὴν ἄπληστον, γαστέρα ῥήξας, ἀνέστησας ὡς Θεός, τὸν τετραήμερον.
Τίς οἶδε, τίς ἤκουσεν, ὅτι ἀνέστη, ἄνθρωπος νεκρὸς ὀδωδώς;
Ἠλίας μὲν ἤγειρε, καὶ Ἐλισσαῖος, ἀλλ' οὐκ ἐκ μνήματος, ἀλλ' οὐδὲ τεταρταῖον.
Ὑμνοῦμέν σου
Κύριε, τὴν δυναστείαν, ὑμνοῦμεν καὶ τὰ Πάθη Χριστέ· τῇ μὲν γὰρ ὡς εὔσπλαγχνος,
ἐθαυματούργεις, τὰ δὲ οἰκονομικῶς, εἵλου ὡς ἄνθρωπος.
Θεὸς εἶ καὶ ἄνθρωπος, ἐπαληθεύων, τοῖς πράγμασι τὰ
ὀνόματα, ἐπέστης τῷ μνήματι, σαρκὶ ὁ Λόγος, καὶ ἤγειρας ὡς Θεός, τὸν
τετραήμερον.
Ἐξέστησαν Δέσποτα,
Ἑβραίων δῆμοι, ὡς εἶδον ἀναστάντα νεκρόν, ἐκ τάφου Λάζαρον, σὺν τῇ φωνῇ σου,
καὶ ἔμειναν ἀπειθεῖς, τῶν θαυμασίων σου.
Δόξα...
Ἀνάρχως ἐξέλαμψας,
ἐκ τοῦ Πατρός σου, ὡς εἷς τῆς Τριάδος Σωτήρ, ἐν χρόνῳ, ἐκ Πνεύματος, παρθενικῶν
σὺ προῆλθες αἱμάτων, σάρκα λαβὼν ὁ ὑπερούσιος.
Καὶ νῦν... Θεοτοκίον.
Ἡ σύλληψις ἄσπορος
τῆς Θεοτόκου, ὁ τόκος ἄνευ πάθους φθορᾶς· Θεὸς γὰρ ἀμφότερα, θαυματουργήσας,
ἐκένωσεν ἑαυτόν, ἵνα ἡμῖν ἑνωθῇ.
Ὠδὴ ε’ Ὁ Εἱρμὸς.
Τὴν σὴν εἰρήνην δὸς ἡμῖν Υἱὲ τοῦ Θεοῦ· ἄλλον γὰρ ἐκτός
σου, Θεὸν οὐ γινώσκομεν, τὸ ὄνομά σου ὀνομάζομεν, ὅτι Θεὸς ζώντων, καὶ τῶν
νεκρῶν ὑπάρχεις. (Δίς)
Ζωὴ ὑπάρχων Κύριε, καὶ φῶς ἀληθινόν, Λάζαρον νεκρὸν
φωνήσας ἀνέστησας· ὡς δυνατὸς γὰρ πᾶσιν ἔδειξας, ὅτι Θεὸς ζώντων, καὶ τῶν
νεκρῶν ὑπάρχεις.
Τὴν ἄστεκτόν σου πρόσταξιν, μὴ φέρων Ἰησοῦ, Ἅδης ὁ πολλοὺς
δεξάμενος ἔπτηξε, καὶ τεταρταῖον ὄντα Λάζαρον, σὺν τῇ φωνῇ ζῶντα, καὶ οὐ νεκρὸν
ἐδίδου.
Τὸν χοῦν συνάψας πνεύματι, ὁ πάλαι τὸν πηλόν, πνεύματι
ψυχώσας, ζωῆς Λόγε λόγῳ σου, καὶ νῦν δὲ λόγῳ ἐξανέστησας, ἐκ τῆς φθορᾶς φίλον,
καὶ τῶν καταχθονίων.
Τῷ νεύματί σου Κύριε ἀνθέστηκεν οὐδείς· ὅτε γὰρ νεκρόν,
ἐφώνεις τὸν Λάζαρον, εὐθὺς ὁ ἄπνους ἐξανίστατο, καὶ τὰ δεσμὰ φέρων, ποσὶ
περιεπάτει.
Ὢ Ἰουδαίων ἄνοια!
ὢ πώρωσις ἐχθρῶν! τίς οἶδε νεκρὸν ἐκ τάφου ἐγείραντα; Ἠλίας πάλαι ἐξανέστησεν,
ἀλλ' οὐκ ἐκ μνήματος, ἀλλ' οὐδὲ τεταρταῖον.
Ἀνείκαστε
μακρόθυμε, ὁ πάντα δι' ἡμᾶς, πράττων ὡς Θεός, καὶ πάσχων ὡς ἄνθρωπος, πάντας
μετόχους ἡμᾶς ποίησον, τῆς σῆς βασιλείας πρεσβείαις τοῦ Λαζάρου.
Δόξα...
Προάναρχε, συνάναρχε, ὁμότιμε Τριάς, Πάτερ παντοκράτορ,
Υἱέ, Πνεῦμα ἅγιον, Μονὰς ἁγία τρισυπόστατε, τοὺς ἐξ Ἀδὰμ σῷζε, πιστῶς σε
ἀνυμνοῦντας.
Καὶ νῦν... Θεοτοκίον.
Τὴν ἄχραντον γαστέρα σου, ἡγίασεν Ἁγνή, σάρκα ἐξ αὐτῆς,
λαβὼν ὁ ὑπέρθεος, ὁ ἐν Τριάδι προσκυνούμενος, ὁ ἐκ Πατρὸς Λόγος, καὶ σὺν τῷ
Πνεύματι Θεός.
Ὠδὴ ς’ Ὁ Εἱρμὸς.
Ἀπέρριψάς με, εἰς
βάθη καρδίας θαλάσσης, καὶ ἔσωσάς με Σωτήρ, δουλείας θανάτου, καὶ ἔλυσας τὸν
δεσμόν, τῶν ἀνομιῶν μου. (Δίς)
Ἠρώτησας· Ποῦ
εἰμι, ὁ πάντα γινώσκων, ἐδάκρυσάς με Σωτήρ, ὡς ἄνθρωπος φύσει, καὶ ἤγειράς με
νεκρόν, τῷ προστάγματί σου.
Ἐφώνησάς με ἐξ Ἅδου, Σωτὴρ κατωτάτου, βοᾷ Λάζαρος, πρὸς σὲ τὸν λύτην τοῦ Ἅδου, καὶ ἤγειράς
με νεκρόν, τῷ προστάγματί σου.
Ἐνέδυσάς με Σωτήρ,
τὸ πήλινον σῶμα, καὶ ἔπνευσάς μοι ζωήν, καὶ εἶδον τὸ φῶς σου, καὶ ἤγειράς με
νεκρόν, τῷ προστάγματί σου.
Ἐψύχωσας σύ, τὴν
ἄπνουν μορφὴν τῆς σαρκός μου, συνέσφιγξάς με Σωτήρ, ὀστέοις καὶ νεύροις, καὶ
ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.
Τὴν παμφάγον διαρρήξας, γαστέρα τοῦ ᾍδου, ἐξήρπασάς με
Σωτήρ, τῇ σῇ δυναστείᾳ, καὶ ἤγειράς με νεκρόν, τῷ προστάγματί σου.
Ἐφόρεσάς μου
Σωτήρ, τὸ φύραμα ὅλον, ἐφύλαξας δὲ ἁγνήν, τὴν ἄχραντον μήτραν, ἐξ ἧς προῆλθες
σαρκωθείς, εἷς ὢν τῆς Τριάδος.
Δόξα...
Τριὰς ἁγία δοξάζω, τὴν σὴν εὐσπλαγχνίαν, καὶ σὺν Ἀγγέλοις
ὑμνῶ, τὸν τρισάγιον Ὕμνον, ἐλέησον τὰς ψυχὰς ἡμῶν, τῶν σὲ ἀνυμνούντων.
Καὶ νῦν... Θεοτοκίον.
Τὴν ἄχραντόν σου νηδύν, ὑπέδυ ὁ Λόγος, ἐτήρησε δὲ αὖθις,
μετὰ γέννησιν ταύτην, ἁγνὴν Θεογεννῆτορ, θαῦμα ὄντως παράδοξον!
Ὠδὴ ζ’ Ὁ Εἱρμὸς.
Τοὺς ἐν καμίνῳ Παῖδάς σου Σωτήρ, οὐχ ἥψατο, οὐδὲ
παρηνώχλησε τὸ πῦρ, τότε οἱ Τρεῖς, ὡς ἐξ ἑνὸς στόματος, ὕμνουν καὶ ηὐλόγουν
λέγοντες· Εὐλογητὸς ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Ἐπὶ νεκρῷ
ἐδάκρυσας Σωτήρ, φιλάνθρωπε, ἵνα δείξῃς πᾶσι τοῖς λαοῖς, ὅτι Θεὸς ὢν, δι' ἡμᾶς
ἄνθρωπος ὤφθης, καὶ ἑκὼν ἐδάκρυσας, τύπους ἡμῖν προτιθείς, ἐνδιαθέτου στοργῆς.
Ὁ τεταρταῖος
Λάζαρος Σωτήρ, ὡς ἤκουσε, κάτω τῆς φωνῆς σου ἀναστάς, ἀνύμνησέ σε, καὶ γεγηθὼς
οὕτως ἐβόα· Σὺ Θεὸς καὶ Κτίστης μου, σὲ προσκυνῶ καὶ ὑμνῶ, τόν ἀναστήσαντά με.
Εἰ καὶ δεσμὰ περίκειμαι Σωτήρ, ὁ Λάζαρος, κάτωθεν ἐβόα
Λυτρωτά, ἀλλ' οὐδαμῶς, ἐν τῇ γαστρὶ μενῶ τοῦ Ἅδου, ἐὰν μόνον κράξῃς με· Λάζαρε
δεῦρο ἔξω· σὺ γάρ μου φῶς καὶ ζωή.
Παρακαλῶ σε Λάζαρε, φησίν, ἀνάστηθι, ἔξελθε τῶν κλείθρων
μου ταχύ, ἄπιθι οὖν· καλόν μοι γὰρ ἕνα θρηνῆσαι, πικρῶς ἀφαιρούμενον, παρὰ
πάντας οὓς πρίν, πεινῶν κατέπιον.
Καὶ τί βραδύνεις Λάζαρε; φησίν, ὁ φίλος σου, δεῦρο ἔξω
κράζει ἑστηκώς· ἔξελθε οὖν, ἵνα κᾀγὼ ἄνεσιν λάβω· ἀφ' οὗ γάρ σε ἔφαγον, εἰς
ἐμετὸν ἡ τροφή, ἀντικατέστη μοι.
Τί οὐκ ἐγείρῃ Λάζαρε ταχὺ; ἀνέκραζε, κάτωθεν ὁ Ἅδης
θρηνωδῶν, τί οὐκ εὐθύς, ἐξαναστὰς τρέχεις τῶν ὧδε; ἵνα μὴ καὶ ἄλλους μοι,
αἰχμαλωτίσῃ Χριστὸς ἐξαναστήσας σε.
Ἐθαυμαστώθης
Δέσποτα Χριστέ, ἐξαίσια, τότε ἐργασάμενος πολλά· φῶς γὰρ τυφλοῖς, κωφῶν δὲ ὦτα,
ἤνοιξας λόγῳ, καὶ τὸν φίλον Λάζαρον, ἐκ τῶν νεκρῶν ὡς Θεός, φωνήσας ἥγειρας.
Δόξα...
Τριαδικὴν ὑμνήσωμεν ᾠδήν, δοξάζοντες, ἄναρχον Πατέρα, καὶ
Υἱόν, Πνεῦμα εὐθές, μοναδικὴν μίαν οὐσίαν, ἣν τρισσῶς ὑμνήσωμεν· Ἅγιος, Ἅγιος,
Ἅγιος εἶ ἡ Τριάς.
Καὶ νῦν... Θεοτοκίον
Ὡς τῆς Τριάδος ἕνα
σε Χριστέ, δοξάζομεν, ὅτι ἐκ Παρθένου σαρκωθεὶς δίχα τροπῆς, ἀνθρωπικῶς πάντα
ἠνέσχου, μὴ ἐκστὰς τῆς φύσεως, τῆς πατρικῆς Ἰησοῦ, εἰ καὶ ἡνώθης ἡμῖν.
Ὠδὴ η’ Ὁ Εἱρμὸς.
Οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὸ ὕδωρ, τὸ ὑπεράνω τῶν
οὐρανῶν, εὐλογεῖτε, ὑμνεῖτε, τὸν Κύριον.
Ὁ Ποιητὴς καὶ συνοχεὺς τῶν ἁπάντων, δι΄ εὐσπλαγχνίαν, ἐν
Βηθανίᾳ ἐπέστη, ἐγείρων τὸν Λάζαρον.
Ὁ τεταρταῖος
ὀδωδώς, καὶ κειρίαις συνειλημμένος, ἥλατο ἔμπνους ὁ ἄπνους, φωνοῦντός σου
Κύριε.
Τῶν Ἰουδαίων ὁ λαός, ὡς ἑώρα τὸν τεθνεῶτα, τῇ σῇ φωνῇ
ἀναστάντα, Χριστὲ διεπρίετο.
Οἱ σκοτεινοὶ περὶ τὸ φῶς, Ἰουδαῖοι, τί ἀπιστεῖτε, τῇ τοῦ
Λαζάρου ἐγέρσει; Χριστοῦ τὸ ἐγχείρημα.
Ἀγαλλιάσθω ἡ Σιών,
καὶ ὑμνείτω τὸν Ζωοδότην, τὸν ἀναστήσαντα λόγῳ, ἐκ τάφου τὸν Λάζαρον.
Αἱ Στρατιαὶ τῶν οὐρανῶν, καὶ τὸ γένος, τῶν γηγενῶν σε
ὕμνησεν, ὅτι Σωτήρ μου, τὸν Λάζαρον ἤγειρας.
Δόξα...
Σὺν τῷ Πατρί, καὶ τῷ Υἱῷ, καὶ τὸ Πνεῦμα δοξολογῶ, καὶ
ὑμνῶν ἀσιγήτως βοῶ, Τρισάγιε δόξα σοι.
Καὶ νῦν... Θεοτοκίον.
Σὲ εὐλογῶ καὶ προσκυνῶ, τὸν τεχθέντα ἐκ τῆς Παρθένου, μὴ
χωρισθέντα τοῦ θρόνου, τῆς ἁγίας δόξης σου.
Ὠδὴ θ’ Ὁ Εἱρμὸς.
Ἐποίησε κράτος, ἐν
βραχίονι αὐτοῦ· καθεῖλε γὰρ δυνάστας ἀπὸ θρόνων, καὶ ὕψωσε ταπεινούς, ὁ Θεὸς
τοῦ Ἰσραήλ, ἐν οἷς ἐπεσκέψατο ἡμᾶς, Ἀνατολὴ ἐξ ὕψους, καὶ κατεύθυνεν ἡμᾶς, εἰς
ὁδὸν εἰρήνης.
Ὑμνείτω τὸ θαῦμα,
Βηθανία σὺν ἡμῖν· ἐν ταύτῃ γὰρ ἐδάκρυσεν ὁ Κτίστης, τὸν Λάζαρον ἀνιστῶν, νόμῳ
φύσεως σαρκός, καὶ Μάρθας τὰ δάκρυα λιπών, καὶ τὸν κλαυθμόν Μαρίας, εἰς χαρὰν
μεταβαλών, τὸν νεκρὸν ἐγείρει.
Πιστούμενος Λόγε, τὴν Ἀνάστασιν τὴν σήν, ἐκάλεσας τὸν
Λάζαρον ἐκ τάφου, καὶ ἥγειρας ὡς Θεός, ἵνα δείξῃς τοῖς λαοῖς, Θεόν σε, καὶ
ἄνθρωπον ὁμοῦ, ἐν ἀληθείᾳ ὄντα, καὶ ἐγείραντα Ναόν, τὸν τοῦ σώματός σου.
Συνέσεισας πύλας, καὶ μοχλοὺς τοὺς σιδηρούς, ἐφόβησας τὸν
ᾍδην τῇ φωνῇ σου, καὶ ἔπτηξε σὺν αὐτῷ, καὶ ὁ θάνατος εὐθύς, ὡς εἶδον τὸν
Λάζαρον Σωτήρ, τὸν παρ΄ αὐτοῖς δεσμώτην, ψυχωθέντα τῇ φωνῇ, καὶ ἐξαναστάντα.
Ἐξέστησαν πάντες,
ὡς ἑώρων σε Σωτήρ, δακρύοντα, τὸν Λάζαρον θανέντα, καὶ ἔλεγον οἱ δεινοί. Ἴδε
πῶς αὐτὸν φιλεῖ, εὐθὺς οὖν ἐφώνησας αὐτόν, καὶ ἀναστὰς ὁ ἄπνους, ἀφῃρεῖτο τὴν φθοράν,
τῷ προστάγματί σου.
Ἐσείσθησαν πύλαι,
συνετρίβησαν μοχλοί, ἐλύθησαν δεσμὰ τοῦ τεθνεῶτος· ὁ Ἅδης δὲ τῇ φωνῇ, τῆς
δυνάμεως Χριστοῦ, πικρῶς ἀνεστέναξε, καὶ ἀνεβόα· Οἴμοι! Τίς καὶ πόθεν ἡ φωνή, ἡ
νεκροὺς ζωοῦσα;
Ἀνάστα ἐντεῦθεν,
ὑπακούσας τῆς φωνῆς· ὁ φίλος σου γὰρ ἔξω προσφωνεῖ σε· οὗτός ἐστιν, ὁ τὸ πρὶν
ἀναστήσας τοὺς νεκρούς· Ἠλίας μὲν ἤγειρε νεκρόν, καὶ Ἐλισσαῖος ἅμα, ἀλλ' αὐτὸς
ἦν δι' αὐτῶν, καὶ λαλῶν καὶ πράττων.
Ὑμνοῦμέν σου,
Λόγε, τὴν ἀνείκαστον ἰσχύν· ὀστέοις γὰρ καὶ νεύροις τὸν θανέντα, ἥγειρας λόγῳ
τῷ σῷ, ὡς τῶν ὅλων πλαστουργός, καὶ τοῦτον ἀνέστησας Σωτήρ, ἐκ τῶν καταχθονίων,
ὡς τῆς χήρας τὸν υἱόν, τὸν ἐπὶ τῆς κλίνης.
Δόξα...
Τριὰς παναγία, Πάτερ ἄναρχε Θεέ, συνάναρχε Υἱέ, καὶ θεῖε
Λόγε, Παράκλητε ἀγαθέ, Πνεῦμα ἅγιον Θεοῦ, τὸ ἓν καὶ τρισήλιον φάος, ἡ συμφυὴς
οὐσία· εἷς Θεὸς καὶ Κύριος, οἴκτειρον τὸν Κόσμον.
Καὶ νῦν... Θεοτοκίον.
Ὁ πάντα ποιήσας,
ἐν σοφίᾳ Ἰησοῦ καὶ ὅλον με φορέσας ἐκ Παρθένου, καὶ ὅλος μένων ἀεί, ἐν τοῖς
κόλποις τοῦ Πατρός, τὸ ἅγιόν σου Πνεῦμα Χριστέ, ἐπὶ τὸ ποίμνιόν σου, καταπέμψας
ὡς Θεός, ἐπισκίασον ἡμᾶς.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου