Κυριακή 1 Ιουνίου 2014

ΣΑΒΒΑΤΩ ΤΗΣ Ε'. ΕΒΔΟΜΑΔΟΣ



ΤΩ ΣΑΒΒΑΤΩ ΤΗΣ Ε’ ΕΒΔΟΜΑΔΟΣ
ΨΑΛΛΟΜΕΝ ΤΗΝ ΙΚΕΤΗΡΙΟΝ ΑΚΟΛΟΥΘΙΑΝ
ΕΙΣ ΤΟΝ ΑΚΑΘΙΣΤΟΝ ΥΜΝΟΝ
ΤΗΣ ΥΠΕΡΑΓΙΑΣ ΘΕΟΤΟΚΟΥ
Τῇ Παρασκευῇ ἑσπέρας, περὶ ὥραν δ’ τῆς νυκτὸς σημαίνει Συναχθέντες δὲ ἐν τῇ Ἐκκλησίᾳ, εὐλογήσαντος τοῦ Ἱερέως, μετὰ τὸν Ἑξάψαλμον, ψάλλομεν ἀργῶς καὶ μετὰ μέλους εἰς Ἦχον πλ. δ’ τό,
Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν... (ἐκ γ’)
Εἶθ΄ οὕτω τὸ παρὸν Τροπάριον αὐτόμελον, καὶ αὐτὸ ἐκ γ’ καὶ μετὰ μέλους.
Ἦχος πλ. δ’
Τὸ προσταχθὲν μυστικῶς, λαβὼν ἐν γνώσει, ἐν τῇ σκηνῇ τοῦ Ἰωσήφ, σπουδῇ ἐπέστη, ὁ Ἀσώματος λέγων τῇ Ἀπειρογάμῳ· ὁ κλίνας τῇ καταβάσει τοὺς οὐρανούς, χωρεῖται ἀναλλοιώτως ὅλος ἐν σοί.  Ὃν καὶ βλέπων ἐν μήτρᾳ σου, λαβόντα δούλου μορφήν, ἐξίσταμαι κραυγάζειν σοι, χαῖρε, Νύμφη ἀνύμφευτε!
Μετὰ δὲ τὴν Στιχολογίαν τοῦ Καθίσματος τοῦ Ψαλτηρίου, τοῦ, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, ψάλλομεν εὐθύς, ἀργῶς πάλιν καὶ μετὰ μέλους, δίχορον τὸ παρόν.
Ἦχος πλ. δ’  Αὐτόμελον.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.
Εἶτα ὁ Ἱερεὺς ἀναγινώσκει μεγαλοφώνως τοὺς εἰκοσιτέσσαρας κατ' ἀλφάβητον Οἴκους, ἡμεῖς δὲ εἰς τὴν τούτων Ἀνάγνωσιν ἱστάμεθα.
γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε (γ’) καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.
Χαῖρε, δι' ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος , Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Βλέπουσα ἡ Ἁγία, ἑαυτὴν ἐν ἁγνείᾳ, φησὶ τῷ Γαβριὴλ θαρσαλέως. Τὸ παράδοξόν σου τῆς φωνῆς, δυσπαράδεκτόν μου τῇ ψυχῇ φαίνεται· ἀσπόρου γὰρ συλλήψεως τήν κύησιν πῶς λέγεις; κράζων·
λληλούϊα.
λληλούϊα.
Γνῶσιν ἄγνωστον γνῶναι, ἡ Παρθένος ζητοῦσα, ἐβόησε πρὸς τὸν λειτουργοῦντα· Ἐκ λαγόνων ἀγνῶν, Υἱὸν πῶς ἐστι τεχθῆναι δυνατόν, λέξον μοι. Πρὸς ἣν ἐκεῖνος ἔφησεν ἐν φόβῳ , πλὴν κραυγάζων οὕτω·
Χαῖρε, βουλῆς ἀπορρήτου μύστις· χαῖρε, σιγῆς δεομένων πίστις.
Χαῖρε, τῶν θαυμάτων Χριστοῦ τὸ προοίμιον· χαῖρε, τῶν δογμάτων αὐτοῦ τὸ κεφάλαιον.
Χαῖρε, κλῖμαξ ἐπουράνιε, δι ' ἧς κατέβη ὁ Θεός· χαῖρε γέφυρα μετάγουσα τοὺς ἐκ γῆς πρὸς οὐρανόν,
Χαῖρε, τὸ τῶν Ἀγγέλων πολυθρύλητον θαῦμα· χαῖρε, τὸ τῶν δαιμόνων πολυθρήνητον τραῦμα,
Χαῖρε, τὸ Φῶς ἀρρήτως γεννήσασα· χαῖρε, τὸ πῶς μηδένα διδάξασα.
Χαῖρε, σοφῶν ὑπερβαίνουσα γνῶσιν· χαῖρε, πιστῶν καταυγάζουσα φρένας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Δύναμις τοῦ Ὑψίστου, ἐπεσκίασε τότε, πρὸς σύλληψιν τῇ Ἀπειρογάμῳ καὶ τὴν εὔκαρπον ταύτης νηδύν, ὡς ἀγρὸν ὑπέδειξεν ἡδὺν ἅπασι, τοῖς θέλουσι θερίζειν σωτηρίαν, ἐν τῷ ψάλλειν οὕτως·
λληλούϊα.
λληλούϊα.
χουσα θεοδόχον, ἡ Παρθένος τὴν μήτραν, ἀνέδραμε πρὸς τὴν Ἐλισάβετ, τὸ δὲ βρέφος ἐκείνης εὐθύς, ἐπιγνὸν τὸν ταύτης ἀσπασμόν, ἔχαιρε! καὶ ἅλμασιν ὡς ᾄσμασιν, ἐβόα πρὸς τὴν Θεοτόκον·
Χαῖρε, βλαστοῦ ἀμαράντου κλῆμα· χαῖρε, καρποῦ ἀκηράτου κτῆμα.
Χαῖρε, γεωργὸν γεωργοῦσα φιλάνθρωπον· χαῖρε, φυτουργὸν τῆς ζωῆς ἡμῶν φύουσα.
Χαῖρε, ἄρουρα βλαστάνουσα εὐφορίαν, οἰκτιρμῶν· χαῖρε, τράπεζα βαστάζουσα εὐθηνίαν ἱλασμῶν.
Χαῖρε, ὅτι λειμῶνα τῆς τρυφῆς ἀναθάλλεις· χαῖρε, ὅτι λιμένα τῶν ψυχῶν ἑτοιμάζεις.
Χαῖρε, δεκτὸν πρεσβείας θυμίαμα·  χαῖρε, παντὸς τοῦ κόσμου ἐξίλασμα.
Χαῖρε, Θεοῦ πρὸς θνητοὺς εὐδοκία· χαῖρε, θνητῶν πρὸς Θεὸν παρρησία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ζάλην ἔνδοθεν ἔχων, λογισμῶν ἀμφιβόλων, ὁ σώφρων Ἰωσὴφ ἐταράχθη, πρὸς τὴν ἄγαμόν σε θεωρῶν, καὶ κλεψίγαμον ὑπονοῶν Ἄμεμπτε, μαθὼν δέ σου τὴν σύλληψιν ἐκ Πνεύματος ἁγίου, ἔφη·
λληλούϊα.
λληλούϊα. 
Εἶθ΄ οὕτω τὸ εἰρημένον Κοντάκιον
Ἦχος πλ. δ’  Αὐτόμελον.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε, ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.
Μετὰ ταῦτα, ἀναγινώσκομεν ἐκ τοῦ Λόγου τοῦ εἰς τὸν Ἀκάθιστον Ὕμνον δόσιν μίαν, καὶ στιχολογοῦμεν τὸν Ἄμωμον μεθ' ὃν λέγομεν πάλιν·
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.
 Καὶ ὁ Ἱερεὺς ἑτέρους ἕξ Οἴκους.
κουσαν οἱ ποιμένες τῶν  Ἀγγέλων ὑμνούντων τὴν ἔνσαρκον Χριστοῦ παρουσίαν, καὶ δραμόντες ὡς πρὸς ποιμένα, θεωροῦσι τοῦτον ὡς ἀμνὸν ἄμωμον, ἐν τῇ γαστρὶ Μαρίας Βοσκηθέντα, ἣν ὑμνοῦντες εἶπον·
Χαῖρε, ἀμνοῦ καὶ ποιμένος μήτηρ· χαῖρε, αὐλὴ λογικῶν προβάτων.
Χαῖρε, ἀοράτων ἐχθρῶν ἀμυντήριον· χαῖρε, Παραδείσου θυρῶν ἀνοικτήριον.
Χαῖρε, ὅτι τὰ οὐράνια συναγάλλεται τῇ γῇ· χαῖρε, ὅτι τὰ ἐπίγεια συγχορεύει οὐρανοῖς.
Χαῖρε, τῶν  Ἀποστόλων τὸ ἀσίγητον στόμα· χαῖρε, τῶν  ἀθλοφόρων τὸ ἀνίκητον θάρσος.
Χαῖρε, στερρόν τῆς  πίστεως ἔρεισμα· χαῖρε, λαμπρόν τῆς  χάριτος γνώρισμα.
Χαῖρε, δι' ἧς ἐγυμνώθη ὁ Ἅδης· χαῖρε, δι' ἧς ἐνεδύθημεν δόξαν.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Θεοδρόμον ἀστέρα θεωρήσαντες Μάγοι, τῇ τούτου ἠκολούθησαν αἴγλῃ, καὶ ὡς λύχνον κρατοῦντες αὐτόν, δι' αὐτοῦ ἠρεύνων κραταιὸν ἄνακτα, καὶ φθάσαντες τὸν ἄφθαστον, ἐχάρησαν Αὐτῷ βοῶντες·
λληλούϊα.
λληλούϊα.
δον παῖδες Χαλδαίων, ἐν χερσί τῆς  Παρθένου, τὸν πλάσαντα χειρί τοὺς ἀνθρώπους, καὶ Δεσπότην νοοῦντες αὐτόν, εἰ καὶ δούλου ἔλαβε μορφήν, ἔσπευσαν τοῖς δώροις θεραπεῦσαι καὶ βοῆσαι τῇ Εὐλογημένῃ·
Χαῖρε, ἀστέρος ἀδύτου Μήτηρ· χαῖρε, αὐγὴ μυστικῆς ἡμέρας.
Χαῖρε, τῆς ἀπάτης τὴν κάμινον σβέσασα· χαῖρε, τῆς  Τριάδος τοὺς μύστας φωτίζουσα.
Χαῖρε, τύραννον ἀπάνθρωπον ἐκβαλοῦσα τῆς  ἀρχῆς· χαῖρε, Κύριον φιλάνθρωπον ἐπιδείξασα Χριστόν.
Χαῖρε, ἡ τῆς  βαρβάρου λυτρουμένη θρησκείας· χαῖρε, ἡ τοῦ βορβόρου ῥυομένη τῶν  ἔργων.
Χαῖρε, πυρὸς προσκύνησιν παύσασα· χαῖρε, φλογὸς παθῶν ἀπαλλάτουσα.
Χαῖρε, πιστῶν ὁδηγὲ σωφροσύνης· χαῖρε, πασῶν γενεῶν εὐφροσύνη.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Κήρυκες θεοφόροι γεγονόντες οἱ Μάγοι, ὑπέστρεψαν εἰς τὴν Βαβυλῶνα, ἐκτελέσαντές σου τὸν χρησμὸν καὶ κηρύξαντές σε τὸν Χριστὸν ἅπασιν, ἀφέντες τὸν Ἡρῴδην ὡς ληρώδη, μὴ εἰδότα ψάλλειν·
λληλούϊα.
λληλούϊα.
Λάμψας ἐν τῇ Αἰγύπτῳ φωτισμὸν ἀληθείας, ἐδίωξας τοῦ ψεύδους τὸ σκότος· τὰ γὰρ εἴδωλα ταύτης, Σωτήρ, μὴ ἐνέγκαντά σου τὴν ἰσχὺν πέπτωκεν, οἱ τούτων δὲ ῥυσθέντες ἐβόων πρὸς τὴν Θεοτόκον·
Χαῖρε, ἀνόρθωσις τῶν  ἀνθρώπων· χαῖρε, κατάπωσις τῶν  δαιμόνων.
Χαῖρε, τῆς  ἀπάτης τὴν πλάνην πατήσασα· χαῖρε, τῶν  εἰδώλων τὸν δόλον ἐλέγξασα.
Χαῖρε, θάλασσα ποντίσασα Φαραὼ τὸν νοητόν· χαῖρε, πέτρα ἡ ποτίσασα τοὺς   διψῶντας τὴν ζωήν.
Χαῖρε, πύρινε στῦλε, ὁδηγῶν τοὺς ἐν σκότει· χαῖρε, σκέπη τοῦ κόσμου, πλατυτέρα νεφέλης.
Χαῖρε, τροφή τοῦ μάννα διάδοχε· χαῖρε, τρυφῆς ἁγίας διάκονε.
Χαῖρε, ἡ Γῆ τῆς  ἐπαγγελίας· χαῖρε, ἐξ ἧς ῥέει μέλι καὶ γάλα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Μέλλοντος Συμεῶνος τοῦ παρόντος αἰῶνος μεθίστασθαι τοῦ ἀπατεῶνος, ἐπεδόθης ὡς βρέφος αὐτῷ, ἀλλ' ἐγνώσθης τούτῳ καὶ Θεὸς τέλειος· διόπερ ἐξεπλάγη σου τήν ἄρρητον σοφίαν, κράζων·
λληλούϊα.
λληλούϊα.
Καὶ πάλιν τὸ Κοντάκιον.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.
Εἶτα ἀναγινώσκομεν τὸν λοιπὸν Λόγον τοῦ Ἀκαθίστου καὶ μετὰ τοῦτον, ὁ Ν', καὶ οἱ Κανόνες τοῦ Ἁγίου τῆς Μονῆς εἰς δ’, καὶ τῆς Θεοτόκου εἰς ς’, μετὰ τῶν Τετραῳδίων εἰς τὴν τάξιν αὐτῶν.

Κανὼν τῆς Θεοτόκου, οὗ ἡ ἀκροστιχίς, ἄνευ τῶν Εἱρμῶν
Χαρᾶς δοχεῖον, σοὶ πρέπει χαίρειν μόνη.
Ποίημα Ἰωσὴφ τοῦ Ὑμνογράφου. 
Ὠδὴ  α’  Ἦχος δ’  Ὁ Εἱρμὸς.
νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα (δίς).
Χριστοῦ βίβλον ἔμψυχον, ἐσφραγισμένην σε Πνεύματι, ὁ μέγας Ἀρχάγγελος, Ἁγνὴ θεώμενος, ἐπεφώνει σοι· Χαῖρε χαρὰς δοχεῖον, δι' ἧς τῆς Προμήτορος ἀρὰ λυθήσεται.
δὰμ ἐπανόρθωσις, χαῖρε Παρθένε Θεόνυμφε, τοῦ ᾍδου ἡ νέκρωσις, χαῖρε πανάμωμε, τὸ παλάτιον, τοῦ μόνου Βασιλέως, χαῖρε θρόνε πύρινε, τοῦ Παντοκράτορος,
όδον τὸ ἀμάραντον, χαῖρε ἡ μόνη βλαστήσασα, τὸ μῆλον τὸ εὔοσμον, χαῖρε ἡ τέξασα, τὸ ὀσφράδιον, τοῦ πάντων Βασιλέως, χαῖρε ἀπειρόγαμε, κόσμου διάσωσμα.
γνείας θησαύρισμα, χαῖρε δι' ἧς ἐκ τοῦ πτώματος, ἡμῶν ἐξανέστημεν, χαῖρε ἡδύπνοον, κρίνον Δέσποινα, πιστοὺς εὐωδιάζον· θυμίαμα εὔοσμον, μύρον πολύτιμον.
Καταβασία.
νοίξω τὸ στόμα μου, καὶ πληρωθήσεται πνεύματος, καὶ λόγον ἐρεύξομαι, τῇ βασιλίδι Μητρί, καὶ ὀφθήσομαι, φαιδρῶς πανηγυρίζων, καὶ ᾄσω γηθόμενος, ταύτης τὰ θαύματα.
Ὠδὴ   γ’  Ὁ Εἱρμὸς.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον (δίς).
Στάχυν ἡ βλαστήσασα τὸν θεῖον, ὡς χώρα ἀνήροτος σαφῶς, χαῖρε ἔμψυχε τράπεζα, ἄρτον ζωῆς χωρήσασα, χαῖρε τοῦ ζῶντος ὕδατος, πηγὴ ἀκένωτος Δέσποινα.
Δάμαλις τὸν μόσχον ἡ τεκοῦσα, τὸν ἄμωμον, χαῖρε τοῖς πιστοῖς, χαῖρε ἀμνὰς κυήσασα, Θεοῦ ἀμνὸν τὸν αἴροντα, κόσμου παντὸς τὰ πταίσματα, χαῖρε θερμὸν ἱλαστήριον.
ρθρος φαεινὸς χαῖρε ἡ μόνη, τὸν Ἥλιον φέρουσα Χριστόν, φωτὸς κατοικητήριον, χαῖρε τὸ σκότος λύσασα, καὶ τοὺς ζοφώδεις δαίμονας, ὁλοτελῶς ἐκμειώσασα.
Χαῖρε πύλη μόνη ἣν ὁ Λόγος, διώδευσε μόνος ἡ μοχλούς, καὶ πύλας ᾍδου Δέσποινα, τῷ τόκῳ σου συντρίψασα, χαῖρε ἡ θεία εἴσοδος, τῶν σῳζομένων πανύμνητε.
Καταβασία.
Τοὺς σοὺς ὑμνολόγους Θεοτόκε, ὡς ζῶσα καὶ ἄφθονος πηγή, θίασον συγκροτήσαντας, πνευματικὸν στερέωσον, καὶ ἐν τῇ θείᾳ δόξῃ σου, στεφάνων δόξης ἀξίωσον.
Εἶτα, Αἴτησις μικρά, καὶ μετὰ τὴν Ἐκφώνησιν, τὸ Κοντάκιον.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.
  Καὶ ὁ Ἱερεὺς πάλιν ἄλλους ἕξ Οἴκους.
Νέαν ἔδειξε κτίσιν, ἐμφανίσας ὁ Κτίστης, ὑμῖν τοῖς ὑπ' αὐτοῦ γενομένοις ἐξ ἀσπόρου βλαστήσας γαστρός, καὶ φυλάξας ταύτην, ὥσπερ ἦν, ἄφθορον, ἵνα τὸ θαῦμα βλέποντες, ὑμνήσωμεν αὐτήν, βοῶντες·
Χαῖρε, τὸ ἄνθος τῆς  ἀφθαρσίας· χαῖρε, τὸ στέφος τῆς  ἐγκρατείας.
Χαῖρε, ἀναστάσεως τύπον ἐκλάμπουσα· χαῖρε, τῶν  Ἀγγέλων τὸν βίον ἐμφαίνουσα.
Χαῖρε, δένδρον ἀγλαόκαρπον, ἐξ οὗ τρέφονται πιστοί· χαῖρε, ξύλον εὐσκιόφυλλον, ὑφ' οὗ σκέπονται πολλοί.
Χαῖρε, κυοφοροῦσα ὁδηγὸν πλανωμένοις· χαῖρε, ἀπογεννῶσα λυτρωτὴν αἰχμαλώτοις.
Χαῖρε, Κριτοῦ δικαίου δυσώπησις· χαῖρε, πολλῶν πταιόντων συγχώρησις.
Χαῖρε, στολή τῶν  γυμνῶν παρρησίας· χαῖρε, στοργὴ πάντα πόθον νικῶσα.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Ξένον τόκον ἰδόντες, ξενωθῶμεν τοῦ κόσμου, τὸν νοῦν εἰς οὐρανὸν μεταθέντες· διὰ τοῦτο γὰρ ὁ ὑψηλὸς Θεὸς ἐπὶ γῆς ἐφάνη ταπεινὸς ἄνθρωπος, βουλόμενος ἑλκύσαι πρὸς τὸ ὕψος τοὺς  Αὐτῷ βοῶντας·
λληλούϊα.
λληλούϊα.
λος ἦν ἐν τοῖς κάτω, καί τῶν  ἄνω οὐδόλως ἀπῆν ὁ ἀπερίγραπτος Λόγος·συγκατάβασις γὰρ θεϊκή, οὐ μετάβασις δὲ τοπικὴ γέγονε, καὶ τόκος ἐκ Παρθένου θεολήπτου ἀκουούσης ταῦτα·
Χαῖρε, Θεοῦ ἀχωρήτου χώρα· χαῖρε, σεπτοῦ μυστηρίου θύρα.
Χαῖρε, τῶν  ἀπίστων ἀμφίβολον ἄκουσμα· χαῖρε, τῶν  πιστῶν ἀναμφίβολον καύχημα.
Χαῖρε, ὄχημα πανάγιον τοῦ ἐπί τῶν  Χερουβείμ· χαῖρε, οἴκημα πανάριστον τοῦ ἐπί τῶν  Σεραφείμ.
Χαῖρε, ἡ τἀναντία εἰς ταὐτὸ ἀγαγοῦσα· χαῖρε, ἡ παρθενίαν καὶ λοχείαν ζευγνῦσα.
Χαῖρε, δι' ἧς ἐλύθη παράβασις· χαῖρε, δι' ἧς ἠνοίχθη Παράδεισος.
Χαῖρε, ἡ κλείς τῆς  Χριστοῦ βασιλείας· χαῖρε, ἐλπὶς ἀγαθῶν αἰωνίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Πᾶσα φύσις Ἀγγέλων κατεπλάγη τὸ μέγα τῆς  σῆς ἐνανθρωπήσεως ἔργον· τὸν ἀπρόσιτον γὰρ ὡς Θεόν, ἐθεώρει πᾶσι προσιτὸν ἄνθρωπον ἡμῖν μὲν συνδιάγοντα, ἀκούοντα δὲ παρὰ πάντων οὕτως·
λληλούϊα.
λληλούϊα.
ήτορας πολυφθόγγους ὡς ἰχθύας ἀφώνους ὁρῶμεν ἐπὶ σοί, Θεοτόκε· ἀποροῦσι γὰρ λέγειν τὸ πῶς καὶ Παρθένος μένεις καὶ τεκεῖν ἴσχυσας; ἡμεῖς δὲ τὸ Μυστήριον θαυμάζοντες, πιστῶς βοῶμεν·
Χαῖρε, σοφίας Θεοῦ δοχεῖον· χαῖρε, προνοίας αὐτοῦ ταμεῖον.
Χαῖρε, φιλοσόφρους ἀσόφους δεικνύουσα· χαῖρε, τεχνολόγους ἀλόγους ἐλέγχουσα.
Χαῖρε, ὅτι ἐμωράνθησαν οἱ δεινοὶ συζητηταὶ· χαῖρε, ὅτι ἐμαράνθησαν οἱ τῶν  μύθων ποιηταί.
Χαῖρε, τῶν  Ἀθηναίων τὰς πλοκὰς διασπῶσα· χαῖρε, τῶν  Ἁλιέων τὰς σαγήνας πληροῦσα.
Χαῖρε, βυθοῦ ἀγνοίας ἐξέλκουσα· χαῖρε, πολλοὺς ἐν γνώσει φωτίζουσα.
Χαῖρε, ὁλκάς τῶν  θελόντων σωθῆναι· χαῖρε, λιμήν τοῦ βίου πλωτήρων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Σῶσαι θέλων τὸν κόσμον ὁ τῶν  ὅλων κοσμήτωρ, πρὸς τοῦτον αὐτεπάγγελτος ἦλθε, καὶ ποιμὴν ὑπάρχων ὡς Θεός, δι' ἡμᾶς ἐφάνη καθ' ἡμᾶς ἄνθρωπος· ὁμοίῳ γὰρ τὸ ὅμοιον καλέσας, ὡς Θεὸς ἀκούει·
λληλούϊα.
λληλούϊα.
Καὶ πάλιν τὸ Κοντάκιον.
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε. 
Μετὰ δὲ τὴν Συναπτὴν ψάλλομεν τὸ παρόν.
Κάθισμα  Ἦχος α’
Τὸν τάφον σου Σωτὴρ.
μέγας Στρατηγός, τῶν ἀΰλων Ἀγγέλων εἰς πόλιν Ναζαρέτ, ἐπιστὰς Βασιλέα, μηνύει σοι Ἀχραντε, τῶν αἰώνων καὶ Κύριον· Χαῖρε λέγων σοι, εὐλογημένη Μαρία, ἀκατάληπτον, καὶ ἀνερμήνευτον βάθος, βροτῶν ἡ ἀνάκλησις.
Δόξα... τὸ τέλος τοῦ αὐτοῦ Καθίσματος.
Καὶ νῦν... τὸ αὐτὸ πάλιν ὅλον.
Γίνεται δὲ καὶ αὖθις Ἀνάγνωσις. Εἶτα ἐξακολουθοῦμεν ψάλλοντες τὸν Κανόνα.
Ὠδὴ δ’  Ὁ Εἱρμὸς.
καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστέ, τῇ δυνάμει σου.
ν φωναῖς ᾀσμάτων πίστει, σοὶ βοῶμεν Πανύμνητε· Χαῖρε πῖον ὄρος, καὶ τετυρωμένον ἐν Πνεύματι, χαῖρε λυχνία καὶ στάμνε, Μάννα φέρουσα, τὸ γλυκαῖνον, τὰ τῶν εὐσεβῶν αἰσθητήρια.
λαστήριον τοῦ κόσμου, χαῖρε ἄχραντε Δέσποινα, χαῖρε κλῖμαξ γῆθεν, πάντας ἀνυψώσασα χάριτι, χαῖρε ἡ γέφυρα ὄντως, ἡ μετάγουσα, ἐκ θανάτου πάντας, πρὸς ζωήν τοὺς ὑμνοῦντάς σε.
Οὐρανῶν ὑψηλοτέρα, χαῖρε γῆς τὸ θεμέλιον, ἐν τῇ σῇ νηδύϊ, Ἄχραντε ἀκόπως βαστάσασα, χαῖρε κογχύλη πορφύραν θείαν βάψασα, ἐξ αἱμάτων σου, τῷ Βασιλεῖ τῶν Δυνάμεων.
Νομοθέτην ἡ τεκοῦσα, ἀληθῶς χαῖρε Δέσποινα, τὸν τὰς ἀνομίας, πάντων δωρεὰν ἐξαλείφοντα, ἀκατανόητον βάθος, ὕψος ἄρρητον, ἀπειρόγαμε, δι' ἧς ἡμεῖς ἐθεώθημεν. Σὲ τὴν πλέξασαν τῷ κόσμῳ, ἀχειρόπλοκον στέφανον, ἀνυμνολογοῦμεν· Χαῖρέ σοι Παρθένε κραυγάζοντες· τὸ φυλακτήριον πάντων καὶ χαράκωμα, καὶ κραταίωμα, καὶ ἱερὸν καταφύγιον.
Καταβασία.
καθήμενος ἐν δόξῃ ἐπὶ θρόνου Θεότητος, ἐν νεφέλῃ κούφῃ, ἦλθεν Ἰησοῦς ὁ ὑπέρθεος, τῇ ἀκηράτῳ παλάμῃ, καὶ διέσωσε, τοὺς κραυγάζοντας· Δόξα Χριστέ, τῇ δυνάμει σου.
Ὠδὴ ε’  Ὁ Εἱρμὸς.
ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
δὸν ἡ κυήσασα, ζωῆς χαῖρε Πανάμωμε, ἡ κατακλυσμοῦ τῆς ἁμαρτίας, σώσασα κόσμον, χαῖρε Θεόνυμφε, ἄκουσμα καὶ λάλημα φρικτόν, χαῖρε ἐνδιαίτημα, τοῦ Δεσπότου τῆς κτίσεως.
σχὺς καὶ ὀχύρωμα, ἀνθρώπων χαῖρε Ἄχραντε, τόπε ἁγιάσματος τῆς δόξης, νέκρωσις ᾍδου, νυμφὼν ὁλόφωτε, χαῖρε τῶν Ἀγγέλων χαρμονή, χαῖρε ἡ βοήθεια, τῶν πιστῶς δεομένων σου.
Πυρίμορφον ὄχημα, τοῦ Λόγου χαῖρε Δέσποινα, ἔμψυχε Παράδεισε τὸ ξύλον, ἐν μέσῳ ἔχων ζωῆς τὸν Κύριον, οὗ ὁ γλυκασμὸς ζωοποιεῖ, πίστει τοὺς μετέχοντας, καὶ φθορᾷ ὑποκύψαντας.
ωννύμενοι σθένει σου, πιστῶς ἀναβοῶμέν σοι· Χαῖρε πόλις τοῦ Παμβασιλέως, δεδοξασμένα, καὶ ἀξιάκουστα, περὶ ἧς λελάληνται σαφῶς, ὄρος ἁλατόμητον, χαῖρε βάθος ἀμέτρητον.
Εὐρύχωρον σκήνωμα, τοῦ Λόγου χαῖρε Ἄχραντε, κόχλος ἡ τόν, θεῖον μαργαρίτην, προαγαγοῦσα, χαῖρε πανθαύμαστε, πάντων πρὸς Θεὸν καταλλαγὴ τῶν μακαριζόντων σε, Θεοτόκε ἑκάστοτε.
Καταβασία.
ξέστη τὰ σύμπαντα, ἐπὶ τῇ θείᾳ δόξῃ σου· σὺ γάρ, ἀπειρόγαμε Παρθένε, ἔσχες ἐν μήτρᾳ, τὸν ἐπὶ πάντων Θεόν, καὶ τέτοκας ἄχρονον Υἱόν, πᾶσι τοῖς ὑμνοῦσί σε, σωτηρίαν βραβεύοντα.
Ὠδὴ ς’  Ὁ Εἱρμὸς.
Τὴν θείαν ταύτην καὶ πάντιμον, τελοῦντες ἑορτὴν οἱ θεόφρονες, τῆς Θεομήτορος, δεῦτε τὰς χεῖρας κροτήσωμεν, τὸν ἐξ αὐτῆς τεχθέντα, Θεὸν δοξάζοντες.(δίς).
Παστὰς τοῦ Λόγου ἀμόλυντε, αἰτία τῆς τῶν πάντων θεώσεως, χαῖρε Πανάχραντε, τῶν Προφητῶν περιήχημα, χαῖρε τῶν Ἀποστόλων, τὸ ἐγκαλλώπισμα.
κ σοῦ ἡ δρόσος ἀπέσταξε, φλογμὸν πολυθεΐας ἡ λύσασα· ὅθεν βοῶμέν σοι· Χαῖρε, ὁ πόκος ὁ ἔνδροσος, ὃν Γεδεὼν Παρθένε, προεθεάσατο.
δού σοι Χαῖρε κραυγάζομεν· λιμὴν ἡμῖν γενοῦ θαλαττεύουσι καὶ ὁρμητήριον, ἐν τῷ πελάγει τῶν θλίψεων, καὶ τῶν σκανδάλων πάντων, τοῦ πολεμήτορος.
Χαρᾶς αἰτία χαρίτωσον, ἡμῶν τὸν λογισμὸν τοῦ κραυγάζειν σοι· Χαῖρε ἡ ἄφλεκτος βάτος· νεφέλη Ὁλόφωτε, ἡ τοὺς πιστοὺς ἀπαύστως, ἐπισκιάζουσα.
Εἶτα τὸ Τετραῴδιον
Ποίημα τοῦ αὐτοῦ Ἰωσήφ, οὗ ἡ ἀκροστιχὶς
Αὕτη ἡ ᾠδὴ τοῦ Ἰωσήφ.
Ἦχος πλ. β’
Τοῦ βίου τὴν θάλασσαν.
γιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἡμῶν
θλοῦντες οἱ Μάρτυρες, καὶ ὡς λίθοι ἐκλεκτοί, ἐπὶ γῆς κυλιόμενοι, οἰκοδομίαν ἅπασαν τοῦ ἐχθροῦ, τελείως κατέστρεψαν, καὶ ναοὶ Θεοῦ ἐχρημάτισαν.
μᾶς ἱκετεύομεν, τοὺς τὸν δρόμον τὸν καλόν, τετελεκότας Μάρτυρες. Τὸν τῆς Νηστείας δρόμον τρέχειν ἡμᾶς, καλῶς ἐνισχύσατε, ἀρετῶν τελειώσει διαλάμποντας.
Νεκρώσιμον.
Τοὺς δούλους σου Δέσποτα, μεταστάντας ἀπὸ γῆς, πρὸς σὲ τὸν ὑπεράγαθον, σῆς Βασιλείας ποίησον κοινωνούς, τῶν θείων Μαρτύρων σου, ἱεραῖς μεσιτείαις πολυέλεε.
Θεοτοκίον.
μόνη πανύμνητος, τοῖς ὑμνοῦσί σε πιστῶς, ἁμαρτημάτων ἄφεσιν, καὶ χαρισμάτων θείων διανομήν, δοθῆναι ἱκέτευε, τὸν πανάγιον Λόγον Μητροπάρθενε.
Ἕτερον Ποίημα Θεοδώρου τοῦ Στουδίτου.
Ἦχος πλ. α’  Τοῦ κήτους τὸν Προφήτην.
Τὴν μνήμην ἐκτελοῦντες τῶν Μαρτύρων, Κυρίῳ ἀναπέμψωμεν τοὺς ὕμνους, σήμερον, ἐνθέως εὐφραινόμενοι.
Τὰ ξίφη καὶ τὸ πῦρ μὴ πτοηθέντες, θαρροῦντες ἐν τῇ πίστει Ἀθλοφόροι, τυράννους ἐν τούτῳ κατεπλήξατε.
Δόξα...
Τριάδα τοῖς προσώποις ἀνυμνῶ σε, Μονάδα κατ' οὐσίαν προσκυνῶ σε, Πάτερ, Υἱέ, καὶ Πνεῦμα ἅγιον.
Καὶ νῦν... Θεοτοκίον.
γγέλων καὶ ἀνθρώπων εὐφημία ὑπάρχεις ὅτι ἔτεκες Παρθένε, Χριστὸν τὸν Σωτῆρα τῶν ψυχῶν ἡμῶν.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Θανάτῳ τὴν ζωὴν ἀντιλαβόντες, σκιρτᾶτε τὰ οὐράνια οἰκοῦντες Ἀθλοφόροι, ἔνδοξοι Χριστοῦ τοῦ Θεοῦ.
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Θανάτου καὶ ζωῆς ὁ κυριεύων, τοὺς πίστει μεταστάντας ἐκ τοῦ βίου, Χριστέ, σὺν Ἁγίοις σου ἀνάπαυσον.
Ὁ Εἱρμὸς.
Τοῦ κήτους τὸν Προφήτην ἐλυτρώσω, ἐμὲ δὲ ἐκ βυθοῦ ἁμαρτημάτων, ἀνάγαγε, Κύριε καὶ σῶσόν με.
Εἶτα τὸ Κοντάκιον
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.
   Καὶ τοὺς λοιποὺς ἕξ Οἴκους.
Τεῖχος εἶ τῶν Παρθένων, Θεοτόκε Παρθένε, καὶ πάντων τῶν εἰς σὲ προστρεχόντων· ὁ γὰρ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, κατεσκεύασέ σε Ποιητὴς Ἄχραντε, οἰκήσας ἐν τῇ μήτρᾳ σου, καὶ πάντας σοι προσφωνεῖν διδάξας.
Χαῖρε, ἡ στήλη τῆς παρθενίας· χαῖρε, ἡ πύλη τῆς σωτηρίας.
Χαῖρε, ἀρχηγὲ νοητῆς ἀναπλάσεως· χαῖρε, χορηγὲ θεϊκῆς ἀγαθότητος.
Χαῖρε· σὺ γὰρ ἀνεγέννησας τοὺς συλληφθέντας αἰσχρῶς· χαῖρε· σὺ γὰρ ἐνουθέτησας τοὺς συληθέντας τὸν νοῦν.
Χαῖρε, ἡ τὸν φθορέα τῶν φρενῶν καταργοῦσα· χαῖρε, ἡ τὸν σπορέα τῆς ἁγνείας τεκοῦσα.
Χαῖρε, παστὰς ἀσπόρου νυμφεύσεως· χαῖρε, πιστοὺς Κυρίῳ ἁρμόζουσα,
Χαῖρε, καλὴ κουροτρόφε παρθένων· χαῖρε, ψυχῶν νυμφοστόλε ἁγίων.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
μνος ἅπας, ἡττᾶται, συνεκτείνεσθαι σπεύδων, τῷ πλήθει τῶν πολλῶν οἰκτιρμῶν σου· ἰσαρίθμους γὰρ τῇ ψάμμῳ ᾠδάς, ἂν προσφέρωμέν σοι, Βασιλεῦ ἅγιε, οὐδέν τελοῦμεν ἄξιον, ὧν δέδωκας ἡμῖν, τοῖς σοὶ βοῶσιν,
λληλούϊα.
λληλούϊα.
Φωτοδόχον λαμπάδα, τοῖς ἐν σκότει φανεῖσαν, ὁρῶμεν τὴν ἁγίαν Παρθένον·
τὸ γὰρ ἄϋλον ἅπτουσα φῶς, ὁδηγεῖ πρὸς γνῶσιν θεϊκὴν ἅπαντας, αὐγὴ τὸν νοῦν φωτίζουσα, κραυγὴ δὲ τιμωμένη ταῦτα.
Χαῖρε, ἀκτὶς νοητοῦ Ἠλίου· χαῖρε, βολὶς τοῦ ἀδύτου φέγγους.
Χαῖρε, ἀστραπὴ τὰς ψυχὰς καταλάμπουσα· χαῖρε, ὡς βροντὴ τοὺς ἐχθροὺς καταπλήττουσα.
Χαῖρε, ὅτι τὸν πολύφωτον ἀνατέλλεις φωτισμόν· χαῖρε, ὅτι τὸν πολύρρητον, ἀναβλύζεις ποταμόν.
Χαῖρε, τῆς κολυμβήθρας ζωγραφοῦσα τὸν τύπον· χαῖρε, τῆς ἁμαρτίας ἀναιροῦσα τὸν ῥύπον.
Χαῖρε, λουτὴρ ἐκπλύνων συνείδησιν· χαῖρε, κρατὴρ κιρνῶν ἀγαλλίασιν.
Χαῖρε, ὀσμὴ τῆς Χριστοῦ εὐωδίας· χαῖρε, ζωὴ μυστικῆς εὐωχίας.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χάριν δοῦναι θελήσας, ὀφλημάτων ἀρχαίων, ὁ πάντων χρεωλύτης ἀνθρώπων, ἐπεδήμησε δι' ἑαυτοῦ, πρὸς τοὺς ἀποδήμους τῆς αὐτοῦ χάριτος, καὶ σχίσας τὸ χειρόγραφον, ἀκούει παρὰ πάντων οὕτως,
λληλούϊα.
λληλούϊα.
Ψάλλοντές σου τὸν τόκον, ἀνυμνοῦμέν σε πάντες, ὡς ἔμψυχον ναόν, Θεοτόκε· ἐν τῇ σῇ γὰρ οἰκήσας γαστρί, ὁ συνέχων πάντα τῇ χειρὶ Κύριος, ἡγίασεν, ἐδόξασεν, ἐδίδαξε βοᾶν σοι πάντας.
Χαῖρε, σκηνὴ τοῦ Θεοῦ καὶ Λόγου· χαῖρε, Ἁγία Ἁγίων μείζων.
Χαῖρε, κιβωτὲ χρυσωθεῖσα τῷ Πνεύματι· χαῖρε, θησαυρὲ τῆς ζωῆς ἀδαπάνητε.
Χαῖρε, τίμιον διάδημα, βασιλέων εὐσεβῶν· χαῖρε, καύχημα σεβάσμιον, Ἱερέων εὐλαβῶν.
Χαῖρε τῆς Ἐκκλησίας ὁ ἀσάλευτος πύργος· χαῖρε, τῆς βασιλείας τὸ ἀπόρθητον τεῖχος.
Χαῖρε, δι' ἧς ἐγείρονται τρόπαια· χαῖρε, δι' ἧς ἐχθροὶ καταπίπτουσι.
Χαῖρε, χρωτὸς τοῦ ἐμοῦ θεραπεία· χαῖρε, ψυχῆς τῆς ἐμῆς σωτηρία.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
πανύμνητε Μῆτερ, ἡ τεκοῦσα τὸν πάντων Ἁγίων ἁγιώτατον Λόγον (γ'), δεξαμένη τὴν νῦν προσφοράν, ἀπὸ πάσης ῥῦσαι συμφορὰς ἅπαντας, καὶ τῆς μελλούσης λύτρωσαι κολάσεως τοὺς σοὶ βοῶντας·
λληλούϊα.
λληλούϊα.
Καὶ πάλιν τὸν πρῶτον Οἵκον.
γγελος πρωτοστάτης, οὐρανόθεν ἐπέμφθη, εἰπεῖν τῇ Θεοτόκῳ τὸ Χαῖρε (γ’) καὶ σὺν τῇ ἀσωμάτῳ φωνῇ, σωματούμενόν σε θεωρῶν Κύριε, ἐξίστατο καὶ ἵστατο, κραυγάζων πρὸς αὐτὴν τοιαῦτα.
Χαῖρε, δι' ἧς ἡ χαρὰ ἐκλάμψει· χαῖρε, δι' ἧς ἡ ἀρὰ ἐκλείψει.
Χαῖρε, τοῦ πεσόντος , Ἀδὰμ ἡ ἀνάκλησις· χαῖρε τῶν δακρύων τῆς Εὔας ἡ λύτρωσις.
Χαῖρε, ὕψος δυσανάβατον ἀνθρωπίνοις λογισμοῖς· χαῖρε, βάθος δυσθεώρητον καὶ Ἀγγέλων ὀφθαλμοῖς.
Χαῖρε, ὅτι ὑπάρχεις Βασιλέως καθέδρα· χαῖρε, ὅτι βαστάζεις τὸν βαστάζοντα πάντα.
Χαῖρε, ἀστὴρ ἐμφαίνων τὸν Ἥλιον· χαῖρε, γαστὴρ ἐνθέου σαρκώσεως.
Χαῖρε, δι' ἧς νεουργεῖται ἡ κτίσις· χαῖρε, δι' ἧς βρεφουργεῖται ὁ Κτίστης.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Χαῖρε, Νύμφη ἀνύμφευτε.
Και τὸ Κοντάκιον
Τῇ ὑπερμάχῳ στρατηγῷ τὰ νικητήρια, ὡς λυτρωθεῖσα τῶν δεινῶν, εὐχαριστήρια, ἀναγράφω σοι ἡ Πόλις σου, Θεοτόκε· ἀλλ' ὡς ἔχουσα τὸ κράτος ἀπροσμάχητον, ἐκ παντοίων με κινδύνων ἐλευθέρωσον ἵνα κράζω σοι· Χαῖρε, Νύμφη ἀνύμφευτε.
Συναξάριον.
Τῇ αὐτῇ ἡμέρᾳ, Σαββάτῳ τῆς πέμπτης Ἑβδομάδος τῶν Νηστειῶν, ἑορτάζομεν τὸν Ἀκάθιστον Ὕμνον τῆς Ὑπεραγίας Δεσποίνης ἡμῶν Θεοτόκου, καὶ Ἀειπαρθένου Μαρίας.
Στίχοι
μνοις ἀΰπνοις εὐχαρίστως ἡ Πόλις.
Τὴν ἐν μάχαις ἄγρυπνον ὑμνεῖ Προστάτιν.
Ταῖς τῆς σῆς ὑπερμάχου τε καὶ ἀπροσμάχου Μητρὸς πρεσβείαις, Χριστὲ ὁ Θεὸς τῶν περικειμένων καὶ ἡμᾶς ἀπάλλαξον συμφορῶν, καὶ ἐλέησον ἡμᾶς, ὡς μόνος φιλάνθρωπος.
Ὠδὴ ζ’ Ὁ Εἱρμὸς.
Οὐκ ἐλάτρευσαν, τῇ κτίσει οἱ θεόφρονες, παρὰ τὸν κτίσαντα ἀλλὰ πυρὸς ἀπειλήν, ἀνδρείως πατήσαντες, χαίροντες ἔψαλλον· Ὑπερύμνητε, ὁ τῶν Πατέρων Κύριος, καὶ Θεὸς εὐλογητὸς εἶ.
νυμνοῦμέν σε, βοῶντες· Χαῖρε ὄχημα, Ἡλίου τοῦ νοητοῦ, ἄμπελος ἀληθινή, τὸν βότρυν τὸν πέπειρον, ἡ γεωργήσασα, οἶνον στάζοντα, τὸν τὰς ψυχὰς εὐφραίνοντα, τῶν πιστῶς σε δοξαζόντων.
ατῆρα, τῶν ἀνθρώπων ἡ κυήσασα χαῖρε Θεόνυμφε, ἡ ῥάβδος ἡ μυστική, ἄνθος τὸ ἀμάραντον, ἡ ἐξανθήσασα, χαῖρε Δέσποινα, δι' ἧς χαρᾶς πληρούμεθα, καὶ ζωὴν κληρονομοῦμεν.
ητορεύουσα, οὐ σθένει γλῶσσα Δέσποινα, ὑμνολογῆσαί σε· ὑπὲρ γὰρ τὰ Σεραφείμ, ὑψώθης κυήσασα, τὸν Βασιλέα Χριστόν, ὃν ἱκέτευε, πάσης νῦν βλάβης ῥύσασθαι, τοὺς πιστῶς σε προσκυνοῦντας.
Εὐφημεῖ σε, μακαρίζοντα τὰ πέρατα, καὶ ἀνακράζει σοι· Χαῖρε ὁ τόμος ἐν ᾧ, δακτύλῳ ἐγγέγραπται, Πατρὸς ὁ Λόγος Ἁγνή, ὃν ἱκέτευε, βίβλῳ ζωῆς τοὺς   δούλους σου, καταγράψαι Θεοτόκε.
κετεύομεν, οἱ δοῦλοί σου καὶ κλίνομεν, γόνυ καρδίας ἡμῶν· Κλῖνον τὸ οὖς σου, Ἁγνή, καὶ σῶσον τοὺς θλίψεσι, βυθιζομένους ἡμᾶς, καὶ συντήρησον, πάσης ἐχθρῶν ἁλώσεως, τὴν σὴν Πόλιν Θεοτόκε.
Τοῦ Τετραῳδίου.
Εἱρμὸς ἄλλος.
Δροσοβόλον μὲν τὴν κάμινον.
ὑπέρφωτος ὁμήγυρις τῶν θείων σου, Μαρτύρων Πολυέλεε, ἐν τῷ φωτί σου τῷ ἀδύτῳ νῦν περιπολεῖ, αὐτῶν ἱκεσίαις φωτισμόν, ἁμαρτιῶν τε ἱλασμόν, παράσχου πᾶσι Χριστέ.
ς ὡραῖος ὁ καιρὸς ὃν ἡμῖν δέδωκας, τῆς ἐγκρατείας Κύριε! ἐν ᾧ οἴκτειρον τὰς ψυχὰς ἡμῶν ὡς ἀγαθός, εὐχαῖς τῶν ἁγίων Ἀθλητῶν, τῶν τὰ ὡραῖα καὶ σεπτά, στερξάντων Πάθη σου.
Νεκρώσιμον.
Διελθόντας πολυώδυνον κλυδώνιον, τοῦ βίου τοὺς ἱκέτας σου, ἐγκαθόρμισον, εἰς λιμένα Δέσποτα ζωῆς, βοᾶν μετὰ πάντων ἐκλεκτῶν· Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τῶν Πατέρων ἡμῶν.
Θεοτοκίον.
τοῦ νόμου τὸν δοτῆρα Ἀειπάρθενε, κυήσασα ἱκέτευε, τὰς ἀνομίας ὑπεξάραι πάσας ἐν καιρῷ, τῷ νῦν ἐνεστῶτι τοῖς καλῶς, προαιρουμένοις ἐξασκεῖν, θείας Νηστείας σπουδήν.
Ἕτερος Εἱρμὸς.
Εὐλογητὸς εἶ ὁ Θεὸς.
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ δείξας γενναίους, ὑπὲρ σοῦ ἀθλοῦντας τοὺς Μάρτυρας, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τοὺς Ἀθλοφόρους, πρέσβεις ἡμῖν εἰς σὲ παρασχόμενος, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.
Δόξα...
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ εἷς μὲν τῇ φύσει, προσώποις δὲ τρισὶ γνωριζόμενος, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.
Καὶ νῦν... Θεοτοκίον
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ τεχθεὶς ἀσπόρως, καὶ τὴν Τεκοῦσαν δείξας ἁγνεύουσαν, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ θήρας φιμώσας, καὶ σβέσας πῦρ εἰς δόξαν τῶν Ἁγίων σου, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου Κύριε.
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ ἀπὸ θανάτου, εἰς ἄπειρον ζωὴν μεταθέμενος, τοὺς πίστει σοι ἐν βίῳ λειτουργήσαντας.
Ὁ Εἱρμὸς.
Εὐλογητὸς εἶ ὁ Θεός, ὁ βλέπων ἀβύσσους, ὁ καθήμενος ἐπὶ τῶν Χερουβίμ, ὁ ὑπερύμνητος καὶ ὑπερένδοξος.
Ὠδὴ η’  Ὁ Εἱρμὸς.
Παῖδας εὐαγεῖς ἐν τῇ καμίνῳ, ὁ τόκος τῆς Θεοτόκου διεσώσατο, τότε μὲν τυπούμενος νῦν δὲ ἐνεργούμενος, τὴν οἰκουμένην ἅπασαν, ἀγείρει ψάλλουσαν· τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Νηδύϊ τὸν Λόγον ὑπεδέξω, τὸν πάντα βαστάζοντα ἐβάστασας, γάλακτι ἐξέθρεψας, νεύματι τὸν τρέφοντα, τὴν οἰκουμένην ἅπασαν, Ἁγνὴ ᾧ ψάλλομεν· Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Μωσῆς κατενόησεν ἐν βάτῳ, τὸ μέγα μυστήριον τοῦ τόκου σου. Παῖδες προεικόνισαν, τοῦτο ἐμφανέστατα μέσον πυρὸς ἱστάμενοι, καὶ μὴ φλεγόμενοι, ἀκήρατε ἁγία Παρθένε· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Οἱ πρῴην ἀπάτῃ γυμνωθέντες, στολὴν ἀφθαρσίας ἐνεδύθημεν, τῇ κυοφορίᾳ σου, καὶ οἱ καθεζόμενοι, ἐν σκότει παραπτώσεων, φῶς κατωπτεύσαμεν, φωτὸς κατοικητήριον, Κόρη· ὅθεν σε ὑμνοῦμεν, εἰς πάντας τοὺς αἰῶνας.
Νεκροὶ διὰ σοῦ ζωοποιοῦνται· ζωὴν γὰρ τὴν ἐνυπόστατον ἐκύησας, εὔλαλοι οἱ ἄλαλοι, πρῴην χρηματίζοντες, λεπροὶ ἀποκαθαίρονται, νόσοι διώκονται, πνευμάτων ἀερίων τὰ πλήθη, ἥττηνται Παρθένε, βροτῶν ἡ σωτηρία.
κόσμῳ τεκοῦσα σωτηρίαν, δι' ἧς ἀπὸ γῆς εἰς ὕψος ἤρθημεν, χαίροις παντευλόγητε, σκέπη καὶ κραταίωμα, τεῖχος καὶ ὀχύρωμα, τῶν μελῳδούντων Ἁγνή. Τὸν Κύριον ὑμνεῖτε τὰ ἔργα, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Τοῦ Τετραῳδίου.
Εἱρμὸς ἄλλος.
Ἐκ φλογὸς τοῖς ὁσίοις.
Τῶν ἁγίων Μαρτύρων τὰ κατορθώματα, ἐπουράνιοι Νόες ὑπερεθαύμασαν, τούτων προσευχαῖς, τὰ ἐλέη σου Δέσποτα, ἐν ἡμῖν πλουσίως, θαυμάστωσον οἰκτίρμον.
Οἱ τὸ πῦρ θείᾳ δρόσῳ καταπατήσαντες, Ἀθληταὶ τοῦ Κυρίου ἀξιοθαύμαστοι, ῥύσατε ἡμᾶς, τοῦ πυρὸς τοῦ κολάζοντος, ταῖς πρὸς τὸν Δεσπότην, θερμαῖς ὑμῶν πρεσβείαις.
Νεκρώσιμον.
περάγαθε Λόγε τοὺς ἐκδημήσαντας, ἐξ ἡμῶν Ὀρθοδόξους ζωῆς ἀξίωσον, τῆς ἐν οὐρανῷ, καὶ ἁγίας λαμπρότητος, ταῖς τῶν καλλινίκων, Μαρτύρων ἱκεσίαις.
Θεοτοκίον.
κεσίαις Οἰκτίρμον τῆς κυησάσης σε, καὶ ἁγίων Μαρτύρων καὶ Ἀποστόλων σου, φώτισον ἡμῶν, τὰς ψυχὰς τοῦ δοξάζειν σε, ἐν ἀγαλλιάσει, ψυχῆς εἰς τοὺς αἰῶνας.
Εἱρμὸς ἕτερος.
Τὴν ποιητὴν τῆς Κτίσεως.
Χοροὶ Μαρτύρων ἅγιοι, μνήσθητε τῶν πόθῳ ἀνυμνούντων ὑμᾶς, καὶ ὑπερυψούντων, Χριστὸν εἰς τοὺς αἰῶνας.
Ξίφει τυμπανιζόμενοι, ἔχαιρον οἱ Μάρτυρες, ὑμνοῦντες Χριστόν, καὶ ὑπερυψοῦντες, εἰς πάντας τοὺς αἰῶνας.
Εὐλογοῦμεν Πατέρα, Υἱόν, καὶ ἅγιον Πνεῦμα
Ξενοπρεπῶς μερίζεται, ἡ Τριάς, καὶ μένει ἀμερὴς ὡς Θεός, ἣν ὑπερυψοῦμεν, εἰς πάντας τοὺς   αἰῶνας.
Καὶ νῦν... Θεοτοκίον.
Παρθένος βρέφος τέτοκε· Θεὸς γὰρ ἐκ ταύτης ἐνηνθρώπησε. Πᾶσα σάρξ ὑμνείτω, αὐτὸν εἰς τοὺς αἰῶνας.
Στίχ. Θαυμαστὸς ὁ Θεὸς ἐν τοῖς Ἁγίοις αὐτοῦ.
Στῆλαι ἀνδρείας ὤφθησαν, πτῶσιν διαβόλου θριαμβεύοντες, οἱ Μάρτυρες ὑμνοῦντες, Χριστὸν εἰς τοὺς αἰῶνας.
Στίχ. Αἱ ψυχαὶ αὐτῶν ἐν ἀγαθοῖς αὐλισθήσονται.
Τὸν Ἀβραὰμ κολπώσασθαι, ἀξίωσον Κύριε τοὺς δούλους σου, πίστει μεταστάντας, πρὸς σὲ καὶ τῇ ἐλπίδι.
Αἰνοῦμεν, εὐλογοῦμεν, καὶ προσκυνοῦμεν τὸν Κύριον.
Ὁ Εἱρμὸς.
Τὸν Ποιητὴν τῆς Κτίσεως, ὃν φρίττουσιν Ἄγγελοι, ὑμνεῖτε λαοί, καὶ ὑπερυψοῦτε, εἰς πάντας τοὺς αἰῶνας.
Ὠδὴ   θ’  Ὁ Εἱρμὸς.
πας γηγενής, σκιρτάτω τῷ πνεύματι, λαμπαδουχούμενος, πανηγυριζέτω δέ, ἀΰλων Νόων, φύσις γεραίρουσα, τὴν ἱερὰν πανήγυριν, τῆς Θεομήτορος, καὶ βοάτω· Χαίροις παμμακάριστε, Θεοτόκε Ἁγνή, ἀειπάρθενε.
να σοι πιστοί, τὸ Χαῖρε κραυγάζωμεν, οἱ διὰ σοῦ τῆς χαρᾶς, μέτοχοι γενόμενοι, τῆς ἀϊδίου, ῥῦσαι ἡμᾶς πειρασμοῦ, βαρβαρικῆς ἁλώσεως, καὶ πάσης ἄλλης πληγῆς, διὰ πλῆθος, Κόρη παραπτώσεων, ἐπιούσης βροτοῖς ἁμαρτάνουσιν.
φθης φωτισμός, ἡμῶν καὶ βεβαίωσις· ὅθεν βοῶμέν σοι· Χαῖρε ἄστρον ἄδυτον, εἰσάγον κόσμῳ, τὸν μέγαν Ἥλιον, χαῖρε Ἐδὲμ ἀνοίξασα, τὴν κεκλεισμένην Ἁγνή, χαῖρε στῦλε, πύρινε εἰσάγουσα, εἰς τὴν ἄνω ζωὴν τὸ ἀνθρώπινον.
Στῶμεν εὐλαβῶς, ἐν οἴκῳ Θεοῦ ἡμῶν, καὶ ἐκβοήσωμεν· Χαῖρε κόσμου Δέσποινα, χαῖρε Μαρία, Κυρία πάντων ἡμῶν, χαῖρε ἡ μόνη ἄμωμος, ἐν γυναιξὶ καὶ καλή, χαῖρε σκεῦος, μύρον τὸ ἀκένωτον, ἐπὶ σὲ κενωθὲν εἰσδεξάμενον.
Δόξα...
περιστερά, ἡ τὸν ἐλεήμονα ἀποκυήσασα, χαῖρε ἀειπάρθενε Ὁσίων πάντων, χαῖρε τὸ καύχημα, τῶν Ἀθλητῶν στεφάνωμα, χαῖρε ἁπάντων τε, τῶν Δικαίων, θεῖον ἐγκαλλώπισμα, καὶ ἡμῶν τῶν πιστῶν τὸ διάσωσμα.
Καὶ νῦν...
Φεῖσαι ὁ Θεός, τῆς κληρονομίας σου, τὰς ἁμαρτίας ἡμῶν, πάσας παραβλέπων νῦν, εἰς τοῦτο ἔχων, ἐκδυσωποῦσάν σε, τὴν ἐπὶ γῆς ἀσπόρως σε, κυοφορήσασαν, διὰ μέγα ἔλεος θελήσαντα, μορφωθῆναι Χριστέ, τὸ ἀλλότριον.
Τοῦ Τετραῳδίου.
Εἱρμὸς ἄλλος.
Θεὸν ἀνθρώποις.
ς φῶς ὡς ἥλιος ἀνατείλαντες, πᾶσαν τὴν γῆν ἀκτῖσιν εὐσεβείας οἱ Μάρτυρες, καὶ λαμπάσι θαυμάτων ἐφώτισαν, καὶ τῆς πολυθεΐας σκότος ἠφάνισαν, ὧν ταῖς ἱκεσίαις ὁ Θεός, ἡμᾶς ἐλέησον.
Στρατὸς Μαρτύρων ἀκαταγώνιστος, πάντας ἡμᾶς ἐνίσχυσον καλῶς ἀγωνίσασθαι, καὶ τελέσαι Νηστείας τὸ στάδιον, ὅπως ἐνθέου βίου, ἔργα τελέσαντες, μέτοχοι γενώμεθα ζωῆς, ἀγαλλιώμενοι.
Νεκρώσιμον.
σὴ φθασάτω χρηστότης Κύριε, τοὺς ἐξ ἡμῶν φρικώδει μεταστάντας κελεύσει σου, κυκλωσάτω αὐτοὺς σοῦ τὸ ἔλεος, καὶ καθοδηγησάτω, πρὸς τὰ σκηνώματα, τὰ καταυγαζόμενα φωτί, τῷ τοῦ προσώπου σου.
Θεοτοκίον.
Φωνῇ Ἀγγέλου βουλῆς τὸν Ἄγγελον, τῆς τοῦ Πατρὸς ἀρρήτως Θεοτόκε ἐκύησας. Τὰς φωνὰς οὖν τῶν δούλων σου πρόσδεξαι, ἃς ἐν τῷ τῆς Νηστείας χρόνῳ προσάγομεν, καὶ ταύτας προσάγαγε Θεῷ ὥσπερ θυμίαμα.
Εἱρμὸς ἕτερος.
Ἡσαΐα χόρευε.
Τελοῦντες πανήγυριν, Μαρτυρικήν, σήμερον λαοί, σκιρτήσωμεν ἐν ᾠδαῖς, μέλποντες Χριστῷ, τῷ ἀθλοθετήσαντι, καὶ τὰς νίκας, κατὰ τῶν ἐχθρῶν, τούτοις παρέχοντι, ὃν ἐν ὕμνοις μεγαλύνομεν.
νυξι ξεόμενοι, καὶ τμηθέντες, ξίφει μεληδόν, συνήφθητε τῷ Χριστῷ, ἀγαπητικῶς, πανεύφημοι Μάρτυρες· διὸ καὶ νῦν, ἐν τοῖς Οὐρανοῖς, ἀγαλλιώμενοι, ὑπὲρ πάντων ἱκετεύσατε.
Δόξα...
μοουσιότητι, ἀνυμνῶ σε, ἄναρχε Τριάς, σεπτὴ ζωαρχική, ἄτμητε Μονάς, Πατὴρ ὁ ἀγέννητος, καὶ γεννητέ, Λόγε καὶ Υἱέ, Πνεῦμα τὸ ἅγιον, ἡμᾶς σῶσον τοὺς ὑμνοῦντάς σε.
Καὶ νῦν... Θεοτοκίον.
πὲρ νοῦν ὁ τόκος σου, Θεομῆτορ· ἄνευ γὰρ ἀνδρός, ἡ σύλληψις ἐν σοί, καὶ παρθενικῶς, ἡ κύησις γέγονε· καὶ γὰρ Θεός, ἐστὶν ὁ τεχθείς, ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.
Στίχ. Τοῖς Ἁγίοις τοῖς ἐν τῇ γῇ αὐτοῦ ἐθαυμάστωσεν ὁ Κύριος.
Τὸ γενναῖον στράτευμα, τοῦ Ἄνακτος, πάντων καὶ Θεοῦ, τοὺς Μάρτυρας ἐν ᾠδαῖς, στέψωμεν λαοί· αὐτοὶ γὰρ ἐνίκησαν, δαιμονικὰς φάλαγγας σαφῶς, οὓς ἀναμέλποντες, τὸν Δεσπότην μεγαλύνομεν.
Στίχ. Μακάριοι, οὓς ἐξελέξω καὶ προσελάβου, Κύριε.
τε πᾶν τὸ πλάσμα σου, ἀναστήσῃς κρίνεσθαι Χριστέ, οὓς προσελάβου καὶ νῦν, δούλους σου πιστούς, ἐλέησον σύγγνωθι, τὰ ἐν βίῳ, πταίσματα αὐτῶν, καὶ σὺν Ἁγίοις σου, ἀναπαύων εἰς αἰῶνας αὐτούς.
Ὁ Εἱρμὸς.
σαΐα χόρευε, ἡ Παρθένος ἔσχεν ἐν γαστρί, καὶ ἔτεκεν υἱόν, τὸν Ἐμμανουήλ, Θεόν τε, καὶ ἄνθρωπον. Ἀνατολή, ὄνομα αὐτῷ· ὃν μεγαλύνοντες, σὲ Παρθένε μακαρίζομεν.
Ἐξαποστειλάριον.
Γυναῖκες ἀκουτίσθητε.
Τὸ ἀπ' αἰῶνος σήμερον, γνωρίζεται μυστήριον, ὁ τοῦ Θεοῦ Θεὸς Λόγος, Υἱὸς Παρθένου Μαρίας, δι' εὐσπλαγχνίαν γίνεται, καὶ χαρᾶς εὐαγγέλια, ὁ Γαβριὴλ προσφθέγγεται, μεθ' οὗ βοήσωμεν πάντες· Χαῖρε ἡ Μήτηρ Κυρίου.
Εἰς τοὺς Αἴνους ἱστῶμεν Στίχους δ', καὶ ψάλλομεν τὰ παρόντα Στιχηρὰ Προσόμοια.
Ἦχος δ’
Ὡς γενναῖον ἐν Μάρτυσιν.
Κεκρυμμένον μυστήριον, καὶ Ἀγγέλοις ἀγνώριστον, Γαβριὴλ πιστεύεται ὁ Ἀρχάγγελος, καὶ ἐπὶ σὲ νῦν ἐλεύσεται, τὴν μόνην ἀκήρατον, καὶ καλὴν περιστεράν, καὶ τοῦ γένους ἀνάκλησιν, καὶ βοήσει σοι· Παναγία, τό, Χαῖρε, ἑτοιμάζου, διὰ λόγου Θεὸν Λόγον, σοῦ ταῖς λαγόσιν εἰσδέξασθαι. (Δίς)
Φωτοφόρον παλάτιον, ἡτοιμάσθη σοι Δέσποτα, ἡ νηδὺς ἡ ἄχραντος τῆς θεόπαιδος, δεῦρο πρὸς τοῦτο κατάβηθι, οἰκτείρας τὸ πλάσμα σου, φθονερῶς πολεμηθέν, καὶ δουλείᾳ κρατούμενον, τοῦ ἀλάστορος, καὶ τὸ κάλλος τὸ πρῴην ἀπολέσαν, καὶ τὴν σὴν σωτηριώδη, προσαναμένον κατάβασιν.
Γαβριὴλ ὁ Ἀρχάγγελος, ἐπὶ σὲ Παναμώμητε, ἐμφανῶς ἐλεύσεται, καὶ βοήσει σοι· Χαῖρε κατάρας λυτήριον, πεσόντων ἀνόρθωσις, χαῖρε μόνη ἐκλεκτή, τῷ Θεῷ χρηματίσασα, χαῖρε ἔμψυχε, τοῦ ἡλίου νεφέλη, ὑποδέχου, τὸν Ἀσώματον ἐν μήτρᾳ, τῇ σῇ οἰκῆσαι θελήσαντα.
Δόξα... Καὶ νῦν...
Ἰδιόμελον  Ἦχος δ’
Γλῶσσαν ἣν οὐκ ἔγνω, ἤκουσεν ἡ Θεοτόκος· ἐλάλει γὰρ πρὸς αὐτὴν ὁ Ἀρχάγγελος, τοῦ εὐαγγελισμοῦ τὰ ῥήματα· ὅθεν πιστῶς δεξαμένη τὸν ἀσπασμόν, συνέλαβέ σε τὸν προαιώνιον Θεόν· διὸ καὶ ἡμεῖς ἀγαλλόμενοι βοῶμέν σοι· ὁ ἐξ αὐτῆς σαρκωθεὶς ἀτρέπτως Θεός, εἰρήνην τῷ Κόσμῳ δώρησαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος.
Δοξολογία Μεγάλη καὶ Ἀπόλυσις.

ΕΙΣ ΤΗΝ ΛΕΙΤΟΥΡΓΙΑΝ
Τὰ Τυπικὰ καὶ ἐν τοῖς Μακαρισμοῖς, ἐκ τοῦ Κανόνος τῆς Θεοτόκου ἡ γ’ Ὠδή, καὶ τοῦ Τετραῳδίου ἡ ς’.
Ὁ Ἀπόστολος.
Προκείμενον  Ἦχος γ’
Ὠδὴ τῆς Θεοτόκου
Μεγαλύνει ἡ ψυχή μου, τὸν Κύριον.
Στίχ. τι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ.
Πρὸς Ἑβραίους Ἐπιστολῆς Παύλου τὸ Ἀνάγνωσμα
(Κεφ. Θ’: 24-28)
δελφοί, οὐκ εἰς χειροποίητα ἅγια εἰσῆλθεν ὁ Χριστός, ἀντίτυπα τῶν ἀληθινῶν, ἀλλ' εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν, ουδ' ἵνα πολλάκις προσφέρῃ ἑαυτόν, ὥσπερ ὁ Ἀρχιερεὺς εἰσέρχεται εἰς τὰ Ἅγια κατ' ἐνιαυτὸν ἐν αἵματι ἀλλοτρίῳ ἐπεὶ ἔδει αὐτὸν πολλάκις παθεῖν ἀπὸ καταβολῆς κόσμου, νῦν δὲ ἅπαξ ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἀθέτησιν ἁμαρτίας, διὰ τῆς θυσίας αὐτοῦ πεφανέρωται. Καὶ καθόσον ἀπόκειται τοῖς ἀνθρώποις ἅπαξ ἀποθανεῖν, μετὰ δὲ τοῦτο κρίσις, οὕτως ὁ Χριστὸς ἅπαξ προσενεχθείς, εἰς τὸ πολλῶν ἀνενεγκεῖν ἁμαρτίας, ἐκ δευτέρου χωρὶς ἁμαρτίας ὀφθήσεται τοῖς αὐτὸν ἀπεκδεχομένοις εἰς σωτηρίαν.
Καὶ τῆς Θεοτόκου ἐκ τῆς αὐτῆς Ἐπιστολῆς
(Κεφ. Θ’: 1-7)
Εἶχε μὲν οὖν καὶ ἡ πρώτη σκηνή, Ἀδελφοί, δικαιώματα λατρείας, τό τε ἅγιον κοσμικόν. Σκηνὴ γὰρ κατεσκευάσθη ἡ πρώτη, ἐν ᾗ ἥ τε λυχνία, καὶ ἡ τράπεζα, καὶ ἡ πρόθεσις τῶν ἄρτων, ἥτις λέγεται Ἅγια. Μετὰ δὲ τὸ δεύτερον καταπέτασμα, σκηνὴ ἡ λεγομένη Ἅγια Ἁγίων, χρυσοῦν ἔχουσα θυμιατήριον, καὶ τὴν κιβωτὸν τῆς Διαθήκης περικεκαλυμμένην πάντοθεν χρυσίῳ, ἐν ᾗ στάμνος χρυσὴ ἔχουσα τὸ μάννα, καὶ ἡ ῥάβδος Ἀαρὼν ἡ βλαστήσασα, καὶ αἱ πλάκες τῆς διαθήκης. Ὑπεράνω δὲ αὐτῆς Χερουβὶμ δόξης, κατασκιάζοντα τὸ ἱλαστήριον, περὶ ὧν οὐκ ἔτι νῦν λέγειν κατὰ μέρος. Τούτων δὲ οὕτω κατεσκευασμένων, εἰς μὲν τὴν πρώτην σκηνὴν διαπαντός εἰσίασιν οἱ Ἱερεῖς, τὰς λατρείας ἐπιτελοῦντες, εἰς δὲ τὴν δευτέραν ἅπαξ τοῦ ἐνιαυτοῦ μόνος ὁ Ἀρχιερεύς, οὐ χωρὶς αἵματος, ὃ προσφέρει ὑπὲρ ἑαυτοῦ, καὶ τῶν τοῦ λαοῦ ἀγνοημάτων.
Ἀλληλούϊα  Ἦχος πλ. δ
νάστηθι Κύριε, εἰς τὴν ἀνάπαυσίν σου.
Στίχ. Μνήσθητι, Κύριε, τοῦ Δαυΐδ, καὶ πάσης τῆς πραότητος αὐτοῦ.
 Εὐαγγέλιον τῆς ἡμέρας.
κ τοῦ κατὰ Μάρκον
Κεφ. 8: 27-31.
Τῷ καιρῷ ἐκείνῳ, ἐξῆλθεν ὁ ᾿Ιησοῦς καὶ οἱ Μαθηταὶ αὐτοῦ, εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς Μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς· Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; Οἱ δὲ ἀπεκρίθησαν· ᾿Ιωάννην τὸν Βαπτιστήν· καὶ ἄλλοι, ᾿Ηλίαν· ἄλλοι δὲ, ἕνα τῶν Προφητῶν. Καὶ αὐτὸς λέγει αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθείς δὲ ὁ Πέτρος, λέγει αὐτῷ· Σὺ εἶ ὁ Χριστός. Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσι περὶ αὐτοῦ. Καὶ ἤρξατο διδάσκειν αὐτοὺς, ὅτι δεῖ τὸν Υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν Πρεσβυτέρων καὶ τῶν Ἀρχιερέων καὶ τῶν Γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι.
Καὶ τῆς Θεοτόκου.
κ τοῦ κατὰ Λουκᾶν.
Κεφ. 1:39-49, 56
ν ἐν ταῖς ἡμέραις ἐκείναις ἀναστᾶσα Μαριὰμ, ἐπορεύθη εἰς τὴν ὀρεινὴν μετὰ σπουδῆς, εἰς πόλιν ᾿Ιούδα· καὶ εἰσῆλθεν εἰς τὸν οἶκον Ζαχαρίου, καὶ ἠσπάσατο τὴν ᾿Ελισάβετ. Καὶ ἐγένετο, ὡς ἤκουσεν ἡ ᾿Ελισάβετ τὸν ἀσπασμὸν τῆς Μαρίας, ἐσκίρτησε τὸ βρέφος ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἐπλήσθη Πνεύματος ῾Αγίου ἡ ᾿Ελισάβετ, καὶ ἀνεφώνησε φωνῇ μεγάλῃ, καὶ εἶπεν· Εὐλογημένη σὺ ἐν γυναιξὶ, καὶ εὐλογημένος ὁ καρπὸς τῆς κοιλίας σου. Καὶ πόθεν μοι τοῦτο, ἵνα ἔλθῃ ἡ Μήτηρ τοῦ Κυρίου μου πρός με; Ἰδοὺ γὰρ, ὡς ἐγένετο ἡ φωνὴ τοῦ ἀσπασμοῦ σου εἰς τὰ ὦτά μου, ἐσκίρτησε τὸ βρέφος ἐν ἀγαλλιάσει ἐν τῇ κοιλίᾳ μου. Καὶ μακαρία ἡ πιστεύσασα, ὅτι ἔσται τελείωσις τοῖς λελαλημένοις αὐτῇ παρὰ Κυρίου. Καὶ εἶπε Μαριάμ· Μεγαλύνει ἡ ψυχή μου τὸν Κύριον, καὶ ἠγαλλίασε τὸ πνεῦμά μου ἐπὶ τῷ Θεῷ τῷ Σωτῆρί μου· Ὅτι ἐπέβλεψεν ἐπὶ τὴν ταπείνωσιν τῆς δούλης αὐτοῦ· ἰδοὺ γὰρ, ἀπὸ τοῦ νῦν μακαριοῦσί με πᾶσαι αἱ γενεαί· Ὅτι ἐποίησέ μοι μεγαλεῖα ὁ δυνατὸς· καὶ ἅγιον τὸ ὄνομα αὐτοῦ. ῎Εμεινε δὲ Μαριὰμ σὺν αὐτῇ ὡσεὶ μῆνας τρεῖς· καὶ ὑπέστρεψεν εἰς τὸν οἶκον αὐτῆς.
Κοινωνικὸν
Ποτήριον σωτηρίου λήψομαι, καὶ τὸ ὄνομα Κυρίου ἐπικαλέσομαι. Ἀλληλούϊα.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου