Κυριακή 1 Ιουνίου 2014

ΔΕΥΤΕΡΑ ΤΗΣ ΣΤ'. ΕΒΔΟΜΑΔΟΣ



 ΤΗ ΔΕΥΤΕΡΑ ΤΗΣ ΣΤ’ ΕΒΔΟΜΑΔΟΣ
ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ
Τὰ κατὰ τὸν τυχόντα Ἦχον Τριαδικά· καὶ μετὰ τὴν α’ Στιχολογίαν, Καθίσματα Κατανυκτικά, καὶ Θεοτοκίον τοῦ αὐτοῦ Ἤχου. Μετὰ δὲ τὴν β’ Στιχολογίαν τὰ παρόντα Καθίσματα.   
Καθίσματα   Ἦχος α’
Τοῦ λίθου σφραγισθέντος.
Τὸν λίθον ἐκκυλίσας, τῆς πωρώσεως Κύριε, ἀπὸ τῆς ἐμῆς καρδίας, νεκρωθεῖσαν τοῖς πάθεσιν, ἐξέγειρον ψυχήν μου ἀγαθέ, καὶ φέρειν σοι βαΐα ἀρετῶν, ὡς νικητῇ τοῦ ᾍδου, ἐν κατανύξει Δέσποτα, ἀξίωσον, ὅπως τῆς αἰωνίου ζωῆς τύχω, ὑμνολογῶν σου τὸ κράτος, καὶ τὴν εὐσπλαγχνίαν σου, μόνε φιλάνθρωπε.
Θεοτοκίον.
Θαῦμα θαυμάτων Κεχαριτωμένη, ἐν σοὶ θεωροῦσα ἡ Κτίσις ἀγάλλεται· συνέλαβες γὰρ ἀσπόρως, καὶ ἔτεκες ἀφράστως, ὃν ταξιαρχίαι Ἀγγέλων ὁρᾶν οὐ δεδύνηνται, αὐτόν Θεοτόκε ἱκέτευε, ὑπὲρ τῶν ψυχῶν ἡμῶν.
Μετὰ τὴν γ’ Στιχολογίαν.
Κάθίσματα  Ἦχος α’
Τοῦ λίθου σφραγισθέντος.
Τὴν ἕκτην Ἑβδομάδα, τῆς Νηστείας ἐπέχοντες, προεόρτιον ὕμνον, τῶν Βαΐων ᾄσωμεν, Χριστῷ τῷ ἐρχομένῳ δι' ἡμᾶς, καθῖσαι ἐπὶ πώλου ὀνικοῦ, τὸ τῶν ἐθνῶν ὑποκλῖναι ὡς Βασιλεύς, ἀλόγιστον τῷ Γεννήτορι, τοὺς κλάδους αὐτῷ τῶν ἀρετῶν, πάντες προευτρεπίσωμεν, ὅπως καὶ τὴν Ἀνάστασιν αὐτοῦ, χαίροντες ἴδωμεν.
Θεοτοκίον.
Τὰς χεῖράς σου τὰς θείας, αἷς τὸν Κτίστην ἐβάστασας, Παρθένε Παναγία, σαρκωθέντα χρηστότητι προτείνασα δυσώπησον, λυτρώσασθαι ἡμᾶς, ἐκ πειρασμῶν καὶ παθῶν καὶ κινδύνων, τοὺς εὐφημοῦντας καὶ πόθῳ βοῶντάς σοι. Δόξα τῷ ἐνοικήσαντι ἐν σοί, δόξα τῷ προελθόντι ἐκ σοῦ, δόξα τῷ ἐλευθερώσαντι ἡμᾶς διὰ τοῦ τόκου σου.
  Κανν το  Μηναίου, κα τ παρόντα Τριδια κατ τν τάξιν ατν. Στιχολογεῖται δ κα ἡ α’ δή.
Τριῴδιον  Ποίημα Ἰωσὴφ.
Ὠδὴ α’  Ἦχος α’
Ὠδὴν ἐπινίκιον.
Τὰ πάθη νεκρώσωμεν, δι' ἐγκρατείας, τὸ πνεῦμα ζωώσωμεν, δι' ἐνθέων πράξεων, ὅπως ὀψώμεθα, Πάθος Χριστοῦ τὸ σεπτὸν καθαρωτάτῳ νοΐ.
σπλάγχνου ζηλώσαντα, Πλουσίου τρόπους, Χριστὲ πολυεύσπλαγχνε, ἱκετεύω σύνταξον, Λαζάρῳ πένητι, λυτρούμενός με τῆς φλογός, καὶ τοῦ ἀσβέστου πυρός.
κ πάντων ἐνήστευσα, κατορθωμάτων, εἰς κόρον ἀπήλαυσα, τῶν σφαλμάτων Κύριε· νῦν οὖν πεινῶντά με, σωτηριώδους καὶ σεπτῆς, ἔμπλησον βρώσεως.
Θεοτοκίον.
μὲ τὸν κατάκριτον, ἐν καταδίκῃ, πανάχραντε Δέσποινα, ἐρριμμένον ἔργων μου, σῶσον οἰκτείρησον, τὸν πανοικτίρμονα Θεόν, ἀποκυήσασα.
Ἕτερον  Ποίημα Θεοδώρου.
Ἦχος α'  τῷ βοηθήσαντι Θεῷ.
Τῇ τῶν Βαϊων Ἑορτῇ, ὑπαντήσωμεν πιστοί, προεορτάζοντες αὐτήν, ἀπὸ σήμερον φαιδρῶς, ἵνα τὸ ζωηφόρον, ἀξιωθῶμεν Πάθος ἰδεῖν.
ρχεται ἥκει ὁ Χριστός, πρὸς τὴν Ἱερουσαλήμ, ὡς Βασιλεὺς κεκαθηκώς, ἐπὶ πώλου ὀνικοῦ, τὸ τῶν ἐθνῶν ὑποκλῖναι, ἀλόγιστον, ὑπὸ ζυγὸν τῷ Πατρί.
Δόξα...
ἐν Θεότητι μιᾷ, τρισυπόστατος Μονάς, Πάτερ ἀγέννητε Θεέ, καὶ Υἱὲ μονογενές, καὶ μόνον ἅγιον Πνεῦμα, ὁμοβασίλειον κράτος, σῶσον πάντας ἡμᾶς.
Καὶ νῦν... Θεοτοκίον.
Δεδοξασμένα περὶ σοῦ, ἐλαλήθη πανταχοῦ, ὅτι ἐκύησας σαρκί, τὸν τῶν ὅλων Ποιητήν, Θεοτόκε Μαρία, ἀνύμφευτε καὶ ἀπειρόγαμε.
Δξα σοι, Θες μν, δξα σοι.
δοὺ ἀφίκετο Χριστός, πρὸς τὴν πόλιν Βηθσφαγῆ, Χαῖρε Λαζάρου ἡ πατρίς, Βηθανία, ὅτι σοί, δείξει θαυμάσιον μέγα, τὸν Λάζαρον, ἐξανιστῶν ἐκ νεκρῶν.
Ὁ Εἱρμὸς.
Τῷ βοηθήσαντι Θεῷ, ἐν Αἰγύπτῳ, τῷ Μωσῇ, καὶ δι' αὐτοῦ τὸν Φαραώ, πανστρατιᾷ βυθίσαντι, ἐπινίκιον ᾠδὴν ᾄσωμεν, ὅτι δεδόξασται.
Ὠδὴ η’
Ὂν φρίττουσιν.
κάρπους ἐπλούτησα, ὁ τάλας λογισμούς, ψυχὴν κατεμόλυνα, ἀθέσμοις ἡδοναῖς, καὶ σκότος κυκλοῖ με ἀπογνώσεως, αὔγασόν μοι φέγγος, Θεέ μου μετανοίας.
ς πάλαι ἐφώτισας, Τυφλὸν ἐκ γενετῆς, ψυχήν μου καταύγασον, μὴ βλέπουσαν τὸ φῶς, τὸ σὸν Ἐλεῆμον, ἀλλ' ἐν σκότει δεινῆς, λήθης συγχωσθεῖσαν, καὶ μερίμναις τοῦ βίου.
Νηστεύσας ἠνέῳξεν, Ἠλίας οὐρανούς, καὶ ὄμβροις κατήρδευσε, διψήσασαν τὴν γῆν, Νηστεύσωμεν ῥείθροις, καταντλούμενοι, ψυχικῶν δακρύων, ὅπως ἐλεηθῶμεν.
Θεοτοκίον.
ς ἔμψυχος ἄμπελος, ἐξήνθησας ἡμῖν, τὸν βότρυν τὸν πέπειρον, πηγάσαντα Ἁγνή, Παρθένε τὸν οἶνον, τῆς ἀφέσεως, καὶ τῆς ἁμαρτίας, ξηράναντα τὴν μέθην.
Εἱρμὸς ἄλλος.
Ὕμνον σοι προσφέρομεν.
νοικται τὰ πρόθυρα, τῆς τοῦ Λαζάρου ζωοποιΐας· Χριστὸς γὰρ ἥκει, ὡς ἐξ ὕπνου ἐγεῖραι τὸν θανέντα, καὶ καταπαλαῖσαι, ζωὴ τὸν θάνατον.
Μέγα σου τὸ καύχημα, ὦ Βηθανία! ὅτι τὸν Κτίστην ξεναγωγῆσαι, ἀξιοῦσαι βοῶσα· Εὐλογεῖτε τὰ ἔργα, Κυρίου τὸν Κύριον.
Ελογομεν Πατρα, Υἱόν, κα γιον Πνεμα
Σὲ τὴν ὑπερούσιον, τριπλῆν Μονάδα, τὴν ἑνουμένην ἐν διαιρέσει, τῇ μορφῇ τοῖς προσώποις, τὸν Πατέρα, καὶ Υἱόν, καὶ Πνεῦμα, θεῖον δοξολογήσωμεν.
Καὶ νῦν... Θεοτοκίον.
Τὸ Χαῖρε φθεγγόμεθα, σὺν τῷ Ἀγγέλῳ, ὅτι ἀνῆψας χαρὰν τῷ Κόσμῳ, τὸν Σωτῆρα τοῦ Κόσμου, ὃν δυσώπει ὑπὲρ πάντων, Παρθένε πανύμνητε.
Δξα σοι, Θες μν, δξα σοι
μνον σοι προσφέρομεν, ὅτι ἐν πώλῳ ὀχηματίζεις, ὁ ἐν ὑψίστοις, Χερουβὶμ ἐπιβαίνων, ἵνα πάντας καθυποτάξῃς, Χριστὲ τῷ κράτει σου.
Ανομεν, ελογομεν, κα προσκυνομεν τν Κριον
Ὁ Εἱρμὸς.
μνον σοι προσφέρομεν, τῶν Ἀσωμάτων, ὥσπερ οἱ Παῖδες ἐν τῇ καμίνῳ, καὶ ὑμνοῦντες λέγομεν· Εὐλογεῖτε πάντα τὰ ἔργα Κυρίου, τὸν Κύριον.
Ὠδὴ θ’
Τὴν ζωοδόχον πηγὴν.
Θανατωθεὶς τοῖς πολλοῖς πλημμελήμασι, τῆς ἀμελείας ἐν τάφῳ συνέχομαι, λίθον ἀπογνώσεως ἔχων ἐπικείμενον, ὅν περ διάρας Χριστὲ τῷ σῷ ἐλέει, ὥσπερ τὸν Λάζαρον πρὶν ἐξανάστησον.
Τὴν τοῦ Πλουσίου ἐκφύγωμεν μίμησιν, κατακριθέντος εἰς φλόγα τὴν ἄσβεστον, καὶ Λαζάρου στέρξωμεν, τὸ ἐν πόνοις, ἔμμονον, ὅπως ἡμᾶς Ἰησοῦς παρακαλέσῃ, καὶ βασιλείας μετόχους ἐργάσηται.
Τὴν παθοκτόνον Νηστείαν ποθήσωμεν, ταῖς προσευχαῖς ἐπιμόνως σχολάσωμεν, κλαύσωμεν, πενθήσωμεν καὶ θερμῶς στενάξωμεν, ὅπως ἐντεῦθεν ἡμᾶς ἀποδημοῦντας, ὁ Ἀβραάμ, ἐν τοῖς κόλποις εἰσδέξηται.
Θεοτοκίον.
Τῆς παρθενίας τὸ θεῖον κειμήλιον, τῶν Προπατόρων τὴν μόνην ἀνόρθωσιν, τὴν πηγὴν τὴν βρύουσαν, εὐσπλαγχνίας ἄβυσσον, τὴν καλλονὴν Ἰακώβ, τὴν Θεοτόκον, οἱ δι' αὐτῆς σεσωσμένοι ὑμνήσωμεν.
Ἄλλος.
Σὲ τὴν ὁραθεῖσαν πύλην.
Σήμερον Χριστῷ δηλοῦται, πέραν Ἰορδάνου διατρίβοντι, ἡ νόσος τοῦ Λαζάρου, καὶ ὡς προγνώστης λέγει· Ἡ ἀσθένεια αὕτη, οὐκ ἔστι πρὸς θάνατον.
Εὐτρεπίζου Βηθανία, κόσμησόν σου θείως τὰς εἰσόδους, πλάτυνον τὰς ἐπαύλεις· ἰδοὺ γὰρ ὁ Δεσπότης, ἥξει σὺν Ἀποστόλοις, τὸ θρέμμα σου ζωούμενος.
Δόξα...
Σὲ τὴν τρισυπόστατον Μονάδα, καὶ ἀδιαίρετον οὐσίαν, ἡ τῶν Ἑξαπτερύγων δοξολογεῖ στρατιά, καὶ ἀνθρώπων τὸ γένος, ἐν ὕμνοις μεγαλύνομεν.
Καὶ νῦν... Θεοτοκίον.
Σὲ τὸν ἐκ Πατρὸς ἀχρόνως, καὶ ἐκ τῆς Μητρὸς ἀνερμηνεύτως, ἐν χρόνῳ γεννηθέντα εἰς πάντων σωτηρίαν, ὡς Ποιητὴν καὶ Δεσπότην, ἐν ὕμνοις μεγαλύνομεν.
Δξα σοι, Θες μν, δξα σοι
Σὺν τοῖς εὐποιΐας κλάδοις, καὶ ἁγνείας φέροντες βαΐα, ἑτοιμασθῶμεν πάντες, Χριστῷ προσυπαντῆσαι, πρὸς τὴν Ἱερουσαλήμ, ἥκοντι, ὡς Θεῷ ἡμῶν.
Ὁ Εἱρμὸς.
Σὲ τὴν ὁραθεῖσαν πύλην, ὑπὸ Ἰεζεκιὴλ τοῦ Προφήτου, ἐν ᾗ οὐδεὶς διῆλθεν, εἰ μὴ Θεὸς μόνος, Θεοτόκε Παρθένε, ἐν ὕμνοις μεγαλύνομεν.
Τὸ Φωταγωγικὸν τοῦ Ἤχου.
Εἰς τὰ Ἀπόστιχα τῶν Αἴνων.
Ἰδιόμελον  Ἦχος πλ. α’
Μὴ καταδικάσῃς με Χριστέ, ἐν φλογὶ γεέννης, ὡς τὸν Πλούσιον διὰ Λάζαρον, ἀλλὰ δώρησαι κᾀμοί, ἐν κλαυθμῷ αἰτοῦντι, ῥανίδα φιλανθρωπίας, ὁ Θεός, καὶ ἐλέησόν με. (Δίς)
Μαρτυρικὸν.
Εὐλογημένος ὁ στρατός, τοῦ Βασιλέως τῶν οὐρανῶν· εἰ γὰρ καὶ γηγενεῖς ὑπῆρχον οἱ Ἀθλοφόροι, ἀλλὰ Ἀγγελικὴν ἀξίαν ἔσπευδον φθάσαι, τῶν σωμάτων καταφρονήσαντες, καὶ διὰ τῶν παθημάτων τῆς τῶν Ἀσωμάτων ἀξιωθέντες τιμῆς, εὐχαῖς αὐτῶν Κύριε, κατάπεμψον ἡμῖν τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Κεχαριτωμένη, μεςίτευσον σαῖς δεήσεσι, καὶ αἴτησαι ταῖς ψυχαῖς ἡμῶν, πλῆθος οἰκτιρμῶν, καὶ τὸν ἱλασμόν, τῶν πολλῶν παραπτωμάτων δεόμεθα.

ΕΙΣ ΤΗΝ ΤΡΙΘΕΚΤΗΝ  
Τροπάριον τῆς Προφητείας.
Ἦχος πλ. β’
Αὕτη ἐστίν, ὁ Θεός, ἡ φοβερὰ ἡμέρα, ἧς φθάσαι τὴν ἑσπέραν οὐκ ἠλπίζομεν, καὶ ταύτην ἰδεῖν ἡμᾶς, φιλανθρώπως κατηξίωσας, Τρισάγιε δόξα σοι.
Δόξα... Καὶ νῦν... Τὸ αὐτὸ.
Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς ρδ’
Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον.
Στίχ. ξομολογεῖσθε τῷ Κυρίῳ, καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ.
Προφητεας σαου τ νγνωσμα.
(Κεφ.  ΜΗ’: 17-22,  ΜΘ’: 1-4)
Οὕτω λέγει Κύριος ὁ ῥυσάμενός σε, ὁ Ἅγιος Ἰσραήλ· Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, δέδειχά σοι τοῦ εὑρεῖν σε τὴν ὁδόν, ἐν ᾗ πορεύσῃ ἐν αὐτῇ. Καί, εἰ ἤκουσας τῶν ἐντολῶν μου, ἐγένετο ἂν ὡσεὶ ποταμὸς ἡ εἰρήνη σου, καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης· καὶ ἐγένετο ἂν ὡς ἡ ἄμμος τὸ σπέρμα σου καὶ τὰ ἔκγονα τῆς κοιλίας σου, ὡς ὁ χοῦς τῆς γῆς· οὐδὲ νῦν οὐ μὴ ἐξολοθρευθῇς, οὐδὲ ἀπολεῖται τὸ ὄνομά σου ἐνώπιον ἐμοῦ. Ἔξελθε ἐκ Βαβυλῶνος, φεύγων ἀπὸ τῶν Χαλδαίων, φωνήν εὐφροσύνης ἀναγγείλατε, καὶ ἀκουστὸν γενέσθω τοῦτο, ἀπαγγείλατε ἕως ἐσχάτου τῆς γῆς· λέγετε· Ἐρρύσατο Κύριος τὸν δοῦλον αὐτοῦ Ἰακώβ, καὶ ἐὰν διψήσωσι, δι' ἐρήμου ἄξει αὐτούς, ὕδωρ ἐκ πέτρας ἐξάξει αὐτοῖς σχισθήσεται πέτρα, καὶ ῥυήσεται ὕδωρ, καὶ πίεται ὁ λαός μου, οὐκ ἔστι χαίρειν, λέγει Κύριος, τοῖς ἀσεβέσιν. Ἀκούσατέ μου νῆσοι, καὶ προσέχετε ἔθνη, διὰ χρόνου πολλοῦ στήσεται, λέγει Κύριος, ἐκ κοιλίας μητρός μου ἐκάλεσε τὸ ὄνομά μου, καὶ ἔθηκε τὸ στόμα μου ὡς μάχαιραν ὀξεῖαν, καὶ ὑπὸ τὴν σκέπην τῆς χειρὸς αὐτοῦ ἔκρυψέ με, ἔθηκέ με ὡσεὶ βέλος ἐκλεκτόν, καὶ ἐν τῇ φαρέτρᾳ αὐτοῦ ἔκρυψέ με, καὶ εἶπέ μοι· Δοῦλός μου εἶ σύ, Ἰσραήλ, καὶ ἐν σοὶ δοξασθήσομαι. Καὶ ἐγὼ εἶπα· Κενῶς ἐκοπίασα, εἰς μάταιον καὶ εἰς οὐδὲν ἔδωκα τὴν ἰσχύν μου· διὰ τοῦτο ἡ κρίσις μου παρὰ Κυρίῳ, καὶ ὁ πόνος μου ἐναντίον τοῦ Θεοῦ μου.
Προκείμενον  Ἦχος πλ. β’  Ψαλμὸς ρε
Εὐλογητὸς Κύριος, ὁ Θεὸς Ἰσραήλ.
Στίχ. ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός.

 ΤΗ ΔΕΥΤΕΡΑ ΠΡΟ ΤΩΝ ΒΑΪΩΝ

ΕΙΣ ΤΟΝ ΕΣΠΕΡΙΝΟΝ
Μετὰ τὴν συνήθης Στιχολογία τῶν Πρὸς Κύριον, εἰς τὸ Κύριε  ἐκέκραξα, ἱστῶμεν Στίχους στ’ καὶ ψάλλομεν τὰ ἑπόμενα Στιχηρὰ τοῦ Τριῳδίου γ’ καὶ τοῦ Μηναίου γ’.
Στιχηρ Προσμοια Ποημα ωσφ.
Ἦχος πλ. β’  Ὅλην ἀποθέμενοι.
Πολλοῖς παραπτώμασι, καὶ ἡδοναῖς ταῖς τοῦ βίου, ἀσθενοῦσαν κέκτημαι, τὴν ἰσχὺν ὁ δείλαιος, καὶ κατάκειμαι, ἐπὶ κλίνης πάντοτε, ῥαθυμίας Δέσποτα, καὶ βοῶ σοι· Συμπαθέστατε, ἐλθὼν ἐπίσκεψαι, ῥῶσίν μοι παρέχων καὶ ἔλεος, καὶ μὴ ἐγκαταλίπῃς με, μήποτε ὑπνώσω εἰς θάνατον, καὶ ἐπιχαρῇ μοι, ἐχθρὸς τῇ ἀπωλείᾳ, ὁ ζητῶν, εἰς ᾍδου βάραθρα πάνδεινα, Σῶτερ κατασπάσαι με.
Τὸν ἄσπλαγχνον Πλούσιον, ἐν ἀφροσύνῃ ζηλώσας, ἡδέως εὐφραίνομαι, ἡδοναῖς καὶ πάθεσι βυθιζόμενος, καὶ ὁρῶν κείμενον, πρὸ πυλῶν πάντοτε, μετανοίας ὥσπερ Λάζαρον, τὸν νοῦν μου Κύριε, τοῦτον ἀναισθήτως παρέρχομαι λιμώττοντα νοσοῦντά τε, καὶ διηλκωμένον τοῖς  πάθεσιν· ὅθεν τῆς γεέννης, ὑπόδικός εἰμι τῆς ἐν φλογί, ἐξ ἧς με λύτρωσαι Δέσποτα, μόνε πολυέλεε.
Ἕτερον Προσόμοιον  Τοῦ Θεοδώρου.
Ἦχος πλ. α’  Κύριε ἐπὶ Μωϋσέως.
Κύριε, πέραν Ἰορδάνου σαρκὶ διατρίβων, προαγορεύεις Λαζάρου τὴν νόσον, πρὸς θάνατον μὴ εἶναι, ἀλλ' ὑπὲρ σοῦ τοῦ Θεοῦ ἡμῶν τῆς δόξης γεγενῆσθαι. Δόξα τῇ μεγαλουργίᾳ σου, καὶ παντοκρατορίᾳ σου, ὅτι καθεῖλες τὸν θάνατον, διὰ πλῆθος ἐλέους φιλάνθρωπε.
Καὶ τοῦ Μηναίου, Προσόμοια γ’
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
Ἑσπέρας Προκείμενόν  Ἦχος δ’  Ψαλμὸς ρς’
ξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι χρηστός, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.
Στίχ. Εἰπάτωσαν οἱ λελυτρωμένοι ὑπὸ Κυρίου.
Γενσεως τ νγνωσμα
(Κεφ.  ΚΖ’: 1-41)
γένετο μετὰ τὸ γηράσαι τὸν Ἰσαάκ, καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν, καὶ ἐκάλεσεν Ἡσαῦ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον, καὶ εἶπεν αὐτῷ· Υἱέ μου, καὶ εἶπεν· Ἰδοὺ ἐγώ. Καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ἐγὼ γεγήρακα, καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου, νῦν  οὖν λάβε τὸ σκεῦος σου, τήν τε φαρέτραν, καὶ τὸ τόξον, καὶ ἔξελθε εἰς τὸ πεδίον, καὶ θήρευσόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, ὡς φιλῶ ἐγώ, καὶ ἔνεγκέ μοι, ἵνα φάγω, ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου, πρὶν ἢ ἀποθανεῖν με.  Ῥεβέκκα δὲ ἤκουσε λαλοῦντος Ἰσαὰκ πρὸς Ἡσαῦ τὸν υἱὸν αὐτοῦ. Ἐπορεύθη δὲ Ἡσαῦ εἰς τὸ πεδίον, θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ· Ῥεβέκκα δὲ εἶπε πρὸς Ἰακώβ, τὸν υἱὸν αὐτῆς τὸν νεώτερον. Ἴδε, ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου, λέγοντος· Ἔνεγκόν μοι θήραν, καὶ ποίησόν μοι ἐδέσματα, καὶ φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου, πρὸ τοῦ ἀποθανεῖν με· νῦν  οὖν, υἱέ μου, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι, καὶ πορευθεὶς εἰς τὰ πρόβατα, λάβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς· καὶ ποιήσω ἐδέσματα τῷ πατρί σου, ὡς φιλεῖ, καὶ εἰσοίσεις τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν. Εἶπε δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ· Ἔστιν ὁ Ἡσαῦ ὁ ἀδελφός μου ἀνὴρ δασύς, ἐγὼ δὲ ἀνὴρ λεῖος, μήποτε ψηλαφήσῃ με ὁ πατήρ, καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν, καὶ ἐπάξω ἐπ' ἐμαυτόν, κατάραν, καὶ οὐκ εὐλογίαν. Εἶπε δὲ αὐτῷ ἡ μήτηρ· Ἐπ' ἐμὲ ἡ κατάρα σου τέκνον, μόνον ἐπάκουσον τῆς φωνῆς μου, καὶ πορευθεὶς ἔνεγκέ μοι. Πορευθεὶς δέ, ἔλαβε, καὶ ἤνεγκε τῇ μητρὶ αὐτοῦ, καὶ μήτηρ αὐτοῦ ἐδέσματα, καθὰ ἐφίλει ἐποίησεν ἡ ὁ πατήρ αὐτοῦ. Καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου, τὴν καλήν, ἣ ἦν παρ' αὐτῇ ἐν τῷ οἴκῳ, ἐνέδυσεν Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκε περὶ τοὺς βραχίονας αὐτοῦ, καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ, καὶ ἔδωκε τὰ ἐδέσματα, καὶ τοὺς ἄρτους, οὓς ἐποίησεν, εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς, καὶ εἰσήνεγκε τῷ πατρὶ αὐτοῦ, καὶ εἶπε· Πάτερ· ὁ δὲ εἶπεν· Ἰδοὺ ἐγώ, τίς εἶ σύ, τέκνον; Καὶ εἶπεν Ἰακὼβ τῷ πατρὶ αὐτοῦ· Ἐγὼ Ἡσαῦ ὁ πρωτότοκός σου, πεποίηκα καθὰ ἐλάλησάς μοι, ἀναστάς, κάθισον, καὶ φάγε ἀπὸ τῆς θήρας μου, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Εἶπε δὲ Ἰσαὰκ τῷ υἱῶ αὐτοῦ· τί τοῦτο, ὃ ταχὺ εὗρες, ὦ τέκνον; ὁ δὲ εἶπεν· ὁ παρέδωκε Κύριος ὁ Θεός σου ἐναντίον ἐμοῦ. Εἶπε δὲ Ἰσαὰκ τῷ Ἰακώβ· Ἐγγισόν μοι, καὶ ψηλαφήσω σε τέκνον, εἰ σὺ εἶ ὁ υἱός μου Ἡσαῦ, ἢ οὔ! Ἤγγισε δὲ Ἰακὼβ πρὸς Ἰσαὰκ τὸν πατέρα αὐτοῦ, καὶ ἐψηλάφησεν αὐτόν, καὶ εἶπεν· Ἡ μὲν φωνή, φωνὴ Ἰακώβ, αἱ δὲ χεῖρες, χεῖρες Ἡσαῦ. Καὶ οὐκ ἐπέγνω αὐτόν· ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ, ὡς αἱ χεῖρες Ἡσαῦ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι. Καὶ εὐλόγησεν αὐτόν, καὶ εἶπε· Σὺ εἶ ὁ υἱός μου Ἡσαῦ; ὁ δὲ εἶπεν· Ἐγώ. Καὶ εἶπε· Προσάγαγέ μοι, καὶ φάγομαι ἀπὸ τῆς θήρας σου, τέκνον, ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου. Καὶ προσήνεγκεν αὐτῷ, καὶ ἔφαγε, καὶ εἰσήνεγκεν αὐτῷ οἶνον, καὶ ἔπιε. Καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ· Ἐγγισόν μοι καὶ φίλησόν με τέκνον. Καὶ ἐγγίσας ἐφίλησεν αὐτόν, καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ, καὶ εὐλόγησεν αὐτόν, καὶ εἶπεν· Ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου, ὡς ὀσμὴ ἀγροῦ πλήρους, ὃν εὐλόγησε Κύριος, καὶ δῴη σοι ὁ Θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ, καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς, καὶ πλῆθος σίτου καὶ οἴνου, καὶ δουλευσάτωσάν σοι ἔθνη, καὶ προσκυνησάτωσάν σοι ἄρχοντες, καὶ γίνου Κύριος τοῦ ἀδελφοῦ σου, καὶ προσκυνήσουσί σοι οἱ υἱοὶ τοῦ πατρός σου, ὁ καταρώμενός σε ἐπικατάρατος, ὁ δὲ εὐλογῶν σε, εὐλογημένος. Καὶ ἐγένετο μετὰ τὸ παύσασθαι Ἰσαὰκ εὐλογοῦντα Ἰακὼβ τὸν υἱὸν αὐτοῦ, καὶ ἐγένετο, ὡς ἂν ἐξῆλθεν Ἰακὼβ ἀπὸ προσώπου Ἰσαὰκ τοῦ πατρὸς αὐτοῦ, καὶ Ἡσαῦ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας, καὶ ἐποίησε καὶ αὐτὸς ἐδέσματα, καὶ προσήνεγκε τῷ πατρὶ αὐτοῦ, καὶ εἶπεν. Ἀναστήτω ὁ πατήρ μου, καὶ φαγέτω ἀπὸ τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ, ὅπως εὐλογήσῃ με ἡ ψυχή σου. Καὶ εἶπεν αὐτῷ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ. τίς εἶ σὺ; ὁ δὲ εἶπεν· ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος Ἡσαῦ. Ἐξέστη δὲ Ἰσαὰκ ἔκστασιν μεγάλην σφόδρα, καὶ εἶπε· Τίς ἐστιν ὁ θηρεύσας μοι θήραν, καὶ εἰσενέγκας μοι; καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ ἐλθεῖν σε, καὶ εὐλόγησα αὐτόν, καὶ εὐλογημένος ἔσται. Ἐγένετο δέ, ἡνίκα ἤκουσεν Ἡσαῦ τὰ ῥήματα τοῦ πατρὸς αὐτοῦ Ἰσαάκ, ἀνεβόησε φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα, καὶ εἶπεν· Εὐλόγησον δὴ κᾀμέ, πάτερ. Εἶπε δὲ αὐτῷ· Ἐλθὼν ὁ ἀδελφὸς σου μετὰ δόλου, ἔλαβε τὴν εὐλογίαν σου. Καὶ εἶπε· Δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ Ἰακώβ· ἑπτέρνικε γάρ με ἤδη δεύτερον τοῦτο, τά τε πρωτοτόκιά μου εἴληφε, καὶ νῦν  εἴληφε τὴν εὐλογίαν μου. Καὶ εἶπεν Ἡσαῦ τῷ πατρὶ αὐτοῦ· οὐχ ὑπελίπου μοι εὐλογίαν, πάτερ. Ἀποκριθεὶς δὲ Ἰσαὰκ εἶπε τῷ Ἡσαῦ· Εἰ κύριον αὐτὸν πεποίηκά σου, καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ πεποίηκα αὐτοῦ οἰκέτας, σίτῳ καὶ οἴνῳ ἐστήριξα αὐτόν, σοὶ δὲ τί ποιήσω, τέκνον; Εἶπε δὲ Ἡσαῦ πρὸς τὸν πατέρα αὐτοῦ. Μὴ εὐλογία μία σοι ἐστι, πάτερ; εὐλόγησον δὴ κᾀμέ, πάτερ. Κατανυχθέντος δὲ Ἰσαάκ, ἀνεβόησε φωνῇ μεγάλῃ Ἡσαῦ, καὶ ἔκλαυσεν· Ἀποκριθεὶς δὲ Ἰσαὰκ ὁ πατὴρ αὐτοῦ, εἶπεν αὐτῷ· Ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν, καὶ ἐπὶ τῇ μαχαίρᾳ σου ζήσῃ, καὶ τῷ ἀδελφῷ σου δουλεύσεις, ἔσται δὲ ἡνίκα ἂν καθέλῃς καὶ ἐκλύσῃς τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου. Καὶ ἐνεκότει Ἡσαῦ τῷ Ἰακὼβ περὶ τῆς εὐλογίας, ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ.
Προκείμενον  Ἦχος βαρὺς  Ψαλμὸς ρζ’
ψώθητι ἐπὶ τοὺς οὐρανούς, ὁ Θεός.
Στίχ. τοίμη ἡ καρδία μου, ὁ Θεός.
Παροιμιν τ νγνωσμα
(Κεφ. ΙΘ’: 16-25)
ς φυλάσσει ἐντολήν, τηρεῖ τὴν ἑαυτοῦ ψυχήν, ὁ δὲ καταφρονῶν τῶν ἑαυτοῦ ὁδῶν, ἀπολεῖται, ὁ ἐλεῶν πτωχόν, δανείζει Θεῷ, κατὰ δὲ τὸ δόμα αὐτοῦ, ἀνταποδώσει αὐτῷ. Παίδευε υἱόν σου· οὕτω γὰρ ἔσται εὔελπις, εἰς δὲ ὕβριν μὴ ἐπαίρου τῇ ψυχῇ σου. Κακόφρων ἀνὴρ πολλὰ ζημιωθήσεται, ἐὰν δὲ λοιμεύηται, καὶ τὴν ψυχὴν αὐτοῦ προσθήσει. Ἄκουε, υἱέ, παιδείαν πατρός σου, ἵνα σοφὸς γένῃ ἐπ' ἐσχάτων σου. Πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνδρός, ἡ δὲ βουλὴ τοῦ Κυρίου εἰς τὸν αἰῶνα μένει. Καρπὸς ἀνδρὶ ἐλεημοσύνη, κρεῖσσον δὲ πτωχὸς δίκαιος, ἢ πλούσιος ψεύστης. Φόβος Κυρίου εἰς ζωὴν ἀνδρί, ὁ δὲ ἄφοβος αὐλισθήσεται ἐν τόποις, οὗ οὐκ ἐπισκοπεῖ γνῶσις, ὁ ἐγκρύπτων εἰς τὸν κόλπον αὐτοῦ χεῖρας ἀδίκως, οὐδὲ τῷ στόματι οὐ μὴ προσαγάγῃ αὐτάς. Λοιμοῦ μαστιγωμένου, ἄφρων πανουργότερος ἔσται, ἐὰν δὲ ἐλέγχῃς ἄνδρα φρόνιμον, νοήσει αἴσθησιν.
Εἰς τὰ Ἀπόστιχα.
Ἰδιόμελον  Ἦχος δ’
Τῆς ψυχοβλαβοῦς πλεονεξίας, ἐλευθέρωσον Σωτήρ, καὶ μετὰ Λαζάρου τοῦ πένητος, ἐν τοῖς κόλποις Ἀβραὰμ ἀρίθμησον ἡμᾶς· σὺ γὰρ ἐν ἐλέει πλούσιος ὤν, ἑκουσίως δι' ἡμᾶς ἑπτώχευσας, καὶ ἐκ φθορᾶς εἰς ἀφθαρσίαν μετεπανήγαγες, ὡς συμπαθὴς Θεὸς καὶ φιλάνθρωπος. (Δίς)
Μαρτυρικὸν.
τῶν ἁγίων Μαρτύρων δεξάμενος τὴν ὑπομονήν, καὶ παρ' ἡμῶν δέχου τὴν ὑμνῳδίαν Φιλάνθρωπε, δωρούμενος ἡμῖν, ταῖς αὐτῶν ἱκεσίαις, τὸ μέγα ἔλεος.
Δόξα... Καὶ νῦν... Θεοτοκίον.
ῦσαι ἡμᾶς ἐκ τῶν ἀναγκῶν ἡμῶν Μήτηρ Χριστοῦ τοῦ Θεοῦ, ἡ τεκοῦσα τὸν τῶν ὅλων Ποιητήν, ἵνα πάντοτε κράζωμέν σοι· Χαῖρε ἡ προστασία τῶν ψυχῶν ἡμῶν.


Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου